Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς τεσσαράκοντα μάρτυρας

Μέγας Βασίλειος

Η τελείωση των μαρτύρων, η μεταστροφή του φρουρού και το παράδειγμα της μητέρας

Το όραμα των στεφάνων της νίκης, η λιποταξία ενός στρατιώτη στο θερμό λουτρό και η ταυτόχρονη θαυμαστή προσθήκη του φρουρού στη χορεία των μαρτύρων. Η τελείωση διά πυρός και η προτροπή μιας ευσεβούς μητέρας προς τον υιό της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Ἀλλ᾽ οὐ γὰρ ἀφῆκεν αὐτῶν ἀτελεῖς γενέσθαι τὰς δεήσεις ὁ Κύριος. Ὁ γὰρ τὴν φυλακὴν τῶν μαρτύρων πεπιστευμένος, ἐγγύθεν ἀπό τινος γυμνασίου διαθαλπόμενος, ἀπεσκόπει τὸ μέλλον, ἕτοιμος προσδέχεσθαι τῶν στρατιωτῶν τοὺς προσφεύγοντας.

Καὶ γὰρ αὖ καὶ τοῦτο, ἐγγύθεν εἶναι λουτρὸν, ἐπενοήθη, ὀξεῖαν τὴν βοήθειαν τοῖς μεταβαλλομένοις ἐπαγγελλόμενον. Ὅπερ μέντοι τοῖς ἐναντίοις κακούργως ἐπενοήθη, τοιοῦτον ἐξευρεῖν τῆς ἀθλήσεως τόπον, ἐν ᾧ τὸ ἕτοιμον τῆς παραμυθίας ἐκλύειν ἔμελλε τῶν ἀγωνιζομένων τὴν ἔνστασιν· τοῦτο λαμπροτέραν ἐδείκνυε τὴν ὑπομονὴν τῶν μαρτύρων. Οὐ γὰρ ὁ ἀπορῶν τῶν ἀναγκαίων καρτερικὸς, ἀλλ᾽ ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτερῶν τοῖς δεινοῖς.

Ὡς δὲ οἱ μὲν ἠγωνίζοντο, ὁ δὲ ἐπετήρει τὸ ἐκβησόμενον, εἶδε θέαμα ξένον, δυνάμεις τινὰς ἐξ οὐρανῶν κατιούσας, καὶ οἷον παρὰ βασιλέως δωρεὰς μεγάλας διανεμούσας τοῖς στρατιώταις· αἳ τοῖς μὲν ἄλλοις πᾶσι διῄρουν τὰ δῶρα, ἕνα δὲ μόνον ἀφῆκαν ἀγέραστον, ἀνάξιον κρίνασαι τῶν οὐρανίων τιμῶν· ὃς εὐθὺς, πρὸς τοὺς πόνους ἀπαγορεύσας, πρὸς τοὺς ἐναντίους ἀπηυτομόλησεν. Ἐλεεινὸν θέαμα τοῖς δικαίοις ὁ στρατιώτης φυγὰς, ὁ ἀριστεὺς αἰχμάλωτος, τὸ Χριστοῦ πρόβατον θηριάλωτον· καὶ τό γε ἐλεεινότερον, ὅτι καὶ τῆς αἰωνίου ζωῆς διήμαρτε, καὶ οὐδὲ ταύτης ἀπήλαυσεν, εὐθὺς αὐτῷ τῆς σαρκὸς ἐν τῇ προσβολῇ τῆς θέρμης διαλυθείσης. Καὶ ὁ μὲν φιλόζωος ἔπεσεν ἀνομήσας διακενῆς· ὁ δὲ δήμιος, ὡς εἶδεν αὐτὸν ἐκκλίναντα, καὶ πρὸς τὸ βαλανεῖον ἀποδραμόντα, ἑαυτὸν εἰς τὴν τοῦ λειποτακτήσαντος χώραν ἀντικατέστησε, καὶ ῥίψας τὰ περιβόλαια, τοῖς γυμνοῖς ἑαυτὸν ἐγκατέμιξε, κράζων τὴν αὐτὴν βοὴν τοῖς ἁγίοις· Χριστιανός εἰμι. Καὶ τῷ ἀθρόῳ τῆς μεταβολῆς ἐκπλήξας τοὺς συμπαρόντας, τόν τε ἀριθμὸν ἀνεπλήρωσε, καὶ τὴν ἐπὶ τῷ καταμαλακισθέντι λύπην τῇ παρ᾽ ἑαυτοῦ προσθήκῃ παρεμυθήσατο, μιμησάμενος τοὺς ἐπὶ παρατάξεως, οἳ, τοῦ κατὰ τὴν πρώτην ἀσπίδα πεσόντος, εὐθὺς ἀναπληροῦσι τὴν φάλαγγα, ὡς μὴ τὸν συνασπισμὸν αὐτοῖς διακοπῆναι τῷ λείποντι. Τοιοῦτον δή τι καὶ αὐτὸς ἐποίησεν.

Εἶδε τὰ οὐράνια θαύματα, ἐπέγνω τὴν ἀλήθειαν, προσέφυγε τῷ Δεσπότῃ, συνηριθμήθη τοῖς μάρτυσι. Τὰ τῶν μαθητῶν ἀνενεώσατο. Ἀπῆλθεν Ἰούδας, καὶ ἀντεισήχθη Ματθίας. Μιμητὴς ἐγένετο Παύλου, ὁ χθὲς διώκτης, σήμερον εὐαγγελιζόμενος.

Ἄνωθεν ἔσχε καὶ αὐτὸς τὴν κλῆσιν, Οὐκ ἀπ᾽ ἀνθρώπων, οὐδὲ δι᾽ ἀνθρώπου. Ἐπίστευσεν εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐβαπτίσθη εἰς αὐτὸν, οὐχ ὑπὸ ἄλλου, ἀλλ᾽ ὑπὸ τῆς οἰκείας πίστεως· οὐκ ἐν ὕδατι, ἀλλ᾽ ἐν τῷ ἰδίῳ αἵματι.

Καὶ οὕτως, ἡμέρας ἀρχομένης, ἔτι ἐμπνέοντες τῷ πυρὶ παρεδόθησαν, καὶ τὰ τοῦ πυρὸς λείψανα ἐπὶ τὸν ποταμὸν ἀπεῤῥίφη· ὥστε διὰ πάσης τῆς κτίσεως διεξελθεῖν τῶν μακαρίων τὴν ἄθλησιν. Ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο.

Ἐκείνων ἐστὶν ἡ φωνή· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὗτοί εἰσιν οἱ τὴν καθ᾽ ἡμᾶς χώραν διαλαβόντες, οἱονεὶ πύργοι τινὲς συνεχεῖς, ἀσφάλειαν ἐκ τῆς τῶν ἐναντίων καταδρομῆς παρεχόμενοι, οὐχ ἑνὶ τόπῳ ἑαυτοὺς κατακλείσαντες, ἀλλὰ πολλοῖς ἤδη ἐπιξενωθέντες χωρίοις, καὶ πολλὰς πατρίδας κατακοσμήσαντες.

Καὶ τὸ παράδοξον, οὐ καθ᾽ ἕνα διαμερισθέντες τοῖς δεχομένοις ἐπιφοιτῶσιν· ἀλλ᾽ ἀναμιχθέντες ἀλλήλοις, ἡνωμένως χορεύουσιν. Ὢ τοῦ θαύματος! Οὔτε ἐλλείπουσι τῷ ἀριθμῷ, οὔτε πλεονασμὸν ἐπιδέχονται. Ἐὰν εἰς ἑκατὸν αὐτοὺς διέλῃς, τὸν οἰκεῖον ἀριθμὸν οὐκ ἐκβαίνουσιν· ἐὰν εἰς ἓν συναγάγῃς, τεσσαράκοντα καὶ οὕτω μένουσι, κατὰ τὴν τοῦ πυρὸς φύσιν. Καὶ γὰρ ἐκεῖνο καὶ πρὸς τὸν ἐξάπτοντα μεταβαίνει, καὶ ὅλον ἐστὶ παρὰ τῷ ἔχοντι· καὶ οἱ τεσσαράκοντα καὶ πάντες εἰσὶν ὁμοῦ, καὶ πάντες εἰσὶ παρ᾽ ἑκάστῳ. Ἡ ἄφθονος εὐεργεσία, ἡ μὴ δαπανωμένη χάρις· ἑτοίμη βοήθεια Χριστιανοῖς, ἐκκλησία μαρτύρων, στρατὸς τροπαιοφόρων, χορὸς δοξολογούντων. Πόσα ἂν ἔκαμες, ἵνα ἕνα που εὕρῃς ὑπὲρ σοῦ δυσωποῦντα τὸν Κύριον; Τεσσαράκοντά εἰσι, σύμφωνον ἀναπέμποντες προσευχήν. Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν. Ὅπου δὲ τεσσαράκοντα, τίς ἀμφιβάλλει Θεοῦ παρουσίαν; Ὁ θλιβόμενος ἐπὶ τοὺς τεσσαράκοντα καταφεύγει, ὁ εὐφραινόμενος ἐπ᾽ αὐτοὺς ἀποτρέχει· ὁ μὲν, ἵνα λύσιν εὕρῃ τῶν δυσχερῶν· ὁ δὲ, ἵνα φυλαχθῇ αὐτῷ τὰ χρηστότερα.

Ἐνταῦθα γυνὴ εὐσεβὴς ὑπὲρ τέκνων εὐχομένη καταλαμβάνεται, ἀποδημοῦντι ἀνδρὶ τὴν ἐπάνοδον αἰτουμένη, ἀῤῥωστοῦντι τὴν σωτηρίαν. Μετὰ μαρτύρων γενέσθω τὰ αἰτήματα ὑμῶν. Οἱ νεανίσκοι τοὺς ἡλικιώτας μιμείσθωσαν· οἱ πατέρες, τοιούτων εἶναι παίδων πατέρες εὐχέσθωσαν· αἱ μητέρες, καλῆς μητρὸς διήγημα διδαχθήτωσαν. Μήτηρ ἑνὸς τῶν μακαρίων ἐκείνων, θεασαμένη τοὺς ἄλλους ἤδη τῷ κρύει τελειωθέντας, τὸν δὲ ἑαυτῆς υἱὸν ἔτι ἐμπνέοντα ὑπό τε ῥώμης καὶ τῆς πρὸς τὰ δεινὰ καρτερίας, καταλιμπανόντων αὐτὸν τῶν δημίων ὡς δυνάμενόν γε μεταβουλεύσασθαι, αὐτὴ ταῖς οἰκείαις χερσὶν ἀραμένη, ἐπέθηκε τῇ ἁμάξῃ, ἐφ᾽ ἧς οἱ λοιποὶ συγκείμενοι πρὸς τὴν πυρὰν ἤγοντο, μάρτυρος ὄντως μήτηρ. Οὐ γὰρ δάκρυον ἀφῆκεν ἀγεννές· οὐδ᾽ ἐφθέγξατο ταπεινόν τι καὶ ἀνάξιον τοῦ καιροῦ· ἀλλ᾽, Ἄπιθι, φησὶν, ὦ παῖ, τὴν ἀγαθὴν πορείαν μετὰ τῶν ἡλικιωτῶν, μετὰ τῶν συσκήνων· μὴ ἀπολειφθῇς τῆς χορείας· μὴ δεύτερος τῶν ἄλλων ἐμφανισθῇς τῷ Δεσπότῃ.

Ὄντως ἀγαθῆς ῥίζης ἀγαθὸν βλάστημα. Ἔδειξεν ἡ γενναία μήτηρ, ὅτι δόγμασιν εὐσεβείας ἐξέθρεψεν αὐτὸν μᾶλλον ἢ γάλακτι. Καὶ ὁ μὲν οὕτω τραφεὶς οὕτω προεπέμφθη παρὰ μητρὸς εὐσεβοῦς· ὁ δὲ διάβολος ἀπῆλθε κατῃσχυμμένος.