Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς Ψαλμούς

Μέγας Βασίλειος

Ερμηνεία εις τον ΝΘ΄ Ψαλμό

Ερμηνεία του πεντηκοστού ενάτου Ψαλμού. Εξετάζεται το ιστορικό υπόβαθρο της επιγραφής και η προφητική σημασία της. Τονίζεται η κλήση των εθνών και η σωτηριώδης αξία των θλίψεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 12 από 14

ΕΙΣ ΤΟΝ ΝΘʹ ΨΑΛΜΟΝ. Πρὸς τὸ πρόθυμον ἀφορῶντα τῆς ὑμετέρας ἀκοῆς, καὶ τὸ τῆς ἐμαυτοῦ δυνάμεως ἀσθενὲς, ὑπῆλθέ μέ τις εἰκὼν παιδίου νεανικωτέρου λοιπὸν, οὔπω μέντοι ἀπογεγαλακτισμένου, διοχλοῦντος δὲ τὴν μητρῴαν θηλὴν ὑπ᾽ ἀῤῥωστίας κατεψυγμένην· ᾧ κἂν αἰσθάνηται ἡ μήτηρ ξηρὰς ἔχουσα τὰς πηγὰς τοῦ γάλακτος, ἑλκομένη καὶ σπαρασσομένη παρ᾽ αὐτοῦ τὸν μαζὸν ἐπιδίδωσιν· οὐχ ἵνα θρέψῃ τὸ νήπιον, ἀλλ᾽ ἵνα παύσῃ κλαυθμυριζόμενον. Καὶ τοίνυν εἰ καὶ τὰ ἡμέτερα κατεξηραμμένα τῇ μακρᾷ ταύτῃ καὶ ποικίλῃ τοῦ σώματος ἀῤῥωστίᾳ, ὅμως πρόκειται ὑμῖν, οὐκ ἀπόλαυσιν ἀξιόλογον, ἀλλὰ πληροφορίαν τινὰ παρεχόμενα, διότι τῆς ἀγάπης ὑμῶν τὸ ὑπερβάλλον ἀρκεῖται καὶ μόνῃ τῇ φωνῇ τὸν ἐφ᾽ ἡμῖν πόθον καταπραῧναι. Προσειρήσθω τοίνυν ἡ τοῦ Θεοῦ Ἐκκλησία, καὶ διδασκέσθω λέγειν ὅπερ ἀρτίως ἐλέγομεν· Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. Ὥστε τάχα οὐδὲ τὸ προφασίζεσθαι ἀῤῥωστίαν ἡμῖν ἡ τοῦ ψαλμοῦ διάνοια συγχωρεῖ, εἴπερ ἡ θλίψις βοηθείας πρόξενος, ἀλλ᾽ οὐκ ἀσθενείας ἐστὶν ἀφορμή. Τοῖς οὖν ἀπωσμένοις διὰ τὰς ἁμαρτίας, εἶτα διὰ φιλανθρωπίαν Θεοῦ πάλιν προσδεχθεῖσιν εὔκαιρον λέγειν· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς· ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς. Μᾶλλον δὲ, ἐπειδὴ εἰς ἀκολουθίαν ὁ λόγος τῆς τοῦ ψαλμοῦ διανοίας ἐνέπεσε, δεῦρο μετρίως ἁψώμεθα αὐτοῦ τῆς ἐξηγήσεως.

Ἡ ἱστορία τοῦ προκειμένου ψαλμοῦ αὐτολεξεὶ μὲν, κατὰ τὴν ἐπιγραφὴν, οὐδέπω καὶ νῦν εὕρηταί που κειμένη τῶν θεοπνεύστων ἱστοριῶν· τὰ μέντοι ἰσοδυναμοῦντα αὐτῇ τοῖς φιλοπόνως ἐρευνῶσιν ἐν τῇ δευτέρᾳ βίβλῳ τῶν Βασιλειῶν εὑρεθήσεται, ἐν ᾗ γέγραπται· Καὶ ἐπάταξε Δαβὶδ τὸν Ἀδραζὰρ υἱὸν Ῥαὰβ, βασιλέα Σωβᾶ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην.

Καὶ προκατελάβετο Δαβὶδ τῶν αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν. Καὶ παρέλυσε Δαβὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο ἐξ αὐτῶν ἑκατὸν ἅρματα. Καὶ μετὰ βραχέα λέγει· Καὶ ἐβασίλευσε Δαβὶδ ἐπὶ Ἰσραὴλ, καὶ ἦν Δαβὶδ ποιῶν κρίμα καὶ δικαιοσύνην, καὶ Ἰωὰβ υἱὸς Σαρουΐας ἐπὶ τῆς στρατιᾶς. Καὶ μετ᾽ ὀλίγα· Καὶ ἀπέστειλαν οἱ υἱοὶ Ἀμμὼν, καὶ ἐμισθώσαντο τὴν Συρίαν Ῥοὼβ, καὶ τὴν Συρίαν Σωβᾶ εἴκοσι χιλιάδας ἀνδρῶν· καὶ εἶδεν Ἰωὰβ, ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου, καὶ ἐπέλεξεν ἐκ πάντων τῶν υἱῶν Ἰσραὴλ, καὶ παρετάξαντο ἐξεναντίας Συρίας. Καὶ εἶδον οἱ δοῦλοι Ἀδραζὰρ, ὅτι ἔπταισαν ἀπέναντι Ἰσραὴλ, καὶ ηὐτομόλησαν ἐπὶ Ἰσραὴλ, καὶ ἐδούλευσαν αὐτοῖς.

Ταύτῃ τῇ περικοπῇ τῆς ἱστορίας εὑρίσκομεν τὴν ἐπιγραφὴν τοῦ ψαλμοῦ συμβαίνουσαν· πλήν γε ὅτι ὁ χρόνος ἐστὶ τῆς στηλογραφίας ταύτης, καθ᾽ ὃν λαμπρότατος ἑαυτοῦ καὶ περιφανέστατος ἦν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασιν ὁ Δαβίδ. Ὥστε ζητήσεως ἄξιον, πῶς ἀπὸ ὀδυρμῶν καὶ θρήνων ἄρχεται, δέον περιχαρῆ εἶναι καὶ εὔθυμον ἐπὶ τοῖς κατορθώμασιν.

Ἄλλαι γὰρ ἑορταζόντων φωναὶ, καὶ ἄλλαι σκυθρωπαζόντων. Ἐπινίκια δὲ ἑορτῆς ὑπόθεσις πανδήμου, οὐ στρατιώταις μόνον, ἀλλὰ καὶ γεωργοῖς, καὶ ἐμπόροις, καὶ χειροτέχναις, καὶ πᾶσι τοῖς μετέχουσι τῶν ἀγαθῶν τῆς εἰρήνης. Πῶς οὖν, Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς; Καὶ μὴν προσελάβετο τοὺς νενικηκότας. Πῶς δὲ καθεῖλεν οὓς τοσοῦτον ηὔξησε, προσθεὶς αὐτοῖς ὅπλα, καὶ ἅρματα, καὶ ἵππους, καὶ ὑπηκόους καὶ χώραν ὑπόφορον, τὴν Ἀραβίαν πᾶσαν, τὴν Φοινικὴν, τὴν Μέσην τῶν ποταμῶν; Ἄξιον ἐπιστῆσαι, μή τινα ἀχαριστίαν ἔχει τὰ ῥήματα. Ὁ γὰρ ἀνελὼν μὲν πρότερον τὸν Ἀδραζὰρ βασιλέα Σωβᾶ, λαβὼν δὲ παρ᾽ αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας πεζῶν, πάλιν δὲ τὸν Συρίας βασιλέα ἐπιβοηθοῦντα τῷ ἐπταικότι δουλωσάμενος, καὶ ὑπόφορον καταστήσας, καὶ ἐν μιᾷ καιροῦ ῥοπῇ εἴκοσι καὶ δύο χιλιάδας αὐτοῦ καταφονεύσας, καὶ τρίτην νίκην τοὺς υἱοὺς Ἀμμὼν νικήσας παραταξαμένους παρὰ τὴν θύραν τῆς πόλεως διὰ Ἰωὰβ τοῦ ἀρχιστρατήγου, ὃς διελὼν δίχα τὴν δύναμιν, τοῖς μὲν ἀπήντα κατὰ πρόσωπον, τοὺς δὲ κατὰ νότου περιελθὼν ἐχειρώσατο· πῶς ἐπὶ τοῖς τοιούτοις ἀνδραγαθήμασι στυγνὰ οὕτω καὶ κατηφῆ φθέγγεται, λέγων· Ὁ Θεὸς, ἀπώσω ἡμᾶς, καὶ καθεῖλες ἡμᾶς· ὠργίσθης, καὶ ᾠκτείρησας ἡμᾶς;

Ἀλλ᾽ ὁ μὲν καιρὸς τῆς στηλογραφίας οὗτος ἦν ὁ τῶν κατορθωμάτων· ἡ δὲ δύναμις τῶν γεγραμμένων εἰς τὸ τέλος ἔχει τὴν ἀναφοράν· τέλος δὲ λέγει τὸ ἐπὶ συντελείᾳ τῶν αἰώνων ἐκβήσεσθαι μέλλον. Διὸ καὶ τοῖς ἀλλοιωθησομένοις γεγράφθαι φησὶ τὸν ψαλμόν. Ἔστι δὲ ἁπαξαπλῶς περὶ παντὸς τοῦ γένους τῶν ἀνθρώπων νοῆσαι, ὡς εἰς πάντας τῆς ἀπὸ τοῦ ψαλμοῦ διαβαινούσης ὠφελείας. Ἀλλοιούμενοι γὰρ καὶ ἀλλοιωθησόμενοι οἱ μήτε τὴν τοῦ σώματος ἕξιν τὴν αὐτὴν διασώζοντες, μήτε ἐπὶ τῆς γνώμης ἀεὶ τῆς αὐτῆς βεβηκότες, ἀλλὰ τὸ μὲν σῶμα κατὰ τὰς τῶν ἡλικιῶν μεταβολὰς ἀλλοιούμενοι, τὴν δὲ διάνοιαν πρὸς τὰς ποικιλίας τῶν συμπτωμάτων μετατιθέμενοι.

Ἄλλοι μὲν γάρ ἐσμεν παῖδες, καὶ ἄλλοι ἔφηβοι, καὶ ἀνδρωθέντες ἕτεροι, καὶ ἀπογηράσαντες πάλιν παντελῶς ἀλλοιούμεθα. Καὶ ἄλλοι μὲν ἐν ταῖς φαιδροτέραις ἐσμὲν καταστάσεσι τῶν πραγμάτων· ἄλλοι δὲ ἐξ ἄλλων γινόμεθα τραχυτέρᾳ συντυχίᾳ καιρῶν κεχρημένοι· ἄλλοι νοσοῦντες, καὶ ἄλλοι εὐπαθοῦντες· ἄλλοι ἐν γάμοις, καὶ ἄλλοι ἐν πένθεσιν. Ἢ διὰ τὸ μὴ εἰρῆσθαι, Τοῖς ἀλλοιουμένοις, ἀλλὰ, Τοῖς ἀλλοιωθησομένοις, καὶ τὴν φωνὴν ἔνδειξιν ἔχειν προφητείας, τῷ εἰς τὸ μέλλον ἐκκεκλίσθαι τὸν χρόνον, ἀκολουθότερον ἐννοεῖν τοὺς ἀλλοιωθησομένους τοὺς μέλλοντας, τὴν πρὸς τὰ μάταια τῶν πατέρων συνήθειαν ἀφέντας, τῇ κατὰ τὸ Εὐαγγέλιον ἀκριβείᾳ κανονίζειν τὴν πολιτείαν. Οὐ τοίνυν τοῖς τότε Ἰουδαίοις ὁ ψαλμὸς γέγραπται, ἀλλ᾽ ἡμῖν τοῖς ἀλλοιωθησομένοις, τοῖς τὴν πολυθεΐαν εἰς εὐσέβειαν διαμείβουσι, τὴν περὶ τὰ εἴδωλα πλάνην εἰς τὴν τοῦ ποιήσαντος ἡμᾶς ἐπίγνωσιν· τοῖς ἀντὶ ἡδονῆς παρανόμου σωφροσύνην ἔννομον αἱρουμένοις· ἀντὶ αὐλῶν, καὶ χορῶν, καὶ μέθης, ψαλμὸν, καὶ νηστείαν, καὶ προσευχὴν μεταλαμβάνουσιν.

Ἡμῖν οὖν γεγράφθαι τὸν ψαλμὸν εἰπών τις, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. Διὸ καὶ ἡμέτερά ἐστι τὰ θεῖα λόγια, καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, ὡς θεόπεμπτα δῶρα, καθ᾽ ἕκαστον σύλλογον ὑπαναγινώσκεται, οἷόν τις τροφὴ ψυχῶν χορηγουμένη διὰ τοῦ Πνεύματος. Ἀλλὰ καὶ εἰς στηλογραφίαν γέγραπται ὁ ψαλμός· τουτέστι, μὴ πάρεργος ἔστω αὐτοῦ ἡ ἀκρόασις· μηδὲ, ὥσπερ τὰ ἐν τῇ εὐφθάρτῳ ὕλῃ γραφόμενα ταχὺν λαμβάνει τὸν ἀφανισμὸν, οὕτως ἐν τῇ σεαυτοῦ διανοίᾳ πρὸς ὀλίγον ἐγχαράξας τῇ μνήμῃ, εἶτα συγχωρήσῃς αὐτὰ συγχυθῆναι καὶ ἀφανισθῆναι· ἀλλ᾽ ἔχε ἐνεστηλιτευμένα σου τῇ ψυχῇ· τουτέστιν ἀκίνητα καὶ πάγια εἰς πάντα τὸν χρόνον ἐνιδρυμένα τῇ μνήμῃ. Ἐὰν δὲ παρωθῆται ἡμᾶς ὁ Ἰουδαῖος ὡς ἀλλοτρίους τῶν γεγραμμένων, ἐκ τῶν γεγραμμένων αὐτὸν δυσωπήσωμεν· δηλοῦντες τὸ σύμμικτον τῆς κλήσεως· ὅπως τὰ διεστῶτα συνάγει, τὰ μακρὰν συγκαλεῖ, ἕνα ποιεῖ τοὺς πολλοὺς διὰ τῆς εἰς Χριστὸν πίστεως. Ἐμός ἐστι, φησὶ, Γαλαάδ· καὶ ἐμός ἐστι Μανασσῆς. Καὶ τὸν Ἐφραῒμ εἶπε, καὶ τὸν Ἰούδαν προσελάβετο· καὶ συνηρίθμησε τὸν Μωάβ. Καὶ τῆς Ἰδουμαίας ἐπιβήσεσθαι ἀπειλεῖ· καὶ πάντων ὁμοῦ τὴν ὑποταγὴν εὐαγγελίζεται· Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.

Ὁ Θεὸς οὖν ἀπώσω ἡμᾶς. Τοὺς μακρύνοντας ἑαυτοὺς ἀπὸ σοῦ κατὰ τὴν ἀναλογίαν τῶν ἁμαρτημάτων ἀπώσω. Τὰ συστήματα τῆς πονηρίας ἡμῶν καθεῖλες, [εὐεργετῶν ἡμᾶς διὰ τῆς ἀσθενείας.] Ὠργίσθης, ὅτε ἦμεν φύσει τέκνα ὀργῆς, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. ᾨκτείρησας ἡμᾶς, ὅτε τὸν Μονογενῆ σου προέθου ἱλαστήριον ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, ἵνα ἐν τῷ αἵματι αὐτοῦ τὴν ἀπολύτρωσιν εὕρωμεν. Ἃ οὐκ ἂν ἐγνωρίσαμεν εὐεργετούμενοι, εἰ μὴ ἐπότισας ἡμᾶς Οἶνον κατανύξεως.

Οἶνον λέγει τὸν λόγον τὸν τὴν πεπωρωμένην καρδίαν εἰς συναίσθησιν ἄγοντα. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. Μωϋσῆς μὲν τὰς φλιὰς τῶν Ἰσραηλιτῶν τῷ αἵματι τοῦ προβάτου κατεσημήνατο· σὺ δὲ ἔδωκας ἡμῖν σημείωσιν, αὐτὸ τὸ αἷμα τοῦ ἀμώμου ἀμνοῦ τοῦ σφαγιασθέντος ὑπὲρ τῆς ἁμαρτίας τοῦ κόσμου. Καὶ Ἰεζεκιὴλ ἐπὶ τὰ μέτωπα τῶν προσώπων δίδοσθαι λέγει τὸ σημεῖον. Πορεύεσθε γὰρ, φησὶν, ὀπίσω αὐτοῦ, καὶ κόπτετε· μὴ φείσησθε· μηδὲ ἐλεήσητε. Πρεσβύτερον, καὶ νεανίσκον, καὶ νήπιον, καὶ παρθένον, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας, ἐφ᾽ οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε. Ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ, Ἀγαλλιάσομαι, καὶ διαμεριῶ Σίκιμα. Σίκιμα τὸ ἐξαίρετον χωρίον, τῷ Ἰωσὴφ παρὰ τοῦ Ἰακὼβ δεδομένον, τύπος τῆς διαθήκης τῆς μόνῳ δοκούσης τῷ Ἰσραὴλ δεδωρῆσθαι.

Τὴν τοίνυν ἐξαίρετον διαθήκην καὶ κληρονομίαν τοῦ λαοῦ ταύτην εἰς μερισμὸν ἄξω, καὶ κοινὴν ποιήσω πρὸς τοὺς λοιπούς. Διαμερισθείσης οὖν τῆς διαθήκης εἰς πάντας, καὶ τοῦ ἀπ᾽ αὐτῆς ὠφελίμου κοινοῦ πᾶσι τοῖς εὐεργετουμένοις παρὰ Θεοῦ γινομένου, τότε καὶ ἡ κοιλὰς τῶν σκηνῶν διαμετρηθήσεται· τουτέστιν, ἡ οἰκουμένη πᾶσα, οἱονεὶ κλήροις τισὶ, ταῖς καθ᾽ ἕκαστον τόπον παροικίαις διαιρεθήσεται. Τότε καὶ τὰ διεστῶτα συνάψει, Ὁ εἰρηνοποιῶν εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς· Καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὰ ἀμφότερα ποιήσει ἕν.

Ἐμός ἐστι Γαλαὰδ, καὶ ἐμός ἐστι Μανασσῆς. Ἔγγονος τοῦ Μανασσῆ ὁ Γαλαάδ· ἵνα δείξῃ τὴν τῶν πατριαρχῶν ἀκολουθίαν παρὰ Θεοῦ καθήκουσαν, ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα. Καὶ Ἐφραῒμ ἀντίληψις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου. Τὰ ἀποῤῥαγέντα μέρη συνάπτει διὰ τῆς ὁμονοίας.

Ὁ Μωὰβ τῆς ἐλπίδος λέβης. Ἢ, Λέβης, φησὶ, λουτροῦ, ἄλλος τις τῶν ἑρμηνευσάντων· ἢ, Λέβης ἀμεριμνίας· τουτέστιν, ὁ ἀπόβλητος ἄνθρωπος, ὁ ἀπειλὴν ἔχων μὴ εἰσελεύσεσθαι εἰς Ἐκκλησίαν Κυρίου. Οὐκ εἰσελεύσεται γὰρ Μωαβίτης καὶ Ἀμμανίτης ἕως τρίτης καὶ ἕως δεκάτης γενεᾶς, καὶ εἰς τὸν αἰῶνα χρόνον. Ὅμως ἐπειδὴ τὸ βάπτισμα ἄφεσιν ἔχει ἁμαρτημάτων, καὶ ἀμεριμνίας πρόξενον γίνεται τοῖς καταχρέοις, τὴν διὰ τοῦ βαπτίσματος ἀπολύτρωσιν καὶ πρὸς Θεὸν οἰκείωσιν ἐνδεικνύμενος, Μωὰβ, φησὶ, λέβης ἐστὶ λουτροῦ, ἢ, Λέβης ἀμεριμνίας.

Πάντες οὖν ἀλλόφυλοι ὑπετάγησαν τῷ ζυγῷ τοῦ Χριστοῦ ὑποκύψαντες· διὰ τοῦτο ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλεῖ τὸ ἑαυτοῦ ὑπόδημα. Ὑπόδημα δὲ τῆς θεότητος ἡ σὰρξ ἡ θεοφόρος, δι᾽ ἧς ἐπέβη τοῖς ἀνθρώποις. Ἐπὶ ταύτῃ τῇ ἐλπίδι μακαρίζων τὸν καιρὸν τῆς τοῦ Κυρίου ἀποδημίας ὁ Προφήτης φησί· Τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; Τάχα τὴν Ἐκκλησίαν λέγει· πόλιν μὲν, διὰ τὸ σύστημα εἶναι νομίμως οἰκούμενον· περιοχῆς δὲ διὰ τὴν τῆς πίστεως περιβολήν. Ὅθεν εὐσημότατά τις τῶν ἑρμηνευσάντων ἐκδέδωκεν, Εἰς πόλιν περιπεφραγμένην.

Τίς οὖν δώσει μοι τὸ μέγα τοῦτο θέαμα ἰδεῖν, Θεὸν ἀνθρώποις ἐπιδημοῦντα; Τοῦτό ἐστι τὸ εἰρημένον παρὰ τοῦ Κυρίου· ὅτι Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον. Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως. Μὴ ἀπὸ ἰσχύος ζητήσωμεν τὴν βοήθειαν· μὴ ἀπὸ εὐπαθείας σαρκός· ἀπὸ μηδενὸς τῶν παρὰ ἀνθρώποις νενομισμένων περιφανῶν ἀξιώσωμεν τυχεῖν τῆς ἀντιλήψεως. Οὐκ ἐν περιβολῇ χρημάτων, οὐκ ἐν δυνάμεως ὄγκῳ, οὐκ ἐν ὑψώματι δόξης τὸ κρατεῖν περιγίνεται, ἀλλ᾽ ἐκ τῆς καθ᾽ ὑπερβολὴν θλίψεως χαρίζεται Κύριος τοῖς ἐκζητοῦσιν αὐτὸν τὴν βοήθειαν.

Τοιοῦτος ἦν καὶ ὁ Παῦλος, καυχήματα ἑαυτοῦ τὰς θλίψεις ποιούμενος. Διὰ τοῦτο ἠδύνατο λέγειν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι. Δὸς οὖν ἡμῖν, Κύριε, βοήθειαν ἐκ θλίψεως· ἐπειδὴ ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὁρᾷς ποῦ ἀνάγει σε ἡ θλίψις; Εἰς τὴν ἀκαταίσχυντον ἐλπίδα. Νοσεῖς; εὐθύμει, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει. Πτωχεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ;

Μακάριος εἶ, ὅτι σου ἡ αἰσχύνη εἰς ἀγγέλου δόξαν μεταβληθήσεται. Πείσωμεν ἑαυτοὺς, ἀδελφοὶ, ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν, μηδὲ ἐκεῖθεν ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ᾽ ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ τὰς δεήσεις ποιεῖσθαι.

Οὗτος γὰρ λαμβάνει βοήθειαν ἐκ θλίψεως, ὁ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν, καὶ τῇ ἐπὶ τὸν σώζειν δυνάμενον ἡμᾶς ἐλπίδι στηριζόμενος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.