Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς μεθύοντας

Μέγας Βασίλειος

Η ηθική κατάπτωση και η αποξένωση από τη χάρη του Αγίου Πνεύματος

Καταδικάζονται τα αισχρά άσματα, οι άσεμνοι χοροί και η εμπαθής όραση που οδηγούν στην ηθική φθορά, ενώ τονίζεται η αντίθεσή τους με τα πνευματικά χαρίσματα της εορτής της Πεντηκοστής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Ἀπὸ τοιούτων κακῶν, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, κοινοὺς συστησάμενοι χοροὺς, δαίμονι οἰνηρῷ τὰς ψυχὰς παραδόντες, ἀλλήλους ταῖς ἀκίσι τῶν παθῶν ἀντετίτρωσκον. Γέλωτες παρ᾽ ἀμφοτέρων, ᾄσματα αἰσχρὰ, σχήματα πορνικὰ, ἐρεθίζοντα πρὸς ἀσέλγειαν.

Γελᾷς, εἰπέ μοι, καὶ τέρπῃ τέρψιν ἀκόλαστον, δακρύειν δέον καὶ στένειν ἐπὶ τοῖς φθάσασιν; ᾌσματα πόρνης φθέγγῃ, ἐκβαλὼν τοὺς ψαλμοὺς καὶ τοὺς ὕμνους, οὓς ἐδιδάχθης. Κινεῖς πόδας, καὶ ἐξάλλῃ ἐμμανῶς, καὶ χορεύεις ἀχόρευτα, δέον τὰ γόνατα κάμπτειν εἰς τὴν προσκύνησιν; Τίνας ὀδύρωμαι; τὰς κόρας τὰς ἀπειρογάμους; ἢ τὰς ἐν τῷ ζυγῷ τοῦ γάμου κατεχομένας; Αἱ μὲν γὰρ ἐπανῆλθον, τὴν παρθενίαν οὐκ ἔχουσαι· αἱ δὲ τὴν σωφροσύνην τοῖς ἀνδράσιν οὐκ ἐπανήγαγον. Εἰ γάρ πού τινες καὶ τῷ σώματι τὴν ἁμαρτίαν διέφυγον, ἀλλὰ πάντως γε ταῖς ψυχαῖς τὴν φθορὰν ὑπεδέξαντο. Ταῦτά μοι καὶ περὶ τῶν ἀῤῥένων εἰρήσθω. Εἶδε κακῶς, ἐθεάθη κακῶς.

Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν. Εἰ αἱ ἀπὸ ταυτομάτου συντυχίαι τοῖς περιέργως κατασκοποῦσι τοσοῦτον ἔχουσι κίνδυνον, αἱ κατ᾽ ἐπιτήδευσιν ἀπαντήσεις, ὥστε ἰδεῖν γυναῖκας ἀσχημονούσας ὑπὸ τῆς μέθης, καὶ κατασχηματιζομένας πρὸς ἔκλυσιν, καὶ μέλη τεθρυμμένα ἀδούσας, δυνάμενα καὶ μόνον ἀκουσθέντα πάντα οἶστρον ἡδονῆς ἐμποιῆσαι τοῖς ἀκολάστοις, τί ἐροῦσιν, ἢ τί ἀπολογήσονται, ἐκ τοιούτων θεαμάτων μυρίων ἐσμὸν τῶν κακῶν συλλεξάμενοι; Οὐχ, ὡς διὰ τοῦτο ἐμβλέψαντες, ἵνα τὰς ἐπιθυμίας ἐγείρωσιν; Οὐκοῦν ὑπόδικοί εἰσι, κατὰ τὴν ἀπαραίτητον ἀπόφασιν τοῦ Κυρίου, τῷ κρίματι τῆς μοιχείας. Πῶς ὑμᾶς ἡ Πεντηκοστὴ ὑποδέξεται, οὕτω τοῦ Πάσχα καθυβρισθέντος;

Ἡ Πεντηκοστὴ τοῦ Πνεύματος ἔσχε τοῦ ἁγίου τὴν ἐναργῆ καὶ πᾶσι γνωρίμην ἐπιδημίαν· σὺ δὲ, προλαβὼν, σεαυτὸν οἰκητήριον τοῦ ἀντικειμένου ἐποίησας πνεύματος, καὶ ἐγένου ναὸς εἰδώλων, ἀντὶ τοῦ γενέσθαι ναὸς Θεοῦ διὰ τῆς ἐνοικήσεως τοῦ Πνεύματος τοῦ ἁγίου. Ἐπεσπάσω τὴν ἀρὰν τοῦ προφήτου εἰπόντος ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Στρέψω τὰς ἑορτὰς αὐτῶν εἰς πένθος. Πῶς τῶν οἰκετῶν ἄρξετε, αὐτοὶ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβεραῖς ὡς ἀνδράποδα; Πῶς τοὺς παῖδας νουθετήσετε, ἀνουθέτητον ζωὴν καὶ ἀδιάτακτον ζῶντες; Τί οὖν; Ἐν τούτοις ὑμᾶς καταλείπω; Ἀλλὰ φοβοῦμαι, μή πως ὁ μὲν ἀνυπότακτος στραγότερος γένηται, ὁ κατανενυγμένος τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ.