Ἐπειδὴ γὰρ πολλὰ καὶ ἐπίπονα καὶ μυρίων ἱδρώτων καὶ πόνων γέμοντα παραινεῖν μέλλει, προϊόντος τοῦ λόγου, τοῖς τῆς εὐσεβείας ἀγωνισταῖς προλαβὼν ὑπέδειξε τὸ μακάριον τέλος, ἵνα τῇ ἐλπίδι τῶν ἀποκειμένων ἀγαθῶν ἀλύπως τοῦ βίου τὰ ἀλγεινὰ διαφέρωμεν. Οὕτως καὶ ὁδοιπόροις τραχεῖαν ὁδὸν πορευομένοις καὶ δύσβατον κουφίζει τὸν μόχθον ἐπιτήδειον αὐτοῖς προσδοκηθὲν καταγώγιον· καὶ ἐμπόρους ποιεῖ τῆς θαλάσσης κατατολμᾷν ἡ ἐπιθυμία τῶν ἀγωγίμων· καὶ γεωργῶν ὑποκλέπτει τοὺς πόνους ἡ τῆς ἐπικαρπίας ἐλπίς. Διὸ καὶ ὁ κοινὸς τοῦ βίου διορθωτὴς, ὁ μέγας διδάσκαλος, τὸ πνεῦμα τῆς ἀληθείας, σοφῶς καὶ ἐντέχνως τοὺς μισθοὺς προεβάλετο, ἵνα, ὑπερκύπτοντες τοὺς ἐν χερσὶ πόνους, τῇ διανοίᾳ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν ἐπειγώμεθα. Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Ἔστι μὲν οὖν τὸ κυρίως καὶ πρώτως μακαριστὸν, τὸ ἀληθινῶς ἀγαθόν. Τοῦτο δέ ἐστιν ὁ Θεός. Ὅθεν καὶ Παῦλος, ὑπόμνησιν μέλλων ποιεῖσθαι Χριστοῦ, Κατὰ τὴν ἐπιφάνειαν, φησὶ, τοῦ μακαρίου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Μακάριον γὰρ τῷ ὄντι τὸ αὐτόκαλον, πρὸς ὃ πάντα ἀποβλέπει, οὗ πάντα ἐφίεται, ἡ ἄτρεπτος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ ἀόχλητος ζωὴ, ἡ ἄλυπος διεξαγωγὴ, περὶ ἣν οὐκ ἔστιν ἀλλοίωσις, ἧς οὐχ ἅπτεται μεταβολή· ἡ βρύουσα πηγὴ, ἡ ἄφθονος χάρις, ὁ ἀδαπάνητος θησαυρός.