Μήποτε οὖν οἱ περὶ τῆς θείας κρίσεως λόγοι, ἄῤῥητοι ὄντες καὶ ἀκατάληπτοι ταῖς ἀνθρωπίναις ἐννοίαις, ἄβυσσοι λέγονται, ἐν μόνῃ τῇ τοῦ Θεοῦ γνώσει ἀποκειμένων τῶν λόγων, καθ᾽ οὓς ἕκαστα οἰκονομεῖ; Ὅτι γὰρ τὰ περὶ ἕκαστον κρίματα ἄβυσσος προσηγορεύθη, ἐν ἑτέρῳ ψαλμῷ δεδιδάγμεθα λέγοντι· Τὰ κρίματά σου ἄβυσσος πολλή. Ἐὰν οὖν ἐπιζητῇς, διὰ τί τοῦ μὲν ἁμαρτωλοῦ ἡ ζωὴ παρατείνεται, τοῦ δὲ δικαίου αἱ ἡμέραι τῆς παροικίας συντέμνονται, διὰ τί ὁ μὲν ἄδικος εὐθηνεῖται, ὁ δὲ δίκαιος θλίβεται, διὰ τί τὸ παιδίον πρὶν εἰς τελείωσιν ἐλθεῖν ἀνηρπάσθη, πόθεν πόλεμοι, διὰ τί τὰ ναυάγια, οἱ σεισμοὶ, οἱ αὐχμοὶ, αἱ ἐπομβρίαι, διὰ τί τὰ φθαρτικὰ τῶν ἀνθρώπων δεδημιούργηται, διὰ τί ὁ μὲν δοῦλος, ὁ δὲ ἐλεύθερος, ὁ μὲν πλουτεῖ, ὁ δὲ πένεται (πολὺ δὲ καὶ ἐν τοῖς ἁμαρτανομένοις ἢ κατορθουμένοις ἐστὶ τὸ διάφορον· ἡ μὲν γὰρ πορνοβοσκῷ πραθεῖσα πρὸς ἀνάγκην ἐστὶν ἐν τῇ ἁμαρτίᾳ· ἡ δὲ εὐθὺς ἀγαθῆς δεσποίνης ἐπιτυχοῦσα συνεξετράφη τῇ παρθενίᾳ), διὰ τί αὕτη μὲν εὐηργετήθη, ἐκείνη δὲ κατεδικάσθη· καὶ τίς ἡ ἐφ᾽ ἑκάστου τούτων παρὰ τοῦ κριτοῦ ἀνταπόδοσις· ταῦτα πάντα λαβὼν εἰς ἔννοιαν, ἐνθυμήθητι, ὅτι ἄβυσσός ἐστι τὰ κρίματα τοῦ Θεοῦ, καὶ τῷ τοῖς θησαυροῖς τοῖς θείοις ἐναποκεκλεῖσθαι, οὐκ εὔληπτα τοῖς τυχοῦσι. Καὶ τῷ πιστεύοντι δὲ ἐπαγγελία δέδοται παρὰ Θεοῦ, ὅτι Δώσω σοι θησαυροὺς ἀποκρύφους, ἀοράτους.