Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς Ψαλμούς

Μέγας Βασίλειος

Ερμηνεία εις τον ΙΔ΄ Ψαλμό

Ερμηνεία του δέκατου τέταρτου Ψαλμού. Αναπτύσσεται η έννοια της παροικίας στο θείο σκήνωμα, η αλήθεια της καρδιάς, η διαφορά μεταξύ ελέγχου και ονειδισμού και η ευαγγελική διδασκαλία περί όρκων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 14

ΕΙΣ ΤΟΝ ΙΔʹ ΨΑΛΜΟΝ. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου, ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Τὸν τέλειον ἡμῖν ὁ λόγος ὑπογράψαι βουλόμενος, τὸν τῶν μακαρισμῶν ἐπιτυγχάνειν μέλλοντα, τάξει τινὶ καὶ ὁδῷ τῶν περὶ αὐτὸν θεωρουμένων χρησάμενος, ἀπὸ τῶν προσεχεστέρων καὶ πρώτων τὴν ἀρχὴν πεποίηται. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Ἡ παροικία ἐστὶ διαγωγὴ πρόσκαιρος, οὐχ ἱδρυμένην ζωὴν, ἀλλὰ παροδικὴν, ἐπ᾽ ἐλπίδι τῆς ἐπὶ τὰ κρείττονα μεταστάσεως, ὑποφαίνουσα.

Ἁγίου δὲ ἀνδρὸς, παροδεύειν μὲν τὸν βίον τοῦτον, ἐπείγεσθαι δὲ πρὸς ἑτέραν ζωήν. Διὸ καὶ ὁ Δαβὶδ περὶ ἑαυτοῦ φησι· Πάροικος ἐγώ εἰμι παρὰ σοὶ, καὶ παρεπίδημος, καθὼς οἱ πατέρες μου. Πάροικος γὰρ Ἀβραὰμ, οὐδὲ βῆμα ποδὸς ἰδίας γῆς κεκτημένος, ἀλλ᾽ ὅτε ταφῆς αὐτῷ ἐδέησεν, ἀργυρίου κτησάμενος ταύτην φαίνεται· δεικνύντος τοῦ λόγου, ὅτι ζῶντα μὲν ἐν τῇ σαρκὶ πάροικον εἶναι προσήκει, μεταβαίνοντα δὲ ἀπὸ τῆς ζωῆς ταύτης, τοῖς οἰκείοις τόποις ἐναναπαύεσθαι. Διὰ τοῦτο ἐν μὲν τῇ ζωῇ ταύτῃ παροικεῖ τοῖς ἀλλοφύλοις, ἐν δὲ τῇ ταφῇ οἰκείαν ἑαυτῷ τὴν δεξομένην αὐτοῦ τὸ σῶμα γῆν ἐπραγματεύσατο. Μακάριον δὲ τῷ ὄντι, μὴ ὡς οἰκείοις προστετηκέναι τοῖς ἐν τῇ γῇ, μηδὲ ὥσπερ πατρίδος τινὸς φυσικῆς ἀντέχεσθαι τῶν ἐνταῦθα, ἀλλ᾽ εἰδέναι τὴν ἀπὸ τῶν βελτιόνων ἀπόπτωσιν, καὶ τὴν ἐκ καταδίκης ἐνθάδε διαγωγὴν βαρυνόμενον, οὕτω παροικεῖν, ὡς οἱ ὑπὸ δικαστῶν τινων ἐπί τισι πλημμελήμασιν εἰς τὴν ὑπερορίαν ἐκ τῆς ἐνεγκούσης ἀπελαθέντες. Σπάνιος δὲ ὁ τοιοῦτος, ὁ μὴ ὡς ἰδίοις προσέχων τοῖς παροῦσιν· ὁ τοῦ πλούτου τὴν χρῆσιν πρόσκαιρον ἐπιστάμενος· ὁ τοῦ σώματος τὴν εὐεξίαν ὀλιγοχρόνιον τιθείς· ὁ γνωρίζων τῆς ἀνθρωπίνης δόξης τὸ ἄνθος ἀβέβαιον. Τίς οὖν παροικήσει ἐν τῷ σκηνώματί σου; Σκήνωμα τοῦ Θεοῦ ἡ παρ᾽ αὐτοῦ δεδομένη σὰρξ τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰς ἐνοίκησιν ὀνομάζεται. Τίς ὡς ἀλλοτρίᾳ τῇ σαρκὶ ταύτῃ προσέξει;

Ὥσπερ οἱ πάροικοι, ἀλλοτρίαν ἐκμισθούμενοι γῆν, πρὸς τὸ βούλημα τοῦ ἐκδεδωκότος γεωργοῦσι τὴν χώραν· οὕτω καὶ ἡμῖν κατὰ συγγραφὴν ἡ τῆς σαρκὸς ἐπιμέλεια παραδέδοται, ὥστε προσηκόντως αὐτὴν φιλοπονήσαντας, ἔγκαρπον ἀποδοῦναι τῷ δεδωκότι. Ἐὰν δὲ ᾖ Θεοῦ ἀξία ἡ σὰρξ, γίνεται τῷ ὄντι Θεοῦ σκήνωμα κατὰ τὴν ἐνοίκησιν αὐτοῦ τὴν εἰς τοὺς ἁγίους. Τοιαύτη δέ ἐστιν ἡ τοῦ παροικοῦντος.

Διὰ τοῦτο, Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Εἶτα προκοπὴ καὶ πρόοδος ἡ ἐπὶ τὸ τελειότερον. Καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Ἰουδαῖος μὲν ὁ γήϊνος, ὅταν ὄρος ἀκούσῃ, πρὸς τὴν Σιὼν ἀποτρέχει. Τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; Ὁ τῇ σαρκὶ παροικήσας ἐν τῷ ἁγίῳ ὄρει κατασκηνώσει. Ὄρος ἐκεῖνο, τὴν ὑπερουράνιον χώραν, τὴν περιφανῆ καὶ λαμπράν· περὶ οὗ ὁ Ἀπόστολος λέγει, ὅτι Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, ἐν ᾗ πανήγυρις ἀγγέλων, καὶ Ἐκκλησία πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς.

Ἐπὰν οὖν τις παρέλθῃ τὴν σάρκα ταύτην ἀπροσπαθῶς ὡς ἀλλοτρίαν παροικῶν, καὶ οὐχ ὡς ἰδίας ἐξηρτημένος, οὗτος, διὰ τὸ νεκρῶσαι αὐτοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, τὸν ἁγιασμὸν κατορθώσας, ἄξιός ἐστι τῆς ἐν τῷ ἁγίῳ ὄρει κατασκηνώσεως· ἧς ἐπιθυμῶν ὁ Ψαλμῳδὸς ἔλεγεν, ὅτι Διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς· καὶ τὸ, Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων. Ἐκεῖ ἡμᾶς καὶ ἡ πρὸς τοὺς πλησίον τῷ λόγῳ ἐκείνης τῆς ἐν τῷ ὄρει κατασκηνώσεως, καὶ ἡ ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας γινομένη φιλία κατασκηνοῖ. Ποιήσατε γὰρ ἑαυτοῖς φίλους ἐκ τοῦ μαμμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλίπητε, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. Περὶ ἐκείνης τῆς διαγωγῆς ὁ Κύριος ἐν εὐχῆς εἴδει ἔλεγε τὸ, Πάτερ ἅγιε, δὸς ἵνα, ὅπου ἐγώ εἰμι, καὶ αὐτοὶ ὦσι. Σπάνιος καὶ ὁ παροικῶν ἐν τῷ σώματι, καὶ ὁ κατασκηνῶν ἐν τῷ ὄρει. Διὰ τοῦτο ὡς ἀπορῶν ὁ λόγος φησί· Τίς παροικήσει; καὶ, Τίς κατασκηνώσει; ὡς τὸ, Τίς ἔγνω νοῦν Κυρίου; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; καὶ τὸ, Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; καὶ τὸ, Τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος; Τάχα δὲ καὶ ἐρωτηματικόν ἐστι τὸ, Τίς, ὡς ἀπόκρισιν ἐπιζητοῦντος παρὰ τοῦ Κυρίου τοῦ ἁγίου, ᾧ διαλέγεται. Πρὸς ὃν ἡ θεία φωνὴ, λύουσα τὸ ἐπερώτημα, τί φησι; Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην.

Εἰ ἄμωμός ἐστιν ὁ μηδενὸς τῶν ἀγαθῶν ἐλλιπὴς, ἀπὸ πάσης κακίας ἀπταίστως τὸν βίον ἑαυτοῦ διεξάγων, τίνα ἔχει πρὸς τὸν ποιοῦντα δικαιοσύνην διαφοράν; Ἆρ᾽ οὖν τὸν αὐτὸν νοῦν ἐν διπλοῖς ῥήμασιν ἀπαγγέλλει· Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην;

Ἢ ἰδίαν τινὰ διάνοιαν ἑκάτερον τῶν εἰρημένων παρίστησιν; ἵνα ᾖ ὁ μὲν ἄμωμος ὁ κατὰ τὸν ἐν κρυπτῷ ἄνθρωπον εἰς πᾶσαν τελείωσιν ἀρετῆς ἀπηρτισμένος, ὁ δὲ ἐργαζόμενος δικαιοσύνην ὁ τὸ πρακτικὸν ἑαυτοῦ διὰ τῶν σωματικῶν ἐνεργειῶν τελειῶν.

Δεῖ γὰρ οὐ μόνον ποιεῖν τὴν δικαίαν πρᾶξιν, ἀλλὰ καὶ ἀπὸ διαθέσεως δικαίας ἐργάζεσθαι· κατὰ τὸ εἰρημένον, ὅτι Δικαίως τὸ δίκαιον διώξεις· τουτέστι, μετὰ τοῦ λόγου τῆς δικαιοσύνης ἐπιτελεῖν τὴν πρᾶξιν. Οἷον ποιεῖ μὲν γάρ τι ἰατρικὸν πρὸς ὠφέλειαν φέρον τῶν ἀσθενούντων ὁ ἰδιώτης, ἀλλ᾽ οὐχὶ καὶ ἰατρικῶς ἐποίησεν ὁ τοιοῦτος, τῷ μὴ ἔχειν τι τῆς τέχνης τῇ ἐνεργείᾳ συνεπόμενον.

Πορευόμενος οὖν ἄμωμος ὁ κατὰ νοῦν τέλειος· ἐργαζόμενος δὲ δικαιοσύνην ὁ κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν ἀνεπαίσχυντος τοῦ Κυρίου ἐργάτης. Πρόσχες δὲ τῇ ἀκριβείᾳ τῆς λέξεως. Οὐκ εἶπε, Πορευθεὶς ἄμωμος, ἀλλὰ, Πορευόμενος ἄμωμος· οὐδὲ, Ἐργασάμενος δικαιοσύνην, ἀλλ᾽, Ἐργαζόμενος.

Οὐ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον, ἀλλὰ παντὶ προσῆκε τῷ βίῳ τὰς κατ᾽ ἀρετὴν ἐνεργείας συμπαρατείνεσθαι. Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ. Πάλιν καὶ ἐνταῦθα τὴν αὐτὴν ἔχει κοινωνίαν πρὸς ἄλληλα τὸ λαλεῖν ἀλήθειαν ἐν καρδίᾳ, καὶ τὸ μὴ δολοῦν ἐν γλώσσῃ αὐτοῦ· ὁποίαν εἶχε τὸ εἶναι ἄμωμον πρὸς τὸ ἐργάζεσθαι δικαιοσύνην. Ὡς γὰρ ἐκεῖ καὶ τὸν ἐν κρυπτῷ τέλειον, καὶ τὸν ἐν τῷ πρακτικῷ εὐοδούμενον ὁ λόγος παρίστησιν, οὕτω καὶ ἐνταῦθα, ἐπειδὴ τὸ λαλούμενον ἐκ τοῦ περισσεύματός ἐστι τῆς καρδίας, οἷον ἀπὸ πηγῆς τῆς ἔνδον διαθέσεως τοῦ λόγου ῥέοντος, πρότερον εἶπε τὴν ἐν καρδίᾳ ἀλήθειαν, εἶτα τὸ ἐν τῷ λόγῳ ἄδολον τῷ διὰ τῆς γλώσσης ἐνεργουμένῳ.

Δύο δὲ τὰ σημαινόμενα τῆς ἀληθείας εὑρήσομεν· ἓν μὲν τὴν περὶ τῶν πραγμάτων τῶν ἐπὶ τὸν μακάριον βίον φερόντων κατάληψιν, ἕτερον δὲ τὴν περὶ οἱουδήποτε τῶν κατὰ τὸν βίον εἴδησιν ὑγιῆ. Ἐκείνην μὲν οὖν τὴν ἀλήθειαν, τὴν συνεργὸν τῆς σωτηρίας ἐν τῇ καρδίᾳ οὖσαν τοῦ τελείου, χρὴ ἀδόλως ἐν πᾶσι τῷ πλησίον παραδιδόναι· ἐν δὲ τοῖς κατὰ τὸν βίον πράγμασιν, ἐάν που καὶ διαπίπτῃ τῆς ἀληθείας ὁ σπουδαῖος, οὐδὲν ἐμπόδιον αὐτῷ εἰς τὰ προκείμενα ἔσται.

Πόσοι γὰρ στάδιοι γῆς ἢ θαλάσσης, καὶ πόσοι κινοῦνται τῶν ἀστέρων, καὶ πόσον ἕτερος τοῦ ἑτέρου προέχει τῷ τάχει, ἐὰν μὴ εἰδῶμεν τὴν ἐν τούτοις ἀλήθειαν, οὐδὲν ἡμῖν ἐμποδίσει πρὸς τὸ ἐπιτυχεῖν τῆς ἐν ἐπαγγελίαις μακαριότητος. Τάχα δέ τι καὶ τοιοῦτον ἡμῖν ὁ λόγος παρίστησιν, ὅτι τὰ περὶ ἀληθείας, τουτέστι, τὰ μυστικὰ, λαλεῖν προσῆκεν οὐ παντὶ, ἀλλὰ τῷ πλησίον· ἀντὶ τοῦ, οὐκ εἰς τοὺς τυχόντας ἐκφαίνειν, ἀλλὰ τοὺς κεκοινωνηκότας τῶν μυστηρίων. Εἰ δὲ ἀλήθεια ὁ Κύριος ἡμῶν ἐστιν, ἐντετυπωμένην καὶ οἱονεὶ ἐσφραγισμένην τῇ ἑαυτοῦ καρδίᾳ ταύτην τὴν ἀλήθειαν ἕκαστος ἔχωμεν· περὶ ἧς λαλοῦντες ἐν ταῖς καρδίαις ἑαυτοῖς, μὴ δολῶμεν τὸν λόγον τοῦ Εὐαγγελίου ἐν τῷ ἀναγγέλλειν τοῖς πλησίον ἡμῶν τὸ κήρυγμα. Ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ. Πολλαχοῦ ὡς ἐχθρὸς τοῦ Θεοῦ ὁ δόλος ἐν τῇ Γραφῇ διαβέβληται. Ἐξολοθρεύσαι, φησὶ, Κύριος πάντα τὰ χείλη τὰ δόλια· καὶ, Δόλος ἐν καρδίᾳ τεκταινομένων κακά. Πᾶν δὲ τὸ κρεῖττον ἐν τῇ τοῦ χείρονος ἐπιμιξίᾳ δολοῦσθαι λέγεται, ὡς οἶνος δολοῦται τῷ χείρονα αὐτῷ παραμίγνυσθαι, ἢ τὸ ὕδωρ αὐτῷ παρακίρνασθαι· καὶ χρυσὸς δολοῦται ἐν τῇ πρὸς ἄργυρον καὶ χαλκὸν κοινωνίᾳ· οὕτω καὶ ἀλήθεια δολοῦται, τοῖς ἁγίοις λόγοις τῶν δυσφημοτέρων παραπλακέντων.

Οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. Τίνα λέγει τὸν πλησίον ὁ λόγος, οὐδεὶς ἀμφιβάλλει τῶν ἀκουσάντων τοῦ Εὐαγγελίου πρὸς τὸν ἐρωτήσαντα· Καὶ τίς ἐστί μου πλησίον; ᾯ ὁ Κύριος εἶπε τὴν παραβολὴν τοῦ ἀπὸ Ἱερουσαλὴμ καταβαίνοντος εἰς Ἱεριχώ· ὃν καὶ ἠρώτησε· Τίς τούτων δοκεῖ σοι γεγονέναι πλησίον; Κἀκεῖνος ἀπεκρίνατο, Ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. Ἐδίδαξε γὰρ διὰ τούτων πάντα ἄνθρωπον ἡγεῖσθαι πλησίον. Δυσκατόρθωτον δὲ καὶ τοῦτο, καὶ πολλῆς δεόμενον ἐπιμελείας, μήτε μικρῷ τινι, μήτε μείζονι καταβλάπτειν τὸν πλησίον· μὴ ἐν ῥήματι βλάψαι· μὴ ἀποστερῆσαί τι τῶν καθηκόντων· μὴ βουληθῆναι αὐτῷ πονηρόν· μὴ βασκανίᾳ χρήσασθαι πρὸς τὰς εὐπραγίας τῶν πέλας. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. Ἀμφίβολος ἡ λέξις· πότερον αὐτὸς ἄξια τοῦ ὀνειδίζεσθαι παρὰ τῶν ἔγγιστα οὐκ ἐποίησε, καὶ διὰ τοῦτο οὐκ ἔλαβε παρ᾽ αὐτῶν ὀνειδισμὸν, ἢ οὐδένα τῶν ἔγγιστα αὐτὸς ὠνείδισε, τῶν ἐν ἀνθρωπίνοις πταίσμασι γενομένων, ἢ ἐν πηρώμασι σωματικοῖς, ἢ ἄλλοις τισὶν ὑστερήμασι τῆς σαρκὸς εὑρισκομένων. Οὔτε γὰρ τὸν ἁμαρτάνοντα ὀνειδιστέον κατὰ τὸ γεγραμμένον· Μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας.

Οὐδὲ γὰρ ἔγνωμέν ποτε ἐπ᾽ ὠφελείᾳ τῶν πλημμελούντων τὸν ὀνειδισμὸν παρειλημμένον, τοῦ Ἀποστόλου ἐν ταῖς πρὸς τὸν ἑαυτοῦ μαθητὴν Τιμόθεον ὑποθήκαις ἔλεγχον μὲν καὶ παράκλησιν καὶ ἐπιτίμησιν ἐπιτρέψαντος, οὐδαμοῦ δὲ τὸν ὀνειδισμὸν, ὡς ἐναντίον, παραλαβόντος.

Καὶ ἔοικεν ὁ μὲν ἔλεγχος τέλος ἔχειν τὴν διόρθωσιν τοῦ ἁμαρτάνοντος, ὁ δὲ ὀνειδισμὸς ἐπὶ ἀσχημοσύνῃ τοῦ ἐπταικότος γίνεσθαι. Πενίαν δὲ, ἢ δυσγένειαν, ἢ ἀμάθειαν, ἢ σώματος ἀῤῥωστίαν ὀνειδίζειν πάντη ἄλογον, καὶ ἀλλότριον τοῦ σπουδαίου.

Ἃ γὰρ οὐκ ἐκ προαιρέσεως ἡμῖν συμβαίνει, ταῦτα ἀκούσια· ἐπὶ δὲ τοῖς ἀκουσίοις ἐλαττώμασιν ἐλεεῖσθαι μᾶλλον ἢ καθυβρίζεσθαι τοὺς ἀτυχοῦντας προσῆκεν. Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει.

Μεγαλοφυοῦς διανοίας καὶ πρὸς οὐδὲν κατακλινομένης τῶν ἀνθρωπίνων χρείᾳ, καὶ ἀνδρὸς τὴν τῆς δικαιοσύνης ἕξιν εἰς ἄκρον κατωρθωκότος, τὸ διανέμειν ἑκάστῳ τὰ πρὸς ἀξίαν· τούς τε πονηρευομένους ἐξουδενοῦν, κἂν τὰς μεγάλας τύχωσι δυναστείας περιβεβλημένοι, κἂν πλούτῳ κομῶντες κἂν περιφανείᾳ γένους, κἂν λαμπρότητα ἑαυτοῖς ἐπιφημίζοντες, πονηρία δὲ μόνη ἐνυπάρχουσα αὐτοῖς φωραθῇ, ἐξουδενοῦν τοὺς τοιούτους, τουτέστιν ἀντ᾽ οὐδενὸς λογίζεσθαι. Ἔμπαλιν δὲ, τοὺς φοβουμένους τὸν Κύριον, κἂν πένητες ὦσι, κἂν ἀγενεῖς, κἂν ἰδιῶται τῷ λόγῳ, κἂν ἀσθενεῖς τῷ σώματι, δοξάζειν καὶ ὑπεραίρειν καὶ μακαρίους ἡγεῖσθαι, δεδιδαγμένον παρὰ τοῦ Πνεύματος μακαρίζειν τοὺς τοιούτους Μακάριοι γὰρ, φησὶ, πάντες οἱ φοβούμενοι τὸν Κύριον. Τῆς αὐτῆς δέ ἐστι διανοίας τόν τε πονηρευόμενον ἐξουδενῶσαι, κἂν ὑπεραίρηται λαμπρότητι, καὶ τὸν φοβούμενον τὸν Κύριον δοξάζειν, κἂν εὐτελὴς ᾖ, κἂν πένης ἐν τῷ βίῳ, κἂν εὐκαταφρόνητος, κἂν μηδὲν τῶν ἐκτὸς προκαλουμένων εἰς ἀποδοχὴν κεκτημένος. Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Τί δή ποτε ἐνταῦθα μὲν ἡ εὐορκία συγχωρεῖται ἐν τοῖς τῷ τελείῳ πρέπουσιν ἀνδραγαθήμασιν, ἐν δὲ τῷ Εὐαγγελίῳ παντελῶς ἀπηγόρευται;

Τίς παροικήσει, καὶ τίς κατασκηνώσει; Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Ἐκεῖ δὲ, Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως. Τί οὖν φαμεν; Ὅτι πανταχοῦ τοῦ αὐτοῦ σκοποῦ ἔχεται ὁ Κύριος, προλαμβάνων τῶν ἁμαρτημάτων τὰ ἀποτελέσματα, καὶ ἐκ τῆς πρώτης ἀρχῆς ἐκτέμνων τὴν πονηρίαν. Ὡς γὰρ ὁ μὲν παλαιὸς ἔλεγε νόμος, Οὐ μοιχεύσεις· ὁ δὲ Κύριος, Οὐδὲ ἐπιθυμήσεις· κἀκεῖνος μὲν, Οὐ φονεύσεις· ὁ δὲ τὰ τελειότερα νομοθετῶν, Οὐδὲ ὀργισθήσῃ· οὕτω δὴ καὶ ἐνταῦθα ὁ μὲν ἀρκεῖται τῇ εὐορκίᾳ, ὁ δὲ τῆς ἐπιορκίας τὴν ἀφορμὴν διακόπτει. Ὁ μὲν γὰρ εὐορκῶν, τυχὸν ἄν ποτε καὶ παρασφαλείη ἄκων· ὁ δὲ μὴ ὀμνύων, τὸν τῆς ἐπιορκίας κίνδυνον διαπέφευγε. Τὸν ὅρκον δὲ πολλαχοῦ καὶ τὴν ἀμετάθετον περὶ ἑκάστου πράγματος διαβεβαίωσιν ὀνομάζει· ὡς τὸ, Ὤμοσα, καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου· καὶ τὸ, Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Οὐχ ὅτι Θεὸν εἰς μαρτυρίαν τῶν λαλουμένων πιστοποιούμενον αὐτοῦ τὴν ἀμφιβολίαν παρήγαγεν, ἀλλ᾽ ὅτι ἀτρέπτοις καὶ ἀκινήτοις δόγμασι τὴν τῆς ἐπαγγελίας χάριν τῷ Δαβὶδ ἐβεβαίωσεν.

Οὕτως οὖν καὶ ἐνταῦθα δυνατὸν εἰρῆσθαι· Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ· τουτέστι, διαβεβαιούμενος τῷ πλησίον, καὶ οὐκ ἀθετῶν· ἵνα ᾖ σύμφωνον τῷ παρὰ τοῦ Κυρίου εἰρημένῳ, τῷ, Ἔστω δὲ ὑμῶν ὁ λόγος, ναὶ ναὶ, καὶ οὒ οὔ. Περὶ τῶν τοιούτων πραγμάτων διαβεβαιούμενος κατάνευε· καὶ περὶ τῶν μὴ ὄντων, κἂν πάντες ἄνθρωποι παρακαλῶσι, μὴ συμπεισθῇς ποτε παρὰ τὴν τῆς φύσεως ἀλήθειαν διαβεβαιώσασθαι. Οὐ γέγονε τὸ πρᾶγμα, ἄρνησις ἐπακολουθείτω· γέγονε τὸ πρᾶγμα, συγκατάθεσις διαβεβαιούτω. Χωρὶς τῆς πρὸς ἕτερον ἐπιπλοκῆς αὐτὴν καθ᾽ ἑαυτὴν πειρῶ τὴν ἀλήθειαν παριστᾷν, ψιλαῖς ταῖς διαβεβαιώσεσι κεχρημένος. Ὁ ἄπιστος ἐχέτω τὴν βλάβην τῆς ἀπιστίας. Αἰσχρὸν γὰρ παντελῶς καὶ ἀνόητον ἑαυτοῦ κατηγορεῖν ὡς ἀναξίου πίστεως, καὶ τὴν ἐκ τῶν ὅρκων ἀσφάλειαν ἐπιφέρεσθαι.

Εἰσὶ δέ τινες λόγοι, σχήματα μὲν ὅρκων ἔχοντες, οὐχ ὅρκοι δὲ ὄντες, ἀλλὰ θεραπεία πρὸς τοὺς ἀκούοντας. Ὡς ὁ Ἰωσὴφ τὸν Αἰγύπτιον οἰκειούμενος, νὴ τὴν ὑγίειαν ὤμνυε Φαραώ. Καὶ ὁ Ἀπόστολος τὴν πρὸς Κορινθίους ἀγάπην ἑαυτοῦ παριστῶν, ἔφη· Νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Οὐ γὰρ παρήκουσε τῆς εὐαγγελικῆς διδασκαλίας ὁ τὸ Εὐαγγέλιον πεπιστευμένος, ἀλλὰ λόγον ψιλὸν ἐν σχήματι παρέδωκεν ὅρκου, τὴν ἐπ᾽ αὐτοῖς καύχησιν ὡς τοῦ παντὸς αὐτῷ ἀξίαν οὖσαν διὰ τοῦ τοιούτου τρόπου δεικνύς.

Τῷ αἰτοῦντί σε δός· καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι μὴ ἀποστραφῇς. Ἐπὶ τὸ κοινωνικὸν, καὶ φιλάλληλον, καὶ τῇ φύσει οἰκεῖον ὁ λόγος ἡμᾶς προκαλεῖται. Πολιτικὸν γὰρ ζῶον καὶ συναγελαστικὸν ὁ ἄνθρωπος. Ἐν δὲ τῇ κοινῇ πολιτείᾳ καὶ τῇ μετ᾽ ἀλλήλων ἀναστροφῇ ἀναγκαῖον τὸ εὐμετάδοτον εἰς ἐπανόρθωσιν τοῦ ἐνδέοντος. Τῷ αἰτοῦντί σε δός. Βούλεταί σε διὰ μὲν τὴν ἀγάπην ἐν ἁπλότητι ἀνειμένον εἶναι πρὸς τοὺς αἰτοῦντας, λογισμῷ δὲ πάλιν διακρίνειν ἑκάστου τὴν χρείαν τῶν προσαιτούντων. Καὶ τοῦτο μεμαθήκαμεν ἐν ταῖς Πράξεσι, τίνα τρόπον δυνατὸν κατορθοῦσθαι παρὰ τῶν ἐπιστημόνως τὸν τῆς εὐσεβείας σκοπὸν ἐκπληρούντων· Ὅσοι γὰρ, φησὶ, κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Διεδίδοτο δὲ ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Ἐπειδὴ γὰρ πολλοὶ ὑπερβαίνοντες τὴν χρῆσιν τῶν ἀναγκαίων, ἀφορμὴν ἐμπορίας καὶ ὑπόθεσιν τρυφῆς ἀσελγοῦς ποιοῦνται τὴν αἴτησιν, ἀναγκαίως παρὰ τοῖς τὴν ἐπιμέλειαν τῶν πτωχῶν πεπιστευμένοις ἡ συγκομιδὴ τῶν χρημάτων ἐγίνετο, ὥστε ἐκεῖθεν ἐπιστημόνως καὶ οἰκονομικῶς ταῖς ἑκάστου χρείαις τὴν διανομὴν τῶν ἀναγκαίων γίνεσθαι.

Ὥσπερ γὰρ ἐπὶ τῶν ἀῤῥωστούντων χρεία μὲν πολλάκις οἴνου, ἀλλ᾽ οὐ παντός ἐστι καιροῦ καὶ μέτρου καὶ ποιότητος καταστοχάσασθαι· χρεία δὲ ἰατροῦ πρὸς τὴν δόσιν τοῦ οἴνου· οὕτω δὴ καὶ ἡ περὶ τὴν θεραπείαν τῶν δεομένων οἰκονομία οὐ παρὰ πάντων ὠφελίμως ἐνεργεῖσθαι δύναται. Τοῖς γὰρ δὴ τὰ θρηνώδη μέλη πρὸς τὴν τῶν γυναικῶν ἀπάτην συντιθεῖσι, καὶ τὰ πηρώματα τοῦ σώματος, καὶ τὰ ἕλκη πρὸς ἐμπορίας ἀφορμὴν προτιθεῖσιν, οὐ πάντως τὸ δαψιλὲς τῆς διακονίας ὠφέλιμον.

Ἀφορμὴ γὰρ αὐτοῖς εἰς κακίαν ἡ χορηγία γενήσεται. Ἀλλὰ μικρᾷ δόσει χρὴ τὴν τῶν τοιούτων ὑλακὴν ἀπωθεῖσθαι, τὸ δὲ συμπαθὲς καὶ φιλάδελφον ἐπιδεικνυμένους, ἐν τοῖς μεθ᾽ ὑπομονῆς τὴν θλίψιν φέρειν δεδιδαγμένοις· ὑπὲρ ὧν καὶ λεχθήσεται αὐτοῖς, ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἑξῆς. Καὶ ἀπὸ τοῦ θέλοντος δανείσασθαι, μὴ ἀποστραφῇς. Καὶ τοῦτο τὸ παράγγελμα ἔχεται τῶν προτέρων. Καὶ γὰρ καὶ ὁ ἐνταῦθα αἰτῶν, πτωχὸς ὢν, δάνειον αἰτεῖ παρὰ σοῦ, δεικνύς σοι τὸν ἐν οὐρανοῖς πλούσιον, διαλύοντά σοι ὑπὲρ αὐτοῦ τὸ χρέος.

Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν Θεῷ δανείζει. Ἐχέγγυον δὲ τοῦ δάνους ἡ βασιλεία τῶν οὐρανῶν. Ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ᾽ οὗ τῷ Πατρὶ καὶ ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.