Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν ριεʹ

Μέγας Βασίλειος

Η ταπείνωση του νου και η προφητική έκσταση έναντι των σοφισμάτων

Ερμηνεία των ψαλμικών στίχων περί της ταπεινώσεως και της εκστάσεως του προφήτη, με παράλληλη απόκρουση της διανοητικής αλαζονείας και των σοφιστικών παραδόξων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 4

Ταῦτα μὲν οὖν καθόλου περὶ πίστεως διὰ τοὺς λογομαχοῦντας καὶ ἐν ῥήμασι κενοῖς ἔχοντας τὴν ἐλπίδα. Δοκεῖ δέ μοι ὁ ἐν χερσὶ ψαλμὸς ὡς πρὸς τὴν προάγουσαν ἐν τῷ κατόπιν ψαλμῷ διάνοιαν ἀκολουθίαν ἔχειν. Εἶπε γὰρ ἐκεῖ· Εὐαρεστήσω τῷ Κυρίῳ ἐν χώρᾳ ζώντων. Ἐπεὶ οὖν περὶ μὴ βλεπομένης χώρας διαλέγεται, ὡς σαφῶς ἐπιστάμενος, τὴν αἰτίαν ἀποδίδωσι τοῦ περὶ τῶν ἀδήλων διορισμοῦ, λέγων· Ἐπίστευσα, ὅτι ἔστι τις χώρα ζώντων· διὸ ἐλάλησα, ὅτι Εὐαρεστήσω ἐν αὐτῇ τῷ Κυρίῳ. Ὅλως δὲ, ἡ ἄνευ πίστεως ἐπὶ τὸ λαλεῖν ἐρχομένη ψυχὴ διακενῆς ληρήσει, κατ᾽ οὐδενὸς ὑποκειμένου τὸν λόγον προάγουσα. Ἀρχὴ τοίνυν λόγου ἔμφρονος, πίστις ἰσχυρῶς τῇ καρδίᾳ τοῦ λαλοῦντος ἐνιδρυμένη. Ἔπειτα, πόθεν ἡμῖν δυνατὸν τὸ περὶ τὴν πίστιν τέλειον κατορθοῦν, ἐφεξῆς ἐπάγει, λέγων· Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

Ὁ γὰρ μὴ ταπεινώσας ἑαυτοῦ τὴν διάνοιαν, μηδὲ κατὰ μίμησιν τοῦ Ἀποστόλου λέγων τὸ, Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι, ἀλλὰ περινοῶν οὐσίας Θεοῦ κατάληψιν, καὶ τῷ ἰδίῳ λογισμῷ ἐκμετρῶν τὰ ἀνέφικτα, καὶ τοσοῦτον λογιζόμενος εἶναι τὸν Θεὸν, ὅσον αὐτὸς τῷ λογισμῷ περιέλαβεν· καὶ ὅλως, ὁ τὸν οἰκεῖον νοῦν μέτρον τῶν ὄντων ποιούμενος, οὐ λογιζόμενος, ὅτι ῥᾷόν ἐστι κοτύλῃ μικρᾷ τὴν πᾶσαν θάλασσαν ἐκμετρῆσαι, ἢ τῷ ἀνθρωπίνῳ νῷ τῆς ἀφάτου μεγαλειότητος τοῦ Θεοῦ περιδράξασθαι, εἰκῆ φυσιούμενος καὶ ἐπαιρόμενος τῇ ματαιότητι τοῦ νοὸς αὐτοῦ, οὐ δύναται λέγειν τὸ, Ἐπίστευσα, διὸ ἐλάλησα· ἐπειδὴ οὐδὲ τὸ ἐφεξῆς ἐπάγειν αὐτῷ δυνατὸν, τὸ, Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα· τύφῳ γὰρ καὶ ἀλαζονείᾳ συζῇ, καὶ διακένοις ῥήμασιν ἐπαγάλλεται, τὸ ἐκ τῆς πίστεως ἰσχυρὸν μὴ κεκτημένος. Εἶτα οὐχ ἑαυτὸν ταπεινοῖ μόνον, ἀλλὰ καὶ πᾶσαν ὁμοῦ τὴν συγγενῆ ἑαυτῷ καὶ κοινωνὸν τῆς φύσεως ἀνθρωπότητα. Ἐγὼ γὰρ εἶπα, φησὶν, ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης.

Ὥστε ὁ μὴ ἐκ πίστεως βοηθούμενος, ἀλλ᾽ οἴκοθεν ἐπὶ τὸν λόγον ἐρχόμενος, ταῖς ἀνθρωπίναις παρασκευαῖς πρὸς τὴν κατάληψιν τῆς ἀληθείας θαῤῥῶν, ψεύστης ἐστὶ, παραπολὺ τῆς ἀληθείας ἐκπίπτων. Τοῦτον δέ φησιν εἰρηκέναι τὸν λόγον ἐν τῇ ἐκστάσει.

Τίς δέ ἐστιν ἡ ἔκστασις; Ἤτοι ὅτι περιβλεψάμενος τὴν ἀνθρωπίνην φύσιν, καὶ διερευνησάμενος, εἴ πού τίς ἐστιν ἐν ἀνθρώποις ἀλήθεια, μηδαμοῦ ταύτην εὑρεῖν δυνηθεὶς ἄνευ τῆς παρὰ τοῦ Θεοῦ βοηθείας, ἔκθαμβος γενόμενος ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος, ἐξεβόησα, ὅτι Πᾶς ἄνθρωπος ψεύστης· ἢ ἐν τῇ ἐκστάσει ἐκείνῃ, ἣν κατεσχηματισάμην ἐπὶ τοῦ Ἀγχοὺς, ἐπιληψίαν καὶ παραφορὰν ὑποκρινάμενος, ἐπειδὴ εἶδον εἰς ἀνάγκην ἐλθόντα ἐμαυτὸν τοῦ καταψεύσασθαι ἐμαυτοῦ, καὶ ἀναπλάσασθαι τὰ μὴ ὄντα, ὑπὲρ τοῦ τὸν ἀπὸ τῶν πολεμίων κίνδυνον ἐκφυγεῖν, τότε εἶπον, ὅτι Πᾶς ἄνθρωπος ψεύστης· κἂν μὴ κατὰ προαίρεσιν, μηδ᾽ ἐπὶ κακῷ τῶν πλησίον, ἀλλὰ πάντως διά τινας περιστατικὰς αἰτίας καταφεύγων ἐπὶ τὸ ψεύδεσθαι. Οὐ μὴν ἑαυτῷ περιπίπτει κατὰ τὸν λόγον ὁ Προφήτης, ὥσπερ τινὲς τῶν σοφιστικῶν ἐπιχειροῦσιν αὐτὸν διελέγχειν, τῷ κατὰ περιτροπὴν ἐλέγχῳ ἐμπεπτωκέναι λέγοντες τὸν Προφήτην. Εἰ γὰρ πᾶς ἄνθρωπος ψεύστης, ἄνθρωπος δὲ καὶ ὁ Δαβίδ· ψεύστης ἦν καὶ αὐτὸς δηλονότι· εἰ δὲ ψεύστης, οὐ πιστευτέον αὐτῷ περὶ ὧν ἀποφαίνεται. Μὴ ὄντος δὲ ἀληθοῦς τοῦ λόγου τούτου, μηδὲ ὄντος παντὸς ἀνθρώπου ψεύστου, ἀφήσομεν καὶ τὸν Δαβὶδ τῆς τοῦ ψεύδους αἰτίας.

Εἰ δὲ οὐ ψεύδεται, πιστεύσωμεν αὐτῷ περὶ ὧν ἀποφαίνεται· πιστεύοντες δὲ, πάλιν εἰς τὴν τοῦ ἀπιστεῖν ἀνάγκην περιαχθησόμεθα. Ὥστε εἰ μὲν ἀληθεύει Δαβὶδ, λύει τὸν ἑαυτοῦ λόγον, καὶ ἄνθρωπος ὢν, καὶ μὴ ψευδόμενος· εἰ δὲ ψεύδεται, αὐτόθεν ἔχει τὸ μὴ πιστεύεσθαι· τίς γὰρ προσέξει ψευδολογοῦντι; Ὥστε ἐπειδὴ ἅπαξ ἀπεφήνατο πάντα ἄνθρωπον εἶναι ψεύστην, ψευδέσθω Δαβὶδ, ἵνα τὸν λόγον πιστώσηται· ἢ ἀληθεύων αὐτὸς, παρέλυσε τὴν ἀπόφασιν. Ἀλλὰ ταῦτα μὲν παιζόντων ἐστὶ, καὶ ταῖς τῶν λόγων στροφαῖς ἐπαγαλλομένων πρὸς τοὺς ἀπείρους· τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει. Ἄνθρωποι γὰρ λέγονται οἱ τοῖς ἀνθρωπίνοις ἔτι παθήμασι κατεχόμενοι· ὁ δὲ ὑψηλότερος ἤδη τῶν σαρκικῶν παθημάτων γενόμενος, καὶ διὰ τὴν τοῦ νοῦ τελείωσιν πρὸς τὴν τῶν ἀγγέλων κατάστασιν μετελθὼν, οὗτος ὅταν περὶ τῶν ἀνθρωπίνων διαλέγηται, ἑαυτὸν ὑπεξαιρεῖται τῶν λοιπῶν δηλονότι. Ἀψευδὴς γὰρ ὁ εἰπών· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε. Θεοί ἐστε. Πάντως δὲ εἴ τινι ἄλλῳ, καὶ τῷ Δαβὶδ ἡ τοιαύτη προσηγορία πρέπουσα. Καὶ γὰρ καὶ υἱὸς Ὑψίστου, ὁ διὰ τῆς ἀρετῆς ᾠκειωμένος Θεῷ, καὶ οὐκ ἀποθνήσκων ὡς ἄνθρωπος, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Θεόν.