Ἐλεεινὸν θέαμα Χριστιανῶν ὀφθαλμοῖς ἀνὴρ ἀκμάζων καθ᾽ ἡλικίαν, σφριγῶν τῷ σώματι, στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, φοράδην οἵκαδε κομιζόμενος, μὴ δυνάμενος ὀρθοῦσθαι, μηδὲ τοῖς ἰδίοις ποσὶν ἀπιέναι. Ἀνὴρ φοβερὸς εἶναι ὀφείλων τοῖς πολεμίοις, γέλωτός ἐστιν ἀφορμὴ τοῖς κατ᾽ ἀγορὰν παιδίοις· ἄνευ σιδήρου καταβέβληται, ἄνευ πολεμίων πεφόνευται. Ἀνὴρ ὁπλίτης, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ ἄνθος, οἴνου γέγονε παρανάλωμα, ἕτοιμος παθεῖν τοῖς ἐχθροῖς ὅσα βούλονται. Μέθη, λογισμῶν ὄλεθρος, ἰσχύος διαφθορὰ, γῆρας ἄωρον, ὀλιγοχρόνιος θάνατος. Τί γὰρ ἄλλο εἰσὶν οἱ μεθύοντες ἢ τὰ εἴδωλα τῶν ἐθνῶν; Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσι· χεῖρες παραλέλυνται, οἱ πόδες ἀπενεκρώθησαν. Τίς ὁ ταῦτα ἐπιβουλεύσας; τίς ὁ τῶν κακῶν τούτων αἴτιος; τίς ὁ τὸ τῆς μανίας ἡμῖν φάρμακον ἐγκεράσας; Ἄνθρωπε, παράταξιν ἐποίησας τὸ συμπόσιον. Ἐκβάλλεις τοὺς νεανίσκους χειραγωγουμένους, ὡς τραυματίας ἀπὸ πολέμου· ἐνέκρωσας τὴν ἀκμὴν τῆς νεότητος ἀπὸ οἴνου· καὶ καλεῖς μὲν ὡς φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις δὲ νεκρὸν, οἴνῳ τὴν ζωὴν αὐτοῦ κατασβέσας. Ὅταν δὲ νομισθῶσι διακορεῖς εἶναι τοῦ οἴνου, τότε τοῦ πίνειν ἄρχονται, καὶ πίνουσι τὸν τῶν κτηνῶν τρόπον, ὡς ἀπὸ κρήνης αὐτοσχεδίου, ἰσαρίθμους τοῖς ἀνακειμένοις τοὺς κρουνοὺς ἀφιείσης.