Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς μεθύοντας

Μέγας Βασίλειος

Πνευματικά φάρμακα, ποιμαντικές κατευθύνσεις και επίλογος

Παρατίθενται οι ασκητικές αρετές, όπως η νηστεία, η προσευχή και η ελεημοσύνη, ως αντίδοτα στα πάθη της μέθης. Το έργο ολοκληρώνεται με προτροπές για πνευματικό διαχωρισμό από τους αμετανόητους και με την τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 5

Ἴαμα γὰρ, φησὶ, καταπαύσει ἁμαρτίας μεγάλας. Ἡ νηστεία τὴν μέθην θεραπευσάτω· ψαλμὸς τὴν αἰσχρὰν μελῳδίαν· δάκρυον γενέσθω τοῦ γέλωτος ἴαμα· ἀντὶ τῆς ὀρχήσεως τὸ γόνυ κλινέσθω· ἀντὶ τοῦ κρότου τῶν χειρῶν τὸ στῆθος τυπτέσθω· ἀντὶ τοῦ κόσμου τῆς ἐσθῆτος ἡ ταπείνωσις. Ἐπὶ πᾶσιν ἡ ἐλεημοσύνη ἐξαγοραζέτω σε ἀπὸ τῆς ἁμαρτίας.

Λύτρον γὰρ ἀνδρὸς ὁ ἴδιος αὐτοῦ πλοῦτος. Πολλοὺς ἐργάτευσον τῶν θλιβομένων εἰς τὴν κοινωνίαν τῆς προσευχῆς, εἰ ἄρα σοι ἀφεθήσεται ἡ ἐπίνοια τῆς κακίας. Ὅτε ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· (ἡ δὲ παιδιὰ αὐτῶν εἰδωλολατρεία ἦν·) τότε οἱ Λευῗται, κατὰ τῶν ἀδελφῶν ἑαυτοὺς ἐξοπλίσαντες, εἰς ἱερωσύνην τὰς χεῖρας ἑαυτῶν ἐτελείωσαν. Καὶ ὑμῖν τοίνυν τοῖς φοβουμένοις τὸν Κύριον, ὅσοι νῦν ἐπεστυγνάσατε ἐπὶ τῇ ἀσχημοσύνῃ τῶν καταγνωσθέντων, ἐκεῖνο διαστελλόμεθα· Ἐὰν μὲν ἴδητε μετανοοῦντας ἐπὶ τῇ ἀτοπίᾳ τῶν πεπραγμένων, συμπαθήσατε ὡς οἰκείοις μέλεσι νενοσηκόσιν· ἐὰν δὲ ἀπαυθαδιαζομένους καὶ καταφρονοῦντας τῆς ὑμετέρας ἐπ᾽ αὐτοῖς λύπης, Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· ἵνα οὕτως οἱ μὲν ἐντραπέντες εἰς ἐπίγνωσιν ἔλθωσι τῆς οἰκείας κακίας· ὑμεῖς δὲ τοῦ ζήλου τοῦ Φινεὲς τὸν μισθὸν ὑποδέξησθε, διὰ τῆς δικαιοκρισίας τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.