Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς μεθύοντας

Μέγας Βασίλειος

Η διαστροφή των συμποσίων και οι συνέπειες της υπερβολικής οινοποσίας

Στηλιτεύονται η πολυτέλεια των συμποσίων, οι παράλογοι διαγωνισμοί μέθης και η πολύωρη παραμονή στο ποτό, τα οποία μετατρέπουν τις συνεστιάσεις σε πεδία μάχης, προκαλώντας πνευματική τύφλωση και πλήρη απώλεια του λογικού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Μέχρι πότε οἶνος; μέχρι τίνος μέθη; Κινδυνεύεις λοιπὸν βόρβορος εἶναι ἀντὶ ἀνθρώπου, οὕτως ὅλος ἀνεμίχθης τῷ οἴνῳ, καὶ συγκατεσάπης αὐτῷ, ἐκ τῆς καθημερινῆς κραιπάλης οἴνου ἀπόζων, καὶ τούτου διεφθαρμένου, ὥσπερ τῶν ἀγγείων τὰ ἀχρηστότατα. Τούτους Ἡσαΐας ὀδύρεται· Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· μετὰ γὰρ κιθάρας καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι. Σίκερα πᾶν τὸ δυνάμενον μέθην ἐμποιῆσαι πόμα τοῖς Ἑβραίοις ὀνομάζειν σύνηθες.

Οἱ οὖν ἀρχομένης ἡμέρας περισκοποῦντες, ποῦ πότοι γίνονται, καὶ οἰνοπώλια καὶ καπηλεῖα περιαθροῦντες, καὶ ἀλλήλους ἐπὶ τὸ πίνειν παραλαμβάνοντες, καὶ πᾶσαν τῆς ψυχῆς τὴν μέριμναν περὶ τὴν τῶν τοιούτων φροντίδα καταναλίσκοντες, οὗτοι ὑπὸ τοῦ προφήτου καταθρηνοῦνται, ὡς καιρὸν οὐδένα ἑαυτοῖς πρὸς τὴν τῶν θαυμασίων τοῦ Θεοῦ κατανόησιν ἀπολείποντες.

Οὐ γὰρ ἄγουσι σχολὴν οἱ ὀφθαλμοὶ αὐτῶν ἀνανεῦσαι πρὸς οὐρανὸν, καὶ τὰ ἐν αὐτῷ κάλλη καταμαθεῖν, καὶ πᾶσαν τὴν ἐν τοῖς οὖσι διακόσμησιν ἐπισκέψασθαι, ὥστε ἐκ τῆς τούτων εὐταξίας τὸν δημιουργὸν ἐννοῆσαι· ἀλλ᾽ εὐθὺς ἀρχομένης ἡμέρας κοσμοῦσιν ἑαυτῶν τὰ συμπόσια τάπησι ποικίλοις καὶ ἀνθίνοις παραπετάσμασι, σπουδήν τε καὶ ἐπιμέλειαν εἰς τὴν τῶν ἐκπωμάτων παρασκευὴν ἐπιδείκνυνται, ψυκτῆρας καὶ κρατῆρας καὶ φιάλας, ὥσπερ ἐν πομπῇ τινι καὶ πανηγύρει, διατιθέντες, ὡς ἂν τὸ τῶν ἀγγείων διάφορον τὸν κόρον αὐτοῖς ὑποκλέπτῃ, καὶ ἡ τῶν ἐκπωμάτων ὑπαλλαγὴ καὶ μετάβασις ἱκανὴν αὐτοῖς εἰς τὸ πίνειν διατριβὴν ἐμποιῇ. Συμποσίαρχοι δέ τινες ἐπὶ τούτοις καὶ ἀρχιοινοχόοι, καὶ ἀρχιτρίκλινοι· καὶ τάξις ἐν ἀταξίᾳ, καὶ διάθεσις ἐν ἀκόσμῳ πράγματι ἐπινενόηται, ἵν᾽, ὥσπερ ταῖς ἀρχαῖς ταῖς ἔξωθεν ἐκ τῶν δορυφορούντων ἡ σεμνότης συναύξεται, οὕτω καὶ τῇ μέθῃ οἷον βασιλίδι τινὶ θεραπείαν περιστήσαντες, τὸ ἐπονείδιστον αὐτῆς τῷ ὑπερβάλλοντι τῆς σπουδῆς περιστέλλωσι. Στέφανοι ἐπὶ τούτοις καὶ ἄνθη καὶ μύρα καὶ θυμιάματα, καὶ μυρίαι τινὲς ἔξωθεν θυμηδίαι, πλείονα τὴν ἀσχολίαν τοῖς ἀπολλυμένοις παρασκευάζουσιν. Εἶτα πόῤῥω προϊόντος τοῦ πότου, ἅμιλλαι περὶ τοῦ πλείονος, φιλονεικίαι καὶ ἀγωνίσματα, ἀλλήλους ὑπερβάλλεσθαι φιλοτιμουμένων κατὰ τὴν μέθην· καὶ ὁ ἀγωνοθετῶν αὐτοῖς ὁ διάβολος, καὶ ἆθλον τῆς νίκης ἡ ἁμαρτία.

Ὁ γὰρ πλείονα τὸν ἄκρατον ἐκχεόμενος, οὗτος φέρεται κατὰ τῶν ἄλλων τὰ νικητήρια. Ὄντως Ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Φιλονεικοῦσι μὲν γὰρ ἀλλήλοις, ἀμύνονται δὲ ἑαυτούς. Ποῖος λόγος ἐφικέσθαι τῆς αἰσχρότητος τῶν γινομένων δύναται;

Πάντα ἀλογίας γέμει, πάντα συγχύσεως οἱ ἡττηθέντες μεθύουσιν, οἱ νικῶντες μεθύουσιν, οἱ ὑπηρέται καταγελῶσιν. Ἡ χεὶρ ἀπείρηκε, τὸ στόμα οὐχ ὑποδέχεται, ἡ γαστὴρ διαῤῥήγνυται, καὶ τὸ κακὸν οὐχ ὑφίησι. Τὸ ἄθλιον σῶμα, τοῦ φυσικοῦ τόνου παραλυθὲν, ἀπόῤῥυτόν ἐστι πανταχόθεν, τὴν ἐκ τῆς ἀμετρίας βίαν μὴ ὑπομένον.

Ἐλεεινὸν θέαμα Χριστιανῶν ὀφθαλμοῖς ἀνὴρ ἀκμάζων καθ᾽ ἡλικίαν, σφριγῶν τῷ σώματι, στρατιωτικοῖς καταλόγοις ἐμπρέπων, φοράδην οἵκαδε κομιζόμενος, μὴ δυνάμενος ὀρθοῦσθαι, μηδὲ τοῖς ἰδίοις ποσὶν ἀπιέναι. Ἀνὴρ φοβερὸς εἶναι ὀφείλων τοῖς πολεμίοις, γέλωτός ἐστιν ἀφορμὴ τοῖς κατ᾽ ἀγορὰν παιδίοις· ἄνευ σιδήρου καταβέβληται, ἄνευ πολεμίων πεφόνευται. Ἀνὴρ ὁπλίτης, αὐτὸ τῆς ἡλικίας ἄγων τὸ ἄνθος, οἴνου γέγονε παρανάλωμα, ἕτοιμος παθεῖν τοῖς ἐχθροῖς ὅσα βούλονται. Μέθη, λογισμῶν ὄλεθρος, ἰσχύος διαφθορὰ, γῆρας ἄωρον, ὀλιγοχρόνιος θάνατος. Τί γὰρ ἄλλο εἰσὶν οἱ μεθύοντες ἢ τὰ εἴδωλα τῶν ἐθνῶν; Ὀφθαλμοὺς ἔχουσι, καὶ οὐ βλέπουσιν· ὦτα ἔχουσι, καὶ οὐκ ἀκούουσι· χεῖρες παραλέλυνται, οἱ πόδες ἀπενεκρώθησαν. Τίς ὁ ταῦτα ἐπιβουλεύσας; τίς ὁ τῶν κακῶν τούτων αἴτιος; τίς ὁ τὸ τῆς μανίας ἡμῖν φάρμακον ἐγκεράσας; Ἄνθρωπε, παράταξιν ἐποίησας τὸ συμπόσιον. Ἐκβάλλεις τοὺς νεανίσκους χειραγωγουμένους, ὡς τραυματίας ἀπὸ πολέμου· ἐνέκρωσας τὴν ἀκμὴν τῆς νεότητος ἀπὸ οἴνου· καὶ καλεῖς μὲν ὡς φίλον ἐπὶ τὸ δεῖπνον, ἐκβάλλεις δὲ νεκρὸν, οἴνῳ τὴν ζωὴν αὐτοῦ κατασβέσας. Ὅταν δὲ νομισθῶσι διακορεῖς εἶναι τοῦ οἴνου, τότε τοῦ πίνειν ἄρχονται, καὶ πίνουσι τὸν τῶν κτηνῶν τρόπον, ὡς ἀπὸ κρήνης αὐτοσχεδίου, ἰσαρίθμους τοῖς ἀνακειμένοις τοὺς κρουνοὺς ἀφιείσης.

Προϊόντος γὰρ ἤδη τοῦ πότου, ἐπεισέρχεταί τις αὐτοῖς νεανίας, γενναῖος τοὺς ὤμους, οὔπω μεθύων, φιάλην φέρων εὐμεγέθη οἴνου κατεψυγμένου· ὃς, τὸν οἰνοχόον αὐτῶν παρωσάμενος, καταστὰς εἰς τὸ μέσον, διὰ σκολιῶν σωλήνων ἴσην τοῖς συμπόταις διανέμει τὴν μέθην.

Καινὸν τοῦτο τῆς ἀμετρίας τὸ μέτρον, ἵνα κατ᾽ ἰσομοιρίαν ἀλλήλοις συνασελγαίνωσι, μηδένα ὑπερβάλλειν ἐν τῷ πίνειν τὸν ἕτερον. Διελόμενοι γὰρ τὰς ὑδροῤῥόας, καὶ τὴν πρὸς ἑαυτὸν ἕκαστος τετραμμένην ὑποδεξάμενοι, ὥσπερ ἀπό τινος δεξαμενῆς ἀπνευστὶ πίνουσιν ὡς οἱ βόες, τοσοῦτον ὑφέλκειν ἐπειγόμενοι τοῖς λαιμοῖς, ὅσον αὐτοῖς ἄνωθεν ὁ ψυκτὴρ διὰ τῶν ἀργυρέων ὀχετῶν ἐπαφίησι. Κατάκυψόν σου πρὸς τὴν ἀθλίαν γαστέρα· κατάμαθε τοῦ ὑποδεχομένου ἀγγείου τὸ μέγεθος· ὅτι μιᾶς κοτύλης ἔχει κοιλότητα. Μὴ πρὸς τὴν οἰνοχόην ἀφόρα, πότε κενώσῃς, ἀλλὰ πρὸς τὴν σεαυτοῦ κοιλίαν, ὅτι πάλαι πεπλήρωται. Διὰ τοῦτο, Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψὲ, καὶ διημερεύοντες ἐν τῇ μέθῃ· ὡς μηδένα καιρὸν ἑαυτοῖς παρέχειν εἰς τὸ τὰ ἔργα Κυρίου ἐμβλέπειν. καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ κατανοεῖν. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει· διότι τὸ ἐκ τοῦ οἴνου θερμὸν, ἐγγινόμενον τῇ σαρκὶ, ἔξαμμα γίνεται τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. Τὸν μὲν γὰρ λογισμὸν καὶ τὸν νοῦν ὁ οἶνος καταβαπτίζει· τὰ δὲ πάθη καὶ τὰς ἡδονὰς ὥσπερ τι σμῆνος μελισσῶν ἐπεγείρει. Ποῖον γὰρ ἅρμα πώλων οὕτως ἀτάκτως φέρεται, ἀποβαλὸν τὸν ἡνίοχον; Ποῖον δὲ πλοῖον ἀκυβέρνητον, ὑπὸ τῶν κυμάτων, ὡς ἂν τύχῃ, φερόμενον, οὐκ ἀσφαλέστερόν ἐστι τοῦ μεθύοντος;