Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς τεσσαράκοντα μάρτυρας

Μέγας Βασίλειος

Πνευματική καταγωγή, επίγεια στρατεία και ομολογία πίστεως

Η υπεροχή της ουράνιας πολιτείας και η στρατιωτική σταδιοδρομία των μαρτύρων. Περιγραφή της θαρραλέας και κοινής διακήρυξης της χριστιανικής τους ιδιότητας και της σταθερής άρνησής τους στις προτάσεις και απειλές του τοπικού άρχοντα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Οὐδὲ γὰρ καταδέχονται νόμοις ἐγκωμίων δουλεύειν οἱ περὶ τῶν ἁγίων λόγοι. Διότι οἱ εὐφημοῦντες ἐκ τῶν τοῦ κόσμου ἀφορμῶν τὰς ἀρχὰς τῶν εὐφημιῶν λαμβάνουσιν· οἷς δὲ ὁ κόσμος ἐσταύρωται, πῶς δύναταί τι τῶν ἐν αὐτῷ ἀφορμὴν παρέχειν εἰς περιφάνειαν; Οὐκ ἦν μία πατρὶς τοῖς ἁγίοις· ἄλλος γὰρ ἀλλαχόθεν ὥρμητο. Τί οὖν; ἀπόλιδας αὐτοὺς εἴπωμεν, ἢ τῆς οἰκουμένης πολίτας, Ὥσπερ γὰρ ἐν ταῖς τῶν ἐράνων συνεισφοραῖς τὰ παρ᾽ ἑκάστου καταβληθέντα κοινὰ τῶν εἰσενεγκάντων γίνεται· οὕτω καὶ ἐπὶ τῶν μακαρίων τούτων ἡ ἑκάστου πατρὶς κοινὴ πάντων ἐστί· καὶ πάντες εἰσὶ πανταχόθεν ἀντιδιδόντες ἀλλήλοις τὰς ἐνεγκούσας.

Μᾶλλον δὲ τί δεῖ τὰς χαμαὶ κειμένας περιζητεῖν, ἐξὸν τὴν νῦν αὐτῶν πόλιν, ἥτις ἐστὶν, ἐννοεῖν Πόλις τοίνυν μαρτύρων ἡ πόλις ἐστὶ τοῦ Θεοῦ· ᾗ. τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, ἡ ἄνω Ἱερουσαλὴμ ἡ ἐλευθέρα, ἡ μήτηρ Παύλου, καὶ τῶν ἐκείνῳ παραπλησίων. Γένος δὲ τὸ μὲν ἀνθρώπινον ἄλλο ἄλλου· τὸ δὲ πνευματικὸν ἓν ἁπάντων. Κοινὸς γὰρ αὐτῶν πατὴρ ὁ Θεὸς, καὶ ἀδελφοὶ πάντες, οὐκ ἀπὸ ἑνὸς καὶ μιᾶς γεννηθέντες, ἀλλ᾽ ἐκ τῆς υἱοθεσίας τοῦ Πνεύματος εἰς τὴν διὰ τῆς ἀγάπης ὁμόνοιαν ἀλλήλοις συναρμοσθέντες. Χορὸς ἕτοιμος, προσθήκη μεγάλη τῶν ἀπ᾽ αἰῶνος δοξαζόντων τὸν Κύριον, οὐ καθ᾽ ἕνα συναθροισθέντες, ἀλλ᾽ ἀθρόως μετατεθέντες.

Τίς δὲ ὁ τρόπος τῆς μεταθέσεως; Οὗτοι, μεγέθει σώματος, καὶ ἡλικίας ἀκμῇ, καὶ δυνάμει τῶν καθ᾽ ἑαυτοὺς ἁπάντων διενεγκόντες, εἰς τοὺς στρατιωτικοὺς τελεῖν ἐτάχθησαν καταλόγους· καὶ δι᾽ ἐμπειρίαν πολεμικὴν, καὶ ἀνδρείαν ψυχῆς, ἤδη τὰς πρώτας εἶχον παρὰ βασιλέων τιμὰς, ὀνομαστοὶ παρὰ πᾶσιν ὄντες δι᾽ ἀρετήν.

Ἐπειδὴ δὲ περιηγγέλη τὸ ἄθεον ἐκεῖνο καὶ ἀσεβὲς κήρυγμα, μὴ ὁμολογεῖν τὸν Χριστὸν, ἢ κινδύνους ἐκδέχεσθαι· ἠπειλεῖτο δὲ πᾶν εἶδος κολάσεως, καὶ πολὺς ὁ θυμὸς καὶ θηριώδης παρὰ τῶν κριτῶν τῆς ἀδικίας κατὰ τῶν εὐσεβούντων κεκίνητο· ἐπιβουλαὶ δὲ καὶ δόλοι κατ᾽ αὐτῶν συνεῤῥάπτοντο, καὶ ποικίλα εἴδη βασάνων ἐπετηδεύετο, καὶ οἱ αἰκιζόμενοι ἀπαραίτητοι, τὸ πῦρ ἕτοιμον, τὸ ξίφος ἠκόνητο, ὁ σταυρὸς ἐπεπήγει· ὁ βόθρος, ὁ τροχὸς, αἱ μάστιγες· οἱ μὲν ἔφευγον, οἱ δὲ ὑπέκυπτον, οἱ δὲ ἐσαλεύοντο· τινὲς δὲ πρὸ τῆς πείρας μόνην τὴν ἀπειλὴν κατεπλάγησαν· ἕτεροι δὲ, ἐγγὺς γενόμενοι τῶν δεινῶν, ἰλιγγίασαν· ἄλλοι δὲ, τοῖς ἀγῶσιν ἐμβάντες, εἶτα διαρκέσαι πρὸς τὸ πέρας τῶν πόνων ἀδυνατήσαντες, περὶ τὰ μέσα που τῆς ἀθλήσεως ἀπειπόντες, ὥσπερ οἱ ἐν πελάγει χειμαζόμενοι, καὶ ἃ εἶχον ἤδη ἀγώγιμα τῆς ὑπομονῆς ἐναυάγησαν· τότε δὴ οὗτοι, οἱ ἀήττητοι καὶ γενναῖοι τοῦ Χριστοῦ στρατιῶται, παρελθόντες εἰς μέσους, ἐπιδεικνύντος τοῦ ἄρχοντος τὰ βασιλέως γράμματα καὶ τὴν ὑπακοὴν ἀπαιτοῦντος, ἐλευθέρᾳ τῇ φωνῇ, εὐθαρσῶς καὶ ἀνδρείως, οὐδὲν ὑποπτήξαντες τῶν ὁρωμένων, οὐδὲ καταπλαγέντες τὰ ἀπειλούμενα, Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν.

Ὦ μακάριαι γλῶσσαι, ὅσαι τὴν ἱερὰν ἐκείνην ἀφῆκαν φωνὴν, ἣν ἀὴρ μὲν δεξάμενος ἡγιάσθη, ἄγγελοι δὲ ἀκούσαντες ἐπεκρότησαν· διάβολος δὲ μετὰ δαιμόνων ἐτραυματίσθη· Κύριος δὲ ἐν οὐρανοῖς ἀπεγράψατο. Εἶπον τοίνυν ἕκαστος εἰς τὸ μέσον παριών· Χριστιανός εἰμι. Καὶ ὥσπερ ἐν τοῖς σταδίοις οἱ ἐπ᾽ ἄθλησιν παροδεύοντες ὁμοῦ τε λέγουσιν ἑαυτῶν τὰ ὀνόματα, καὶ ἐπὶ τὸν τόπον τῆς ἀγωνίας μεθίστανται· οὕτω δὴ καὶ οὗτοι τότε, ῥίψαντες τὰς ἀπὸ γενέσεως αὐτοῖς ἐπιφημισθείσας προσηγορίας, ἀπὸ τοῦ κοινοῦ Σωτῆρος ἕκαστος ἑαυτὸν ἀνηγόρευον. Καὶ τοῦτο ἐποίουν ἅπαντες, τῷ προλαβόντι ἑαυτὸν συνάπτων ὁ ἐφεξῆς. Ὥστε ἐγένετο πάντων προσηγορία μία· οὐκέτι γὰρ ὁ δεῖνα, ἢ ὁ δεῖνα, ἀλλὰ Χριστιανοὶ πάντες ἀνεκηρύττοντο. Τί οὖν ὁ κρατῶν τότε;

Δεινὸς γὰρ ἦν καὶ ποικίλος, τὰ μὲν θωπείαις ὑπελθεῖν, τὰ δὲ ἀπειλαῖς παρατρέψαι. Πρῶτον μὲν αὐτοὺς κατεγοήτευε ταῖς θωπείαις, τὸν τόνον τῆς εὐσεβείας παραλύειν πειρώμενος. Μὴ προδῶτε ὑμῶν τὴν νεότητα· μηδὲ θάνατον ἄωρον τῆς ἡδείας ταύτης ζωῆς διαμείψητε. Ἄτοπον γὰρ τοὺς ἐν τοῖς πολέμοις ἀριστεύειν συνειθισμένους τὸν τῶν κακούργων θάνατον ἀποθνήσκειν. Πρὸς τούτοις χρήματα ὑπισχνεῖτο.

Τὰ δὲ ἐδίδου, τιμὰς ἐκ βασιλέως, καὶ ἀξιωμάτων διανομὰς, καὶ μυρίαις αὐτοὺς ἐπινοίαις κατεστρατήγει, Ὡς δὲ οὐκ ἐνεδίδοσαν πρὸς τὴν πεῖραν ταύτην, ἐπὶ τὸ ἕτερον εἶδος τῆς μηχανῆς μετῄει. Πληγὰς αὐτοῖς, καὶ θανάτους, καὶ κολάσεων ἀνηκέστων πεῖραν ἐπανετείνετο. Καὶ ὁ μὲν τοιαῦτα, τὰ δὲ τῶν μαρτύρων ὁποῖα; Τί, φησὶ, δελεάζεις ἡμᾶς, ὦ θεομάχε, ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, καὶ δουλεύειν δαίμοσιν ὀλεθρίοις, προτεινόμενος ἡμῖν τὰ σὰ ἀγαθά;

Τί τοσοῦτον δίδως, ὅσον ἀφελέσθαι σπουδάζεις; Μισῶ δωρεὰν ζημίας πρόξενον· οὐ δέχομαι τιμὴν ἀτιμίας μητέρα. Χρήματα δίδως τὰ ἀπομένοντα, δόξαν τὴν ἀπανθοῦσαν. Γνώριμον ποιεῖς βασιλεῖ, ἀλλὰ τοῦ ὄντος βασιλέως ἀλλοτριοῖς. Τί μικρολόγως ὀλίγα τῶν ἐκ τοῦ κόσμου προτείνεις; Ὅλος ἡμῖν ὁ κόσμος καταπεφρόνηται. Οὐκ ἔστιν ἡμῖν τῆς ἐπιθυμουμένης ἐλπίδος ἀντάξια τὰ ὁρώμενα. Ὁρᾷς τὸν οὐρανὸν τοῦτον, ὡς καλὸς ἰδεῖν, ὡς δὲ μέγας; καὶ τὴν γῆν, ἡλίκη; καὶ τὰ ἐν αὐτῇ θαύματα; Οὐδὲν τούτων ἐξισοῦται τῇ μακαριότητι τῶν δικαίων. Ταῦτα μὲν γὰρ παρέρχεται· τὰ δὲ ἡμέτερα μένει. Μιᾶς ἐπιθυμῶ δωρεᾶς, τοῦ στεφάνου τῆς δικαιοσύνης· περὶ μίαν δόξαν ἐπτόημαι, τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Φιλότιμός εἰμι πρὸς τὴν ἄνω τιμήν· κόλασιν δέδοικα τὴν ἐν τῇ γεέννῃ. Πῦρ ἐκεῖνό μοι φοβερόν· τὸ δὲ παρ᾽ ὑμῶν ἀπειλούμενον ὁμόδουλόν ἐστιν. Οἶδεν αἰδεῖσθαι τοὺς εἰδώλων καταφρονοῦντας. Βέλη νηπίων λογίζομαι τὰς πληγὰς ὑμῶν. Σῶμα γὰρ τύπτεις· ὅπερ, ἐὰν μὲν ἐπὶ πλεῖον ἀντίσχῃ, λαμπρότερον στεφανοῦται, ἐὰν δὲ θᾶττον ἀπαγορεύση, οἴχεται ἀπαλλαγὲν δικαστῶν οὕτω βιαίων, οἳ, σωμάτων ὑπηρεσίαν παραλαβόντες, ἔτι καὶ τῶν ψυχῶν κατάρχειν φιλονεικεῖτε· οἵ γε, εἰ μὴ καὶ τοῦ Θεοῦ ἡμῶν προτιμηθείητε, ὡς τὰ ἔσχατα ὑβρισμένοι παρ᾽ ἡμῶν, χαλεπαίνετε, καὶ τὰς φοβερὰς ταύτας κολάσεις ἐπανατείνεσθε, ἔγκλημα ἡμῖν ἐπάγοντες τὴν εὐσέβειαν.

Ἀλλὰ γὰρ οὐ δειλοῖς, οὐδὲ φιλοζώοις, οὐδ᾽ εὐκαταπλήκτοις ἐντεύξεσθε, ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης. Οἵδε ἡμεῖς καὶ τροχίζεσθαι, καὶ στρεβλοῦσθαι, καὶ καταπίμπρασθαι, καὶ πᾶν εἶδος βασανιστηρίων ἕτοιμοι καταδέχεσθαι.