Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς Ψαλμούς

Μέγας Βασίλειος

Ερμηνεία εις τον ΞΑ΄ Ψαλμό

Ερμηνεία του εξηκοστού πρώτου Ψαλμού. Αναλύεται η υποταγή της ψυχής στον Θεό, η ανακαίνιση της πεπτωκυίας φύσεως, η ελευθερία του αυτεξουσίου και η ματαιότητα της αδικίας και του πλούτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 13 από 14

ΕΙΣ ΤΟΝ ΞΑʹ ΨΑΛΜΟΝ. Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ, ψαλμὸς τῷ Δαβίδ. Δύο ψαλμοὺς ἔγνωμεν Ὑπὲρ Ἰδιθοὺμ ἔχοντας τὴν ἐπιγραφήν· τόν τε τριακοστὸν ὄγδοον καὶ τὸν ἐν χερσί. Καὶ λογιζόμεθα μὲν Δαβὶδ εἶναι τὴν σύνταξιν τῆς πραγματείας· τῷ μέντοι Ἰδιθοὺμ δεδόσθαι εἰς ὠφέλειαν αὐτοῦ, ἐπὶ διορθώσει τῶν ἐν τῇ ψυχῇ παθημάτων, καὶ εἰς μελῳδίαν τὴν ἐπὶ τοῦ λαοῦ· δι᾽ ἧς καὶ ὁ Θεὸς ἐδοξάζετο, καὶ οἱ ἀκούοντες τῆς ἁρμονίας ἐπανωρθοῦντο τὰ ἤθη. Ἦν γὰρ καὶ ὁ Ἰδιθοὺμ ἱεροψάλτης, ὡς μαρτυρεῖ ἡμῖν ἡ ἱστορία τῶν Παραλειπομένων, λέγουσα· Καὶ μετ᾽ αὐτῶν Αἰμὰν καὶ Ἰδιθοὺμ, σάλπιγγές τε καὶ κύμβαλα τοῦ ἀναφωνεῖν, καὶ ὄργανα τῶν ᾠδῶν τοῦ Θεοῦ. Καὶ μετ᾽ ὀλίγα φησί· Καὶ ἔστησε Δαβὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ, τοὺς ἀποφθεγγομένους ἐν κινύραις, καὶ ἐν νάβλαις, καὶ ἐν τυμπάνοις. Περὶ ὑπομονῆς τοίνυν ἑκάτερος ψαλμὸς τὴν πλείστην ποιεῖται πραγματείαν, δι᾽ ἧς καταστέλλεται μὲν τῆς ψυχῆς τὸ θυμούμενον, ὑπερηφανίας δὲ πάσης ἐξορισθείσης, κατορθοῦται ταπείνωσις. Ἀμήχανον γὰρ τὸν μὴ καταδεξάμενον τὸ πρὸς πάντας ὑποδεὲς καὶ ἔσχατον δυνηθῆναί ποτε ἢ λοιδορούμενον θυμοῦ κρατῆσαι, ἢ θλιβόμενον διὰ μακροθυμίας περιγενέσθαι τῶν πειρασμῶν.

Ὁ γὰρ τὴν ἄκραν ταπείνωσιν κατορθώσας, ἐν μὲν ταῖς λοιδορίαις πλείονα ἑαυτοῦ προκαταγνοὺς τὴν εὐτέλειαν, οὐ κινηθήσεται τὴν ψυχὴν ὑπὸ τῶν ῥημάτων τῆς ἀτιμίας· ἀλλ᾽ ἐὰν μὲν ἀκούσῃ πένης, οἶδεν ἑαυτὸν πτωχὸν ὄντα, καὶ πάντων ἐνδεῆ, καὶ τῆς καθ᾽ ἡμέραν παρὰ τοῦ Κυρίου χορηγίας ἐπιδεόμενον· ἐὰν δὲ ἀκούσῃ δυσγενὴς καὶ ἐξ ἀφανῶν, προειλημμένον ἔχει ἐν τῇ ἑαυτοῦ καρδίᾳ τὸ ἐκ πηλοῦ γεγενῆσθαι. Διὰ τοῦτο ἐκεῖ μέν φησιν, Εἶπα, Φυλάξω τὰς ὁδούς μου, καὶ διηγεῖται τοῦ ἁμαρτωλοῦ τὴν ἐπισύστασιν, καὶ τὴν οἰκείαν μακροθυμίαν· Ἐν τῷ συστῆναι γὰρ, φησὶ, τὸν ἁμαρτωλὸν ἐναντίον μου, ἐκωφώθην καὶ ἐταπεινώθην, καὶ ἐσίγησα ἐξ ἀγαθῶν· εἶτα προϊὼν λέγει· Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν· εἶτα, Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Ἐν δὲ τῷ προκειμένῳ ψαλμῷ ἄρχεται διαπορητικῶς, οἱονεὶ τῇ ἑαυτοῦ ψυχῇ διαλεγόμενος, ὡς ἐξ ἀκολουθίας τῶν προειρημένων. Ἵνα γὰρ μὴ τῷ φρονήματι τῆς σαρκὸς ἡ ψυχὴ ὑποταγεῖσα, πρὸς ὀργὰς καὶ λύπας διερεθίζηται, ἵνα τί, φησὶ, δούλην ποιοῦμαι πονηρῶν παθῶν τὴν ψυχὴν, παρὰ τοῦ κτίσαντος αὐτὴν Θεοῦ τὴν ἡγεμονίαν τοῦ σώματος καὶ τῶν ἐν αὐτῷ παθημάτων πεπιστευμένην; Δεῖ τοίνυν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ τοῦ Θεοῦ· ἀλλὰ δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ Δεσπότῃ δὲ τῶν ὅλων ὑποτετάχθαι.

Διὰ τοῦτο ἀποτεινόμενος ὁ Προφήτης τῷ ἐπάγοντι τοὺς πειρασμοὺς, καὶ τὸν πολὺν ὄχλον αὐτῷ τῶν κακῶν ἐπεγείροντι, καὶ σπουδὴν ἔχοντι δουλαγωγῆσαι τὸ φρόνημα τοῦ πνεύματος, καὶ ὑποῤῥῖψαι αὐτὸ τῇ σαρκὶ, οἷον ἐλέγχων αὐτοῦ ματαίαν οὖσαν τὴν κατ᾽ αὐτοῦ ἐπίνοιαν, ταῦτά φησι· Τί με βιάζῃ δουλεύειν οἷς μὴ θέμις; Ἔχω Δεσπότην, γνωρίζω τὸν ἀληθῶς Βασιλέα.

Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ᾽ αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Τὴν αἰτίαν εἶπε τῆς περὶ τὴν ὑποταγὴν σπουδῆς· ὅτι τὸ σωτήριον παρὰ τοῦ Θεοῦ. Ἴδιον γὰρ Δημιουργοῦ τὸ τῶν ἑαυτοῦ ποιημάτων τῆς ἀσφαλείας φροντίζειν. Ἢ, Παρ᾽ αὐτοῦ τὸ σωτήριον· ἐπειδὴ προφητικῶς προορώμενος τὴν μέλλουσαν ἔσεσθαι χάριν τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, ταῦτά φησιν· ὅτι δουλεύειν δεῖ τῷ Θεῷ, καὶ ἀγαπᾷν αὐτὸν, ὃς τηλικαύτην εὐεργεσίαν εἰς τὸ γένος τῶν ἀνθρώπων προκατεβάλετο, ὡς μηδὲ τοῦ ἰδίου Υἱοῦ φείσασθαι, ἀλλ᾽ ὑπὲρ πάντων ἡμῶν παραδοῦναι.

Σωτήριον γὰρ ἔθος ὀνομάζειν τῇ Γραφῇ τὸν Χριστὸν τοῦ Θεοῦ· ὥς που καὶ Συμεών φησι· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Ὑποταγησώμεθα οὖν τῷ Θεῷ, διότι παρ᾽ αὐτοῦ τὸ σωτήριον.

Τί δέ ἐστι τὸ σωτήριον, ἑρμηνεύει. Οὐκ ἐνέργειά τις ψιλὴ, χάριν τινὰ ἡμῖν παρεχομένη εἰς ἀπαλλαγὴν ἀσθενείας, καὶ σώματος εὐεξίαν. Ἀλλὰ τί ἐστι τὸ σωτήριον; Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. Θεὸς ἡμῶν ἐστιν ὁ ἐκ τοῦ Θεοῦ Υἱός. Ὁ αὐτὸς καὶ Σωτὴρ τοῦ γένους τῶν ἀνθρώπων, ὁ τὸ ἀσθενὲς ἡμῶν ὑπερείδων, ὁ τὸν ἐκ τῶν πειρασμῶν ἐγγινόμενον ταῖς ψυχαῖς ἡμῶν σάλον ἐπανορθούμενος. Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον· ἀνθρωπίνως ὁμολογεῖ τὸν σάλον. Ἐπὶ πλεῖον, Ἀμήχανον γὰρ ἐν ἀνθρώπου ψυχῇ μὴ γενέσθαι τινὰ σάλον ἀπὸ τῶν πειρασμῶν. Ἕως μὲν οὖν μικρὰ ἁμαρτάνομεν καὶ ὀλίγα, ὥσπερ τὰ φυτὰ ὑπὸ πραείας αὔρας περιδονούμενοι, ἠρέμα πως σαλευόμεθα· ἐπειδὰν δὲ πλείω καὶ μείζονα ᾖ τὰ κακὰ, κατὰ τὴν ἀναλογίαν τῆς τῶν ἁμαρτημάτων αὐξήσεως καὶ ὁ σάλος ἐπιτείνεσθαι πέφυκε. Καὶ οἱ μὲν ἐπὶ πλεῖον σαλεύονται· οἱ δὲ μέχρι τοῦ καὶ αὐτόῤῥιζοι ἀνατραπέντες καταβληθῆναι, ὅταν λαίλαπος πάσης βιαιότερον τὰ πνευματικὰ τῆς πονηρίας τὰς οἱονεὶ ῥίζας τῆς ψυχῆς, αἷς ἐπεστήρικτο τῇ πίστει τῇ κατὰ Θεὸν, ἀποῤῥήξῃ. Ἐγὼ τοίνυν, φησὶν, ἐσαλεύθην μὲν ὡς ἄνθρωπος· ἐπὶ πλεῖον δὲ οὐ μὴ σαλευθῶ, διὰ τὸ ἀντιστηρίζεσθαι τῇ δεξιᾷ χειρὶ τοῦ Σωτῆρος.

Ἕως πότε ἐπιτίθεσθε ἐπ᾽ ἄνθρωπον; φονεύετε πάντες ὑμεῖς, ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ; Πάλιν τοῖς πονηροῖς ὑπηρέταις τοῦ διαβόλου μάχεται, τὴν ἀμετρίαν αἰτιώμενος ὁ λόγος τῆς παρ᾽ αὐτῶν ἐπαγομένης ἐπιβουλῆς. Ὅτι οἱ μὲν ἅνθρωποί εἰσι ζῶον ἀσθενές· ὑμεῖς δὲ ἐπιτίθεσθε, οὐκ ἀρκούμενοι τῇ πρώτῃ προσβολῇ· ἀλλὰ καὶ δευτέραν καὶ τρίτην ἐπάγετε, ἕως ἂν οὕτω τὴν ψυχὴν τοῦ παραπεσόντος ὑμῖν καταστρέψητε, ὥστε γενέσθαι παραπλησίαν τοίχῳ κλιθέντι καὶ φραγμῷ ἀνατραπέντι.

Τοῖχος δὲ, ἕως μὲν ὅτε τὴν ὀρθὴν διαφυλάσσει στάσιν, πάγιος μένει· ἐπειδὰν δὲ κλιθῇ, ἀνάγκη πᾶσα αὐτὸν διαλυθέντα πεσεῖν. Τὰ μὲν γὰρ ἡνωμένα βάρη μετὰ τὴν κλίσιν ὀρθοῦται, τὰ δὲ ἐκ πλειόνων συγκείμενα, ἐπειδὰν ἐφ᾽ ἓν τὴν ῥοπὴν πάθῃ, οὐκέτι δέχεται τὴν ἐπανόρθωσιν. Ἐνδείκνυται τοίνυν ὁ λόγος, ὅτι ἡ φύσις ἡ τοῦ ἀνθρώπου, σύνθετος οὖσα, ἐκλίθη μὲν ὑπὸ τῆς ἁμαρτίας, λυθῆναι δὲ πάντως αὐτὴν χρή· ὥστε, ὑπὸ τοῦ ἐξ ἀρχῆς οἰκοδομήσαντος αὐτὴν τεχνίτου πάλιν ἀνασκευασθεῖσαν, τὸ ἀσφαλὲς καὶ ἀκατάλυτον καὶ πρὸς δευτέραν πτῶσιν ἀνεπιβούλευτον ἀπολαβεῖν.

Θεοῦ γεώργιον, φησὶ, Θεοῦ οἰκοδομή ἐστε. Τὴν οἰκοδομὴν ταύτην κατέσεισεν ὁ ἐχθρός· τὰ γενόμενα ἐν αὐτῇ ῥήγματα ἀνεσκεύασεν ὁ Δημιουργός. Οὕτως ἀναγκαία μὲν ἡ πτῶσις διὰ τὴν ἁμαρτίαν, μεγάλη δὲ ἡ ἀνάστασις διὰ τὴν ἀθανασίαν. Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι· ἔδραμον ἐν δίψει, τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Τιμὴ ἀνθρώπου τὸ αἷμα τοῦ Χριστοῦ· Τιμῆς γὰρ, φησὶν, ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Ταύτην οὖν τὴν τιμὴν ἐβουλεύσαντο ἄχρηστον ἡμῖν καταστῆσαι, τοὺς ἅπαξ ἐλευθερωθέντας πάλιν εἰς δουλείαν ἐνάγοντες, οἱ στρατιῶται τοῦ πονηροῦ. Ἔδραμον ἐν δίψει. Τὸ σύντονον λέγει τῆς τῶν δαιμόνων ἐπιβουλῆς, ὅτι τρέχουσι καθ᾽ ἡμῶν, διψῶντες ἡμῶν τὴν ἀπώλειαν.

Τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. Πολλοί εἰσι τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, καὶ χαρίεντα μὲν τὸν εὐτράπελον λέγοντες, τὸν δὲ αἰσχρολόγον πολιτικόν· τὸν πικρὸν καὶ ὀργίλον ἀκαταφρόνητον ὀνομάζουσι· τὸν φειδωλὸν καὶ ἀκοινώνητον ὡς οἰκονομικὸν ἐπαινοῦσι, τὸν ἄσωτον ὡς ἐλευθέριον, τὸν πόρνον καὶ ἀσελγῆ ἀπολαυστικόν τινα καὶ ἀνειμένον· καὶ ἁπαξαπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὑποκορίζονται.

Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσι, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίᾳ κατακρίσει δι᾽ ὧν ἀποδέχονται καθιστῶντες. Πάλιν τῇ ψυχῇ διαλέγεται, τὴν ὑποταγὴν αὐτῆς τὴν πρὸς τὸν Θεὸν ἐπιτείνων.

Πλὴν τῷ Θεῷ, φησὶν, ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρ᾽ αὐτοῦ ἡ ὑπομονή μου. Ἐνδείκνυται τὸ μέγεθος τῶν πειρασμῶν, καὶ τὸ τοῦ Ἀποστόλου λέγει· ὅτι οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν. Παρ᾽ αὐτοῦ γὰρ ἡ ὑπομονή μου.

Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ. Μακάριος ὁ μηδενὶ τῶν κατὰ τὸν βίον ὑψηλῶν ἐπαγαλλόμενος, ἀλλὰ Θεὸν ἔχων τὴν ἑαυτοῦ δόξαν· ὁ καύχημα ἔχων ἑαυτοῦ τὸν Χριστόν· ὁ δυνάμενος λέγειν κατὰ τὸν Ἀπόστολον· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ.

Νῦν δὲ πολλοὶ μὲν ἐνδοξάζονται σώματι, οἱ περὶ τοὺς γυμνικοὺς ἐσχολακότες ἀγῶνας, ἢ ὅλως οἱ ἐπὶ τῇ ἀκμῇ τῆς ἡλικίας σφριγῶντες· πολλοὶ δὲ τῇ κατὰ τοὺς πολέμους ἀνδρίᾳ, οἱ καὶ τὸ φονεύειν τοὺς ὁμοφύλους ἀρετὴν τιθέμενοι. Ἡ γὰρ ἐν τοῖς πολέμοις ἀριστεία καὶ τὰ τρόπαια ὑπὸ στρατηγοῦ καὶ πόλεων ἐγειρόμενα κατὰ τὴν τοῦ φονεύειν περιουσίαν γίνεται.

Ἄλλοι δοξάζονται, τείχη πόλεσι περιβάλλοντες· καὶ ἄλλοι ἐν ὑδραγωγῶν κατασκευαῖς, καὶ γυμνασίων μεγάλων οἰκοδομήμασιν. Ὁ δεῖνα δὲ τὸν πλοῦτον ἑαυτοῦ θηριομάχοις προσαναλίσκων, καὶ ταῖς ματαίαις τῶν δήμων φωναῖς ἐπαγαλλόμενος, φυσᾶται τοῖς ἐπαίνοις, καὶ μέγα φρονεῖ, τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ· ὅς γε καὶ ἔγγραφον ἐν τοῖς περιφανέσι τῆς πόλεως τὴν ἑαυτοῦ ἁμαρτίαν ἐπὶ τῶν πινάκων δείκνυσιν.

Ἄλλος ἐπὶ πλούτῳ δοξάζεται· καὶ ἄλλος, ὅτι ῥήτωρ ἐστὶ δεινός τις καὶ ἄμαχος, ἢ τῆς κατὰ τὸν κόσμον σοφίας ἔμπειρος. Ὧν πάντων ἐλεεῖν τὴν δόξαν προσῆκε· μακαρίζειν δὲ τοὺς τὸν Θεὸν ἑαυτῶν δόξαν ποιουμένους. Εἰ γὰρ ὁ δεῖνα μέγα φρονεῖ, ὅτι δοῦλός ἐστι βασιλέως, τιμώμενος παρ᾽ αὐτοῦ τὰ μεγάλα· πόσον σοι προσῆκεν ἐπὶ σαυτῷ μεγαλύνεσθαι, ὅτι δοῦλος εἶ τοῦ μεγάλου Βασιλέως, προσκληθεὶς παρ᾽ αὐτοῦ εἰς τὴν ἄκραν οἰκείωσιν, λαβὼν τὸ Πνεῦμα τῆς ἐπαγγελίας, ὥστε σφραγισθεὶς ἐν αὐτῷ υἱὸς ἀποδειχθῆναι Θεοῦ; Ἐν ἑαυτῷ δὲ γνοὺς τὸ ὄφελος τῆς γνησίας ἐπὶ Θεὸν ἐλπίδος, ἐπὶ τὸν ἴσον ἑαυτοῦ ζῆλον παρακαλεῖ τὸν λαὸν, λέγων· Ἐλπίσατε ἐπ᾽ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν, ἐκχέατε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν. Ἀμήχανόν ἐστι χωρητικοὺς ἡμᾶς γενέσθαι τῆς θείας χάριτος μὴ τὰ ἀπὸ κακίας πάθη προκατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας. Εἶδον ἰατροὺς ἐγὼ μὴ πρότερον διδόντας τὰ σωτήρια φάρμακα, πρὶν ἐμετοῖς ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπέθεντο.

Ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος δυσώδους ὑγροῦ, μὴ ἐκπλυνθὲν, οὐ μὴ δέξηται τοῦ μύρου τὴν ἐπιῤῥοήν. Δεῖ τοίνυν ἐκχυθῆναι τὰ προϋπάρχοντα, ἵνα δυνηθῇ χωρηθῆναι τὰ ἐπαγόμενα. Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἶδε μὴ πάντας ἀκολουθοῦντας αὐτοῦ τῷ παραγγέλματι, μηδὲ καταδεχομένους ἐλπίζειν ἐπὶ τὸν Θεὸν, ἀλλ᾽ ἔχοντας τὴν ἐλπίδα ἐπὶ τὰ μάταια τοῦ βίου. Διὰ τοῦτό φησι· Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων. Διὰ τί μάταιοι;

Ἐπειδὴ ψευδεῖς. Ποῦ μάλιστα αὐτῶν τὸ ψεῦδος ἐλέγχεται; Ἐν ζυγοῖς, φησὶ, τοῦ ἀδικῆσαι. Ποίοις φησὶ ζυγοῖς; Μὴ γὰρ πάντες ἄνθρωποι ζυγοστατοῦσι; μὴ πάντες ἐριοπῶλαι, ἢ κρεωπῶλαι, ἢ χρυσὸν ἢ ἄργυρον διατίθενται, ἢ ὅλως περὶ ταύτας τὰς ὕλας τὴν σπουδὴν ἔχουσιν, ἃς ζυγοῖς καὶ σταθμοῖς πεφύκασιν οἱ ἔμποροι διαμείβειν; Ἀλλὰ πολὺ μὲν τὸ τῶν βαναύσων γένος, ζυγῶν οὐδὲν εἰς τὴν ἐργασίαν αὐτῶν προσδεόμενον· πολλοὶ δὲ οἱ ναυτιλλόμενοι· πολλοὶ δὲ οἱ περὶ τὰ δικαστήρια καὶ τὸ ἄρχειν στρεφόμενοι, παρ᾽ οἷς μὲν τὸ ψεῦδός ἐστιν, ὁ δὲ διὰ τῶν ζυγῶν δόλος οὐκ ἐπιτηδεύεται. Τί οὖν ἐστιν ὃ λέγει;

Ὅτι ἑκάστου ἡμῶν ἐν τῷ κρυπτῷ ζυγός τις ἐστὶ παρὰ τοῦ κτίσαντος ἡμᾶς ἐγκατασκευασθεὶς, ἐφ᾽ οὗ τὴν φύσιν τῶν πραγμάτων δυνατόν ἐστι διακρίνεσθαι. Ἔθηκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν· δύο φύσεις ἀντικειμένας ἀλλήλαις· ἀντιστάθμησον αὐτὰς ἐπὶ τοῦ οἰκείου σεαυτοῦ κριτηρίου· ζυγοστάτησον ἀκριβῶς, τί σοι λυσιτελέστερον, τὴν πρόσκαιρον ἑλέσθαι ἡδονὴν, καὶ δι᾽ αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπάθειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου τρυφῆς.

Ψευδεῖς οὖν οἱ ἄνθρωποι, διεφθαρμένα ἔχοντες τῆς ψυχῆς τὰ κριτήρια· οὓς καὶ ταλανίζει ὁ Προφήτης λέγων· Οὐαὶ οἱ λέγοντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος· οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἐμοὶ, φησὶ, τὰ παρόντα· τίς δὲ οἶδε τὰ μέλλοντα; Κακῶς ζυγοστατεῖς, πονηρὰ τῶν ἀγαθῶν ἀνθαιρούμενος, τὰ μάταια τῶν ἀληθινῶν προτιμῶν, τὰ πρόσκαιρα τῶν αἰωνίων προτάσσων, τὴν παρερχομένην ἡδονὴν ἀντὶ τῆς ἀπαύστου εὐφροσύνης καὶ διηνεκοῦς ἐκλεγόμενος. Ψευδεῖς οὖν οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι. Ἀδικοῦσι δὲ προηγουμένως μὲν ἑαυτοὺς, ἔπειτα δὲ καὶ τοὺς πλησιάζοντας, οἱ καὶ ἑαυτοῖς πονηροὶ σύμβουλοι ἐπὶ τῶν πράξεων γινόμενοι, καὶ ἑτέροις μοχθηρὸν ὄντες ὑπόδειγμα. Οὐκ ἔστι σοι εἰπεῖν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως· Οὐκ ᾔδειν τὸ ἀγαθόν.

Προφέρεταί σοι τὰ ἴδιά σου ζυγὰ ἱκανὴν παρεχόμενα διάκρισιν ἀγαθοῦ καὶ κακοῦ. Τὰ μὲν γὰρ τοῦ σώματος βάρη ταῖς ἐπὶ τῆς τρυτάνης ῥοπαῖς δοκιμάζομεν, τὰ δὲ τοῦ βίου ἐκλεκτὰ τῷ αὐτεξουσίῳ τῆς ψυχῆς διακρίνομεν· ὃ καὶ ζυγὸν ὠνόμασε, διὰ τὸ ἴσην δύνασθαι λαμβάνειν τὴν ῥοπὴν ἐφ᾽ ἑκάτερα.

Μὴ ἐλπίζετε ἐπ᾽ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Ἄνω εἶπεν· Ἐλπίσατε ἐπ᾽ αὐτὸν, πᾶσα συναγωγὴ λαῶν. Εἶδε τὸ ὀκνηρὸν τῆς ὑπακοῆς, καὶ ἀπεφήνατο, ὅτι Πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων. Πάλιν ἀπαγορεύει μὴ ἐλπίζειν ἐπ᾽ ἀδικίαν.

Ὁ τὸν ἐξ ἀδικίας ἠθροισμένον πλοῦτον ἱκανὴν ἑαυτῷ πρὸς τὸ ἰσχύειν καὶ κρατεῖν ἀφορμὴν εἶναι κρίνων ὅμοιός ἐστιν ἀῤῥώστῳ ἐν τῇ περιουσίᾳ τῆς νόσου τὴν εὐεξίαν τιθεμένῳ. Μὴ ἐλπίζετε ἐπ᾽ ἀδικίαν. Αὕτη σοι ἐμποδίζει πρὸς πᾶσαν ἐνέργειαν.

Καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε. Μὴ εἶναι τῶν ἀλλοτρίων ἐπιθυμητὰς παραινεῖ. Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ. Ἐὰν ἴδῃς τινὰ τῶν ὑπερπλουτούντων, μὴ μακαρίσῃς αὐτοῦ τὴν ζωήν. Ἐάν σοι πολλαχόθεν καὶ ἐξ ἀφθόνων πηγῶν περιῤῥέῃ τὰ χρήματα, μὴ προσδέξῃ αὐτῶν τὴν περιουσίαν.

Πλοῦτος ἐὰν ῥέῃ. Θαύμασον τὴν φωνήν. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου· χειμάῤῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον πέφυκε παραμείβεσθαι. Ὥσπερ ποταμὸς ἀφ᾽ ὑψηλοῦ φερόμενος ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο, καὶ εὐθὺς ἀνεχώρησεν· οὕτω καὶ ἡ τοῦ πλούτου εὐκολία ὀξυτάτην ἔχει καὶ ὀλισθηρὰν τὴν παρουσίαν, ἄλλους ἐξ ἄλλων παραμείβεσθαι πεφυκυῖα.

Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἑτέρου, καὶ μετ᾽ ὀλίγον ἄλλου. Ἀπόβλεψον πρὸς τὰς ἐν τῇ πόλει οἰκίας, πόσα ἤδη, ἀφ᾽ οὗ γεγόνασιν, ὀνόματα μετειλήφασιν, ἄλλοτε ἀπ᾽ ἄλλου τῶν κεκτημένων ὀνομαζόμεναι. Καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων, ἐφ᾽ ἕτερον μεταβαίνει, καὶ ἀπ᾽ ἐκείνου πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιλαβὼν κατασχεῖν, ἢ πλοῦτον σεαυτῷ διαρκῶς συντηρῆσαι. Καλῶς οὖν εἴρηται τὸ, Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ. Μὴ τῇ ψυχῇ σου προσπάθῃς· ἀλλὰ τὸ ἀπ᾽ αὐτοῦ χρήσιμον καταδέχου, μὴ ὡς ἕν τι τῶν ἀγαθῶν ὑπεραγαπῶν καὶ θαυμάζων, ἀλλ᾽ ὡς ὀργανικὴν αὐτοῦ τὴν ὑπηρεσίαν αἱρούμενος.

Εἶτα ἐπάγει πᾶσι τοῖς εἰρημένοις ἀπόφασιν, οὐκέτι ἰδίων ῥημάτων, ἀλλ᾽ ἣν παρ᾽ αὐτοῦ ἤκουσε τοῦ Θεοῦ. Ἅπαξ γὰρ, φησὶν, ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα. Καὶ μηδένα ταρασσέτω ὡς παράδοξον τὸ εἰρημένον, πῶς ὁ μὲν Θεὸς ἅπαξ ἐλάλησεν, ὁ δὲ Προφήτης δύο ἤκουσε. Δυνατὸν γὰρ ἅπαξ μέν τινα λαλῆσαι, ἐν δὲ τῷ ἅπαξ πολλὰ εἶναι τὰ λαληθέντα.

Ἄνθρωπος γάρ τις, συντυχών τινι ἅπαξ, περὶ πολλῶν διελέχθη· καὶ δύναται ὁ ἀκούσας αὐτοῦ τῶν ῥημάτων εἰπεῖν ὅτι, Ἅπαξ μέν μοι ἐφθέγξατο, περὶ πολλῶν δὲ ἐλάλησε. Τοῦτό ἐστι τὸ εἰρημένον νῦν· Ἡ μὲν Θεοῦ ἐπιφάνεια ἅπαξ μοι γέγονε, δύο δὲ πράγματά ἐστιν ἃ ἐλάλησεν. Οὐκ εἶπεν· Ἓν ἐλάλησεν ὁ Θεὸς, δύο δὲ ταῦτα ἤκουσα· οὕτω γὰρ ἂν ἔδοξέ τινα ἔχειν ὁ λόγος πρὸς ἑαυτὸν ἐναντίωσιν. Τίνα οὖν ἦν τὰ δύο ἃ ἤκουσεν; Ὅτι, Τὸ κράτος τοῦ Θεοῦ, καὶ σοῦ, Κύριε, τὸ ἔλεος. Ὅτι δυνατὸς, φησὶν, ὁ Θεὸς ἐν τῇ κρίσει, καὶ ὁ αὐτὸς ἐλεήμων. Μήτε οὖν ἐλπίζετε ἐπ᾽ ἀδικίαν, μήτε πλούτῳ προστίθεσθε, μήτε αἱρεῖσθε ματαιότητα, μήτε τὸ τῆς ψυχῆς κριτήριον διεφθαρμένον περιφέρετε. Εἰδότες, ὅτι κραταιὸς ἡμῶν ὁ Δεσπότης, φοβήθητε αὐτοῦ τὸ ἰσχυρὸν, καὶ μὴ ἀπογνῶτε αὐτοῦ τῆς φιλανθρωπίας. Πρὸς μὲν οὖν τὸ μὴ ἀδικεῖν, ἀγαθὸς ὁ φόβος· πρὸς δὲ τὸν ἅπαξ εἰς ἁμαρτίαν ὀλισθήσαντα μὴ ἑαυτὸν προέσθαι διὰ τῆς ἀνελπιστίας, ἀγαθὴ ἡ ἐλπὶς τοῦ ἐλέους. Τὸ γὰρ κράτος τοῦ Θεοῦ, καὶ παρ᾽ αὐτοῦ τὸ ἔλεος.

Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ᾯ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἴσον. Ἥρπασας τὰ τῶν ὑποδεεστέρων, κατεκονδύλισας πένητας, κατῄσχυνας ἐν λοιδορίαις, ἐσυκοφάντησας, κατεψεύσω, ἀλλοτρίοις ἐπεβούλευσας γάμοις, ἐπιώρκησας, ὅρια πατέρων μετέθηκας, κτήμασιν ὀρφανῶν ἐπῆλθες, χήρας ἐξέθλιψας, τὴν παροῦσαν ἡδονὴν τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν προετίμησας; ἐκδέχου τούτων τὴν ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοιαῦτα καὶ θερίσει. Καὶ μέντοι καὶ εἴ τι τῶν ἀγαθῶν πέπρακταί σοι, κἀκείνων ἐκδέχου πολλαπλασίους τὰς ἀντιδόσεις. Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ταύτης μεμνημένος παρὰ πάντα σου τὸν βίον τῆς ἀποφάσεως, δυνήσῃ τὰ πολλὰ τῶν ἁμαρτημάτων διαφυγεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.