Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς ὀργιζομένους

Μέγας Βασίλειος

Η κατά φύσιν χρήση του θυμού και η ορθολογική του καθοδήγηση

Ανάλυση της ορθής χρήσης του θυμοειδούς μέρους της ψυχής όταν αυτό υποτάσσεται στον λογισμό. Εννοιολογική διάκριση μεταξύ της αμαρτωλής οργής και του δικαίου θυμού ως συμμάχου κατά της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Αἰδείσθω τὰ πάθη τοῦ ἐν σοὶ λόγου τὴν ἐπιφάνειαν, ὥσπερ τὸ ἐν παισὶν ἄτακτον ἀνδρὸς αἰδεσίμου παρουσίαν. Πῶς ἂν οὖν ἐκφύγοιμεν τὴν ἐκ τοῦ ὀργίζεσθαι βλάβην; Ἐὰν πείσωμεν τὸν θυμὸν μὴ προλαμβάνειν τοὺς λογισμοὺς, ἀλλὰ τούτου πρῶτον ἐπιμελώμεθα, ὡς μηδέποτε αὐτὸν προεκτρέχειν τῆς διανοίας· ἔχωμεν δὲ ὥσπερ ἵππον ὑπεζευγμένον ἡμῖν, καὶ οἷον χαλινῷ τινι τῷ λόγῳ καταπειθῆ, μηδαμοῦ τῆς τάξεως ἐκβαίνοντα τῆς οἰκείας, ἀγόμενον δὲ ὑπὸ τοῦ λόγου, ἐφ᾽ ὅπερ ἂν καθηγῆται. Ἔτι γὰρ πρὸς πολλὰ τῶν τῆς ἀρετῆς ἔργων ἐπιτήδειον ἡμῶν τῆς ψυχῆς τὸ θυμοειδὲς, ὅταν, ὥσπερ τις στρατιώτης, παρὰ τῷ στρατηγῷ τὰ ὅπλα θέμενος, ἑτοίμως ἐπὶ τὰ παραγγελλόμενα τὰς βοηθείας παρέχηται, καὶ σύμμαχος ᾖ τῷ λόγῳ κατὰ τῆς ἁμαρτίας. Νεῦρον γάρ ἐστι τῆς ψυχῆς ὁ θυμὸς, τόνον αὐτῇ πρὸς τὴν τῶν καλῶν ἔνστασιν ἐμποιῶν. Εἰ γάρ ποτε λάβοι αὐτὴν ὑφ᾽ ἡδονῆς ἐκλυθεῖσαν, οἱονεὶ βαφῇ σιδήρου στομώσας, αὐστηρὰν αὐτὴν καὶ ἀνδρείαν ἐκ μαλακῆς ἄγαν καὶ ἀνειμένης ἐποίησεν. Οὐ γὰρ, εἰ μὴ θυμωθείης κατὰ τοῦ πονηροῦ, δυνατόν σοι μισῆσαι αὐτὸν ὅσον ἄξιον. Δεῖ γὰρ, οἶμαι, τὴν ἴσην σπουδὴν ἔχειν περί τε τὴν ἀγάπην τῆς ἀρετῆς καὶ περὶ τὸ μῖσος τῆς ἁμαρτίας.

Πρὸς ὅπερ μάλιστα χρήσιμος ὁ θυμός· ἐπειδὰν οἷον κύων ποιμένι, οὕτως ὁ θυμὸς τῷ λογισμῷ παρεπόμενος, πρᾶος μένῃ καὶ χειροήθης τοῖς ὠφελοῦσι, καὶ εὐανάκλητος τῷ λογισμῷ, πρὸς μὲν τὴν ἀλλοτρίαν καὶ φωνὴν καὶ ὄψιν ἐξαγριούμενος, κἂν θεραπείαν ἔχειν δοκῇ, τοῦ δὲ συνήθους αὐτῷ καὶ φίλου ἐμβοήσαντος, ὑποπτήσσων.

Αὕτη ἀρίστη ἐστὶ καὶ ἔμμετρος τῷ φρονίμῳ τῆς ψυχῆς μέρει παρὰ τοῦ θυμοειδοῦς ἡ συνεργία. Ὁ γὰρ τοιοῦτος ἀδιάλλακτος ἔσται τοῖς ἐπιβούλοις καὶ ἄσπονδος· μηδέποτε τὴν πρὸς τὸ βλάπτον φιλίαν καταδεχόμενος, ἀλλὰ τὴν ἐπίβουλον ἡδονὴν ὥσπερ τινὰ λύκον ὑλακτῶν ἀεὶ καὶ σπαράσσων. Τοιοῦτον μὲν δὴ τὸ ἀπὸ θυμοῦ ὠφέλιμον τοῖς εἰδόσι μεταχειρίζεσθαι.

Ἐπεὶ καὶ τῶν ἄλλων δυνάμεων ἑκάστη παρὰ τὸν τρόπον τῆς χρήσεως ἢ κακὸν ἢ ἀγαθὸν τῷ κεκτημένῳ γίνεται. Οἷον, τῷ ἐπιθυμητικῷ τῆς ψυχῆς ὁ μὲν εἰς ἀπόλαυσιν σαρκὸς καὶ τῶν ἀκαθάρτων ἡδονῶν ἀποχρησάμενος βδελυκτὸς καὶ ἀκόλαστος, ὁ δὲ ἐπὶ τὴν ἀγάπην τοῦ Θεοῦ τρέψας, καὶ τὴν ὄρεξιν τῶν αἰωνίων ἀγαθῶν, ζηλωτὸς καὶ μακάριος. Καὶ πάλιν τὸ λογιστικὸν ὁ μὲν καλῶς μεταχειριζόμενος φρόνιμός ἐστι καὶ συνετός· ὁ δὲ ἐπὶ βλάβῃ τῶν πλησίον ἠκονημένος τὸν νοῦν, κακεντρεχής ἐστι καὶ κακοῦργος.

Μὴ δὴ οὖν τὰ πρὸς σωτηρίαν ἡμῖν δεδομένα παρὰ τοῦ κτίσαντος ἀφορμὴν ἑαυτοῖς ἁμαρτίας ποιήσωμεν. Οὕτω δὴ καὶ ὁ θυμὸς, ὅτε δεῖ, καὶ ὡς δεῖ κινούμενος, ἀνδρίαν ποιεῖ καὶ ὑπομονὴν καὶ ἐγκράτειαν· παρὰ δὲ τὸν ὀρθὸν λόγον ἐνεργῶν, μανία γίνεται.

Διὰ τοῦτο καὶ ἡμᾶς ὁ Ψαλμὸς νουθετεῖ· Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Καὶ ὁ Κύριος τῷ μὲν ὀργιζομένῳ εἰκῆ τὴν κρίσιν ἐπανατείνεται· τὸ δὲ ἐφ᾽ ἃ δεῖ κεχρῆσθαι τῇ ὀργῇ, ὡς ἐν φαρμάκου εἴδει οὐ παραιτεῖται. Τὸ γὰρ, Ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ τοῦ ὄφεως· καὶ τὸ, Ἐχθραίνετε τοῖς Μαδιηναίοις, διδάσκοντός ἐστι κεχρῆσθαι τῷ θυμῷ ὥσπερ ὅπλῳ. Διὰ τοῦτο Μωϋσῆς ὁ πάντων ἀνθρώπων πραότατος, ἐκδικῶν τὴν εἰδωλολατρείαν, τὰς τῶν Λευϊτῶν χεῖρας πρὸς τὸν τῶν ἀδελφῶν φόνον ἐξώπλισε.

Θέσθω, φησὶ, τὴν ῥομφαίαν ἕκαστος ἐπὶ τὸν μηρὸν αὐτοῦ, καὶ διέλθετε ἀπὸ πύλης εἰς πύλην, καὶ ἀνακάμψατε διὰ τῆς παρεμβολῆς· καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. Καὶ μετ᾽ ὀλίγα· Καὶ εἶπε, φησὶ, Μωϋσῆς· Ἐπληρώσατε τὰς χεῖρας ὑμῶν σήμερον τῷ Κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ αὐτοῦ, καὶ ἐν τῷ ἀδελφῷ αὐτοῦ, δοθῆναι ἐφ᾽ ὑμᾶς εὐλογίαν. Τί δὲ τὸν Φινεὲς ἐδικαίωσεν; Οὐχ ἡ δικαία ὀργὴ κατὰ τῶν πορνευσάντων; ὃς, τὰ πολλὰ ἐπιεικὴς ὢν καὶ πρᾶος, ἐπειδὴ εἶδε τὴν πορνείαν τοῦ Ζαμβρὶ καὶ τῆς Μαδιανίτιδος ἀναφανδὸν καὶ ἀπηρυθριασμένως γινομένην, οὐδὲ συγκαλυπτόντων αὐτῶν τῆς αἰσχύνης τὴν ἀσχήμονα θέαν, οὐκ ἀνασχόμενος, εἰς δέον ἐχρήσατο τῷ θυμῷ, δι᾽ ἀμφοῖν ἐλάσας τὸν σειρομάστην. Σαμουὴλ δὲ τὸν Ἀγὰγ τὸν βασιλέα τοῦ Ἀμαλὴκ ὑπὸ τοῦ Σαοὺλ παρὰ τὸ πρόσταγμα τοῦ Θεοῦ περισωθέντα οὐχ ὑπὸ δικαίας ὀργῆς εἰς μέσον ἀγαγὼν κατεφόνευσεν;

Οὕτω γίνεται πολλάκις ὁ θυμὸς ἀγαθῶν πράξεων ὑπηρέτης. Ἠλίας δὲ ὁ ζηλωτὴς, πεντήκοντα καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῆς αἰσχύνης, καὶ τετρακοσίους ἄνδρας ἱερεῖς τῶν ἀλσῶν, ἐσθίοντας τράπεζαν Ἰεζάβελ, λελογισμένῳ θυμῷ καὶ σώφρονι εἰς ὄφελος παντὸς τοῦ Ἰσραὴλ ἐθανάτωσε. Σὺ δὲ ὀργίζῃ τῷ ἀδελφῷ σου εἰκῆ. Πῶς γὰρ οὐκ εἰκῆ, ἄλλου ἐνεργοῦντος, ἄλλῳ χαλεπαίνων αὐτός; Καὶ ποιεῖς τὸ τῶν κυνῶν· οἳ τοὺς λίθους δάκνουσι, τοῦ βάλλοντος οὐ προσαπτόμενοι. Ὁ ἐνεργούμενος ἐλεεινός· ὁ δὲ ἐνεργῶν μισητός. Ἐκεῖ τὸν θυμὸν μετάθες ἐπὶ τὸν ἀνθρωποκτόνον, τὸν τοῦ ψεύδους πατέρα, τὸν ἐργάτην τῆς ἁμαρτίας· τῷ δὲ ἀδελφῷ καὶ συμπάθησον, ὅτι, ἐὰν ἐπιμείνῃ τῇ ἁμαρτίᾳ, μετὰ τοῦ διαβόλου παραδοθήσεται τῷ αἰωνίῳ πυρί. Ὥσπερ δὲ τὰ ὀνόματα διάφορα θυμοῦ καὶ ὀργῆς, οὕτω καὶ τὰ ὑπ᾽ αὐτῶν σημαινόμενα πλεῖστον ἀλλήλων διαφέρει. Ἔστι γὰρ θυμὸς μὲν οἷον ἔξαψίς τις καὶ ἀναθυμίασις ὀξεῖα τοῦ πάθους· ὀργὴ δὲ ἔμμονος λύπη καὶ ὁρμὴ διαρκὴς πρὸς τὴν τῶν ἠδικηκότων ἀντίδοσιν, ὥσπερ ὀργώσης τῆς ψυχῆς πρὸς τὴν ἄμυναν. Εἰδέναι οὖν χρὴ, ὅτι κατ᾽ ἀμφοτέρας τὰς διαθέσεις πλημμελοῦσιν οἱ ἄνθρωποι· ἢ μανικῶς καὶ ἐμπλήκτως κατὰ τῶν παροξυνόντων κινούμενοι, ἢ δολερῶς καὶ ἐπιβούλως τοὺς λυπήσαντας ἐνεδρεύοντες· ἅπερ ἀμφότερα φυλακτέον ἡμῖν.