Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ψαλμὸν ριεʹ

Μέγας Βασίλειος

Η πνευματική θυσία αινέσεως, η ενότητα της Εκκλησίας και η κατακλείδα

Προτροπή για προσφορά αληθινής λατρείας με αυστηρή προειδοποίηση κατά των σχισμάτων, παραίνεση για παραμονή στην Εκκλησία και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 4

Ὅπου δὲ δουλεία, ἐκεῖ δῆλον ὅτι καὶ ἀτιμία. Φευκτέον οὖν τὴν ζωὴν, ᾗ τὸ ἄτιμον παραπέφυκεν. Οὐδὲν, φησὶ, μέγα ποιῶ, ἐμαυτόν σοι ἀποδιδοὺς τῷ Δεσπότῃ. Δοῦλος γὰρ ὢν σὸς, σοὶ προσάγω τὸ σὸν κτῆμα. Πάντως γὰρ τοῦ κτίσαντος δοῦλον ὑπάρχει τὸ ἐκτισμένον. Ὥστε οὐ προαιρέσει δοῦλος μόνον, ἀλλὰ καὶ φύσει. Υἱὸς γάρ εἰμι τῆς παιδίσκης σου, ἣν νηπιάζουσαν καὶ κομιδῇ παῖδα παραγαγὼν ὁ ἐχθρὸς, καὶ ἀποστήσας τῆς σῆς δουλείας, δούλην τῆς ἁμαρτίας ἐποίησεν. Ἀλλ᾽ ἐπιστρέφω καὶ ἐπανατρέχω πρὸς τὸν ἐξ ἀρχῆς Δεσπότην, καὶ ἐπιγινώσκω τὴν ἀρχαίαν δουλείαν. Διέῤῥηξας τοὺς δεσμούς μου. Ἐπειδή με τῶν δεσμῶν τῆς ἁμαρτίας ἠλευθέρωσας, κατελθὼν εἰς ᾅδου, καὶ λύσας τὴν ἀνθρωπότητα δεσμῶτιν οὖσαν τοῦ θανάτου, καὶ ἐν ταῖς ἀφύκτοις εἱρκταῖς τοῦ ᾅδου κατεχομένην, διὰ τοῦτό σοι θύσω, οὐχὶ τετράποδα διχηλοῦντα καὶ μηρυκίζοντα, οὐδὲ πτηνὰ καθαρὰ, ἢ σεμίδαλιν ἀναπεποιημένην ἐλαίῳ, ἣ λίβανον διαφανῆ, ἢ τὸ τῆς συνθέσεως ἐκεῖνο θυμίαμα (ταῦτα γάρ σοι παρὰ τῆς γῆς προσφέρεται τῷ Δεσπότῃ)· ἀλλ᾽ ὅ ἐστιν ἐμὸν ἴδιον κτῆμα, καὶ καρδίας γέννημα τῆς ἐμῆς, τὴν σὴν δοξολογίαν ἐξ αὐτῆς ἀνοίσω, ὥσπερ ἀπὸ θυσιαστηρίου τινὸς τῆς ἐμαυτοῦ διανοίας.

Καὶ ἱερουργήσω σοι τὴν τῆς αἰνέσεως θυσίαν, μυρίων ὁλοκαυτωμάτων προτιμοτέραν σοὶ τῷ ἀπροσδεεῖ καὶ τελείῳ Θεῷ, ὃς οὐκ ἀπαιτεῖς σωματικὰς θυσίας, ἐν αἷς πλεονεκτοῦσιν οἱ εὐπορώτεροι, ἀλλὰ τὴν ἀπὸ διαθέσεως καὶ καρδίας ἀληθινῆς ἐξομολόγησιν, ἧς μέτεστι πᾶσιν ἐξ ἴσου τοῖς βουλομένοις. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Θύων δέ σοι τὴν αἴνεσιν, οὐχ ὡς ἐπαισχυνόμενος, λάθρα που καὶ ἐν παραβύστῳ θύσω, φεύγων τὰς μέμψεις τῶν ἀσεβῶν· ἀλλὰ πάνδημόν τινα θυσίαν ἐπιτελέσω, τὸν λαὸν ὅλον κοινωνὸν τῆς λατρείας παραλαβών. Τόπος δὲ ἡμῖν τῆς θυσίας ἀποδειχθήσεται τὰ μέσα καὶ περιφανέστατα τῆς Ἱερουσαλήμ. Ἀκούσατε, οἱ τὴν Ἐκκλησίαν καταλιμπάνοντες, καὶ ἐν οἴκοις κοινοῖς συστρεφόμενοι, τὰ ἄθλια τοῦ τιμίου σώματος ἀποῤῥήγματα, ὅτι χρὴ τὰς εὐχὰς ἀποδιδόναι ἐν μέσῳ τῆς Ἱερουσαλήμ· τουτέστι, τῆς Ἐκκλησίας τοῦ Θεοῦ. Οὐδὲ γὰρ κατὰ τὴν παλαιὰν λατρείαν ἴδιον ἐξῆν ἑκάστῳ πήγνυσθαι θυσιαστήριον, ἀλλ᾽ ἓν ἀποδέδεικτο τοῖς θυσιάζειν προαιρουμένοις. Σὺ δὲ ἀντεγείρεις τῷ τῶν πατέρων θυσιαστηρίῳ βωμὸν, καὶ πῦρ ἀνάπτεις ἀλλότριον ἐπ᾽ αὐτοῦ, μηδὲ τῷ παλαιῷ παραδείγματι σωφρονιζόμενος, ἀνθρώπους κατεφθαρμένους τὸν νοῦν ἐπισπώμενος, καὶ συμμιαίνων αὐτοῖς ἑαυτόν.

Ὧν φύγοιτε τὴν μίμησιν, ὑμεῖς ὁ λαὸς τοῦ Κυρίου, καὶ μὴ χωρισθείητε τῆς μερίδος τῶν σωζομένων, διαμένοντες ἐν τῇ πίστει, τελειούμενοι ἐν ταῖς ἐντολαῖς τοῦ Κυρίου, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.