Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἔκθεσις τῆς Νικααίας πίστεως

Μέγας Βασίλειος

Καταδίκη των αιρέσεων του Σαβελλίου και του Φωτεινού

Αναθεματισμός της ταύτισης των θείων προσώπων και της άρνησης της προαιώνιας ύπαρξης του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 4

Ἐπακολούθως τῇ προτεταγμένῃ πίστει ἀναθεματίζομεν τὴν τοῦ Σαβελλίου πίστιν τὴν λέγουσαν, τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα· σφάλλονται γάρ, ὡς ὅτι ὁ πατὴρ αὐτός ἐστιν ὁ υἱός, καὶ ὡς ὅτι ὁ υἱὸς αὐτός ἐστιν ὁ πατήρ, ὡσαύτως καὶ τὸ ἅγιον πνεῦμα, ὥστε εἶναι ἓν πρόσωπον, τρία δὲ ὀνόματα· ταῦτα γὰρ ἀλλότρια τῆς πίστεως τυγχάνει· πατέρα γὰρ οἴδαμεν πατέρα, υἱὸν υἱόν, πνεῦμα ἅγιον τὸ πνεῦμα αὐτὸ ἅγιον, μίαν βασιλείαν, μίαν οὐσίαν, μίαν θεότητα.

Ἔτι ἀναθεματίζομεν τὴν Φωτεινοῦ πίστιν τὴν λέγουσαν, ἀπὸ Μαρίας καὶ ὧδε εἶναι τὸν υἱόν, μὴ εἶναι δὲ αὐτὸν πρὸ τούτου, ἀλλὰ προοριστικῶς λέγεσθαι ἐν ταῖς γραφαῖς, ἀπὸ δὲ Μαρίας εἶναι αὐτὸν μόνον κατὰ τὴν θεότητα· ταῦτα δὲ ἀλλότρια τῆς πίστεως οἴδαμεν. Ὁ γὰρ υἱὸς ἀεὶ σὺν πατρὶ γεννηθεὶς ὑπῆρχεν καὶ σὺν πατρὶ ἦν, καθὼς γέγραπται· οὐκ ἦν γάρ ποτε, ὅτε οὐκ ἦν υἱός, ἀλλ᾽ ἀεὶ πατὴρ ἔχων υἱόν· ἀδύνατον γὰρ πατέρα ἄνευ υἱοῦ ὄντα ποτὲ ὕστερον πατέρα λαλεῖσθαι κατὰ τροπήν, ἀλλ᾽ ἀεὶ πατήρ, ἀεὶ υἱός, ὡς προείπαμεν· οὐ συναδελφός, ἀλλὰ γεννηθεὶς σὺν πατρὶ ἦν, ὡς προγέγραπται.