Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς Ψαλμούς

Μέγας Βασίλειος

Ομιλία κατά τοκογλύφων

Δεύτερη ομιλία επί του δέκατου τέταρτου Ψαλμού, η οποία στρέφεται κατά της τοκογλυφίας. Ελέγχεται η πλεονεξία και η εκμετάλλευση, ενώ προτρέπονται οι πένητες σε αυτάρκεια και αποφυγή του χρέους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 14

ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ ΕΙΣ ΜΕΡΟΣ {τεσσαρεσκαιδεκάτου ψαλμοῦ, καὶ κατὰ τοκιζόντων.} Χθὲς εἰς τὸν τεσσαρεσκαιδέκατον ψαλμὸν ὑμῖν διαλεγόμενοι, ἐξικέσθαι πρὸς τὸ πέρας τοῦ λόγου ὑπὸ τῆς ὥρας οὐκ ἐπετράπημεν. Νῦν δὲ ἥκομεν εὐγνώμονες ὀφειλέται τὰ χρέα τῶν ἐλλειφθέντων ὑμῖν ἀποτιννύντες.

Ἔστι δὲ τὸ λειπόμενον βραχὺ μὲν τὸ ἀκοῦσαι, ὥστε οὑτωσὶ δόξαι, καὶ ἴσως τοὺς πολλοὺς ὑμῶν καὶ παρέλαθεν, ὡς μηδὲ παραλελεῖφθαί τι τοῦ ψαλμοῦ νομισθῆναι· μεγάλην μέντοι πρὸς τὰ τοῦ βίου πράγματα δύναμιν ἔχειν τὴν βραχεῖαν ταύτην λέξιν καταμαθόντες, οὐκ ᾠήθημεν δεῖν παρεῖναι τὸ ἐκ τῆς ἐξετάσεως χρήσιμον. Ὑπογράφων τῷ λόγῳ τὸν τέλειον ὁ Προφήτης, τὸν τῆς ἀσαλεύτου ζωῆς ἐπιβήσεσθαι μέλλοντα, ἐν τοῖς ἀνδραγαθήμασιν ἀπηρίθμησε τὸ ἀργύριον αὐτοῦ ἐπὶ τόκῳ μὴ δοῦναι. Πολλαχοῦ τῆς Γραφῆς διαβέβληται ἡ ἁμαρτία αὕτη. Ὅ τε γὰρ Ἰεζεκιὴλ ἐν τοῖς μεγίστοις τῶν κακῶν τίθεται τόκον λαβεῖν καὶ πλεονασμὸν, καὶ ὁ νόμος διαῤῥήδην ἀπαγορεύει· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου. Καὶ πάλιν φησί· Δόλος ἐπὶ δόλῳ, καὶ τόκος ἐπὶ τόκῳ. Καὶ περὶ πόλεως δὲ τῆς ἐν πλήθει κακῶν εὐθηνουμένης ὁ ψαλμὸς τί φησιν; Οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος.

Καὶ νῦν χαρακτηριστικὸν τῆς κατὰ τὸν ἄνθρωπον τελειώσεως τὸ αὐτὸ τοῦτο παρείληφεν ὁ Προφήτης, λέγων· Τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ. Τῷ ὄντι γὰρ ἀπανθρωπίας ὑπερβολὴν ἔχει τὸν μὲν τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα ζητεῖν δάνεισμα εἰς παραμυθίαν τοῦ βίου, τὸν δὲ μὴ ἀρκεῖσθαι τῷ κεφαλαίῳ, ἀλλ᾽ ἐπινοεῖν ἐκ τῶν συμφορῶν τοῦ πένητος προσόδους ἑαυτῷ καὶ εὐπορίας συνάγειν. Ὁ μὲν οὖν Κύριος ἐναργῶς ἡμῖν διετάξατο, λέγων· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι μὴ ἀποστραφῇς· ὁ δὲ φιλάργυρος, ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατακαμπτόμενον πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινόν; τί οὐ φθεγγόμενον; οὐκ ἐλεεῖ παρ᾽ ἀξίαν πράττοντα, οὐ λογίζεται τὴν φύσιν, οὐκ ἐνδίδωσι ταῖς ἱκεσίαις, ἀλλ᾽ ἄκαμπτος καὶ ἀμείλικτος ἕστηκεν, οὐ ταῖς δεήσεσιν εἴκων, οὐ δάκρυσιν ἐπικλώμενος, ἐπιμένων τῇ ἀρνήσει, ἐξομνύμενος καὶ ἐπαρώμενος ἑαυτῷ, ἦ μὴν ἀπορεῖν παντελῶς χρημάτων, καὶ περισκοπεῖν καὶ αὐτὸς εἴ τινα εὕροι τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτώμενος. Ἐπειδὰν δὲ ὁ ζητῶν τὸ δάνειον τόκων μνησθῇ, καὶ ὑποθήκας ὀνομάσῃ, τότε καταβαλὼν τὴν ὀφρὺν προσεμειδίασε, καί που καὶ πατρῴας φιλίας ἀνεμνήσθη, καὶ συνήθη εἶπε καὶ φίλον καὶ, Ὀψόμεθα, φησὶν, εἴπου τί ἐστιν ἡμῖν ἀποκείμενον ἀργύριον.

Ἔστι δὲ παρακαταθήκη φίλου ἀνδρὸς ἐπ᾽ ἐργασίᾳ παραθεμένου ἡμῖν. Ἀλλ᾽ ἐκεῖνος μὲν βαρεῖς ἐπ᾽ αὐτῷ τοὺς τόκους ὥρισεν· ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐπ᾽ ἐλάττοσι τοῖς τόκοις δώσομεν. Τοιαῦτα κατασχηματιζόμενος, καὶ τοιούτοις λόγοις ὑποσαίνων καὶ δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προσκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς προσαφελόμενος, ᾤχετο. Ὁ γὰρ τόκοις ἑαυτὸν ὑπεύθυνον καταστήσας, ὧν τὴν ἔκτισιν οὐχ ὑφίσταται, δουλείαν αὐθαίρετον κατεδέξατο διὰ βίου.

Χρήματα, εἰπέ μοι, καὶ πόρους ἐπιζητεῖς, παρὰ τοῦ ἀπόρου; Καὶ εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἠδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ἐπὶ συμμαχίαν ἐλθὼν, πολέμιον εὗρεν. Ἀλεξιφάρμακα περιζητῶν, δηλητηρίοις ἐνέτυχε. Δέον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιάζεις τὴν ἔνδειαν, ἐκκαρποῦσθαι ζητῶν τὴν ἔρημον. Ὥσπερ ἂν εἴ τις ἰατρὸς πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ ὑγίειαν αὐτοῖς ἐπαναγαγεῖν, ὁ δὲ καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως προσαφέλοιτο· οὕτω καὶ σὺ τὰς συμφορὰς τῶν ἀθλίων ἀφορμὴν πόρων ποιῇ. Καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀνθρώπων ἐπιζητεῖς, ἵνα σοι ἐνεργὰ τὰ χρήματα γένηται.

Ἀγνοεῖς πλείονα προσθήκην ταῖς ἁμαρτίαις ποιούμενος, ἢ τῷ πλούτῳ τὴν αὔξησιν ἀπὸ τῶν τόκων ἐπινοῶν; Καὶ ὁ μὲν ζητῶν τὸ δάνεισμα, μέσος ἀμηχανίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πενίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν, ὅταν δὲ πρὸς τὴν παροῦσαν ἀνάγκην, κατατολμᾷ τοῦ δανείσματος.

Εἶτα ὁ μὲν ἡττήθη ὑποκύψας τῇ χρείᾳ· ὁ δὲ ἀπέρχεται, γραμματείοις αὑτὸν καὶ ἐχεγγύοις ἀσφαλισάμενος. Λαβὼν δὲ τὰ χρήματα, τὴν μὲν πρώτην λαμπρός ἐστι καὶ περιχαρὴς, ἀλλοτρίῳ ἄνθει γεγανωμένος, ἐπισημαίνων τῇ μεταβολῇ τοῦ βίου· τράπεζα γὰρ ἀνειμένη, ἐσθὴς πολυτελεστέρα, οἰκέται πρὸς τὸ φαιδρότερον ἐξηλλαγμένοι τῷ σχήματι, κόλακες, συμπόται· κηφῆνες οἴκων μυρίοι· ὡς δὲ τὰ μὲν χρήματα ὑποῤῥεῖ, ὁ δὲ χρόνος προϊὼν τοὺς τόκους ἑαυτῷ συμπροάγει, οὐ νύκτες ἐκείνῳ ἀνάπαυσιν φέρουσιν, οὐχ ἡμέρα φαιδρὰ, οὐχ ἥλιος τερπνὸς, ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέρας πρὸς τὴν προθεσμίαν ἐπειγομένας, φοβεῖται τοὺς μῆνας ὡς τόκων πατέρας, Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ, τῇ κεφαλῇ περιστάμενον· κἂν γρηγορῇ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστί· Δανειστοῦ, φησὶ, καὶ χρεωφειλέτου ἀπαντησάντων ἀλλήλοις, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος.

Ὁ μὲν ὥσπερ κύων ἐπιτρέχει τῇ ἄγρᾳ· ὁ δὲ ὥσπερ ἕτοιμον θήραμα καταπτήσσει τὴν συντυχίαν. Ἀφαιρεῖται γὰρ αὐτοῦ τὴν παῤῥησίαν τὸ πένεσθαι. Ἀμφοτέροις ἡ ψῆφος ἐπὶ δακτύλων· τοῦ μὲν χαίροντος ἐπὶ τῇ αὐξήσει τῶν τόκων, τοῦ δὲ στενάζοντος ἐπὶ τῇ προσθήκῃ τῶν συμφορῶν. Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων· τουτέστι, τὰς οἰκείας ἀφορμὰς περισκόπει, μὴ ἐπ᾽ ἀλλοτρίας πηγὰς βάδιζε, ἀλλ᾽ ἐξ οἰκείων λιβάδων σύναγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Ἔχεις χαλκώματα, ἐσθῆτα, ὑποζύγιον, σκεύη παντοδαπά; ταῦτα ἀπόδου· πάντα προέσθαι κατάδεξαι, πλὴν τῆς ἐλευθερίας. Ἀλλ᾽ αἰσχύνομαι αὐτὰ δημοσιεύειν, φησίν. Τί οὖν ὅτι μικρὸν ὕστερον ἄλλος αὐτὰ προκομίσει, καὶ ἀποκηρύξει τὰ σὰ, καὶ ἐν ὀφθαλμοῖς σοῖς ἐπευωνίζων αὐτὰ διαθήσεται; Μὴ βάδιζε ἐπ᾽ ἀλλοτρίας θύρας. Φρέαρ γὰρ τῷ ὄντι στενὸν τὸ ἀλλότριον. Βέλτιον ταῖς κατὰ μικρὸν ἐπινοίαις τὴν χρείαν παραμυθήσασθαι, ἢ ἀθρόως, ἐπαρθέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάντων ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις ὅθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακὸν κακῷ θεραπεύεις. Μὴ δέξῃ πολιορκοῦντά σε δανειστήν. Μὴ ἀνάσχῃ ὥσπερ ἄλλο τι θήραμα ἀναζητεῖσθαι καὶ ἐξιχνεύεσθαι. Ψεύδους ἀρχὴ τὸ δανείζεσθαι· ἀχαριστίας ἀφορμὴ, ἀγνωμοσύνης, ἐπιορκίας.

Ἄλλα ῥήματα τοῦ δανειζομένου, καὶ ἄλλα τοῦ ἀπαιτουμένου. Εἴθε σοι μὴ ἀπήντησα τότε, ἤδη ἂν εὗρον τὰς ἀφορμὰς πρὸς τὴν ἀπαλλαγὴν τῆς ἀνάγκης. Οὐχὶ δὲ ἄκοντός μου ἐνέβαλες τῇ χειρὶ τὰ χρήματα; Ὑπόχαλκον δέ σου τὸ χρυσίον, καὶ παρακεκομμένον τὸ νόμισμα. Εἴτε οὖν φίλος ὁ δανείζων, μὴ ζημιωθῇς αὐτοῦ τὴν φιλίαν· εἴτε ἐχθρὸς, μὴ γένῃ τῷ δυσμενεῖ ὑποχείριος. Μικρὸν ἐγκαλλωπισάμενος τοῖς ἀλλοτρίοις, ὕστερον καὶ τῶν πατρῴων ἐκστήσῃ.

Πένης εἶ νῦν, ἀλλ᾽ ἐλεύθερος. Δανεισάμενος δὲ οὐδὲ πλουτήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. Δοῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος, καὶ δοῦλος μισθοφόρος ἀπαραίτητον φέρων τὴν λειτουργίαν. Οἱ κύνες λαμβάνοντες ἡμεροῦνται· ὁ δὲ δανειστὴς λαμβάνων προσερεθίζεται. Οὐ γὰρ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλέον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, οὐ πιστεύει· ἐρευνᾷ τὰ ἔνδον, τὰ συναλλάγματά σου πολυπραγμονεῖ. Ἐὰν προΐῃς τοῦ δωματίου, ἕλκει πρὸς ἑαυτὸν καὶ κατασύρει· ἐὰν ἔνδον σεαυτὸν κατακρύψῃς, ἐφέστηκε τῇ οἰκίᾳ, καὶ θυροκρουστεῖ. Ἐπὶ γαμετῆς καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγοραῖς ἄγχει· κακὸν συνάντημα ἑορτῆς· ἀβίωτόν σοι κατασκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ ἀνάγκη, καὶ οὐδεὶς πόρος χρημάτων ἕτερος.

Τί οὖν τὸ ὄφελος ἐκ τοῦ τὴν σήμερον ὑπερθέσθαι; Πάλιν γὰρ ἥξει σοι ἡ πενία ὥσπερ ἀγαθὸς δρομεὺς, καὶ ἡ αὐτὴ ἀνάγκη μετὰ προσθήκης παρέσται. Τὸ γὰρ δάνος οὐκ ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μικρὰν ἀναβολὴν τῆς ἀμηχανίας παρέχεται Σήμερον πάθωμεν τὰ ἐκ τῆς ἐνδείας δυσχερῆ, καὶ μὴ ἀποτιθώμεθα εἰς τὴν αὔριον. Μὴ δανεισάμενος μὲν ὁμοίως ἔσῃ πένης καὶ σήμερον καὶ πρὸς τὸ ἐφεξῆς· δανεισάμενος δὲ χαλεπώτερον ἐκτρυχωθήσῃ, τοῦ τόκου τὴν πενίαν προσεπιτείναντος. Καὶ νῦν μὲν οὐδεὶς ἐγκαλεῖ σοι πτωχεύοντι· ἀκούσιον γὰρ τὸ κακόν· ἐὰν δὲ τόκοις ὑπεύθυνος ᾖς, οὐκ ἔστιν ὅστις οὐ μέμψεταί σου τῇ ἀβουλίᾳ.

Μὴ οὖν πρὸς τοῖς ἀκουσίοις κακοῖς ἔτι καὶ αὐθαίρετον κακὸν ἐκ τῆς ἡμετέρας ἀνοίας ἐπισπασώμεθα. Νηπίας φρενὸς μὴ ἐκ τῶν παρόντων ἑαυτὸν περιστέλλειν, ἀλλ᾽ ἀδήλοις ἐλπίσιν ἐπιτρέψαντα φανερᾶς βλάβης καὶ ἀναντιῤῥήτου κατατολμᾷν. Ἤδη βούλευσαι πόθεν ἀποτίσεις. Ἀφ᾽ ὧν λαμβάνεις;

Ἀλλ᾽ οὐκ ἐξαρκεῖ καὶ πρὸς τὴν χρείαν καὶ πρὸς τὴν ἔκτισιν. Ἐὰν δὲ δὴ καὶ τοὺς τόκους λογίσῃ, πόθεν τὰ χρήματα εἰς τοσοῦτον πολυπλασιασθήσεται, ὥστε ἰδίᾳ μέν σου θεραπεύειν τὴν χρείαν, ἰδίᾳ δὲ ἐκπληροῦν τὸ κεφάλαιον, ἔξωθεν δὲ καὶ τόκους ἀπογεννᾷν; Ἀλλ᾽ οὐκ ἐξ ὧν λαμβάνεις ἀποδώσεις τὸ δάνειον. Ἑτέρωθεν δέ; Ἐκείνας οὖν ἀναμένωμεν τὰς ἐλπίδας, καὶ μὴ ἔλθωμεν, ὥσπερ οἱ ἰχθύες ἐπὶ τὸ δέλεαρ. Ὥσπερ γὰρ ἐκεῖνοι μετὰ τῆς τροφῆς τὸ ἄγκιστρον καταπίνουσιν, οὕτω καὶ ἡμεῖς διὰ τὰ χρήματα τοῖς τόκοις περιπειρόμεθα. Οὐδεμίαν αἰσχύνην τὸ πένεσθαι προξενεῖ. Τί οὖν τὰ ἐκ τοῦ ὀφείλειν ὀνείδη ἑαυτοῖς προστιθέμεθα; Οὐδεὶς τραύματα τραύματι θεραπεύει, οὐδὲ κακῷ τὸ κακὸν ἰᾶται, οὐδὲ πενίαν τόκοις ἐπανορθοῦται. Πλούσιος εἶ; μὴ δανείζου.

Πένης εἶ; μὴ δανείζου. Εἰ μὲν γὰρ εὐπορεῖς, οὐ χρῄζεις δανείσματος· εἰ δὲ οὐδὲν ἔχεις, οὐκ ἀποτίσεις τὸ δάνειον. Μὴ δῷς σεαυτοῦ τὸν βίον εἰς ὑστεροβουλίαν, μήποτε μακαρίσῃς τὰς πρὸ τῶν τόκων ἡμέρας. Ἑνὶ τούτῳ διαφέρωμεν τῶν πλουτούντων οἱ πένητες, τῇ ἀμεριμνίᾳ. Καὶ καταγελῶμεν αὐτῶν ἀγρυπνούντων, αὐτοὶ καθεύδοντες· καὶ τῶν συνεστώτων ἀεὶ καὶ φροντιζόντων, αὐτοὶ ἀφροντιστοῦντες καὶ ἀνειμένοι. Ὁ μέντοι ὀφείλων καὶ πένης ἐστὶ καὶ πολυμέριμνος· ἄϋπνος νύκτωρ, ἄϋπνος μεθ᾽ ἡμέραν, σύννους πάντα τὸν χρόνον· νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν ἀποτιμώμενος, νῦν δὲ τὰς οἰκίας τὰς πολυτελεῖς, τοὺς ἀγροὺς τῶν πλουσίων, τὰς ἐσθῆτας τῶν ἐντυγχανόντων, τὰ σκεύη τῶν ἑστιώντων.

Εἰ ταῦτα ἐμὰ ἦν, φησὶν, ἀπεδιδόμην τόσου καὶ τόσου, καὶ ἀπηλλασσόμην τοῦ τόκου. Ταῦτα αὐτοῦ καὶ νύκτωρ ἐγκαθέζεται τῇ καρδίᾳ, καὶ μεθ᾽ ἡμέραν τὰς ἐννοίας κατείληφεν. Ἐὰν τὴν θύραν πατάξῃς, ὁ χρεώστης ὑπὸ τὴν κλίνην. Σφοδρῶς εἰσέδραμέ τις· τοῦ δὲ ἐπάταξεν ἡ καρδία. Ὑλακτεῖ ὁ κύων; ὁ δὲ ἱδρῶτι περιῤῥεῖται, καὶ ἀγωνίᾳ συνέχεται, καὶ περισκοπεῖ πόθεν φύγῃ. Ὅταν ἡ προθεσμία προσάγῃ, μεριμνᾷ τί ψεύσεται· ποίαν πλασάμενος πρόφασιν τὸν δανειστὴν διακρούσεται. Μὴ μόνον λαμβάνοντα σεαυτὸν ἐννόει, ἀλλὰ καὶ ἀπαιτούμενον.

Τί πολυτόκῳ θηρίῳ σεαυτὸν παραζευγνύεις; Τοὺς λαγωούς φασι καὶ τίκτειν ὁμοῦ καὶ τρέφειν καὶ ἐπικυΐσκεσθαι. Καὶ τοῖς τοκογλύφοις τὰ χρήματα ὁμοῦ δανείζεται καὶ γεννᾶται καὶ ὑποφύεται. Οὔπω γὰρ ἐδέξω εἰς χεῖρας, καὶ τοῦ παρόντος μηνὸς ἀπῃτήθης τὴν ἐργασίαν. Καὶ τοῦτο πάλιν δανεισθὲν, ἕτερον κακὸν ἐξέθρεψε, κἀκεῖνο ἕτερον, καὶ τὸ κακὸν εἰς ἄπειρον. Διὰ τοῦτο καὶ τῆς προσηγορίας ταύτης ἠξίωται τὸ εἶδος τοῦτο τῆς πλεονεξίας.

Τόκος γὰρ, ὡς οἶμαι, διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρευται. Πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος λέγεται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς ψυχαῖς τῶν δανεισαμένων πέφυκεν. Ὡς γὰρ ἡ ὠδὶς τῇ τικτούσῃ, οὕτως ἡ προθεσμία τῷ ὑπόχρεῳ παρίσταται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν ἔκγονον. Ταῦτα λεγέσθω γεννήματα ἐχιδνῶν, τὰ τῶν τόκων ἀποκυήματα. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς μητρὸς διεσθιούσας τίκτεσθαι.

Καὶ οἱ τόκοι τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες ἀπογεννῶνται. Τὰ σπέρματα χρόνῳ φύεται, καὶ τὰ ζῶα χρόνῳ τελεσφορεῖται· ὁ δὲ τόκος σήμερον γεννᾶται, καὶ σήμερον τοῦ τίκτειν ἄρχεται. Τῶν ζώων τὰ ταχὺ τίκτοντα ταχὺ τοῦ γεννᾷν παύεται· τὰ δὲ χρήματα, ταχεῖαν λαμβάνοντα τοῦ πλεονασμοῦ τὴν ἀρχὴν, ἀτέλεστον ἐπιδέχεται τὴν εἰς τὸ πλεῖον προσθήκην. Τῶν αὐξανομένων ἕκαστον, ἐπειδὰν πρὸς τὸ οἰκεῖον ἀφίκηται μέγεθος, τῆς αὐξήσεως ἵσταται· τὸ δὲ τῶν πλεονεκτῶν ἀργύριον τῷ χρόνῳ παντὶ συμπαραύξεται. Τὰ ζῶα, παραδόντα τοῖς ἐγγόνοις τὸ τίκτειν, αὐτὰ τῆς κυήσεως παύεται· τὰ δὲ τῶν δανειστῶν ἀργύρια καὶ τὰ ἐπιγινόμενα τίκτει, καὶ τὰ ἀρχαῖα νεάζει. Μὴ σύ γε εἰς πεῖραν ἔλθοις τοῦ ἀλλοκότου τούτου θηρίου.

Ἐλεύθερον ὁρᾷς τὸν ἥλιον. Τί φθονεῖς σεαυτῷ τῆς παῤῥησίας τοῦ βίου; Οὐδεὶς πύκτης οὕτω τὰς πληγὰς τοῦ ἀνταγωνιστοῦ ὑποφεύγει, ὡς ὁ δανεισάμενος τοῦ χρήστου τὰς συντυχίας, πρὸς κίονας καὶ τοίχους ἀποσκιάζων τὴν κεφαλήν. Πῶς οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας, ἔχεις τέχνην· μισθαρνοῦ, διακόνει· πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολλαὶ ἀφορμαί. Ἀλλ᾽ ἀδυνάτως ἔχεις; προσαίτει παρὰ τῶν κεκτημένων. Ἀλλ᾽ αἰσχρὸν τὸ αἰτεῖν; Αἰσχρότερον μὲν οὖν τὸ δανεισάμενον ἀποστερεῖν. Οὐ πάντως νομοθετῶν ταῦτα λέγω, ἀλλ᾽ ὑποδεικνὺς, ὅτι πάντα σοι τοῦ δανείζεσθαι φορητότερα. Ὁ μύρμηξ μὲν δύναται, μήτε προσαιτῶν, μήτε δανειζόμενος, διατρέφεσθαι· καὶ μέλισσα τὰ λείψανα τῆς οἰκείας τροφῆς βασιλεῦσι χαρίζεται· οἷς οὔτε χεῖρας, οὔτε τέχνας ἡ φύσις ἔδωκεν· σὺ δὲ τὸ εὐμήχανον ζῶον ὁ ἄνθρωπος μίαν τῶν πασῶν μηχανὴν οὐχ εὑρήσεις πρὸς τὴν τοῦ βίου διαγωγήν; Καίτοι ὁρῶμεν οὐχὶ τοὺς τῶν ἀναγκαίων ἐνδεεῖς ἐρχομένους ἐπὶ τὸ δάνειον (οὐδὲ γὰρ ἔχουσι τοὺς πιστεύοντας), ἀλλὰ δανείζονται ἄνθρωποι, δαπάναις ἀνειμέναις καὶ πολυτελείαις ἀκάρποις ἑαυτοὺς ἐπιδιδόντες, οἱ γυναικείαις ἡδυπαθείαις δουλεύοντες. Ἐμοὶ, φησὶν, ἐσθῆτα πολυτελῆ καὶ χρυσία, τοῖς παιδίοις κόσμον αὐτοῖς εὐπρεπῆ τῶν ἐνδυμάτων, ἀλλὰ καὶ τοῖς οἰκέταις ἀνθινὰ καὶ ποικίλα τὰ περιβόλαια, τῇ τραπέζῃ δαψίλειαν.

Ὁ τὰ τοιαῦτα λειτουργῶν γυναικὶ ἐπὶ τὸν τραπεζίτην ἔρχεται, καὶ πρὶν χρήσασθαι τοῖς ληφθεῖσιν, ἄλλον ἐξ ἄλλου μεταλαμβάνει δεσπότην, καὶ μετενδεσμῶν ἀεὶ τοὺς δανείζοντας, τῇ συνεχείᾳ τοῦ κακοῦ φεύγει τῆς ἀπορίας τὸν ἔλεγχον. Καὶ ὥσπερ οἱ ὑδεριῶντες ἐν ὑπονοίᾳ πολυσαρκίας εἰσὶν, οὕτω καὶ οὗτος ἐν φαντασίᾳ περιουσίας ὑπάρχει, ἀεὶ λαμβάνων, καὶ ἀεὶ διδοὺς, καὶ ἐκ τῶν δευτέρων διαλύων τὰ φθάσαντα, τὴν πρὸς τὸ λαμβάνειν ἀξιοπιστίαν ἐκ τῆς τοῦ κακοῦ συνεχείας περιποιούμενος ἑαυτῷ. Εἶτα ὥσπερ ἐπὶ τῆς χολέρας οἱ τὸ ἀεὶ προϊστάμενον ἐξερῶντες, καὶ πρὶν παντελῶς καθαρθῆναι δευτέραν τροφὴν ἐπεμβαλλόμενοι, πάλιν ἐμοῦσι μετ᾽ ὀδύνης καὶ σπαραγμῶν· οὕτω καὶ οὗτοι τόκους ἐκ τόκων μεταλαμβάνοντες, καὶ πρὶν ἐκκαθᾶραι τὰ πρῶτα, δεύτερον ἐπεισάγοντες δάνεισμα, μικρὸν χρόνον τοῖς ἀλλοτρίοις ἐναβρυνόμενοι, ὕστερον καὶ τὰ οἰκεῖα ὠδύραντο. Ὢ πόσους ἀπώλεσε τὰ ἀλλότρια ἀγαθά! Πόσοι ὄναρ πλουτήσαντες ὑπεραπήλαυσαν τῆς ζημίας! Ἀλλὰ πολλοὶ, φησὶ, καὶ ἐκ δανεισμάτων ἐπλούτησαν. Πλείους δὲ, οἶμαι, καὶ βρόχων ἥψαντο. Σὺ δὲ τοὺς μὲν πλουτήσαντας βλέπεις, τοὺς δὲ ἀπαγξαμένους οὐκ ἀριθμεῖς, οἳ, τὴν ἐπὶ ταῖς ἀπαιτήσεσιν αἰσχύνην μὴ φέροντες, τὸν δι᾽ ἀγχόνης θάνατον τοῦ ἐπονειδίστως ζῇν προετίμησαν.

Εἶδον ἐγὼ ἐλεεινὸν θέαμα, παῖδας ἐλευθέρους ὑπὲρ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατήριον. Οὐκ ἔχεις καταλιπεῖν χρήματα τοῖς παισί; μὴ προσαφέλῃ καὶ τὴν εὐγένειαν. Ἓν τοῦτο διατήρησον αὐτοῖς τὸ κτῆμα τῆς ἐλευθερίας, τὴν παρακαταθήκην ἣν παρὰ τῶν γονέων παρέλαβες. Οὐδεὶς πενίαν πατρὸς ἐνεκλήθη ποτέ· ὄφλημα δὲ πατρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ καταλίπῃς γραμματεῖον ὥσπερ ἀρὰν πατρικὴν εἰς παῖδας καταβαίνουσαν καὶ ἐγγόνους.

Ἀκούετε, οἱ πλούσιοι, ὁποῖα συμβουλεύομεν τοῖς πτωχοῖς διὰ τὴν ὑμετέραν ἀπανθρωπίαν· ἐγκαρτερεῖν μᾶλλον τοῖς δεινοῖς, ἢ τὰς ἐκ τῶν τόκων συμφορὰς ὑποδέχεσθαι. Εἰ δὲ ἐπείθεσθε τῷ Κυρίῳ, τίς χρεία τῶν λόγων τούτων; Τίς δέ ἐστιν ἡ συμβουλὴ τοῦ Δεσπότου; Δανείζετε παρ᾽ ὧν οὐκ ἐλπίζετε ἀπολαβεῖν. Καὶ ποῖον, φησὶ, τοῦτο δάνεισμα, ᾧ τῆς ἀποδόσεως ἐλπὶς οὐ συνέζευκται; Νόησον τὴν δύναμιν τοῦ ῥητοῦ, καὶ θαυμάσεις τὴν φιλανθρωπίαν τοῦ νομοθέτου. Ὅταν πτωχῷ παρέχειν μέλλῃς διὰ τὸν Κύριον, τὸ αὐτὸ καὶ δῶρόν ἐστι καὶ δάνεισμα· δῶρον μὲν διὰ τὴν ἀνελπιστίαν τῆς ἀπολήψεως, δάνεισμα δὲ διὰ τὴν μεγαλοδωρεὰν τοῦ Δεσπότου τοῦ ἀποτιννύντος ὑπὲρ αὐτοῦ, ὃς, μικρὰ λαβὼν διὰ τοῦ πένητος, μεγάλα ὑπὲρ αὐτῶν ἀποδώσει. Ὁ γὰρ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Οὐ βούλει τὸν πάντων Δεσπότην ὑπεύθυνον ἔχειν σεαυτῷ πρὸς τὴν ἔκτισιν; Ἢ τῶν μὲν ἐν τῇ πόλει πλουσίων ἐάν τις ὁμολογήσῃ σοι τὴν ὑπὲρ ἑτέρων ἔκτισιν, δέχῃ αὐτοῦ τὴν ἐγγύην; Θεὸν δὲ ὑπερεκτιστὴν τῶν πτωχῶν οὐ προσίεσαι. Δὸς τὸ εἰκῆ κείμενον ἀργύριον, μὴ βαρύνων αὐτὸ ταῖς προσθήκαις, καὶ ἀμφοτέροις ἕξει καλῶς. Σοὶ μὲν γὰρ ὑπάρξει τὸ ἐκ τῆς φυλακῆς ἀσφαλές· τῷ δὲ λαβόντι τὸ ἐκ τῆς χρήσεως κέρδος.

Εἰ δὲ καὶ προσθήκην ἐπιζητεῖς, ἀρκέσθητι τοῖς παρὰ τοῦ Κυρίου. Αὐτὸς ὑπὲρ τῶν πενήτων τὸν πλεονασμὸν ἀποτίσει. Παρὰ τοῦ ὄντως φιλανθρώπου ἀνάμενε τὰ φιλάνθρωπα. Ἃ γὰρ λαμβάνεις, ταῦτα μισανθρωπίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπει.

Ἀπὸ συμφορῶν κερδαίνεις, ἀπὸ δακρύων ἀργυρολογεῖς, τὸν γυμνὸν ἄγχεις, τὸν λιμώττοντα τύπτεις· ἔλεος οὐδαμοῦ· ἔννοια τῆς συγγενείας τοῦ πάσχοντος οὐδεμία· καὶ τὰ ἐντεῦθεν κέρδη φιλάνθρωπα ὀνομάζεις. Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρὸν, καὶ οἱ τὴν μισανθρωπίαν φιλανθρωπίαν προσαγορεύοντες. Οὐδὲ τὰ τοῦ Σαμψὼν αἰνίγματα τοιαῦτα ἦν, ἃ προεβάλετο τοῖς συμπόταις· Ἀπὸ ἐσθίοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ ἐξῆλθε γλυκύ· καὶ ἀπὸ μισανθρώπου ἐξῆλθε φιλανθρωπία.

Οὐ συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς, οὐδὲ ἀπὸ τριβόλων σῦκα, οὐδὲ ἀπὸ τόκων φιλανθρωπίαν. Πᾶν γὰρ δένδρον σαπρὸν καρποὺς πονηροὺς ποιεῖ. Ἑκατοστολόγοι καὶ δεκατηλόγοι τινὲς φρικτὰ καὶ ἀκουσθῆναι ὀνόματα· μηνιαῖοι ἀπαιτηταὶ, ὥσπερ οἱ τὰς ἐπιληψίας ποιοῦντες δαίμονες, κατὰ τὰς περιόδους τῆς σελήνης ἐπιτιθέμενοι τοῖς πτωχοῖς.

Πονηρὰ δόσις ἑκατέρῳ, καὶ τῷ διδόντι, καὶ τῷ λαμβάνοντι· τῷ μὲν εἰς χρήματα, τῷ δὲ εἰς αὐτὴν τὴν ψυχὴν φέρουσα τὴν ζημίαν. Ὁ γεωργὸς, τὸν στάχυν λαβὼν, τὸ σπέρμα πάλιν ὑπὸ τὴν ῥίζαν οὐκ ἐρευνᾷ· σὺ δὲ καὶ τοὺς καρποὺς ἔχεις, καὶ οὐκ ἀφίστασαι τῶν ἀρχαίων. Ἄνευ γῆς φυτεύεις· ἄνευ σπορᾶς θερίζεις. Ἄδηλον, τίνι συνάγεις. Ὁ μὲν δακρύων ἐπὶ τοῖς τόκοις πρόδηλος· ὁ δὲ ἀπολαύειν μέλλων τῆς ἀπὸ τούτων περιουσίας ἀμφίβολος. Ἄδηλον γὰρ εἰ μὴ ἑτέροις τὴν ἐπὶ τῷ πλούτῳ χάριν ἀφήσεις, τὸ ἐκ τῆς ἀδικίας κακὸν σεαυτῷ θησαυρίσας. Μήτε οὖν τὸν θέλοντα δανείσασθαι ἀποστραφῇς, καὶ τὸ ἀργύριόν σου μὴ δῷς ἐπὶ τόκῳ, ἵνα, ἐκ Παλαιᾶς καὶ Νέας Διαθήκης τὰ συμφέροντα διδαχθεὶς, μετ᾽ ἀγαθῆς τῆς ἐλπίδος πρὸς τὸν Κύριον ἀπίῃς, ἐκεῖ τοὺς τόκους τῶν ἀγαθῶν ἔργων ἀποληψόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.