Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς Ψαλμούς

Μέγας Βασίλειος

Ερμηνεία εις τον ΜΕ΄ Ψαλμό

Ερμηνεία του τεσσαρακοστού πέμπτου Ψαλμού. Ο Θεός παρουσιάζεται ως αληθινή καταφυγή. Περιγράφεται η άνω Ιερουσαλήμ, η κατάπαυση των πολέμων και η αναγκαιότητα της πνευματικής ησυχίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 10 από 14

ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορέ· ὑπὲρ τῶν κρυφίων ψαλμός. Προφητείαν μοι δοκεῖ περιέχειν ὁ ψαλμὸς περὶ τῶν κατὰ τὸ τέλος. Ὅπερ τέλος εἰδὼς καὶ ὁ Παῦλος, φησίν· Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί. Ἢ ἐπειδὴ αἱ πράξεις ἡμῶν ἀπάγουσιν ἡμᾶς πρὸς τὸ τέλος, ἑκάστη τὸ οἰκεῖον ἑαυτῇ, ἡ μὲν ἀγαθὴ πρὸς τὴν μακαριότητα, ἡ δὲ φαύλη πρὸς τὴν αἰωνίαν κατάκρισιν· αἱ δὲ παρὰ τοῦ Πνεύματος ἐν τῷ ψαλμῷ τούτῳ παραδιδόμεναι συμβουλαὶ πρὸς τὸ ἀγαθὸν τέλος ἀπάγουσι τοὺς πειθομένους· τούτου ἕνεκεν ἐπιγέγραπται Εἰς τὸ τέλος· ὡς τῆς ἀναφορᾶς τῶν διδαγμάτων ἐπὶ τὸ μακάριον τέλος τῆς ἀνθρωπίνης ζωῆς ὑπαρχούσης. Ὑπὲρ τῶν υἱῶν Κορέ. Τοῖς δὲ υἱοῖς Κορὲ καὶ οὗτος εἴρηται ὁ ψαλμὸς, οὓς οὐ διαιρεῖ τὸ Πνεῦμα τὸ ἅγιον, διότι ὥσπερ μιᾷ ψυχῇ καὶ μιᾷ φωνῇ μετὰ πάσης τῆς πρὸς ἀλλήλους συμφωνίας τοὺς προφητικοὺς λόγους προΐεντο· μηδὲν τοῦ ἑτέρου αὐτῶν παρὰ τοὺς λοιποὺς προφητεύσαντος, ἀλλ᾽ ἴσου αὐτοῖς τοῦ προφητικοῦ χαρίσματος δωρηθέντος διὰ τὸ ἴσον αὐτῶν τῆς πρὸς ἀλλήλους εἰς τὰ καλὰ διαθέσεως. Ὑπὲρ δὲ τῶν κρυφίων εἴρηται ὁ ψαλμός· τουτέστιν, ὑπὲρ ἀποῤῥήτων, καὶ τῶν ἐν μυστηρίῳ κεκρυμμένων.

Γενόμενος δὲ ἐν τοῖς κατὰ μέρος ῥητοῖς τοῦ ψαλμοῦ, μαθήσῃ τὸ κεκρυμμένον τῶν λόγων· καὶ ὅτι οὐ τοῦ τυχόντος ἐστὶν ἐνιδεῖν τοῖς θείοις μυστηρίοις, ἢ μόνου τοῦ δυναμένου γενέσθαι τῆς ἐπαγγελίας ἐναρμόνιον ὄργανον, ὥστε ἀντὶ ψαλτηρίου κινεῖσθαι αὐτοῦ τὴν ψυχὴν ὑπὸ τοῦ ἐνεργοῦντος αὐτῇ ἁγίου Πνεύματος. Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Πολλῆς βοηθείας δέεται πᾶς ἄνθρωπος, διὰ τὴν ἐκ φύσεως προσοῦσαν αὐτῷ ἀσθένειαν, πολλῶν αὐτῷ προσπιπτόντων ἀνιαρῶν καὶ ἐπιπόνων. Τὴν οὖν ἐκ πάντων τῶν περιστατικῶν καταφυγὴν ἐπιζητῶν, ὥσπερ ἐπὶ ἄσυλον φεύγων χωρίον, ἢ ἐπί τινα κορυφὴν ὀξεῖαν καρτερῷ τείχει περιειλημμένην καταφεύγων, διὰ τὴν τῶν πολεμίων ἐπιδρομήν· οὕτως ἐπὶ τὸν Θεὸν καταφεύγει, μόνην εἶναι ἡγούμενος ἀνάπαυσιν τὴν ἐν αὐτῷ διαμονήν. Ὅτι μὲν οὖν ἐπὶ τὸν Θεὸν ἡ καταφυγὴ παρὰ πᾶσιν ὡμολόγηται, πολλὴν δὲ πλάνην καὶ σύγχυσιν ὁ ἐχθρὸς ἐνεποίησε περὶ τὴν τοῦ σώζοντος ἐκλογήν. Ἐπιβουλεύων γὰρ ὡς πολέμιος, πάλιν τοὺς ἐπιβουλευθέντας ἐξαπατᾷ, αὐτῷ προσφεύγειν ὡς φύλακι, ὥστε διπλοῦν αὐτοῖς περιίστασθαι τὸ κακόν· ἢ βιαίως ληφθεῖσιν, ἢ ἐξ ἀπάτης ἀπολομένοις. Διὰ τοῦτο πρὸς δαίμονας καὶ εἴδωλα καταφεύγουσιν οἱ ἄπιστοι τοῦ ὄντως Θεοῦ τὴν γνῶσιν ὑπὸ τῆς παρὰ τοῦ διαβόλου γενομένης αὐτοῖς συγχύσεως ἀφαιρεθέντες.

Καὶ οἱ ἐπιγινώσκοντες δὲ τὸν Θεὸν περὶ τὴν τῶν πραγμάτων διάκρισιν σφάλλονται, ἀπαιδεύτως τὰς αἰτήσεις τῶν συμφερόντων ποιούμενοι, καὶ αἰτοῦντές τινα ὡς ἀγαθὰ, οὐκ ἐπὶ συμφέροντι πολλάκις αὐτῶν, καὶ φεύγοντες ἄλλα ὡς πονηρὰ, πολλὴν αὐτοῖς ἐνίοτε τὴν ὠφέλειαν φέροντα. Οἷον, νοσεῖ τις; Φεύγων τὸ ἐκ τῆς νόσου ἐπίπονον, εὔχεται τὴν ὑγίειαν.

Ἀπέβαλε χρήματα; Περιώδυνός ἐστι τῇ ζημίᾳ. Ἔστι δὲ πολλάκις καὶ ἡ νόσος ὠφέλιμος, ὅταν παιδαγωγεῖν μέλλῃ τὸν ἁμαρτάνοντα· καὶ ἡ ὑγίεια βλαβερὰ, ὅταν ἐφόδιον γίνηται πρὸς ἁμαρτίαν τῷ ἔχοντι. Οὕτω καὶ χρήματα ἤδη τισὶν ὑπηρεσία πρὸς ἀκολασίαν ἐγένετο· καὶ πενία πολλοὺς ἐσωφρόνισε τῶν ὡρμημένων κακῶς. Μήτε οὖν φύγῃς ἃ μὴ δεῖ, μήτε προσφύγῃς ᾧ μὴ δεῖ. Ἀλλ᾽ ἕν σοι φευκτὸν ἤτω, ἡ ἁμαρτία, καὶ μία καταφυγὴ ἐκ τῶν κακῶν, ὁ Θεός. Μὴ πεποίθετε ἐπ᾽ ἄρχοντας· μὴ ἐπαίρεσθε ἐπὶ πλούτου ἀδηλότητι· μὴ φρονεῖτε ἐπὶ δυνάμει σώματος· μὴ τῆς ἀνθρωπίνης δόξης τὸ περιφανὲς διώκετε. Οὐδὲν τούτων σώζει· πάντα πρόσκαιρα, πάντα ἀπατηλά. Μία καταφυγὴ, ὁ Θεός.

Ἐπικατάρατος ἄνθρωπος ὁ τὴν ἐλπίδα ἔχων ἐπ᾽ ἄνθρωπον, ἢ ἐπί τι τῶν ἀνθρωπίνων. Ὁ Θεὸς οὖν ἡμῶν καταφυγὴ καὶ δύναμις. Τῷ δυναμένῳ λέγειν, Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ, δύναμίς ἐστιν ὁ Θεός. Πολλῶν μὲν οὖν ἐστιν εἰπεῖν, Ὁ Θεὸς ἡμῶν καταφυγή· καὶ τὸ, Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν· τὸ δὲ ἀπὸ τῆς αὐτῆς διαθέσεως εἰπεῖν τῷ Προφήτῃ πάνυ ὀλίγων. Ὀλίγοι γὰρ οἱ μὴ τεθαυμακότες τὰ ἀνθρώπινα, ἀλλ᾽ ὅλοι ἠρτημένοι τοῦ Θεοῦ, καὶ αὐτὸν ἀναπνέοντες, καὶ πᾶσαν ἐλπίδα καὶ πεποίθησιν ἔχοντες.

Καὶ ἐλέγχει γε ἡμᾶς τὰ πράγματα, ὅταν ἐν ταῖς θλίψεσιν ἐπὶ πάντα μᾶλλον ἢ ἐπὶ τὸν Θεὸν τρέχωμεν. Νοσεῖ τὸ παιδίον; Καὶ σὺ τὸν ἐπαοιδὸν περισκοπεῖς, ἢ τὸν τοὺς περιέργους χαρακτῆρας τοῖς τραχήλοις τῶν ἀναιτίων νηπίων περιτιθέντα· ἢ τό γε τελευταῖον ἐπὶ τὸν ἰατρὸν ἔρχῃ καὶ τὰ φάρμακα, τοῦ δυναμένου σώζειν καταμελήσας. Κἂν ἐνύπνιόν σε ἐκταράξῃ, πρὸς τὸν ὀνειροσκόπον τρέχεις. Κἂν φοβηθῇς ἐχθρὸν, προστάτην ἕνα τῶν ἀνθρώπων περινοεῖς.

Καὶ ὅλως ἐφ᾽ ἑκάστης χρείας ἐλέγχῃ, ῥήματι μὲν τὸν Θεὸν ὀνομάζων καταφυγὴν, ἔργῳ δὲ τὴν ἐκ τῶν ἀνωφελῶν καὶ ματαίων βοήθειαν ἐπισπώμενος. Ἔστι δὲ τῷ δικαίῳ ἀληθινὴ βοήθεια ὁ Θεός. Ὥσπερ τις στρατηγὸς ὁπλιτικὸν γενναῖον ἐξηρτημένος ἕτοιμος ἀεὶ βοηθεῖν τῷ καταπονουμένῳ μέρει· οὕτως ὁ Θεὸς βοηθὸς ἡμῶν ἐστι, καὶ σύμμαχος παντὶ τῷ στρατευομένῳ κατὰ τῆς μεθοδείας τοῦ διαβόλου, ἀποστέλλων τὰ λειτουργικὰ πνεύματα πρὸς τὴν σωτηρίαν τῶν δεομένων. Εὑρίσκει δὲ ἡ θλίψις πάντα τὸν δίκαιον διὰ τὴν τοῦ βίου ἐπιτήδευσιν. Ὁ γὰρ ἐκκλίνων μὲν τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν, ὁδεύων δὲ τὴν στενὴν καὶ τεθλιμμένην, εὑρίσκεται ὑπὸ τῶν θλίψεων.

Ἐμψύχως τὸν λόγον ἐσχημάτισεν ὁ Προφήτης εἰπών· Ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Ὥσπερ γὰρ ζῶα ἔμψυχα καταλαμβάνουσιν ἡμᾶς, ἐργαζόμεναι ὑπομονὴν, καὶ διὰ τῆς ὑπομονῆς δοκιμὴν, καὶ διὰ τῆς δοκιμῆς ἐλπίδα. Ὅθεν καὶ ὁ Ἀπόστολός φησι· Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων. Ἀλλ᾽ ὁ γενναίως καὶ ἀταράχως τὸν ἐκ τῆς θλίψεως πειρασμὸν ὑπομείνας ἐρεῖ, ὅτι Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Καὶ τοσοῦτον ἀπέχει ἀπαυδᾷν καὶ ἀποκνεῖν ἐν ταῖς θλίψεσιν, ὅτι καὶ καυχήματος ἀφορμὴν τὸ ὑπερβάλλον τῶν κακῶν ποιεῖται λέγων, ὅτι Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν ταῖς θλίψεσι.

Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Μέγα ἐπιδείκνυται τὸ στερέωμα τῆς εἰς Χριστὸν πεποιθήσεως ὁ Προφήτης, ὅτι κἂν πάντα ἄνω καὶ κάτω γίνηται, κἂν ἡ γῆ στρέφηται ταρασσομένη, κἂν τὰ ὄρη τὴν οἰκείαν ἕδραν καταλιπόντα, πρὸς τὰ μέσα μεθίσταται τῆς θαλάσσης· Οὐ φοβηθησόμεθα, διὰ τὸ ἔχειν τὸν Θεὸν καταφυγὴν καὶ δύναμιν καὶ βοηθὸν ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Τίνος οὕτως ἀπτόητος ἡ καρδία, τίνος οὕτως ἀτάραχοι οἱ λογισμοὶ, ὥστε ἐν τῇ τηλικαύτῃ συγχύσει τετάσθαι τῇ διανοίᾳ πρὸς τὸν Θεὸν, καὶ διὰ τὴν πρὸς αὐτὸν ἐλπίδα, ἐπὶ μηδενὶ τῶν γινομένων ἐκπλήττεσθαι; Ἡμεῖς δὲ ἀνθρώπου ὀργὴν οὐχ ὑπομένομεν· ἢ κυνὸς ἐπιδραμόντος, ἢ ἄλλου τινὸς θηρίου, οὐ πρὸς Θεὸν ἀποβλέπομεν τὸν βοηθὸν ἡμῶν ἐν ταῖς θλίψεσιν, ἀλλὰ διαπτοηθέντες πρὸς ἑαυτοὺς ἐπιστρεφόμεθα. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν. Εἶπε γῆς ταραχὴν, καὶ ὀρῶν μετάθεσιν· λέγει καὶ θαλάσσης σάλον καὶ ἀνατροπὴν, μέσον τῶν ὀρέων τοῖς πελάγεσιν ἐμπιπτόντων. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· τῶν θαλασσῶν δηλονότι. Ἐπὶ πλέον δὲ ποιεῖται τὴν ἐν τοῖς ὕδασι ταραχὴν αὐτὰ τὰ ὄρη μὴ ἐνιδρυμένα τῇ θαλάσσῃ, ἀλλὰ τῷ οἰκείῳ σάλῳ πολὺν ἐμποιοῦντα τὸν κλόνον τοῖς ὕδασιν.

Ὅτε τοίνυν ἡ μὲν γῆ ταράσσεται, ὕδατα δὲ θαλασσῶν ἠχήσει καὶ ἀναβρασθήσεται ἐκ βυθῶν, ὄρη δὲ μετατίθεται καὶ πολὺν ὑπομένει τὸν τάραχον, διὰ τὸ ὑπερβάλλον τῆς δυνάμεως τοῦ Κυρίου· τότε, φησὶν, ἀπτόητος ἡμῶν ἡ καρδία τοῦ ἀσφαλεῖς καὶ βεβαίας ἔχειν ἐπὶ Θεὸν τὰς ἐλπίδας.

Ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Δύνασαι καὶ τροπικῶς ἐκλαβεῖν τὴν διάνοιαν τοῦ ῥητοῦ, ὄρη ὀνομάζων τοὺς μεγαλοφρονοῦντας ἐπὶ τῷ ἑαυτῶν μεγέθει, ἀγνοοῦντας δὲ τὴν τοῦ Θεοῦ κραταιότητα, καὶ ὑπερυψουμένους κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, εἶτα νικωμένους ὑπὸ τῶν μετὰ δυνάμεως καὶ σοφίας πρεσβευόντων τὸν τῆς σοφίας λόγον, καὶ μετὰ τὴν συναίσθησιν τῆς ἑαυτῶν πτωχείας φοβουμένους τὸν Κύριον, καὶ ὑποταπεινουμένους τῇ κραταιότητι αὐτοῦ. Ἢ τάχα καὶ οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου, καὶ πατέρες τῆς ἀπολλυμένης σοφίας, ὄρη καὶ αὐτοὶ λέγονται, ταρασσόμενοι ἐν τῇ τοῦ Χριστοῦ κραταιότητι, ἣν ἐν τῷ ἀγῶνι διὰ τοῦ σταυροῦ πρὸς τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου ἐπεδείξατο. Ἀπεκδυσάμενος γὰρ, ὥσπερ τις γενναῖος ἀγωνιστὴς, κατεπάλαισε τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ Ἐδειγμάτισεν ἐν παῤῥησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν τῷ ξύλῳ.

Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Τὰ μὲν ἁλμυρὰ ὕδατα σφοδρῶς ὑπὸ τῶν πνευμάτων ἐκταρασσόμενα ἤχησαν καὶ ἐταράχθησαν· τὰ δὲ τοῦ ποταμοῦ ὁρμήματα ἀψοφητὶ προϊόντα, καὶ ἡσυχῆ τοῖς ἀξίοις τῆς ὑποδοχῆς ἐπιῤῥέοντα, εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Καὶ νῦν ὁ δίκαιος πίνει τὸ ζῶν ὕδωρ, καὶ ὕστερον δὲ πίεται ἀφθονώτερον, ἡνίκα ἂν πολιτογραφηθῇ ἐν τῇ πόλει τοῦ Θεοῦ. Ἀλλὰ νῦν μὲν δι᾽ ἐσόπτρου καὶ ἐν αἰνίγματι πίνει, διὰ τὴν κατὰ βραχὺ κατάληψιν τῶν θείων θεωρημάτων· τότε δὲ ὁμοῦ πλημμυροῦντα τὸν ποταμὸν ὑποδέξεται, πᾶσαν δι᾽ εὐφροσύνης ἐπικλύζειν δυνάμενον τὴν πόλιν τοῦ Θεοῦ. Τίς δ᾽ ἂν εἴη ὁ ποταμὸς τοῦ Θεοῦ ἢ τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τῆς πίστεως τῶν εἰς Χριστὸν πεπιστευκότων ἐγγινόμενον τοῖς ἀξίοις; Ὁ γὰρ πιστεύων, φησὶν, εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι· καὶ πάλιν· Ἐάν τις πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δίδωμι, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὗτος τοίνυν ὁ ποταμὸς εὐφραίνει πᾶσαν ὁμοῦ τὴν πόλιν τοῦ Θεοῦ, ἤτοι τὴν Ἐκκλησίαν τῶν τὸ πολίτευμα ἐχόντων ἐν οὐρανοῖς· ἢ πᾶσαν τὴν νοητὴν κτίσιν ἀπὸ τῶν ὑπερκοσμίων δυνάμεων μέχρι τῶν ἀνθρωπίνων ψυχῶν πόλιν χρὴ νοεῖν εὐφραινομένην ὑπὸ τῆς ἐπιῤῥοῆς τοῦ ἁγίου Πνεύματος. Ὁρίζονται γάρ τινες πόλιν εἶναι σύστημα ἱδρυμένον, κατὰ νόμον διοικούμενον.

Ἐφαρμόζει δὲ καὶ τῇ ἄνω Ἱερουσαλὴμ τῇ ἐπουρανίῳ πόλει ὁ ἀποδοθεὶς ὅρος τῆς πόλεως. Σύστημα γὰρ κἀκεῖ τῶν πρωτοτόκων, τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς· καὶ ἱδρυμένον τοῦτο διὰ τὸ ἀμετακίνητον τῆς διαγωγῆς τῶν ἁγίων, καὶ κατὰ νόμον τὸν οὐράνιον διοικούμενον. Τὴν τοίνυν διάταξιν ἐκείνης τῆς πολιτείας, καὶ πᾶσαν τὴν διακόσμησιν καταμαθεῖν, οὐδεμιᾶς ἐστιν ἀνθρωπίνης φύσεως. Ἐκεῖνα γάρ ἐστιν, Ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· πλὴν ὅτι μυριάδες ἀγγέλων ἐκεῖ, καὶ πανήγυρις ἁγίων, καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Περὶ ἐκείνης φησὶν ὁ Δαβίδ· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.

Ἐκείνῃ τῇ πόλει διὰ τοῦ Ἡσαΐου ἐπαγγέλλεται ὁ Θεὸς, ὅτι Θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς· καὶ οὐκ ἔσται σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου· ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη σου. Ἐπάρας οὖν τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, ἀξίως τῶν ἄνω ζήτει τὰ περὶ τῆς πόλεως τοῦ Θεοῦ. Τί δ᾽ ἂν τῆς ἐκεῖ μακαριότητος ἐπάξιόν τις ἐννοηθείη, ἣν εὐφραίνει μὲν ὁ ποταμὸς τοῦ Θεοῦ, τεχνίτης δὲ καὶ δημιουργός ἐστιν ὁ Θεός; Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.

Τάχα τὴν σάρκα λέγει τὴν θεοφόρον, ἁγιασθεῖσαν διὰ τῆς πρὸς τὸν Θεὸν συναφείας. Ὥστε νοήσεις σκήνωμα τοῦ Ὑψίστου τὴν διὰ σαρκὸς ἐπιφάνειαν τοῦ Θεοῦ. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται. Βοηθήσει αὐτῇ ὁ Θεὸς, τὸ πρὸς πρωὶ πρωί.

Καὶ ἐπειδὴ ὁ Θεὸς ἐν μέσῳ τῆς πόλεώς ἐστι, τὸ ἀσάλευτον χαριεῖται αὐτῇ, τὴν βοήθειαν αὐτῇ παρεχόμενος ἐν ταῖς πρώταις ἀνατολαῖς τοῦ φωτός. Εἴτε οὖν τῇ ἄνω Ἱερουσαλὴμ, εἴτε τῇ κάτω Ἐκκλησίᾳ τὸ τῆς πόλεως ἐφαρμόσει ὄνομα, Ἡγίασεν ἐν αὐτῇ τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ διὰ τοῦ σκηνώματος τούτου, ᾧ κατεσκήνωσεν ὁ Θεὸς, ἐν μέσῳ αὐτῆς ἐγένετο, χαριζόμενος αὐτῇ τὸ μὴ σαλεύεσθαι.

Ἐν μέσῳ δέ ἐστι τῆς πόλεως ὁ Θεὸς, ἴσας πανταχόθεν ἐπὶ τὰ πέρατα τοῦ κύκλου τῆς ἑαυτοῦ προνοίας τὰς ἀκτῖνας ἐκπέμπων. Οὕτω γὰρ τὸ δίκαιον τοῦ Θεοῦ διασώζεται, τὸ αὐτὸ μέτρον τῆς ἀγαθότητος διανέμοντος ἅπασι. Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωὶ πρωί. Τὴν μὲν οὖν παρ᾽ ἡμῖν πρωίαν ὁ αἰσθητὸς ἥλιος ποιεῖ, ἐπειδὰν τὸν καθ᾽ ἡμᾶς ὁρίζοντα ὑπερκύψῃ· τὴν δὲ ἐν τῇ ψυχῇ πρωίαν ὁ τῆς δικαιοσύνης Ἥλιος ἀποτελεῖ τῇ ἀνατολῇ τοῦ φωτὸς τοῦ νοητοῦ ποιῶν ἡμέραν ἐν τῷ παραδεξαμένῳ αὐτόν. Ἐν νυκτὶ γάρ ἐσμεν παρὰ τὸν καιρὸν τῆς ἀγνωσίας οἱ ἄνθρωποι.

Ἐπειδὰν οὖν, ἀναπετάσαντες ἑαυτῶν τὸ ἡγεμονικὸν, ὑποδεξώμεθα τὸ ἀπαύγασμα τῆς δόξης, καὶ περιλαμφθῶμεν τῷ φωτὶ τῷ ἀϊδίῳ, Βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωὶ πρωί. Ἐπειδὰν γενώμεθα τέκνα φωτὸς, καὶ ἡ νὺξ μὲν ἡμῖν προκόψῃ, ἡ δὲ ἡμέρα ἐγγίσῃ, τότε ἄξιοι τῆς τοῦ Θεοῦ βοηθείας γινόμεθα.

Βοηθεῖ οὖν τῇ πόλει ὁ Θεὸς, διὰ τῆς ἰδίας ἀνατολῆς καὶ ἐπιφανείας πρωίαν αὐτῇ ἐμποιῶν. Ἰδοὺ γὰρ ἄνθρωπος, φησὶν, Ἀνατολὴ ὄνομα αὐτῷ. Οἷς ἂν οὖν ἐπανατείλῃ τὸ νοητὸν φῶς, λυομένου τοῦ ἐκ τῆς ἀγνοίας καὶ πονηρίας σκότους, πρωία τούτοις ἐγγίνεται. Ἐπεὶ οὖν φῶς εἰς τὸν κόσμον ἐλήλυθεν, ἵνα ὁ περιπατῶν ἐν αὐτῷ μὴ προσκόπτῃ, ἡ βοήθεια αὐτοῦ πρωίας ἐστὶ παρεκτική. Ἢ τάχα ἐπειδὴ ὄρθρου βαθέος ἡ ἀνάστασις ἦν, βοηθήσει ὁ Θεὸς τῇ πόλει τὸ πρὸς πρωὶ πρωὶ, ὁ τὴν κατὰ τοῦ θανάτου νίκην πρωία τῇ τρίτῃ ἡμέρᾳ τῆς ἀναστάσεως ἐργασάμενος.

Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ. Νόησόν μοι τινὰ πόλιν ἐπιβουλευομένην παρὰ τῶν ἐπιστρατευόντων αὐτῇ πολεμίων, τέως μὲν περικαθεζομένων αὐτὴν ἐθνῶν πολλῶν καὶ βασιλέων τῶν καθ᾽ ἕκαστον ἔθνος τὰ σκῆπτρα διαλαχόντων· εἶτά τινα στρατηγὸν, ἄμαχον τὴν ῥώμην, ἀθρόως ἐπιφανέντα εἰς βοήθειαν τῇ πόλει ταύτῃ, λύοντα μὲν τὴν πολιορκίαν, σκεδαννύντα δὲ τὴν συστροφὴν τῶν ἐθνῶν, εἰς φυγὴν δὲ τοὺς βασιλεῖς συνελαύνοντα ἐκ μόνου τοῦ ἐμβοῆσαι αὐτοῖς μετὰ δυνάμεως, καταπλῆξαί τε αὐτῶν τὰς καρδίας τῇ στεῤῥότητι τῆς φωνῆς. Πόσην οὖν εἰκὸς ταραχὴν συστῆναι, τῶν ἐθνῶν διωκομένων, καὶ τῶν βασιλέων εἰς φυγὴν ἐκκλινάντων· θροῦν δέ τινα ἄσημον καὶ ἦχον ἀκατάπαυστον ἐκ τῆς τεθορυβημένης αὐτῶν φυγῆς ἀναπέμπεσθαι, πάντα δὲ τόπον πλήρη εἶναι τῶν ὑπὸ δειλίας φυγαδευθέντων, ὥστε σάλον ἐγγίνεσθαι πανταχοῦ ταῖς ὑποδεχομέναις αὐτοὺς πόλεσιν ἢ κώμαις; Τὴν τοιαύτην οὖν παρίστησι τῇ πόλει τοῦ Θεοῦ παρὰ τοῦ Σωτῆρος ἀντίληψιν ἐν τῷ λέγειν· Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ.

Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ. Εἶδε τὸν ἐνανθρωπήσαντα Θεὸν, εἶδε τὸν ἐκ Παρθένου ἁγίας γεννηθέντα Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον Μεθ᾽ ἡμῶν ὁ Θεός· καὶ διὰ τοῦτο προφητικῶς ἐκβοᾷ· Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν· δεικνὺς, ὅτι οὗτός ἐστιν ὁ τοῖς ἁγίοις προφήταις καὶ πατριάρχαις ἐμφανισθείς.

Ἀντιλήπτωρ ἡμῶν, φησὶν, οὐχὶ ἄλλος Θεὸς παρὰ τὸν ὑπὸ τῶν προφητῶν παραδιδόμενον· ἀλλ᾽ ὁ Θεὸς Ἰακὼβ, ὁ ἐν τῷ χρηματισμῷ πρὸς τὸν ἑαυτοῦ θεράποντα διαλεχθείς· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ.

Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τοὺς μακρὰν ὄντας τοῦ λόγου τῆς ἀληθείας εἰς τὴν διὰ τῆς ἐπιγνώσεως ἐγγύτητα προσκαλεῖται ὁ λόγος λέγων· Δεῦτε καὶ ἴδετε.

Ὥσπερ γὰρ ἐπὶ τῶν σωματικῶν ὀφθαλμῶν αἱ μὲν ἐπὶ πολὺ ἀποστάσεις ἀμυδρὰν ποιοῦσι τὴν τῶν ὁρωμένων κατάληψιν, οἱ δὲ προσεγγισμοὶ τῶν θεωρούντων ἐναργῆ παρέχονται τῶν βλεπομένων τὴν ἐπίγνωσιν· οὕτω καὶ ἐπὶ τῶν κατὰ νοῦν θεωρημάτων, ὁ μὴ διὰ τῶν ἔργων οἰκειωθεὶς καὶ πλησιάσας Θεῷ ἰδεῖν τὰ ἔργα αὐτοῦ καθαροῖς τοῖς διανοίας ὀφθαλμοῖς οὐ δύναται. Διὰ τοῦτο, Δεῦτε, προσεγγίσατε πρότερον, εἶτα ἴδετε τὰ ἔργα Κυρίου τεράστια ὄντα καὶ παράδοξα· ὑφ᾽ ὧν καταπλαγέντα τὰ πρότερον πολέμια καὶ στασιώδη ἔθνη πρὸς ἡσυχίαν μετέβαλε.

Δεῦτε, τέκνα, ἀκούσατέ μου· καὶ, Δεῦτε πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι. Πατρικὴ ἡ φωνὴ, ἡπλωμέναις ἀγκάλαις πρὸς ἑαυτὸν καλοῦντος τοὺς τέως ἀφηνιάζοντας. Ὁ οὖν ἀκούσας τῆς κλήσεως, καὶ ἐγγίσας, καὶ κολληθεὶς τῷ προστάξαντι, ὄψεται τὸν εἰρηνοποιήσαντα τὰ πάντα διὰ τοῦ σταυροῦ, Εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.

Τόξον συντρίψει, καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ὁρᾷς τὸ εἰρηνικὸν Κυρίου τῶν δυνάμεων, ὅτι ἔχων μεθ᾽ ἑαυτοῦ ἀοράτους δυνάμεις ἀγγελικῶν καταλόγων; Ὁρᾷς τὸ ἀνδρεῖον ὁμοῦ καὶ φιλάνθρωπον τοῦ ἀρχιστρατήγου τῶν δυνάμεων; ὅς γε, Κύριος ὢν τῶν δυνάμεων, καὶ πάντα ἔχων τὰ συστήματα τῶν ἀγγελικῶν καταλόγων, οὐδαμοῦ τινα τιτρώσκει τῶν πολεμίων, οὐδένα καταβάλλει, οὐδενὸς ἅπτεται· ἀλλὰ τόξα συντρίβει, καὶ ὅπλα, καὶ θυρεοὺς κατακαίει ἐν πυρί. Τόξον μὲν συντρίβει, ὥστε μηκέτι τὰ πεπυρωμένα βέλη ἐκπέμπεσθαι δι᾽ αὐτῶν· ὅπλα δὲ συνθλάσει τὰ ἀγχέμαχα, ὡς μὴ δύνασθαι τοὺς σύνεγγυς τραύματα δέχεσθαι ἐπιβουλευομένους. Καὶ θυρεοὺς κατακαύσει ἐν πυρὶ, γυμνῶν τοὺς ἀντικειμένους ἀπὸ τῶν προβλημάτων, καὶ πάντα ἐπ᾽ εὐεργεσίᾳ τῶν ἐχθρῶν ἐνεργῶν.

Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐφ᾽ ὅσον μὲν τοῖς ἔξω Θεοῦ σχολάζομεν πράγμασιν, οὐ δυνάμεθα χωρῆσαι γνῶσιν Θεοῦ. Τίς γὰρ μεριμνῶν τὰ τοῦ κόσμου, καὶ ἐμβαθύνων τοῖς περισπασμοῖς τῆς σαρκὸς, δύναται τοῖς περὶ Θεοῦ λόγοις προσέχειν, καὶ τῇ ἀκριβείᾳ τῶν τηλικούτων θεωρημάτων ἀρκεῖν;

Οὐχ ὁρᾷς, ὅτι ὁ εἰς τὰς ἀκάνθας ἐμπεσὼν λόγος ὑπὸ τῶν ἀκανθῶν συμπνίγεται; Ἄκανθαι δέ εἰσιν ἡδοναὶ σαρκὸς, καὶ πλοῦτος καὶ δόξα, καὶ βιωτικαὶ μέριμναι. Πάντα δὲ τούτων ἔξω δεήσει γενέσθαι τὸν ἐπιδεόμενον τῆς γνώσεως τοῦ Θεοῦ, καὶ σχολάσαντα ἀπὸ τῶν παθῶν, οὕτως ἀναλαβεῖν τὴν ἐπίγνωσιν τοῦ Θεοῦ.

Πῶς γὰρ εἰσέλθῃ εἰς ψυχὴν στενοχωρουμένην ὑπὸ τῶν προκαταλαβόντων αὐτὴν διαλογισμῶν ἡ περὶ Θεοῦ ἔννοια; Οἶδε δὲ καὶ Φαραὼ, ὅτι ἴδιόν ἐστι τοῦ σχολάζοντος ἐκζητεῖν τὸν Θεὸν, καὶ διὰ τοῦτο ὀνειδίζει τὸν Ἰσραήλ· Σχολάζετε, σχολασταί ἐστε, καὶ λέγετε· Κυρίῳ τῷ Θεῷ ἡμῶν προσευξόμεθα. Αὕτη μὲν οὖν ἡ σχολὴ ἀγαθὴ τῷ σχολάζοντι καὶ ὠφέλιμος, ἡσυχίαν ἐμποιοῦσα πρὸς τὴν τῶν σωτηρίων διδαγμάτων ἀνάληψιν· πονηρὰ δὲ σχολὴ ἡ τῶν Ἀθηναίων, οἷς Εἰς οὐδὲν ἄλλο εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον· ἣν καὶ νῦν τινες μιμοῦνται, τῇ τοῦ βίου σχολῇ πρὸς τὴν ἀεί τινος καινοτέρου δόγματος εὕρεσιν ἀποχρώμενοι. Ἡ τοιαύτη σχολὴ φίλη ἐστὶν ἀκαθάρτοις καὶ πονηροῖς πνεύμασιν. Ὅταν ἐξέλθῃ, φησὶ, τὸ ἀκάθαρτον πνεῦμα ἀπὸ τοῦ ἀνθρώπου, λέγει, Πορεύσομαι εἰς τὸν τόπον ὅθεν ἐξῆλθον.

Καὶ ἐλθὸν εὑρίσκει τὸν οἶκον ἐκεῖνον σχολάζοντα καὶ σεσαρωμένον. Μὴ γένοιτο οὖν ἡμᾶς σχολὴν ποιῆσαι τῷ ἀντικειμένῳ πρὸς τὴν εἴσοδον, ἀλλὰ ἀσχολήσωμεν ἡμῶν τὸν ἔσω οἶκον, προενοικίσαντες ἐν ἑαυτοῖς διὰ τοῦ Πνεύματος τὸν Χριστόν.

Μετὰ γοῦν τὸ χαρίσασθαι τὴν εἰρήνην τοῖς τέως ταρασσομένοις ὑπὸ τῶν πολεμίων, τότε λέγει τὸ, Σχολάσατε ἀπὸ τῶν περισπώντων ὑμᾶς ἐχθρῶν, ἵνα ἐν ἡσυχίᾳ τοὺς περὶ τῆς ἀληθείας θεωρήσητε λόγους. Διὰ τοῦτο καὶ ὁ Κύριος, Πᾶς ὅστις οὐκ ἀποτάσσεται, φησὶ, πᾶσι τοῖς ὑπάρχουσιν, οὐ δύναταί μου εἶναι μαθητής. Σχολάσαι οὖν δεῖ ἀπὸ τῶν γαμικῶν ἔργων, ἵνα σχολάσωμεν τῇ προσευχῇ· σχολάσαι ἀπὸ τῶν περὶ τὸν πλοῦτον σπουδῶν, ἀπὸ τῆς περὶ τὸ δοξάριον τοῦτο ἐπιθυμίας, ἀπὸ τῶν πρὸς ἀπόλαυσιν ἡδονῶν, ἀπὸ φθόνου καὶ πάσης τῆς εἰς τὸν πλησίον ἡμῶν πονηρίας, ἵνα, γαληνιώσης ἡμῶν τῆς ψυχῆς καὶ ὑπ᾽ οὐδενὸς πάθους ταρασσομένης, οἷον ἐν κατόπτρῳ τινὶ καθαρὰ γένηται καὶ ἀνεπισκότητος ἡ ἔλλαμψις τοῦ Θεοῦ. Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Σαφῶς ταῦτα λέγει περὶ τοῦ καθ᾽ ἑαυτὸν πάθους ὁ Κύριος, καθὼς ἐν τῷ Εὐαγγελίῳ γέγραπται· Κἀγὼ, ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Καὶ ὅτι ὥσπερ Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτω δεῖ ὑψωθῆναι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς. Ἐπεὶ οὖν ὑπὲρ τῶν ἐθνῶν ἔμελλεν ὑψοῦσθαι πρὸς τὸν σταυρὸν, καὶ ὑπὲρ πάσης τῆς γῆς τὴν ὕψωσιν καταδέχεσθαι, διὰ τοῦτό φησιν· Ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ.

Ἐπαγαλλόμενος τῇ τοῦ Θεοῦ βοηθείᾳ, δὶς τὴν αὐτὴν φωνὴν ἐξεβόησε· Κύριος τῶν δυνάμεων μεθ᾽ ἡμῶν· οἱονεὶ ἐπεμβαίνων καὶ ἐναλλόμενος τῷ ἐχθρῷ, διὰ τὴν τελείαν ἐπὶ τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν πεποίθησιν, ὡς οὐδὲν πεισόμενος παρ᾽ αὐτοῦ. Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ᾽ ἡμῶν; Ὁ τῷ Ἰακὼβ τὴν νίκην χαρισάμενος, καὶ μετὰ τὴν πάλην ἀποδείξας αὐτὸν Ἰσραὴλ, οὗτός ἐστιν ἀντιλήπτωρ ἡμῶν· αὐτὸς πολεμεῖ ὑπὲρ ἡμῶν. Ἡμεῖς δὲ ἡσυχάσωμεν, ὅτι Αὐτός ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον.