Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Επιστολές προς τον Κλήρο της Αντιοχείας, τους Εξόριστους και τους Μοναχούς
Ποιμαντικές οδηγίες, παραμυθία στους χειμαζόμενους μοναχούς και προσπάθειες διαφύλαξης της ενότητας έναντι των αιρετικών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές προς τον Κλήρο της Αντιοχείας, τους Εξόριστους και τους Μοναχούς
Ποιμαντικές οδηγίες, παραμυθία στους χειμαζόμενους μοναχούς και προσπάθειες διαφύλαξης της ενότητας έναντι των αιρετικών.
ΤΟΙΣ ΠΡΕΣΒΥΤΕΡΟΙΣ ΑΝΤΙΟΧΕΙΑΣ Τὴν μέριμναν ἣν ἔχετε ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ ἐν μέρει μὲν διαναπαύσει ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἡμῶν ἀδελφὸς Σαγκτήσιμος ὁ συμπρεσβύτερος διηγησάμενος πάσης τῆς Δύσεως τὴν περὶ ἡμᾶς ἀγάπην τε καὶ διάθεσιν· ἐν μέρει δὲ καὶ διαναστήσει καὶ πλέον παροξυνεῖ, ὅσην σπουδὴν ἐπιζητεῖ τὰ παρόντα πράγματα ἐναργῶς ὑμῖν δι᾽ ἑαυτοῦ παραστήσας. Καὶ γὰρ τῶν μὲν ἄλλων ἕκαστος, ὥσπερ ἐξ ἡμισείας, ἡμῖν ἀπήγγειλε καὶ τὰς γνώμας τῶν ἐκεῖσε ἀνδρῶν καὶ τὴν κατάστασιν τῶν πραγμάτων· αὐτὸς δέ, ἱκανὸς ὢν καὶ προαίρεσιν ἀνδρῶν καταμαθεῖν καὶ κατάστασιν πραγμάτων ἀκριβῶς διερευνήσασθαι, πάντα ὑμῖν ἐρεῖ καὶ πρὸς πάντα χειραγωγήσει τὴν ἀγαθὴν σπουδὴν ὑμῶν.
Ὥστε ἔχετε ὕλην πρέπουσαν τῇ τελείᾳ ὑμῶν προαιρέσει ἣν ἀεὶ ἐν ταῖς ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ μερίμναις ἐδείξατε.
ΠΕΛΑΓΙῼ ΕΠΙΣΚΟΠῼ ΛΑΟΔΙΚΕΙΑΣ ΣΥΡΙΑΣ Παράσχοι ὁ Κύριός ποτε καὶ αὐτῷ μοι εἰς ὄψιν ἐλθεῖν τῇ ἀληθινῇ σου θεοσεβείᾳ, καὶ ὅσα ἐνελείπομεν τῷ γράμματι, ταῦτα ἀναπληρῶσαι ἡμᾶς τῇ παρουσίᾳ. Ὀψὲ γὰρ τοῦ γράφειν ἠρξάμεθα καὶ πολλῆς ἡμῖν τῆς ἀπολογίας χρεία.
Ἐπειδὴ δὲ πάρεστιν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς Σαγκτήσιμος ὁ συμπρεσβύτερος, αὐτὸς πάντα διηγήσεταί σοι τά τε ἡμέτερα καὶ τὰ ἀπὸ τῆς Δύσεως. Καὶ ἐπ᾽ ἐκείνοις μὲν εὐφρανεῖ· τὰς δὲ ἡμᾶς κατασχούσας ταραχὰς εἰπὼν ἴσως προσθήσει τινὰ λύπην καὶ φροντίδα τοῖς ἤδη ἐναποκειμένοις τῇ ἀγαθῇ σου καρδίᾳ. Οὐ μὴν ἄχρηστον τὸ λυπεῖσθαι ὑμᾶς τοὺς δυναμένους δυσωπεῖν τὸν Κύριον. Εἰς δέον γὰρ ἡμῖν ἀποβήσεται ἡ ὑμετέρα μέριμνα, καὶ οἶδα ὅτι τευξόμεθα τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως ἔχοντες τὴν παρὰ τῶν προσευχῶν ὑμῶν συνεργίαν. Ἐὰν δὲ συνεύξῃ ἡμῖν ἀπαλλαγὴν τῶν φροντίδων καὶ προσθήκην τινὰ τῇ δυνάμει τοῦ σώματος ἡμῶν αἰτήσῃ, κατευοδώσει ἡμᾶς Κύριος πρὸς τὸ τὴν ἐπιθυμίαν ἡμῖν ἐκπληρωθῆναι καὶ εἰς ὄψιν ἐλθεῖν τῇ κοσμιότητί σου.
ΒΙΤῼ ΕΠΙΣΚΟΠῼ ΚΑΡΡΩΝ Εἴθε ἦν μοι δυνατὸν καὶ καθ᾽ ἑκάστην ἡμέραν ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου. Ἀφ᾽ οὗ γὰρ εἰς πεῖραν ἦλθον τῆς ἀγάπης σου, πολὺν ἔχω τὸν πόθον μάλιστα μὲν τοῦ συνδιάγειν σοι, εἰ δὲ μή, ἐπιστέλλειν γοῦν καὶ δέχεσθαι γράμματα, ἵνα ἔχω καὶ σημαίνειν τὰ κατ᾽ ἐμαυτὸν καὶ μανθάνειν τὰ περὶ τῆς διαθέσεώς σου. Ἐπειδὴ δὲ οὐχ ὅσα βουλόμεθα ὑπάρχει ἡμῖν, ἀλλ᾽ ὅσα ὁ Κύριος δίδωσι, ταῦτα ὀφείλομεν δέχεσθαι μετ᾽ εὐχαριστίας· ηὐχαριστήσαμεν τῷ ἁγίῳ Θεῷ παρασχομένῳ ἡμῖν ὑπόθεσιν γραμμάτων πρὸς τὴν εὐλάβειάν σου τὴν ἄφιξιν τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Σαγκτησίμου τοῦ συμπρεσβυτέρου, ὃς πολὺν ὑποστὰς ἐν τῇ ὁδοιπορίᾳ τὸν κόπον πάντα διηγήσεταί σοι μετ᾽ ἀκριβείας ὅσα κατέλαβεν ἐν τῇ Δύσει. Ὑπὲρ ὧν καὶ εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ καὶ προσκυνεῖν αὐτόν, ἵνα δῷ καὶ ἡμῖν τὴν αὐτὴν εἰρήνην καὶ ἀπολάβωμεν ἀλλήλους μετ᾽ ἐλευθερίας.
Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἄσπασαι παρ᾽ ἡμῶν.
ΤΟΙΣ ΠΟΘΕΙΝΟΤΑΤΟΙΣ ΚΑΙ ΕΥΛΑΒΕΣΤΑΤΟΙΣ ΑΔΕΛΦΟΙΣ ΣΥΜΠΡΕΣΒΥΤΕΡΟΙΣ ΑΚΑΚΙῼ ΑΕΤΙῼ ΠΑΥΛῼ ΚΑΙ ΣΙΛΟΥΑΝῼ ΚΑΙ ΣΙΛΟΥΙΝῼ ΚΑΙ ΛΟΥΚΙῼ ΔΙΑΚΟΝΟΙΣ ΚΑΙ ΛΟΙΠΟΙΣ ΜΟΝΑΖΟΥΣΙΝ ΑΔΕΛΦΟΙΣ ΒΑΣΙΛΕΙΟΣ ΕΠΙΣΚΟΠΟΣ Ἐγὼ ἀκούσας τὸν βαρὺν ἐκεῖνον διωγμὸν ἐπαναστάντα ὑμῖν, καὶ ὅτι εὐθέως μετὰ τὸ Πάσχα οἱ εἰς κρίσεις καὶ μάχας νηστεύσαντες ἐπελθόντες ὑμῶν ταῖς σκηναῖς πυρὶ παρέδωκαν τοὺς πόνους ὑμῶν, ὑμῖν μὲν τὴν ἐν οὐρανοῖς οἰκίαν τὴν ἀχειροποίητον εὐτρεπίζοντες, ἑαυτοῖς δὲ τὸ πῦρ θησαυρίζοντες ᾧ εἰς τὴν καθ᾽ ὑμῶν ἐχρήσαντο βλάβην, ἐστέναξα μὲν ἐπὶ τῷ συμβάντι οὐχ ὑμῖν συναλγῶν, ἀδελφοί, μὴ γένοιτο, ἀλλὰ τοῖς οὕτω καταβαπτισθεῖσιν ὑπὸ τῆς κακίας ὥστε μέχρι τοσούτου ἑαυτῶν τὴν πονηρίαν ἐκτεῖναι.
Προσεδόκησα δὲ εὐθέως ἐφ᾽ ἑτοίμην καταφυγήν, τὴν ἡμετέραν ταπείνωσιν, πάντας ὑμᾶς δραμεῖσθαι· καὶ ἐν ἐλπίδι εἶχον ὅτι δώσει μοι ὁ Κύριος ἀνάπνευσιν τῶν συνεχῶν ὀδυνῶν ἐν τῷ περιπτύξασθαι ὑμᾶς, καί, τὸν καλὸν ἱδρῶτα ὃν ὑπὲρ τῆς ἀληθείας στάζετε τῷ ἀργῷ τούτῳ ἐμαυτοῦ σώματι ὑποδεξάμενος, ἕξειν τινὰ κοινωνίαν τῶν ἀποκειμένων ὑμῖν ἄθλων παρὰ τοῦ Κριτοῦ τῆς ἀληθείας. Ἀλλ᾽ ἐπειδὴ τοῦτο μὲν οὐδ᾽ εἰς ἔννοιαν ὑμῖν ἦλθεν οὐδὲ προσεδοκήσατέ τινα ἀνάπαυσιν ἕξειν παρ᾽ ἡμῶν, ἐπεθύμουν ὑποθέσεις γοῦν εὑρίσκειν συνεχεῖς τῶν πρὸς ὑμᾶς γραμμάτων, ἵν᾽ ὥσπερ οἱ τοῖς ἀγωνιζομένοις ὑποφθεγγόμενοι καὶ αὐτός τινα ὑμῖν διὰ γραμμάτων εἰς προτροπὴν τῆς ἀγαθῆς ὑμῶν ἀθλήσεως ἐνεβόησα. Ἐγένετο δὲ ἡμῖν οὐδὲ τοῦτο ῥᾴδιον διὰ δύο προφάσεις· μίαν μὲν ὅτι οὐκ ᾔδειμεν ὅπου διάγετε, ἑτέραν δὲ ὅτι οὐδὲ πολλοί εἰσιν οἱ παρ᾽ ἡμῶν πρὸς ὑμᾶς ἀπαίροντες.
Ἀλλὰ νῦν ὁ Κύριος ἤγαγεν ἡμῖν τὸν ποθεινότατον καὶ εὐλαβέστατον ἀδελφὸν Σαγκτήσιμον τὸν συμπρεσβύτερον, δι᾽ οὗ καὶ προσφθεγγόμεθα ὑμῶν τὴν ἀγάπην καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑμᾶς ὑπὲρ ἡμῶν χαίροντας καὶ ἀγαλλιωμένους ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ἔχοντας παρρησίαν πρὸς τὸν Κύριον μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας πρὸς αὐτὸν ὑπὲρ τοῦ παύσασθαι μὲν τὸν σάλον τῶν Ἐκκλησιῶν τοῦτον, ἀποδοθῆναι δὲ τοῖς λαοῖς τοὺς ποιμένας, ἐπανελθεῖν δὲ τὴν Ἐκκλησίαν εἰς τὸ οἰκεῖον αὐτῆς ἀξίωμα. Πέπεισμαι γὰρ ὅτι, ἐὰν εὑρεθῇ φωνὴ δυσωποῦσα τὸν ἀγαθὸν Θεόν, οὐκ εἰς μακρὰν ποιήσει τὰ ἐλέη αὐτοῦ, ἀλλὰ παρέξει ἡμῖν λοιπὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν. Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἡμῶν.
ΠΡΟΣ ΤΟΥΣ ΜΟΝΑΖΟΝΤΑΣ ΚΑΤΑΠΟΝΗΘΕΝΤΑΣ ΥΠΟ ΤΩΝ ΑΡΕΙΑΝΩΝ Ἃ κατ᾽ ἐμαυτὸν ἐφθεγξάμην ἀκούσας περὶ τοῦ πειρασμοῦ τοῦ ἐπαχθέντος ὑμῖν παρὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ταῦτα καὶ διὰ γράμματος ἀπαγγεῖλαι πρὸς ὑμᾶς καλῶς ἔχειν ἐνόμισα, ὅτι ἐν καιρῷ νομιζομένῳ εἰρηνεύεσθαι ἐκτήσασθε ἑαυτοῖς μακαρισμὸν τὸν ὑπὲρ τῶν διωκομένων ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποκείμενον. Οὐ γὰρ ἐπειδὴ ὄνομα προσηνὲς καὶ ἤπιον περίκειται τοῖς τὰ πονηρὰ ἐργαζομένοις, τούτου ἕνεκεν καὶ τὰ πράγματα νομίζειν χρὴ μὴ πολεμίων εἶναι. Χαλεπώτερον γὰρ κρίνω ἐγὼ τὸν παρὰ τῶν ὁμοφύλων πόλεμον, διότι τοὺς μὲν προκεκηρυγμένους ἐχθροὺς καὶ φυλάξασθαι ῥᾴδιον, τοῖς δὲ ἀναμεμιγμένοις ἡμῖν ἀνάγκη ἐκδότους εἶναι πρὸς πᾶσαν βλάβην· ὃ καὶ ὑμεῖς πεπόνθατε. Ἐδιώχθησαν μὲν γὰρ καὶ οἱ πατέρες ὑμῶν, ἀλλὰ παρὰ τῶν εἰδωλολατρούντων· καὶ διηρπάγη αὐτῶν ὁ βίος καὶ οἶκοι ἀνετράπησαν καὶ αὐτοὶ ἐφυγαδεύθησαν παρὰ τῶν φανερῶς πολεμούντων ἡμῖν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ. Οἱ δὲ νῦν ἀναφανέντες διῶκται μισοῦσι μὲν ἡμᾶς οὐδὲν ἧττον ἢ ἐκεῖνοι, εἰς δὲ τὴν τῶν πολλῶν ἀπάτην τὸ τοῦ Χριστοῦ προβάλλονται ὄνομα, ἵνα μηδὲ τὴν ἐκ τῆς ὁμολογίας παραμυθίαν ἔχωσιν οἱ διωκόμενοι, τῶν πολλῶν καὶ ἀκεραιοτέρων ἀδικεῖσθαι μὲν ἡμᾶς ὁμολογούντων, εἰς μαρτύριον δὲ ἡμῖν τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον μὴ λογιζομένων.
Διόπερ ἐγὼ πέπεισμαι μείζονα ἡμῖν ἢ τοῖς τότε μαρτυροῦσι παρὰ τοῦ δικαίου Κριτοῦ μισθὸν ἀποκεῖσθαι, εἴπερ ἐκεῖνοι καὶ τὴν παρὰ τῶν ἀνθρώπων ἀποδοχὴν ὁμολογουμένην εἶχον καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐξεδέχοντο, καὶ ἡμῖν δὲ ἐπ᾽ ἴσοις τοῖς κατορθώμασι αἱ παρὰ τῶν λαῶν τιμαὶ οὐχ ὑπάρχουσιν· ὥστε εἰκὸς πολυπλασίονα ἀποκεῖσθαι ἐν τῷ μέλλοντι αἰῶνι τῶν ὑπὲρ τῆς εὐσεβείας πόνων τὴν ἀντιμισθίαν.
Διὸ παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ᾽ ἀνανεοῦσθαι τῇ πρὸς Θεὸν ἀγάπῃ καὶ καθ᾽ ἡμέραν προστιθέναι τῇ σπουδῇ, εἰδότες ὅτι ἐν ὑμῖν ὀφείλει τὸ λείψανον τῆς εὐσεβείας σωθῆναι, ὃ ἐλθὼν ὁ Κύριος εὑρήσει ἐπὶ τῆς γῆς. Καὶ εἴτε ἀπεδιώχθησαν ἐπίσκοποι τῶν Ἐκκλησιῶν, τοῦτο ὑμᾶς μὴ σαλευέτω· εἴτε προδόται ἐξ αὐτῶν ἐφύησαν τῶν κληρικῶν, μηδὲ τοῦτο τὴν πεποίθησιν ὑμῶν τὴν εἰς Θεὸν σαθρούτω. Οὐ γὰρ τὰ ὀνόματά ἐστι τὰ σώζοντα ἡμᾶς, ἀλλ᾽ αἱ προαιρέσεις καὶ ἡ ἀληθινὴ περὶ τὸν κτίσαντα ἡμᾶς ἀγάπη. Ἐνθυμήθητε ὅτι καὶ ἐν τῇ κατὰ τοῦ Κυρίου ἡμῶν ἐπιβουλῇ ἀρχιερεῖς μὲν καὶ γραμματεῖς καὶ πρεσβύτεροι τὸν δόλον συνεσκευάσαντο, ὀλίγοι δὲ τῶν ἐκ τοῦ λαοῦ εὑρίσκοντο οἱ γνησίως τὸν λόγον καταδεχόμενοι, καὶ ὅτι οὐ τὸ πλῆθός ἐστι τὸ σωζόμενον, ἀλλ᾽ οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. Ὥστε μηδέποτε ὑμᾶς πτοείτω λαοῦ πολυοχλία, οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι.
Ἐὰν γὰρ καὶ εἷς σωθῇ ὥσπερ Λὼτ ἐν Σοδόμοις, μένειν ὀφείλει ἐπὶ τῆς ὀρθῆς κρίσεως ἀμετακίνητον ἔχων τὴν ἐν Χριστῷ ἐλπίδα, διότι οὐκ ἐγκαταλείψει Κύριος τοὺς ὁσίους αὐτοῦ. Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἐμοῦ· προσεύχεσθε γνησίως ὑπὲρ τῆς ψυχῆς μου τῆς ἐλεεινῆς.
ΕΠΙΦΑΝΙῼ ΕΠΙΣΚΟΠῼ Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρήσεως, νῦν δὲ λοιπὸν τῇ πείρᾳ τῶν πραγμάτων βεβαιούμενον, ὅτι «Διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν», ἤδη κεκρατημένον παρ᾽ ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα. Ὄντως γὰρ ἀγάπης ἔνδειγμα οὐ τὸ τυχὸν πρῶτον μὲν μνησθῆναι ἡμῶν τῶν οὕτω μικρῶν καὶ μηδενὸς ἀξίων, ἔπειτα καὶ ἀδελφοὺς ἀποστεῖλαι εἰς ἐπίσκεψιν ἡμετέραν πρέποντας εἶναι διακόνους εἰρηνικῶν γραμμάτων. Οὐδὲν γὰρ τούτου σπανιώτερον θέαμα, πάντων πρὸς πάντας λοιπὸν ὑπόπτως διακειμένων.
Οὐδαμοῦ γὰρ εὐσπλαγχνία, οὐδαμοῦ συμπάθεια, οὐδαμοῦ δάκρυον ἀδελφικὸν ἐπ᾽ ἀδελφῷ κάμνοντι. Οὐ διωγμοὶ ὑπὲρ τῆς ἀληθείας, οὐκ Ἐκκλησίαι στενάζουσαι πανδημεί, οὐχ ὁ πολὺς οὗτος τῶν περιεχόντων ἡμᾶς δυσχερῶν κατάλογος κινεῖν δύναται ἡμᾶς πρὸς τὴν ὑπὲρ ἀλλήλων μέριμναν.
Ἀλλὰ τοῖς πτώμασιν ἐναλλόμεθα, τὰ τραύματα ἐπιξαίνομεν, τὰς παρὰ τῶν αἱρετικῶν ἐπηρείας οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονήματι ἐπιτείνομεν, καὶ οἱ ἐν τοῖς καιριωτάτοις ἔχοντες συμφωνίαν ἑνί γέ τινι πάντως διεστήκασιν ἀπ᾽ ἀλλήλων. Πῶς οὖν μὴ θαυμάσωμεν τὸν ἐν τοιούτοις πράγμασι καθαρὰν καὶ ἄδολον τὴν πρὸς τοὺς πλησίον ἀγάπην ἐπιδεικνύμενον, καὶ διὰ τοσαύτης θαλάσσης καὶ ἠπείρου τῆς χωριζούσης ἡμᾶς σωματικῶς τὴν ἐνδεχομένην ἐπιμέλειαν ταῖς ψυχαῖς ἡμῶν χαριζόμενον;
Ἐθαύμασα δέ σου κἀκεῖνο ὅτι καὶ τὴν ἐν τῷ Ἐλαιῶνι τῶν ἀδελφῶν διάστασιν λυπηρῶς ἐδέξω καὶ βούλει τινὰ αὐτοῖς γενέσθαι πρὸς ἀλλήλους συμβιβασμόν. Καὶ ὅτι σε οὐδὲ τὰ παρευρεθέντα ὑπό τινων καὶ ταραχὰς ἐμποιήσαντα τῇ ἀδελφότητι παρέλαθεν, ἀλλὰ καὶ τὴν ἐπὶ τούτοις μέριμναν ἀνεδέξω, καὶ ταῦτα ἀπεδεξάμην. Ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν, ἀνθρώποις οὔτε χάριτι Θεοῦ ἀγομένοις διὰ τὸ ἁμαρτίαις συζῆν, οὔτε τινὰ κεκτημένοις περὶ τοὺς λόγους δύναμιν διὰ τὸ τῶν μὲν ματαίων ἀγαπητῶς ἀποστῆναι, τῶν δὲ τῆς ἀληθείας δογμάτων μήπω τὴν προσήκουσαν ἕξιν ἀναλαβεῖν. Ἐπεστείλαμεν οὖν ἤδη τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἡμῶν τοῖς κατὰ τὸν Ἐλαιῶνα, Παλλαδίῳ τῷ ἡμετέρῳ καὶ Ἰννοκεντίῳ τῷ Ἰταλῷ, πρὸς τὰ παρ᾽ αὐτῶν ἡμῖν ἐπεσταλμένα, ὅτι οὐδὲν δυνάμεθα τῇ κατὰ Νίκαιαν πίστει προστιθέναι ἡμεῖς, οὐδὲ τὸ βραχύτατον, πλὴν τῆς εἰς τὸ Πνεῦμα τὸ Ἅγιον δοξολογίας, διὰ τὸ ἐν παραδρομῇ τοὺς Πατέρας ἡμῶν τούτου τοῦ μέρους ἐπιμνησθῆναι· οὔπω τοῦ κατ᾽ αὐτὸ ζητήματος τότε κεκινημένου.
Τὰ δὲ προσυφαινόμενα τῇ πίστει ἐκείνῃ δόγματα περὶ τῆς τοῦ Κυρίου Ἐνανθρωπήσεως, ὡς βαθύτερα τῆς ἡμετέρας καταλήψεως οὔτε ἐβασανίσαμεν οὔτε παρεδεξάμεθα, εἰδότες ὅτι, ἐπειδὰν τὴν ἁπλότητα τῆς πίστεως ἅπαξ παρακινήσωμεν, οὔτε τι πέρας τῶν λόγων εὑρήσομεν ἀεὶ τῆς ἀντιλογίας εἰς τὸ πλεῖον ἡμᾶς προαγούσης, καὶ τὰς ψυχὰς τῶν ἀκεραιοτέρων παραταράξομεν τῇ παρεισαγωγῇ τῶν ξενιζόντων.
Τὴν δὲ κατὰ Ἀντιόχειαν Ἐκκλησίαν (λέγω δὴ τὴν τῷ αὐτῷ φρονήματι συμβαίνουσαν) δῴη ποτὲ ὁ Κύριος ἰδεῖν αὐτὴν ἡνωμένην. Κινδυνεύει γὰρ αὕτη μάλιστα δεδέχθαι τὰς ἐπιβουλὰς τοῦ ἐχθροῦ μνησικακοῦντος αὐτῇ διὰ τὸ πρῶτον τοῖς ἐκεῖ τὴν τῶν Χριστιανῶν προσηγορίαν ἐμπολιτεύσασθαι.
Καὶ τέτμηται μὲν ἡ αἵρεσις πρὸς τὴν ὀρθοδοξίαν, τέτμηται δὲ καὶ αὐτὴ πρὸς ἑαυτὴν ἡ ὀρθότης. Ἡμεῖς δέ, ἐπειδὴ καὶ ὁ πρῶτος παρρησιασάμενος ὑπὲρ τῆς ἀληθείας καὶ τὸν καλὸν ἐκεῖνον διαθλήσας ἀγῶνα ἐπὶ τῶν καιρῶν Κωνσταντίου ὁ αἰδεσιμώτατος Μελέτιός ἐστιν ὁ ἐπίσκοπος, καὶ ἔσχεν αὐτὸν ἡ ἐμὴ Ἐκκλησία κοινωνικὸν ὑπεραγαπήσασα αὐτὸν διὰ τὴν καρτερὰν ἐκείνην καὶ ἀνένδοτον ἔνστασιν, καὶ ἔχομεν αὐτὸν κοινωνικὸν μέχρι τοῦ νῦν τῇ τοῦ Θεοῦ χάριτι καὶ ἕξομέν γε, ἐὰν ὁ Θεὸς θέλῃ. Ἐπεὶ καὶ ὁ μακαριώτατος Πάπας Ἀθανάσιος, ἐπιστὰς ἀπὸ Ἀλεξανδρείας, πάνυ ἐβούλετο αὐτῷ τὴν πρὸς αὐτὸν κοινωνίαν καταπραχθῆναι, ἀλλὰ κακίᾳ συμβούλων εἰς ἕτερον καιρὸν ὑπερετέθη αὐτῶν ἡ συνάφεια· ὡς οὐκ ὤφειλε. Τῶν δὲ τελευταῖον ἐπεισελθόντων οὐδενὸς οὐδέπω τὴν κοινωνίαν προσηκάμεθα, οὐκ ἐκείνους κρίνοντες ἀναξίους, ἀλλὰ μηδὲν ἔχοντες τούτου καταγινώσκειν. Καίτοι πολλὰ μὲν ἠκούσαμεν περὶ τῶν ἀδελφῶν, ἀλλ᾽ οὐ προσηκάμεθα, διὰ τὸ μὴ ἀντικαταστῆναι τοῖς κατηγόροις τοὺς ἐγκαλουμένους κατὰ τὸ γεγραμμένον, ὅτι «Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ πρῶτον αὐτοῦ ἀκούσῃ καὶ γνῷ τί ποιεῖ». Ὥστε οὔπω δυνάμεθα αὐτοῖς ἐπιστέλλειν, τιμιώτατε ἀδελφέ, οὔτε ἀναγκάζεσθαι εἰς τοῦτο ὀφείλομεν. Πρέπον δ᾽ ἂν εἴη τῇ εἰρηνικῇ σου προθέσει μὴ τὸ μὲν συνάπτειν, τὸ δὲ διασπᾶν, ἀλλὰ τῇ προϋπαρχούσῃ ἑνώσει τὰ κεχωρισμένα προσάγειν.
Ὥστε πρῶτον μὲν εὖξαι, ἔπειτα καί, ὅση δύναμις, παρακάλεσον ῥίψαντας αὐτοὺς ἐκ τῶν ψυχῶν τὸ φιλότιμον καὶ ὑπὲρ τοῦ ἀποδοῦναι τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ καὶ καθελεῖν τὸ φρύαγμα τῶν ἐχθρῶν συμβῆναι αὐτοὺς πρὸς ἀλλήλους.
Ἱκανῶς δέ μου κἀκεῖνο τὴν ψυχὴν παρεκάλεσε, τὸ προστεθὲν παρὰ τῆς σῆς ἀκριβείας τοῖς λοιποῖς καλῶς καὶ ἀκριβῶς θεολογηθεῖσι· τὸ τρεῖς ἀναγκαῖον εἶναι τὰς ὑποστάσεις ὁμολογεῖν. Ὥστε τοῦτο καὶ οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ διδασκέσθωσαν παρὰ σοῦ, πάντως δέ που καὶ ἐδιδάχθησαν.
Οὐ γὰρ ἂν εἵλου δηλονότι τὴν πρὸς αὐτοὺς κοινωνίαν μὴ τοῦτο αὐτῶν μάλιστα τὸ μέρος ἀσφαλισάμενος. Τὸ δὲ τῶν Μαγουσαίων ἔθνος (ὅπερ διὰ τῆς ἑτέρας ἐπιστολῆς σημᾶναι ἡμᾶς κατηξίωσας) πολύ ἐστι παρ᾽ ἡμῖν κατὰ πᾶσαν σχεδὸν τὴν χώραν διεσπαρμένον, ἀποίκων τὸ παλαιὸν ἐκ τῆς Βαβυλωνίας ἡμῖν ἐπεισαχθέντων. Οἳ ἔθεσιν ἰδιάζουσι κέχρηνται ἄμικτοι ὄντες πρὸς τοὺς ἄλλους ἀνθρώπους· λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι, καθό εἰσιν ἐζωγρημένοι ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, παντελῶς ἐστιν ἀδύνατον. Οὔτε γὰρ βιβλία ἐστὶ παρ᾽ αὐτοῖς οὔτε διδάσκαλοι δογμάτων, ἀλλὰ ἔθει ἀλόγῳ συντρέφονται παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀσέβειαν. Ἐκτὸς δὴ τούτων ἃ ὑπὸ πάντων ὁρᾶται, τὴν ζωοθυσίαν παραιτοῦνται ὡς μίασμα δι᾽ ἀλλοτρίων χειρῶν τὰ πρὸς τὴν χρείαν ζῶα κατασφάζοντες· γάμοις ἐπιμαίνονται παρανόμοις καὶ τὸ πῦρ ἡγοῦνται Θεὸν καὶ εἴ τι τοιοῦτον. Τὰς δὲ ἐκ τοῦ Ἀβραὰμ γενεαλογίας οὐδεὶς ἡμῖν, μέχρι τοῦ παρόντος, τῶν μάγων ἐμυθολόγησεν, ἀλλὰ Ζαρνοῦάν τινα ἑαυτοῖς ἀρχηγὸν τοῦ γένους ἐπιφημίζουσι. Διόπερ οὐδὲν ἔχω πλέον ἐπιστέλλειν ὑπὲρ αὐτῶν τῇ τιμιότητί σου.
ΠΑΛΛΑΔΙῼ ΚΑΙ ΙΝΝΟΚΕΝΤΙῼ ΜΟΝΑΖΟΥΣΙΝ Ἐγὼ πόσον μὲν ὑμᾶς ἀγαπῶ εἰκάζειν ὀφείλετε ἐξ ὧν ἡμᾶς αὐτοὶ ἀγαπᾶτε. Καὶ εἰρήνης μὲν ἐπεθύμησα ἀεὶ γενέσθαι βραβευτής, ἀποτυγχάνων δὲ λυποῦμαι μέν. Πῶς γὰρ οὔ; Οὐ μὴν δὲ ἐχθραίνειν δύναμαί τισι τούτου γε ἕνεκεν εἰδὼς ὅτι πάλαι ἀφ᾽ ἡμῶν ἤρθη τὸ τῆς εἰρήνης καλόν. Εἰ δὲ παρ᾽ ἄλλοις ἡ αἰτία τῆς διαστάσεως, παράσχοι Κύριος παύσασθαι τοὺς τὰς διχοστασίας ποιοῦντας. Οὐ μέντοι οὐδὲ ἐπιζητῶ συνεχῆ ὑμῶν τὴν ἐπιδημίαν. Ὥστε τούτου ἕνεκεν μὴ ἀπολογεῖσθέ μοι. Οἶδα γὰρ ὅτι ἄνδρες τὸν πεπονημένον προελόμενοι βίον καὶ ἀεὶ διὰ τῶν χειρῶν ἑαυτοῖς τὰ ἀναγκαῖα συμποριζόμενοι πολὺν ἀποδημεῖν χρόνον τῶν ἰδίων οὐ δύνανται.
Ἀλλ᾽, ὅπουπερ ἂν ἦτε, μέμνησθε ἡμῶν καὶ προσεύχεσθε, ἵνα αὐτοὶ γοῦν πρὸς ἑαυτοὺς εἰρήνην ἔχωμεν καὶ πρὸς τὸν Θεὸν μηδεμιᾶς τοῖς λογισμοῖς ἡμῶν ταραχῆς ἐνοικούσης.
ΟΠΤΙΜῼ ΕΠΙΣΚΟΠῼ Καὶ ἄλλως ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον ἀφ᾽ οὗ τι καὶ μέγα προσδοκᾶν ἐστιν ἐπ᾽ αὐτοῖς, ἐπειδὴ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπ᾽ αὐτοῖς φίλτρον. Ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς Ἐκκλησίας προνοητικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐπιμελές, ηὐχαρίστησα τῷ Κυρίῳ καὶ ηὐξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίζουσι γράμματα καὶ πρό γε αὐτῶν αὐτῷ τῷ γράψαντι ἡμῖν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.