Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Ασκητικές Διατάξεις και Κανόνες του Μοναχικού Βίου
Πρακτικές και ηθικές προτροπές για την τελειότητα του χριστιανικού και του κοινοβιακού βίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ασκητικές Διατάξεις και Κανόνες του Μοναχικού Βίου
Πρακτικές και ηθικές προτροπές για την τελειότητα του χριστιανικού και του κοινοβιακού βίου.
ΠΕΡΙ ΤΕΛΕΙΟΤΗΤΟΣ ΒΙΟΥ ΜΟΝΑΧΩΝ Πολλῶν ὄντων τῶν ὑπὸ τῆς θεοπνεύστου Γραφῆς δηλουμένων καὶ τῶν κατορθοῦσθαι ὀφειλόντων τοῖς ἐσπουδακόσιν εὐαρεστῆσαι τῷ Θεῷ, περὶ μόνων τέως τῶν ἐπὶ τοῦ παρόντος κινηθέντων παρ᾽ ὑμῖν, ὡς ἔμαθον ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ἐν συντόμῳ ὑπομνήσει εἰπεῖν ἀναγκαίως προεθυμήθην, τὴν περὶ ἑκάστου μαρτυρίαν εὔληπτον οὖσαν καταλείψας ἐπιγινώσκειν τοῖς περὶ τὴν ἀνάγνωσιν ἀπασχολουμένοις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους ὑπομιμνήσκειν.
Ὅτι δεῖ τὸν χριστιανὸν ἄξια τῆς ἐπουρανίου κλήσεως φρονεῖν καὶ ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι. Ὅτι οὐ δεῖ τὸν χριστιανὸν μετεωρίζεσθαι οὐδὲ ἀφέλκεσθαι ὑπό τινος ἀπὸ τῆς μνήμης τοῦ Θεοῦ καὶ τῶν αὐτοῦ θελημάτων καὶ κριμάτων.
Ὅτι δεῖ τὸν χριστιανόν, κρείττονα τῶν κατὰ νόμον δικαιωμάτων γενόμενον ἐν πᾶσι, μήτε ὀμνύειν μήτε ψεύδεσθαι. Ὅτι οὐ δεῖ βλασφημεῖν, ὅτι οὐ δεῖ ὑβρίζειν, ὅτι οὐ δεῖ μάχεσθαι, ὅτι οὐ δεῖ ἑαυτὸν ἐκδικεῖν, ὅτι οὐ δεῖ κακὸν ἀντὶ κακοῦ ἀποδιδόναι, ὅτι οὐ δεῖ ὀργίζεσθαι.
Ὅτι δεῖ μακροθυμεῖν, πᾶν ὁτιοῦν πάσχοντα, καὶ ἐλέγχειν εὐκαίρως τὸν ἀδικοῦντα, οὐ μὴν ἐν πάθει τῆς αὑτοῦ ἐκδικήσεως, ἀλλ᾽ ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀδελφοῦ διορθώσεως, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. Ὅτι οὐ δεῖ κατὰ ἀπόντος ἀδελφοῦ λέγειν τι σκοπῷ τοῦ διαβάλλειν αὐτόν, ὅπερ ἐστὶ καταλαλιά, κἂν ἀληθῆ ᾖ τὰ λεγόμενα.
Ὅτι δεῖ τὸν καταλαλοῦντα ἀδελφοῦ ἀποστρέφεσθαι. Ὅτι οὐ δεῖ εὐτράπελα φθέγγεσθαι. Ὅτι οὐ δεῖ γελᾶν, οὐδὲ γελοιαστῶν ἀνέχεσθαι. Ὅτι οὐ δεῖ ἀργολογεῖν λαλοῦντά τι ὃ μήτε πρὸς ὠφέλειαν τῶν ἀκουόντων ἐστί, μήτε πρὸς τὴν ἀναγκαίαν καὶ συγκεχωρημένην τοῦ Θεοῦ χρείαν· ὥστε καὶ τοὺς ἐργαζομένους σπουδάζειν, καθ᾽ ὅσον δυνατόν, μετὰ ἡσυχίας ἐργάζεσθαι, καὶ αὐτοὺς δὲ τοὺς ἀγαθοὺς λόγους πρὸς ἐκείνους κινεῖν, τοὺς πεπιστευμένους μετὰ δοκιμασίας οἰκονομεῖν τὸν λόγον πρὸς οἰκοδομὴν τῆς πίστεως, ἵνα μὴ λυπῆται τὸ Πνεῦμα τὸ Ἅγιον τοῦ Θεοῦ.
Ὅτι οὐ δεῖ τῶν ἐπεισερχομένων τινὰ ἐπ᾽ ἐξουσίας ἐγγίζειν ἢ λαλεῖν τινι τῶν ἀδελφῶν, πρὶν ἂν οἱ ἐπιτεταγμένοι τὴν φροντίδα τῆς ἐν πᾶσιν εὐταξίας δοκιμάσωσι πῶς ἀρέσκει Θεῷ πρὸς τὸ κοινῇ συμφέρον. Ὅτι οὐ δεῖ οἴνῳ δεδουλῶσθαι οὔτε περὶ κρέα ἐμπαθῶς ἔχειν, καὶ καθόλου περὶ οὐδὲν βρῶμα ἢ πῶμα φιλήδονον εἶναι· ὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται.
Ὅτι τῶν διδομένων ἑκάστῳ εἰς χρῆσιν οὐδὲν ὡς ἴδιον ἔχειν δεῖ ἢ ταμιεύεσθαι, ἐν μέντοι τῇ φροντίδι, πᾶσιν ὡς δεσποτικοῖς προσέχοντα, μηδὲν τῶν παραρριπτομένων ἢ ἀμελουμένων, ἂν οὕτω τύχοι, παρορᾶν. Ὅτι οὐ δεῖ οὔτε αὐτὸν ἑαυτοῦ κύριον εἶναί τινα, ἀλλ᾽ ὡς ὑπὸ Θεοῦ παραδεδομένον εἰς δουλείαν τοῖς ὁμοψύχοις ἀδελφοῖς, οὕτω καὶ φρονεῖν πάντα καὶ ποιεῖν, ἕκαστον δὲ ἐν τῷ ἰδίῳ τάγματι.
Ὅτι οὐ δεῖ γογγύζειν, οὔτε ἐν τῇ στενοχωρίᾳ τῶν πρὸς τὴν χρείαν, οὔτε ἐν τῷ καμάτῳ τῶν ἔργων, ἐχόντων τὸ κρίμα περὶ ἑκάστου τῶν ἐπιτεταγμένων τὴν τούτων ἐξουσίαν. Ὅτι οὐ δεῖ κραυγὴν γίνεσθαι, οὔτε ἄλλο τι σχῆμα ἢ κίνημα ἐν ᾧ χαρακτηρίζεται θυμὸς ἢ μετεωρισμὸς ἀπὸ τῆς πληροφορίας τοῦ παρεῖναι τὸν Θεόν.
Ὅτι δεῖ τῇ χρείᾳ συμμετρεῖν τὴν φωνήν. Ὅτι οὐ δεῖ θρασέως ἢ καταφρονητικῶς τινι ἀποκρίνεσθαι ἢ ποιεῖν τι, ἀλλ᾽ ἐν πᾶσι τὸ ἐπιεικὲς καὶ τὸ τιμητικὸν πρὸς πάντας δεικνύειν. Ὅτι οὐ δεῖ ἐννεύειν ὀφθαλμῷ μετὰ δόλου, ἢ ἄλλῳ τινὶ σχήματι ἢ κινήματι μέλους κεχρῆσθαι ὃ λυπεῖ τὸν ἀδελφὸν ἢ καταφρόνησιν ἐμφαίνει.
Ὅτι οὐ δεῖ καλλωπίζεσθαι ἐν ἱματίοις ἢ ὑποδήμασιν, ὅπερ ἐστὶ περπερία. Ὅτι δεῖ εὐτελέσι κεχρῆσθαι τοῖς πρὸς τὴν χρείαν τοῦ σώματος. Ὅτι οὐ δεῖ ὑπὲρ τὴν χρείαν καὶ πρὸς δαψίλειαν ἀναλίσκειν οὐδέν, ὅπερ ἐστὶ παράχρησις.
Ὅτι οὐ δεῖ τιμὴν ἐπιζητεῖν ἢ πρωτείων ἀντιποιεῖσθαι. Ὅτι δεῖ ἕκαστον προτιμᾶν ἑαυτοῦ πάντας. Ὅτι οὐ δεῖ ἀνυπότακτον εἶναι. Ὅτι οὐ δεῖ ἀργὸν ἐσθίειν τὸν ἐργάζεσθαι δυνάμενον, ἀλλὰ καὶ τὸν ἀσχολούμενον περί τι τῶν κατορθουμένων καὶ εἰς δόξαν Χριστοῦ ἐκβιάζεσθαι ἑαυτὸν εἰς τὴν σπουδὴν τοῦ κατὰ δύναμιν ἔργου.
Ὅτι δεῖ ἕκαστον δοκιμασίᾳ τῶν προεστώτων μετὰ λόγου καὶ πληροφορίας, οὕτω ποιεῖν πάντα, ἄχρι καὶ αὐτοῦ τοῦ φαγεῖν καὶ πιεῖν, ὡς εἰς δόξαν Θεοῦ. Ὅτι οὐ δεῖ ἀφ᾽ ἑτέρου εἰς ἕτερον ἔργον μεταβαίνειν ἄνευ τῆς δοκιμασίας τῶν εἰς τὸ διατυποῦν τὰ τοιαῦτα ἐπιτεταγμένων, ἐκτὸς εἰ μή πού τινα ἀπαραίτητος ἀνάγκη εἰς βοήθειαν τοῦ ἀδυνατήσαντος καλοίη αἰφνίδιον.
Ὅτι δεῖ ἕκαστον μένειν ἐν ᾧ ἐτάχθη καὶ μὴ ὑπερβαίνοντα τὸ ἴδιον μέτρον ἐπιβαίνειν τοῖς μὴ ἐπιτεταγμένοις, εἰ μή τι ἂν οἱ ταῦτα πεπιστευμένοι δοκιμάσωσί τινα χρῄζοντα βοηθείας. Ὅτι οὐ δεῖ ἀφ᾽ ἑτέρου ἐργαστηρίου εἰς ἕτερον εὑρισκεσθαί τινα.
Ὅτι οὐ δεῖ κατὰ φιλονεικίαν ἢ ἔριν τὴν πρός τινα ποιεῖν τι. Ὅτι οὐ δεῖ φθονεῖν τῇ ἑτέρου εὐδοκιμήσει, οὔτε ἐπιχαίρειν ἐλαττώμασί τινος. Ὅτι δεῖ ἐν ἀγάπῃ Χριστοῦ λυπεῖσθαι μὲν καὶ συντρίβεσθαι ἐπὶ τοῖς τοῦ ἀδελφοῦ ἐλαττώμασιν, εὐφραίνεσθαι δὲ ἐπὶ τοῖς κατορθώμασιν.
Ὅτι οὐ δεῖ ἀδιαφορεῖν ἐπὶ τοῖς ἁμαρτάνουσιν ἢ ἐφησυχάζειν αὐτοῖς. Ὅτι δεῖ τὸν ἐλέγχοντα, μετὰ πάσης εὐσπλαγχνίας, φόβῳ Θεοῦ καὶ σκοπῷ τοῦ ἐπιστρέψαι τὸν ἁμαρτάνοντα, ἐλέγχειν. Ὅτι δεῖ τὸν ἐλεγχόμενον ἢ ἐπιτιμώμενον καταδέχεσθαι προθύμως, γνωρίζοντα τὸ ἑαυτοῦ ὄφελος ἐν τῇ διορθώσει.
Ὅτι οὐ δεῖ, ἐγκαλουμένου τινός, ἄλλον ἐνώπιον ἐκείνου ἢ ἄλλων τινῶν ἀντιλέγειν τῷ ἐγκαλοῦντι. Ἐὰν δὲ ἄρα ποτὲ ἄλογον φανῇ τινι τὸ ἔγκλημα, κατ᾽ ἰδίαν κινεῖν λόγον πρὸς τὸν ἐγκαλοῦντα καὶ ἢ πληροφορεῖν ἢ πληροφορεῖσθαι.
Ὅτι δεῖ ἕκαστον, ὅση δύναμις, θεραπεύειν τὸν ἔχοντά τι κατ᾽ αὐτοῦ. Ὅτι οὐ δεῖ μνησικακεῖν τῷ ἁμαρτήσαντι καὶ μετανοοῦντι, ἀλλ᾽ ἐκ καρδίας ἀφεῖναι. Ὅτι δεῖ τὸν λέγοντα μετανοεῖν ἐφ᾽ ἁμαρτήματι μὴ μόνον κατανυγῆναι ἐφ᾽ ᾧ ἥμαρτεν, ἀλλὰ καὶ καρποὺς ἀξίους τῆς μετανοίας ποιῆσαι.
Ὅτι ὁ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι παιδευθεὶς καὶ τῆς ἀφέσεως ἀξιωθείς, ἐὰν πάλιν ἁμάρτῃ, χεῖρον τοῦ προτέρου κατασκευάζει ἑαυτῷ τὸ κρίμα τῆς ὀργῆς. Ὅτι δεῖ τὸν μετὰ πρώτην καὶ δευτέραν νουθεσίαν ἐπιμένοντα τῷ ἐλαττώματι ἑαυτοῦ φανεροῦσθαι τῷ προεστῶτι, ἐὰν ἄρα ὑπὸ πλειόνων ἐπιτιμηθεὶς ἐντραπῇ. Ἐὰν δὲ μηδὲ οὕτω διορθώσηται, ὡς σκάνδαλον ἐκκόπτεσθαι τοῦ λοιποῦ καὶ «ὡς ἐθνικὸν καὶ τελώνην ὁρᾶσθαι» πρὸς τὴν ἀσφάλειαν τῶν τὴν σπουδὴν τῆς ὑπακοῆς ἐργαζομένων, κατὰ τὸ εἰρημένον· «Ἀσεβῶν καταπιπτόντων, δίκαιοι ἔμφοβοι γίνονται.» Δεῖ δὲ καὶ πενθεῖν ἐπ᾽ αὐτῷ, ὡς μέλους ἐκκοπέντος ἐκ τοῦ σώματος.
Ὅτι οὐ δεῖ ἐπὶ παροργισμῷ ἀδελφοῦ ἐπιδῦναι τὸν ἥλιον, μή ποτε ἡ νὺξ διαστῇ μεταξὺ ἀμφοτέρων καὶ καταλίπῃ ἐν ἡμέρᾳ Κρίσεως ἀπαραίτητον ἔγκλημα. Ὅτι οὐ δεῖ καιρὸν ἀναμένειν ἐπὶ τῇ ἑαυτοῦ διορθώσει, διὰ τὸ μὴ ἀσφαλὲς ἔχειν περὶ τῆς αὔριον, ὅτι πολλοὶ πολλὰ βουλευσάμενοι τὴν αὔριον οὐ κατέλαβον.
Ὅτι οὐ δεῖ ἀπατᾶσθαι χορτασίᾳ κοιλίας, δι᾽ ἧς γίνονται φαντασίαι νυκτεριναί. Ὅτι οὐ δεῖ περισπᾶσθαι εἰς ἄμετρον ἐργασίαν καὶ ὑπερβαίνειν τοὺς ὅρους τῆς αὐταρκείας, κατὰ τὸν εἰπόντα Ἀπόστολον· «Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, ὅτι ἡ περισσεία ἡ ὑπὲρ τὴν χρείαν εἰκόνα πλεονεξίας ἐμφαίνει, ἡ δὲ πλεονεξία ἀπόφασιν ἔχει εἰδωλολατρείας.
Ὅτι οὐ δεῖ φιλάργυρον εἶναι οὐδὲ θησαυρίζειν εἰς ἀνωφελῆ ἃ μὴ δεῖ. Ὅτι δεῖ τὸν προσερχόμενον Θεῷ ἀκτημοσύνην ἀσπάζεσθαι κατὰ πάντα καὶ καθηλωμένον εἶναι τῷ φόβῳ τοῦ Θεοῦ, κατὰ τὸν εἰπόντα· »Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.» Δῴη δὲ ὁ Κύριος, μετὰ πάσης πληροφορίας ὑμᾶς ἀναδεξαμένους τὰ εἰρημένα, εἰς δόξαν Θεοῦ καρποὺς ἀξίους τοῦ Πνεύματος ἐπιδείξασθαι, Θεοῦ εὐδοκίᾳ καὶ συνεργίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.