Ἔργον
Μέγας Βασίλειος – Εἰς τοὺς Ψαλμούς
Ερμηνεία εις τον Ζ΄ Ψαλμό
Ερμηνεία του εβδόμου Ψαλμού. Αναλύεται η διάκριση μεταξύ σωτηρίας και λύτρωσης, η θεία κρίση, η μακροθυμία του Θεού, η αναλογική ευθύνη των ανθρώπων και η πορεία της αμαρτίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ερμηνεία εις τον Ζ΄ Ψαλμό
Ερμηνεία του εβδόμου Ψαλμού. Αναλύεται η διάκριση μεταξύ σωτηρίας και λύτρωσης, η θεία κρίση, η μακροθυμία του Θεού, η αναλογική ευθύνη των ανθρώπων και η πορεία της αμαρτίας.
ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ Ζʹ ΨΑΛΜΟΝ. Ψαλμὸς τῷ Δαβὶδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. Δοκεῖ πως ἐναντίως ἔχειν πρὸς τὴν ἐν ταῖς Βασιλείαις ἱστορίαν, ἔνθα τὰ περὶ τοῦ Δαβὶδ ἀναγέγραπται, ἡ ἐπιγραφὴ τοῦ ἑβδόμου ψαλμοῦ. Ἐκεῖ γὰρ ὁ Χουσὶ ἀρχιεταῖρος μὲν τοῦ Δαβὶδ, υἱὸς δὲ Ἀραχὶ ἱστορεῖται, ἐνταῦθα δὲ Χουσὶ υἱὸς Ἰεμενεί. Ἔστι δὲ οὔτε οὗτος, οὔτε ἄλλος τις τῶν ἐκεῖ φαινομένων υἱὸς Ἰεμενεί. Μήποτε οὖν, ἐπειδὴ μεγάλην ἀριστείαν καὶ ἀνδραγάθημα ἐκ τοῦ περὶ τὴν φιλίαν σχηματισμοῦ ἐνεδείξατο, προσχωρήσας μὲν δῆθεν τῷ Ἀβεσσαλὼμ, διαλύων δὲ τὰς βουλὰς τοῦ Ἀχιτόφελ, ἀνδρὸς ἐντρεχεστάτου καὶ στρατηγικωτάτου τὰς γνώμας ὑποτιθεμένου, διὰ τοῦτο υἱὸς Ἰεμενεὶ προσηγορεύθη;
Ἑρμηνεύεται δὲ ὁ υἱὸς Ἰεμενεὶ υἱὸς τῆς δεξιᾶς. Εἰσηγουμένου γὰρ ἐκείνου μηδένα χρόνον ἐμποιεῖν τοῖς πράγμασιν, ἀλλ᾽ εὐθὺς ἀπαρασκεύῳ ὄντι ἐπιτίθεσθαι τῷ πατρὶ, οὐκ εἴασε παραδεχθῆναι τὴν βουλὴν τοῦ Ἀχιτόφελ, Ὅπως ἐπαγάγῃ, φησὶ, Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα· ἀλλὰ πιθανωτέρας ἔδοξεν ἀναβολὰς αὐτοῖς καὶ διατριβὰς ἐμποιεῖν, πρὸς τὸ δοῦναι καιρὸν τῷ Δαβὶδ συλλέξασθαι τὰς δυνάμεις. Ὄθεν καὶ ἀπόδεκτος ἦν παρὰ τῷ Ἀβεσσαλὼμ λέγοντι· Ἀγαθὴ ἡ βουλὴ Χουσὶ τοῦ Ἀραχὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ.
Τῷ μέντοι Δαβὶδ διὰ τῶν ἱερέων Σαδὼκ καὶ Ἀβιάθαρ ἐδήλου τὰ οἰκονομηθέντα, καὶ προσέταξε μὴ αὐλισθῆναι ἐν τῇ Ἀραβὼθ τῆς ἐρήμου, ἀλλὰ κατέσπευδεν αὐτὸν ἐπὶ τὴν διάβασιν. Ἐπεὶ οὖν ἐκ τῆς ἀγαθῆς συμβουλῆς ἐγένετο δεξιὸς τοῦ Δαβὶδ, ἀπὸ τοῦ ἀνδραγαθήματος τῆς προσηγορίας τετύχηκε. Διά τοι τοῦτο υἱὸς Ἰεμενεὶ προσηγόρευται, τουτέστιν, υἱὸς δεξιᾶς. Αὕτη δὲ συνήθεια τῆς Γραφῆς, καὶ τοὺς χείρονας ἀπὸ τῆς ἁμαρτίας χρηματίζειν μᾶλλον ἢ ἀπὸ τῶν πατέρων, καὶ τοὺς κρείττονας υἱοὺς ὀνομάζειν ἐκ τῆς χαρακτηριζούσης αὐτοὺς ἀρετῆς. Τὸν τοίνυν διάβολον υἱὸν ἀπωλείας ὁ Ἀπόστολος ὀνομάζει· Ἐὰν γὰρ μὴ ἀποκαλυφθῇ ὁ ἄνομος ὁ υἱὸς τῆς ἀπωλείας.
Καὶ ἐν τῷ Εὐαγγελίῳ τὸν Ἰούδαν υἱὸν ἀπωλείας ὁ Κύριος εἶπεν· Οὐδεὶς γὰρ, φησὶν, ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας· τέκνα δὲ σοφίας τοὺς ἐν τῇ θεογνωσίᾳ μεμορφωμένους· Ἐδικαιώθη γὰρ, φησὶν, ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· καὶ, Ἐὰν ᾖ, φησὶν, ἐκεῖ υἱὸς εἰρήνης. Οὐδὲν οὖν θαυμαστὸν καὶ νῦν σιωπηθῆναι μὲν αὐτοῦ τὸν σωματικὸν πατέρα, δεξιᾶς δὲ υἱὸν τὸν ἀρχιεταῖρον τοῦ Δαβὶδ ὀνομασθῆναι, ἀπὸ τῆς πράξεως πρέποντα ἑαυτῷ τὸν χρηματισμὸν λαβόντα.
Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με. Νομιζόμενον ἁπλοῦν εἶναι καὶ ὑπὸ τοῦ τυχόντος ὑγιῶς ἀναφέρεσθαι δύνασθαι τὸ, Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με, τάχα οὐ τοιοῦτόν ἐστιν. Ὁ γὰρ ἐπ᾽ ἄνθρωπον ἐλπίζων, ἢ ἐπ᾽ ἄλλο τι τῶν κατὰ τὸν βίον μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν, ἢ χρήματα, ἤ τι τῶν παρὰ τοῖς πολλοῖς νομιζομένων εἶναι λαμπρῶν, οὐ δύναται εἰπεῖν· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. Παράγγελμα γάρ ἐστι, μὴ ἐλπίζειν ἐπ᾽ ἄρχοντας· καὶ, Ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον. Ὥσπερ οὐδὲ σέβειν ἄλλο τι παρὰ τὸν Θεὸν προσῆκεν, οὕτως οὐδὲ ἐπὶ ἄλλον ἐλπίζειν ἢ ἐπὶ τὸν Θεὸν τῶν πάντων Κύριον. Ἐλπὶς γάρ μου, φησὶ, καὶ ὕμνησίς μου ὁ Κύριος. Πῶς δὲ πρῶτον σωθῆναι εὔχετοι ἐκ τῶν διωκόντων, εἶτα ῥυσθῆναι; Ἡ διαστολὴ σαφῆ ποιήσει τὸν λόγον. Σῶσον γάρ με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου. Τίς οὖν ἡ διαφορὰ τοῦ σώζεσθαι καὶ τοῦ ῥύεσθαι; Ὅτι τῆς σωτηρίας μὲν κυρίως οἱ ἀσθενοῦντες χρῄζουσι, τοῦ ῥυσθῆναι δὲ οἱ ἐν τῇ αἰχμαλωσίᾳ κατεχόμενοι. Διὰ τοῦτο ὁ μὲν ἐν ἑαυτῷ ἔχων τὴν ἀσθένειαν, ἐν ἑαυτῷ δὲ λαβὼν τὴν πίστιν, ὑπὸ τῆς οἰκείας πίστεως οἰκονομεῖται πρὸς τὸ σωθῆναι. Ἡ πίστις γάρ σου, φησὶ, σέσωκέ σε· καὶ, Γενηθήτω σοι ὡς ἐπίστευσας. Ὁ δὲ ὀφείλων ῥυσθῆναι τιμὴν ἔξωθεν ὑπὲρ αὐτοῦ κατατεθῆναι ὀφείλουσαν ἀναμένει.
Ὁ τοίνυν ὑπὸ τὸν θάνατον ὢν, εἰδὼς, ὅτι εἷς ὁ σώζων, εἷς ὁ λυτρούμενος, Ἐπὶ σοὶ, φησὶν, ἤλπισα, σῶσόν με ἀπὸ τῆς ἀσθενείας, καὶ ῥῦσαί με ἀπὸ τῆς αἰχμαλωσίας.
Οἶμαι δὲ, ὅτι οἱ γενναῖοι τοῦ Θεοῦ ἀθληταὶ, ἱκανῶς παρὰ πάντα τὸν ἑαυτῶν βίον τοῖς ἀοράτοις ἐχθροῖς προσπαλαίσαντες, ἐπειδὰν πάσας αὐτῶν ὑπεκφύγωσι τὰς διώξεις, πρὸς τῷ τέλει τοῦ βίου γενόμενοι, ἐρευνῶνται ὑπὸ τοῦ ἄρχοντος τοῦ αἰῶνος, ἵνα, ἂν μὲν εὑρεθῶσιν ἔχοντες τραύματα ἀπὸ τῶν παλαισμάτων, ἢ σπίλους τινὰς, καὶ τύπους τῆς ἁμαρτίας, κατασχεθῶσιν· ἐὰν δὲ ἄτρωτοι εὑρεθῶσι καὶ ἄσπιλοι, ὡς ἀκράτητοι ὄντες, ὡς ἐλεύθεροι ὑπὸ Χριστοῦ ἀναπαύσωνται.
Εὔχεται οὖν περί τε τῆς ἐνταῦθα ζωῆς καὶ περὶ τῆς μελλούσης. Σῶσον γάρ με, φησὶν, ἐνταῦθα ἀπὸ τῶν διωκόντων· ῥῦσαι δέ με ἐκεῖ ἐν τῷ καιρῷ τῆς ἐρεύνης, μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου. Καὶ ταῦτα μάθοις ἂν ἐξ αὐτοῦ τοῦ Κυρίου λέγοντος περὶ τὸν καιρὸν τοῦ πάθους· Νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἔρχεται, καὶ ἐν ἐμοὶ ἕξει οὐδέν. Ἀλλ᾽ ὁ μὲν, μὴ ποιήσας ἁμαρτίαν, ἔλεγεν ἔχειν οὐδέν· ἀνθρώπῳ δὲ αὔταρκες, ἐὰν τολμήσῃ εἰπεῖν, ὅτι Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ ἕξει ὀλίγα καὶ μικρά. Κίνδυνος δὲ ταῦτα παθεῖν, ἐὰν μὴ ἔχωμεν τὸν λυτρούμενον ἡμᾶς, μηδὲ τὸν σώζοντα. Πρὸς τὰ δύο τὰ προκείμενα δύο ἐστὶ τὰ ἐπαγόμενα· Σῶσόν με ἐκ τοῦ πλήθους τῶν διωκόντων με, καὶ ῥῦσαι, ἵνα μή ποτε ἁρπασθῶ, ὡς μὴ ὄντος λυτρουμένου.
Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι. Σύνηθες τῇ Γραφῇ τὸ τῆς ἀνταποδόσεως ὄνομα οὐκ ἐπὶ τῶν νομιζομένων. ὡς ὑπάρξαντός τινος ἀγαθοῦ ἢ κακοῦ, μόνον λαμβάνειν, ἀλλὰ καὶ ἐπὶ τῶν προκαταρχομένων· ὡς ἐπὶ τοῦ, Ἀνταπόδος τῷ δούλῳ σου. Ἀντὶ γὰρ τοῦ εἰπεῖν, Δὸς, εἴρηται, Ἀνταπόδος. Δόσις μὲν οὖν ἐστιν ἡ καταρχὴ τῆς εὐποιίας, ἀπόδοσις δὲ ἡ τοῦ ἴσου ἀντιμέτρησις παρὰ τοῦ εὖ πεπονθότος· ἀνταπόδοσις δὲ δευτέρα τις ἀρχὴ καὶ περίοδος τῶν καταβαλλομένων εἴς τινας ἀγαθῶν ἢ κακῶν. Οἶμαι δὲ, ὅταν ἀντὶ τῆς αἰτήσεως οἱονεὶ ἀπαίτησίν τινα ποιούμενος ὁ λόγος τὴν ἀνταπόδοσιν ἐπιζητῇ, τοιοῦτόν τινα νοῦν παριστᾷ· ὅτι, Τὸ παρὰ τῆς φύσεως ἀναγκαίως ὀφειλόμενον τῆς ἐπιμελείας χρέος τοῖς ἐγγόνοις παρὰ τῶν γεννησάντων, τοῦτό μοι παράσχου. Χρεωστεῖται γὰρ τέκνοις παρὰ πατρὸς κατὰ τὴν φυσικὴν στοργὴν ἡ περὶ τοῦ βίου πρόνοια. Ὀφείλουσι γὰρ, φησὶν, οἱ γονεῖς τοῖς τέκνοις θησαυρίζειν, ἵνα πρὸς τῷ ζῇν ἔτι καὶ τὰς κατὰ τὸν βίον αὐτοῖς ἀφορμὰς παράσχωνται.
Τοιοῦτόν ἐστι πολλάκις ἐπὶ τῆς Γραφῆς ἐν ταῖς προκαταρκτικαῖς ἐνεργείαις τὸ ἀπόδομα ἢ τὸ ἀνταπόδομα παραλαμβανόμενον. Νῦν δὲ ἔοικε θαῤῥεῖν ὁ λέγων τῷ μὴ ἀντιδεδωκέναι τοῖς ἀνταποδιδοῦσι κακὰ, μὴ ἀνταποδεδωκέναι τὰ ὅμοια. Εἰ οὖν ἐποίησα τοῦτο, καὶ εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Κενὸς ἀποπίπτει ἀπὸ τῶν ἐχθρῶν ὁ τῆς χάριτος τῆς ἐκ τοῦ πληρώματος τοῦ Χριστοῦ ἐκπεσών. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου. Τοῦ μὲν δικαίου ἡ ψυχὴ, χωριζομένη τῆς πρὸς τὸ σῶμα συμπαθείας, τὴν ζωὴν ἔχει κεκρυμμένην σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· ὥστε δύνασθαι λέγειν κατὰ τὸν Ἀπόστολον, ὅτι Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· καὶ, Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ.
Τοῦ δὲ ἁμαρτωλοῦ καὶ κατὰ σάρκα ζῶντος καὶ συμπεφυρμένου ταῖς τοῦ σώματος ἡδοναῖς ἡ ψυχὴ οἷον ἐν βορβόρῳ τοῖς πάθεσι τῆς σαρκὸς ἐγκεκύλισται· ἣν καὶ καταπατῶν ὁ ἐχθρὸς ἐπὶ πλέον ἐκμολύνειν καὶ οἱονεὶ καταχωννύειν φιλονεικεῖ, ἐπιβαίνων τῷ πεπτωκότι, καὶ τοῖς ἑαυτοῦ ποσὶ καταπατῶν εἰς γῆν, τουτέστιν, εἰς τὸ σῶμα τὴν ζωὴν τοῦ ὀλισθήσαντος. Καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. Τῶν μὲν ἁγίων τὸ πολίτευμα ἐχόντων ἐν οὐρανοῖς, καὶ θησαυριζόντων ἑαυτοῖς ἐν τοῖς αἰωνίοις θησαυροῖς τὰ ἀγαθὰ, ἡ δόξα ἐστὶν ἐν τοῖς οὐρανοῖς· τῶν δὲ χοϊκῶν καὶ κατὰ σάρκα ζώντων, ἡ δόξα αὐτῶν κατασκηνοῦν εἰς τὸν χοῦν λέγεται. Ὁ γὰρ ἐπὶ τῷ χοϊκῷ πλούτῳ δοξαζόμενος, καὶ ὁ τὴν ὀλιγοχρόνιον τιμὴν τῶν ἀνθρώπων περιέπων, καὶ ὁ ἐπὶ τοῖς σωματικοῖς πλεονεκτήμασι πεποιθὼς, δόξαν ἑαυτῷ ἔχει, οὐκ ἀνανεύουσαν εἰς οὐρανὸν, ἀλλ᾽ εἰς τὸν χοῦν ἐναπομένουσαν.
Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου· ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου. Τὸ μυστήριον τῆς ἀναστάσεως ἤδη ἐνεργεῖσθαι εὔχεται ὁ Προφήτης εἰς ἀθέτησιν τῆς ἁμαρτίας αὐτῶν· ἢ τὴν ἐπὶ τοῦ σταυροῦ ὕψωσιν, ἥτις γενήσεσθαι ἔμελλε μετὰ τὸ εἰς τὸν ἔσχατον ὅρον τὴν κακίαν τῶν ἐχθρῶν ὑψωθῆναι. Ἢ καὶ τὸ, Ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου, τοιοῦτόν τινα ὑποβάλλει νοῦν· ὅτι ὅσον ἂν κορυφωθῇ ἡ κακία, καὶ προέλθῃ ἐπὶ τὸ ἄμετρον καὶ ἀπεριόριστον χυθεῖσα, τῇ περιουσίᾳ τῆς δυνάμεως δύνασαι, ὥσπερ ἀγαθὸς ἰατρὸς προκαταλαβὼν τῆς νομῆς τὰ πέρατα, στῆσαι τὴν νόσον νεμομένην καὶ ἕρπουσαν, καὶ διακόψαι αὐτῆς τὴν συνέχειαν ταῖς παιδευτικαῖς σου πληγαῖς.
Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω. Δύναται μὲν καὶ ἐπὶ τὸ μυστήριον τῆς ἀναστάσεως ὁ λόγος ἀναφέρεσθαι, παρακαλοῦντος τοῦ Προφήτου ἐξεγερθῆναι τὸν κριτὴν εἰς ἐκδίκησιν παντὸς ἁμαρτήματος, καὶ τὰς προδιατεταγμένας ἡμῖν ἐντολὰς τελεσθῆναι· δύναται δὲ καὶ ἐπὶ τὴν τότε κατάστασιν τῶν πραγμάτων τοῦ Προφήτου λαμβάνεσθαι, παρακαλοῦντος ἐξεγερθῆναι τὸν Θεὸν εἰς ἐκδίκησιν τοῦ προστάγματος οὗ ἐνετείλατο. Πρόσταγμα δὲ ἦν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, παρὰ Θεοῦ δεδομένον, ὅπερ παρέβη ὁ υἱὸς αὐτοῦ. Διὸ παρακαλεῖ εἰς αὐτοῦ τε ἐκείνου ἐπανόρθωσιν καὶ σωφρονισμὸν τῶν πολλῶν μὴ μακροθυμεῖν τὸν Θεὸν, ἀλλ᾽ ἐγερθῆναι ἐν ὀργῇ, καὶ διαναστάντα ἐκδικῆσαι τὴν ἰδίαν ἐντολήν. Οὐ γὰρ ἐμὲ, φησὶν, ἐκδικήσεις, ἀλλὰ τὸ πρόσταγμα τὸ σὸν καταφρονηθὲν, ὃ αὐτὸς ἐνετείλω. Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Δῆλον δὲ ὅτι, ἑνὸς ἀδίκου σωφρονισθέντος, πολλοὶ ἐπιστρέψουσι. Τὴν οὖν τούτου πονηρίαν κόλασον, ἵνα πολλὴ συναγωγὴ λαῶν κυκλώσῃ σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Ὑπὲρ τῆς κυκλούσης σε συναγωγῆς, ἣν ἐκτήσω διὰ τῆς κατὰ χάριν συγκαταβάσεως καὶ οἰκονομίας, ἐπίστρεψον εἰς τὸ ὕψος τῆς δόξης, ἣν εἶχες πρὸ τοῦ τὸν κόσμον γενέσθαι. Κύριος κρινεῖ λαούς.
Πολλαχοῦ τῆς Γραφῆς ὁ περὶ τῆς κρίσεως ἐγκατέσπαρται λόγος, ὡς ἀναγκαιότατος καὶ συνεκτικώτατος εἰς διδασκαλίαν εὐσεβείας τοῖς εἰς Θεὸν διὰ Ἰησοῦ Χριστοῦ πεπιστευκόσιν. Ἐπειδὴ δὲ πολυτρόπως ὁ περὶ τῆς κρίσεως ἐγγέγραπται λόγος, δόξει τινὰ καὶ σύγχυσιν ἔχειν τοῖς μὴ ἀκριβῶς τὰ σημαινόμενα διαστέλλουσιν. Ὁ πιστεύων γὰρ εἰς ἐμὲ οὐ κρίνεται· ὁ δὲ ἀπιστῶν ἤδη κέκριται. Εἰ δὲ ὁ μὴ πιστεύων ὅμοιός ἐστι τῷ ἀσεβεῖ, πῶς εἴρηται τὸ μὴ ἀναστήσεσθαι ἀσεβεῖς ἐν κρίσει; Καὶ εἰ οἱ πιστεύοντες υἱοὶ Θεοῦ διὰ τῆς πίστεως γεγόνασι, καὶ διὰ τοῦτο ἄξιοί εἰσι τοῦ καὶ αὐτοὶ θεοὶ χρηματίζειν, πῶς Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ; Ἀλλ᾽ ἔοικε τὸ κρίνεσθαι ποτὲ μὲν ἐπὶ τοῦ δοκιμάζεσθαι ὑπὸ τῆς Γραφῆς παραλαμβάνεσθαι, ποτὲ δὲ ἐπὶ τοῦ κατακρίνεσθαι· ἐπὶ μὲν τοῦ δοκιμάζεσθαι, ὡς τὸ, Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην· ἐπάγει γὰρ ἐκεῖ· Δοκίμασόν με, Κύριε, καὶ πείρασόν με· ἐπὶ δὲ τοῦ κατακρίνεσθαι, ὡς τὸ, Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· εἰ γὰρ ἑαυτοὺς ἐξητάζομεν, φησὶν, οὐκ ἂν κατακρίσει ὑπεβαλλόμεθα.
Πάλιν εἴρηται κριθήσεσθαι τὸν Κύριον πρὸς πᾶσαν σάρκα· τουτέστιν, ἐν τῷ ἐξετασμῷ τῶν βεβιωμένων ἑκάστῳ ἑαυτὸν ὑποβάλλει τῇ κρίσει, καὶ τὰ ἑαυτοῦ προστάγματα ἀντιπαρεξάγει τοῖς πεπραγμένοις ὑπὸ τῶν ἡμαρτηκότων, ἀπολογούμενος μετὰ ἀποδείξεων, ὅτι πάντα τὰ εἰς αὐτὸν ἥκοντα ἐπὶ σωτηρίᾳ τῶν κρινομένων πεποίηκεν, ἵνα πειθόμενοι οἱ ἡμαρτηκότες ὡς ἔνοχοι τοῖς ἁμαρτήμασιν, ἀποδεχόμενοι τὴν θείαν δίκην, ἑκόντες προσῶνται τὸ ἐπιβάλλον αὐτοῖς ἐπιτίμιον.
Ἔστι δὲ καὶ ἄλλο σημαινόμενον ὑπὸ τῆς τοῦ κρίνεσθαι φωνῆς, καθά φησιν ὁ Κύριος· Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει, καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην. Τοὺς γὰρ ἀποστρεφομένους τὴν θείαν διδασκαλίαν, καὶ ἀφιλοκάλους, καὶ παντελῶς ἀπεστραμμένους τὰ παιδευτικὰ τῆς σοφίας δόγματα, συγκρίσει καὶ ἀντιπαραθέσει τῶν κατὰ τὴν ἰδίαν γενεὰν ἐπὶ τῇ περὶ τὰ καλὰ σπουδῇ διενεγκόντων, βαρυτέραν φησὶ λαμβάνειν τὴν ἐπὶ τοῖς παρεθεῖσι κατάκρισιν.
Οἶμαι δὲ, ὅτι οὐχ ὁμοίως κριθήσονται πάντες οἱ τὸ γήϊνον τοῦτο σῶμα ἀναλαβόντες παρὰ τοῦ δικαίου κριτοῦ, διότι τὰ ἔξωθεν συμπίπτοντα ἑκάστῳ ἡμῶν παρὰ πολὺ διαφέροντα παραλλαγῆναι ποιεῖ τὴν ἑκάστου κρίσιν. Ἢ γὰρ βαρύνει ἡμῖν τὰ ἁμαρτήματα, ἢ καὶ κουφίζει ἡ τῶν οὐκ ἐφ᾽ ἡμῖν, ἀλλ᾽ ἀκουσίως περιϊσταμένων ἡμᾶς συνδρομή. Ὑποκείσθω γὰρ πορνείαν εἶναι τὸ κρινόμενον. Ἀλλὰ ταύτην ὁ μέν τις ἥμαρτε, πονηροῖς ἤθεσι τὸ ἐξ ἀρχῆς ἐντεθραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀσελγῶν εἰς τὸν βίον παρήχθη, καὶ συνανετράφη τῇ περὶ τὰ φαῦλα συνηθείᾳ, μέθαις καὶ κώμοις καὶ αἰσχροῖς διηγήμασιν.
Ἄλλος δέ τις, πολλὰ ἔχων τὰ προκαλούμενα αὐτὸν ἐπὶ τὰ κάλλιστα, ἀνατροφὴν, διδασκάλους, ἀκρόασιν λόγων θειοτέρων, ἀναγνώσματα σωτήρια, νουθέτησιν γονέων, διηγήματα πρὸς σεμνότητα καὶ σωφροσύνην τυποῦντα, δίαιταν κατεσταλμένην, εἶτα ὑπενεχθεὶς εἰς τὴν ὁμοίαν ἁμαρτίαν τῷ ἑτέρῳ, καὶ διδοὺς λόγον τῶν βεβιωμένων, πῶς οὐχὶ βαρυτέρας παρὰ τὸν ἕτερον ὁ τοιοῦτος δικαίως τιμωρίας ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐγκληθήσεται ἐπὶ μόναις ταῖς ἐγκατεσπαρμέναις κατὰ τὰς ἐννοίας σωτηρίοις ἀφορμαῖς, ὡς οὐ χρησάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ καὶ ὡς πολλῆς τυχὼν εἰς τὸ σωθῆναι συνεργείας, καὶ δι᾽ ἀκρασίαν καὶ τὴν ἐν βραχυτάτῳ καιρῷ ἀπροσεξίαν προδεδωκὼς ἑαυτόν. Ὁμοίως δὲ καὶ ὁ ἐντρεφόμενος ἀρχῆθεν τῇ εὐσεβείᾳ, καὶ πᾶσαν διαστροφὴν ἐκφυγὼν ἐν τοῖς περὶ Θεοῦ δόγμασιν, ἐντρεφόμενος δὲ καὶ νόμῳ Θεοῦ διαβάλλοντι πᾶσαν ἁμαρτίαν καὶ προκαλουμένῳ ἐπὶ τὰ ἐναντία, οὐχ ὁμοίαν ἕξει εἰδωλολατρείας ἀπολογίαν τῷ ἀπὸ πατέρων ἀνόμων ἀνατεθραμμένῳ, καὶ ἐθνῶν ἀρχῆθεν εἰδωλολατρεῖν δεδιδαγμένων. Κύριος κρινεῖ λαούς. Ἄλλως τὸν Ἰουδαῖον, καὶ ἄλλως τὸν Σκύθην. Ὁ μὲν γὰρ ἐπαναπαύεται νόμῳ, καὶ καυχᾶται ἐν Θεῷ, καὶ δοκιμάζει τὰ διαφέροντα.
Κατηχούμενος ὢν ἐκ τοῦ νόμου, καὶ πρὸς ταῖς κοιναῖς ἀεὶ ἐννοίαις κατεπᾳδόμενος, καὶ παιδευόμενος τὰ προφητικὰ καὶ νομικὰ γράμματα, ἐὰν εὑρεθῇ πταίσας παρανόμως, πολλῷ βαρύτερα ἕξει λελογισμένα τὰ ἁμαρτήματα. Σκύθαι δὲ Νομάδες, ἀνημέροις καὶ ἀπανθρώποις συντραφέντες ἤθεσιν, ἁρπαγαῖς καὶ βίαις ταῖς κατ᾽ ἀλλήλων ἐνειθισμένοι, ἀκρατῶς μὲν ἔχοντες θυμοῦ, καὶ εὐκόλως εἰς τοὺς κατ᾽ ἀλλήλων παροξυσμοὺς ἐρεθιζόμενοι, πᾶσαν δὲ φιλονεικίαν σιδήρῳ κρίνειν συνειθισμένοι, καὶ αἵματι τὰς μάχας λύειν δεδιδαγμένοι, ἐάν τι πρὸς ἀλλήλους φιλάνθρωπον καὶ χρηστὸν ἐπιδείξωνται, ἡμῖν βαρυτέραν διὰ τῶν ἰδίων κατορθωμάτων τὴν τιμωρίαν παρασκευάζουσι. Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾽ ἐμοί. Δόξει τι ὁ λόγος ἀλαζονικὸν ἔχειν καὶ παραπλήσιον τῇ εὐχῇ τοῦ ὑψοῦντος ἑαυτὸν Φαρισαίου· εὐγνωμόνως δὲ σκοποῦντι μακρὰν γενήσεται τῆς τοιαύτης διαθέσεως ὁ προφήτης. Κρῖνόν με, Κύριε, φησὶ, κατὰ τὴν δικαιοσύνην μου. Πολὺς, φησὶν, ἐστὶν ὁ περὶ τῆς δικαιοσύνης λόγος, καὶ δυσέφικτα τῆς τελείας δικαιοσύνης τὰ πέρατα. Ἔστι γάρ τι καὶ ἀγγέλων δικαιοσύνη ὑπεραναβεβηκυῖα τὴν τῶν ἀνθρώπων, καὶ εἴ τις ὑπὲρ ἀγγέλους δύναμις, ἀναλογοῦσαν ἔχει τῷ μεγέθει καὶ τὴν τῆς δικαιοσύνης ὑπεροχήν· καὶ αὐτοῦ τοῦ Θεοῦ ἡ δικαιοσύνη ἡ ὑπερέχουσα πάντα νοῦν, ἄῤῥητος οὖσα καὶ ἀκατάληπτος πάσῃ τῇ γενητῇ φύσει.
Ἐμὲ οὖν κρῖνον, Κύριε, κατὰ τὴν ἐμὴν δικαιοσύνην· τουτέστι, τὴν ἐφικτὴν τοῖς ἀνθρώποις, καὶ δυνατὴν τοῖς ἐν σαρκὶ ζῶσι. Καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾽ ἐμοί. Οὕτω γὰρ μάλιστα συνίσταται ἡ διάθεσις τοῦ λέγοντος πολὺ μακρὰν οὖσα τῆς φαρισαϊκῆς ὑπερηφανίας. Ἀκακίαν γὰρ ἑαυτοῦ ὀνομάζει τὴν οἱανεὶ ἀκεραιότητα καὶ ἀπειρίαν τῶν χρησίμων εἰς γνῶσιν, κατὰ τὸ εἰρημένον ἐν ταῖς Παροιμίαις, ὅτι Ἄκακος πιστεύει παντὶ λόγῳ. Ἐπεὶ οὖν πολλοῖς ἀφυλάκτως περιπίπτομεν ἐξ ἀπειρίας οἱ ἄνθρωποι, παραιτεῖται τὸν Θεὸν καὶ ἀξιοῖ συγγνώμης τυχεῖν ἐπὶ τῇ ἀκακίᾳ. Ἐκ δὲ τούτου δῆλόν ἐστιν ὅτι ταπεινοφροσύνην τοῦ λέγοντος παρίστησι μᾶλλον ἢ ὑπερηφανίαν τὰ εἰρημένα. Κρῖνον γάρ με, φησὶ, κατὰ τὴν ἐμὴν δικαιοσύνην, καὶ κρῖνόν με κατὰ τὴν ἀκακίαν τὴν οὖσαν ἐπ᾽ ἐμοί. Τὸ μὲν δικαίωμά μου τῇ ἀσθενείᾳ παρεξετάζων τῇ ἀνθρωπίνῃ. οὕτω κρῖνόν με· τὴν δὲ ἁπλότητα τῶν τρόπων μου καταμαθὼν, μὴ ὡς ἐντρεχῆ με, μηδὲ ὡς εὐπερίβλεπτον εἰς τὰ τοῦ κόσμου πράγματα, οὕτως ἁμαρτάνοντά με καταδικάσῃς. Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν.
Ἄντικρυς μαθητής ἐστι τῶν εὐαγγελικῶν προσταγμάτων ὁ ταῦτα εὐχόμενος. Προσεύχεται γὰρ ὑπὲρ τῶν ἐπηρεαζόντων αὐτὸν, ἀξιῶν πέρατι καὶ ὅρῳ τινὶ τὴν πονηρίαν τῶν ἁμαρτανόντων περιγραφῆναι. Ὥσπερ ἂν εἴ τις ὑπὲρ τῶν καμνόντων τὸ σῶμα προσευχόμενος λέγοι· Συντελεσθήτω δὴ ἡ νόσος τῶν καμνόντων.
Ἵνα γὰρ μὴ ἐπὶ πλέον ἕρπουσα ὡς γάγγραινα νομὴν λαμβάνῃ ἡ ἁμαρτία, εὔχεται παρὰ Θεοῦ, στῆναι καὶ ὁρισθῆναι τὴν ἐπὶ πλέον χύσιν τῆς ἁμαρτίας, ὁ ἀγαπῶν τοὺς ἐχθροὺς αὐτοῦ, καὶ καλῶς ποιεῖν τοὺς μισοῦντας βουλόμενος, καὶ διὰ τοῦτο προσευχόμενος ὑπὲρ τῶν ἐπηρεαζόντων αὐτόν. Καὶ κατευθυνεῖς δίκαιον. Εὐθὴς ὁ δίκαιος ὀνομάζεται· καὶ εὐθὴς ἡ καρδία ἡ κατωρθωμένη.
Τί οὖν βούλεται ἐνταῦθα ἡ προσευχὴ τῷ Προφήτῃ; Εὔχεται γὰρ τὸν ἤδη ἔχοντα τὴν εὐθύτητα κατευθύνεσθαι. Οὐ γὰρ ἄν τις εἴποι εἶναί τι ἐν τῷ δικαίῳ σκολιὸν οὐδὲ διεστραμμένον οὐδὲ στραγγαλιῶδες. Τάχα δὲ ἀναγκαία ὑπὲρ τοῦ δικαίου ἡ αἴτησις, ἵνα τὸ κατὰ πρόθεσιν αὐτοῦ εὐθὲς καὶ τὸ ἀδιάστροφον τῆς γνώμης, τοῦτο τῇ παρὰ τοῦ Θεοῦ χειραγωγίᾳ κατευθυνθῇ, ὡς μήτε ὑπὸ ἀσθενείας αὐτὸν ἀπονευσαί ποτε τοῦ οἱονεὶ κανόνος τῆς ἀληθείας, μήτε ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀληθείας τοῖς ἐνδιαστρόφοις δόγμασι παραβλαβῆναι.
Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεὸς δικαίως. Ἐπειδὴ καρδίαν ἡ Γραφὴ πολλαχοῦ ἐπὶ τοῦ ἡγεμονικοῦ παραλαμβάνει, νεφροὺς δὲ πολλαχοῦ ἐπὶ τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς, καὶ ἐνταῦθα τὸ αὐτὸ σημαίνει· ὅτι, Ὁ Θεὸς, κρῖνόν με ἐπί τε τοῖς δόγμασιν οἷς ἔχω περὶ τῆς εὐσεβείας, καὶ ἐπὶ τοῖς κινήμασι τοῖς παθητικοῖς· σὺ γὰρ εἶ ὁ ἐτάζων καρδίας καὶ νεφρούς. Ἐτασμὸς κυρίως ἐστὶν ἡ μετὰ πασῶν βασάνων προσαγομένη ἔρευνα παρὰ τῶν κριτῶν τοῖς ἐξεταζομένοις, ἵνα οἱ κρύπτοντες παρ᾽ ἑαυτοῖς τὰ ἐπιζητούμενα τῇ ἀνάγκῃ τῶν πόνων εἰς τὸ ἐμφανὲς καταστήσωσι τὸ λανθάνον. Ἐν γὰρ τοῖς ἀπαραλογίστοις ἐξετασμοῖς τοῦ κριτοῦ ἐτάζονται μὲν ἡμῶν οἱ λογισμοὶ, ἐτάζονται δὲ καὶ αἱ πράξεις. Μηδεὶς οὖν προλαμβανέτω τὸν ἀληθινὸν κριτὴν, μηδὲ πρὸ καιροῦ τις κρινέτω, Ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Ἐν οὖν τῷ ἐτάζειν καρδίας καὶ νεφροὺς ὁ Θεὸς τὸ ἑαυτοῦ δίκαιον ἀναφαίνει.
Ἠτάσθη μὲν οὖν ἡ καρδία τοῦ Ἀβραὰμ, εἰ ἀγαπᾷ τὸν Θεὸν ἐξ ὅλης τῆς ψυχῆς αὐτοῦ, καὶ ἐξ ὅλης τῆς καρδίας, ὅτε ἐκελεύσθη ὁλοκαύτωμα ἀνενεγκεῖν τὸν Ἰσαὰκ, ἵνα φανῇ, ὅτι οὐκ ἀγαπᾷ τὸν υἱὸν ὑπὲρ τὸν Θεόν· ἠτάσθη δὲ καὶ Ἰακὼβ ἐπιβουλευόμενος ὑπὸ τοῦ ἀδελφοῦ, ἵνα λάμψῃ ἐν τοσούτοις ἁμαρτήμασι τοῦ Ἡσαῦ μὴ ἀμβλυνομένη αὐτοῦ ἡ φιλαδελφία.
Τούτων μὲν οὖν αἱ καρδίαι ἠτάσθησαν· νεφροὶ δὲ ἠτάσθησαν τοῦ Ἰωσὴφ, ὅτε, ἐπιμανείσης αὐτῷ τῆς ἀκολάστου δεσποίνης, τὸ σεμνὸν τῆς σωφροσύνης τῆς ἀσχήμονος ἡδονῆς προετίμησεν. Εἰς τοῦτο δὲ ἠτάσθη, ἵνα οἱ θεαταὶ τῆς κρίσεως τοῦ Θεοῦ συνθῶνται δικαίως ἀπονεμομένην αὐτῷ τὴν τιμὴν, διὰ τὸ ἐν μεγάλοις δοκιμαστηρίοις ὑπερλάμψαι αὐτοῦ τὴν σεμνότητα.
Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Κυρίως ἐν πολέμοις κατὰ τὰς ἐφόδους τῶν ἐναντίων τὰς βοηθείας ἐπιζητοῦσιν οἱ πολεμούμενοι. Καὶ ἐνταῦθα τοίνυν ὁ τῶν ἀοράτων ἐχθρῶν ἑαυτοῦ ἐπαισθανόμενος, καὶ τὸν ἐφεστῶτα αὐτῷ κίνδυνον παρὰ τῶν περιστρατοπεδευομένων αὐτὸν πολεμίων ὁρῶν, ἐρεῖ· Ἡ βοήθειά μου οὐκ ἐκ πλούτου, οὐδὲ ἐκ σωματικῶν ἀφορμῶν, οὐδὲ ἐκ δυνάμεως καὶ ἰσχύος ἐμῆς, οὐδὲ ἐκ συγγενείας ἀνθρωπίνης, ἀλλ᾽ Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ. Ποταπὴν δὲ συμμαχίαν ἀποστέλλει τοῖς φοβουμένοις αὐτὸν ὁ Κύριος, ἀλλαχοῦ μεμαθήκαμεν τοῦ ψαλμοῦ λέγοντος· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς· καὶ ἀλλαχοῦ· Ὁ ἄγγελος ὁ ῥυόμενός με.
Τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Εὐθύς ἐστι τῇ καρδίᾳ ὁ τὸν λογισμὸν μὴ ἔχων ῥέποντα πρὸς ὑπερβολὴν μηδὲ ἔλλειψιν, ἀλλ᾽ ἀπευθυνόμενος πρὸς τὸ μέσον τῆς ἀρετῆς. Ὁ γὰρ ἀπὸ τῆς ἀνδρίας ἐπὶ τὸ ἔλαττον παρεκκλίνας κατὰ δειλίαν διαστρέφεται· ὁ δὲ ἐπὶ πλέον ὑπερταθεὶς ἐπὶ τὴν θρασύτητα ἀποκλίνει. Διόπερ τούτους σκολιοὺς ἡ Γραφὴ ὀνομάζει, τοὺς ταῖς ὑπερβολαῖς καὶ ἐλλείψεσι τοῦ μέσου διαμαρτάνοντας. Ὥσπερ γὰρ σκολιὰ γραμμὴ γίνεται, ποτὲ μὲν ἐπὶ τὸ κυρτὸν, ποτὲ δὲ ἐπὶ τὸ κοῖλον τῆς εὐθείας διακλασθείσης· οὕτω καὶ σκολιὰ καρδία, νῦν μὲν ὑψουμένη δι᾽ ἀλαζονείαν, νῦν δὲ ταπεινουμένη διὰ λύπας καὶ συστολάς. Διόπερ φησὶν ὁ Ἐκκλησιαστὴς, ὅτι Διεστραμμένον οὐ κατευθυνθήσεται.
Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν. Τοῦτο ἔοικεν ἀποτεινόμενος πρὸς τούς ποτε ταραχθησομένους ἐπὶ τοῖς συμβεβηκόσιν ὁ Προφήτης διαλέγεσθαι, οἱονεὶ καταστέλλων τῶν ἀνθρώπων τὴν ταραχὴν, μήποτε ἀπιστήσωσι τῇ περὶ τῶν ὅλων προνοίᾳ, ὁρῶντες ἀνεκδίκητον πατέρα ἐπὶ υἱοῦ ἐπαναστάσει, καὶ τὴν πονηρίαν τοῦ Ἀβεσσαλὼμ εὐοδουμένην ἐν οἷς προέθετο. Διορθούμενος οὖν αὐτῶν τὸ ἐν τοῖς λογισμοῖς ἀνόητον, διεμαρτύρατο αὐτοῖς· Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν. Οὐκ ἀκρίτως τι γίνεται τῶν γινομένων, ἀλλὰ τοῖς ἑκάστου μέτροις ἀντιμετρεῖ ὁ Θεὸς, οἷς προλαβὼν ἀπεμέτρησε τὰς κατὰ τὸν βίον πράξεις.
Ἐπεὶ οὖν πέπρακταί μοί τις ἁμαρτία, κατὰ τὴν ἀξίαν τὴν ἐμαυτοῦ ἀντιλαμβάνω. Μὴ τοίνυν λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδικίαν· ὁ γὰρ Θεὸς κριτὴς δίκαιος. Μηδὲ οὕτω ταπεινῶς διανοεῖσθε περὶ Θεοῦ, ὥστε οἴεσθαι αὐτὸν ἀτονεῖν πρὸς τὴν ἐκδίκησιν· καὶ γὰρ καὶ ἰσχυρός ἐστι. Τίς οὖν ἡ αἰτία τοῦ μὴ ταχεῖαν ἐπάγεσθαι τοῖς ἁμαρτάνουσι τὴν τιμωρίαν;
Διότι μακρόθυμός ἐστι, Μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν. Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει. Ἀπειλητικὸς ὁ λόγος, εἰς ἐπιστροφὴν ἐνάγων τοὺς βραδεῖς εἰς μετάνοιαν. Οὐκ εὐθὺς ἀπειλεῖ τὰ τραύματα καὶ τὰς πληγὰς καὶ τοὺς θανάτους, ἀλλὰ στίλβωσιν ὅπλων, καὶ οἱονεὶ παρασκευήν τινα πρὸς τὴν ἄμυναν. Ὥσπερ γὰρ οἱ διασμήχοντες τὰ ὅπλα τὴν ἐπὶ τὸν πόλεμον ὁρμὴν διὰ τούτου παραδηλοῦσιν, οὕτω καὶ τοῦ Θεοῦ τὴν ἐπὶ τὸ τιμωρεῖσθαι κίνησιν ἐμφῆναι βουλόμενος ὁ λόγος, στιλβοῦν ἔφησεν αὐτοῦ τὴν ῥομφαίαν. Τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου. Οὐ νευρά τίς ἐστιν ἡ διατείνουσα τὸ τόξον τοῦ Θεοῦ, ἀλλὰ κολαστικὴ δύναμις, ποτὲ μὲν ἐντεινομένη, ποτὲ δὲ ἀνιεμένη. Τῷ οὖν ἁμαρτάνοντι ἀπειλεῖ ὁ λόγος, ὅτι ἕτοιμα αὐτῷ ἐστι τὰ μέλλοντα εἰς κόλασιν ἀποπέμπεσθαι, ἐὰν ἐπιμένῃ τῇ ἁμαρτίᾳ. Ἡτοίμασται γὰρ ἐν τῷ τόξῳ σκεύη θανάτου.
Σκεύη δὲ θανάτου δυνάμεις εἰσὶν ἀφανιστικαὶ τῶν ἐχθρῶν τοῦ Θεοῦ. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. Ὥσπερ τὸ πῦρ τῇ καιομένῃ ὕλῃ παρὰ τοῦ κτίσαντος ἐξειργάσθη· οὐ γὰρ διὰ τὸν ἀδάμαντα ἐκτίσθη τὸν μὴ τηκόμενον ὑπὸ τοῦ πυρὸς, ἀλλὰ διὰ τὰ ξύλα τὰ κατακαιόμενα· οὕτω καὶ τὰ τοῦ Θεοῦ βέλη ταῖς εὐκαταπρήστοις ψυχαῖς, ὧν πολὺ τὸ ὑλικὸν καὶ τὸ πρὸς ἀφανισμὸν ἐπιτήδειον συνείλεκται, παρ᾽ αὐτοῦ κατειργάσθη. Οἱ οὖν προλαβόντες καὶ ἔλοντες ἐν ἑαυτοῖς τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου, οὗτοι δέχονται τὰ βέλη τοῦ Θεοῦ. Διὰ τοῦτό φησι· Τὰ βέλη αὐτοῦ τοῖς ἤδη καιομένοις ἐξειργάσατο.
Καίουσι δὲ ψυχὴν ἔρωτες σαρκικοὶ, καὶ ἐπιθυμίαι χρημάτων, καὶ διάπυροι ὀργαὶ, καὶ λύπαι φλέγουσαι καὶ ἐκτήκουσαι τὴν ψυχὴν, καὶ φόβοι οἱ ἀλλότριοι τοῦ Θεοῦ. Ὁ μέντοι ἄτρωτος ὑπὸ τῶν τοῦ ἐχθροῦ βελῶν, καὶ ἐνδεδυμένος τὴν πανοπλίαν τοῦ Θεοῦ, τῶν θανατηφόρων βελῶν ἀπείρατος διαμένει.
Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Ὡς μὲν πρὸς τὴν τάξιν δοκεῖ συγκεχυμένως ἡ λέξις ἔχειν· ἐπειδὴ πρῶτον αἱ κύουσαι συλλαμβάνουσιν, εἶτα ὠδίνουσι, τελευταῖον δὲ τίκτουσιν· ἐνταῦθα δὲ πρῶτον ἡ ὠδὶν, εἶτα ἡ σύλληψις, εἶτα ὁ τοκετός· πρὸς δὲ τὴν τῆς καρδίας σύλληψιν ἐμφαντικώτατα ἔχει. Αἱ γὰρ ἄλογοι τῶν ἀκολάστων ὁρμαὶ καὶ αἱ μανικαὶ καὶ παροιστρῶσαι ἐπιθυμίαι ὠδῖνες ἐλέχθησαν, διὰ τὸ μετὰ ὀξύτητος καὶ πόνου ἐγγίνεσθαι τῇ ψυχῇ. Κατὰ δὲ τὴν τοιαύτην ὁρμὴν, ὁ περικρατὴς τῶν πονηρῶν μὴ γενόμενος βουλευμάτων συνέλαβε πόνον· καὶ ὁ τὴν ἐν τῇ καρδίᾳ κακίαν διὰ τῶν πονηρῶν πράξεων ἐκκαύσας ἔτεκε τὴν ἀνομίαν. Ἔοικε δὲ ταῦτα λέγειν αἰσχυνόμενος ἐπὶ τῷ πατὴρ εἶναι παιδὸς παρανόμου. Οὐκ ἐμὸς, φησὶν, ὁ παῖς, ἀλλὰ τοῦ πατρὸς γέγονεν υἱὸς, ᾧ διὰ τῆς ἁμαρτίας ἑαυτὸν εἰσεποίησε. Διότι κατὰ τὸν Ἰωάννην, Ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται. Ἰδοὺ οὖν ὠδίνησεν αὐτὸν διὰ τῆς ἀδικίας, καὶ συνέλαβεν αὐτὸν, οἱονεὶ ἐν τοῖς οἰκειοτάτοις ἑαυτοῦ ὑπὸ τὰ σπλάγχνα τῆς ἰδίας διαθέσεως ἤγαγε καὶ ἐκυοφόρησεν αὐτὸν ὁ διάβολος· εἶτα ἀπεγέννησεν αὐτὸν, ἐκφανῆ τὴν ἀνομίαν αὐτοῦ καταστήσας, διότι πᾶσι προεκηρύχθη ἡ κατὰ τοῦ πατρὸς ἐπανάστασις. Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτόν.
Οὐ πάνυ ἐπὶ καλοῦ εὑρίσκομεν τὸ ὄνομα τοῦ λάκκου τεταγμένον ἐν ταῖς θείαις Γραφαῖς· ὡς οὐδὲ τὸ φρέαρ ὕδατος ἐπὶ χείρονος. Λάκκος μὲν γάρ ἐστιν εἰς ὃν ἐβλήθη ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ Ἰωσήφ. Καὶ ὅτε πατάσσεται Ἀπὸ πρωτοτόκου Φαραὼ ἕως πρωτοτόκου τῆς αἰχμαλώτιδος τῆς ἐν τῷ λάκκῳ.
Καὶ ἐν τοῖς Ψαλμοῖς· Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον. Καὶ ἐν τῷ Ἱερεμίᾳ φησίν· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Ἀλλὰ καὶ ἐν τῷ Δανιὴλ λάκκος λεόντων ἀναγέγραπται, εἰς ὃν ῥίπτεται Δανιήλ. Φρέαρ δὲ ὀρύσσει Ἀβραάμ· καὶ οἱ παῖδες τοῦ Ἰσαάκ· καὶ ἐπὶ φρέαρ ἐξελθὼν ἀνεπαύετο Μωϋσῆς. Καὶ ἐντολὴν λαμβάνομεν ἀπὸ τοῦ Σολομῶντος πίνειν ὕδατα ἀπὸ ἡμετέρων ἀγγείων καὶ ἀπὸ ἡμετέρων φρεάτων πηγῆς. Καὶ ὁ Σωτὴρ παρὰ τῷ φρέατι τῇ Σαμαρείτιδι περὶ θείων μυστηρίων διαλέγεται.
Τὴν δὲ αἰτίαν τοῦ ἐπὶ χειρόνων μὲν τοὺς λάκκους τετάχθαι, ἐπὶ κρειττόνων δὲ τὰ φρέατα, νομίζομεν ταύτην ὑπάρχειν· ἐπίκτητον τὸ ὕδωρ ἐν τοῖς λάκκοις, πῖπτον ἐξ οὐρανοῦ· ἐν δὲ τοῖς φρέασι φλέβες ὑδάτων κεχωσμέναι, πρὶν ὀρυχθῆναι τοὺς τόπους, φανεροῦνται, περιαιρεθέντων τῶν ἐπικαλυπτόντων χωμάτων, καὶ οἱασδήποτε οὐσίας ἐπικειμένης, ἥτις πᾶσά ἐστι γῆ. Καὶ ἐν ταῖς ψυχαῖς τοίνυν ἐστὶν οἱονεὶ ὄρυγμα, ἐν αἷς καταπίπτει τὰ κρείττονα μεταβάλλοντα καὶ παραχαραττόμενα, ὅτε τις τὰς περὶ τῶν καλῶν ἐννοίας πεσούσας εἰς αὐτὸν τρέπει, ἐπὶ τὸ κακουργότερον αὐτὰς διαστρέφων, καὶ ἐπὶ τὰ ἐναντία τῇ ἀληθείᾳ, οὐδὲν οἰκεῖον βεβουλευμένος ἔχειν καλόν.
Καὶ πάλιν φρέατα, ὅτε, περιαιρεθέντων τῶν ἐπικαλυπτόντων χειρόνων, ἀναλάμπει φῶς καὶ πηγὴ ὕδατος ἐν λόγῳ καὶ δόγμασι ποτίμου. Διὰ τοῦτο ἕκαστον ἑαυτῷ φρέαρ κατασκευάσαι ἀναγκαῖον, ἵνα τηρήσῃ τὴν προειρημένην ἐντολὴν τὴν λέγουσαν· Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς. Οὕτω γὰρ χρηματίσομεν τέκνα τῶν ὀρυξάντων τὰ φρέατα, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.
Λάκκον δὲ οὐ ποιητέον, ἵνα μὴ ἐμπέσωμεν εἰς τὸ ὄρυγμα, κατὰ τὸ ἐνθάδε εἰρημένον, μηδὲ ἀκούσωμεν τὰ ἐν τῷ Ἱερεμίᾳ ἐπ᾽ ὀνειδισμῷ τῶν ἁμαρτανόντων ἀναγεγραμμένα, τοῦ Θεοῦ λέγοντος περὶ αὐτῶν ἃ καὶ πρὸ βραχέως παρεθέμεθα· Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ αὐτοῖς συνέχειν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.