Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Ερμηνεία Βιβλικών Χωρίων περί του Κάιν, του Λάμεχ και του Συμεών

Εκτενής ερμηνευτική ανάλυση παλαιοδιαθηκικών και καινοδιαθηκικών χωρίων σε απάντηση ερωτημάτων του επισκόπου Οπτίμου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 34 από 40

Ἐπεζήτησας τὸ πολυθρύλητον ἐκεῖνο καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητόν, τίνα τὴν λύσιν ἔχει τὸ «Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει». Διὰ δὲ τούτου τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας τὸ Τιμοθέου, ὃ παρέδωκεν Παῦλος αὐτῷ, ἀκριβῶς φυλάττοντα (δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει)· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σώματος καὶ τῷ πλήθει τῶν θλίψεων αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανήγαγες. Ἔστι δ᾽ οὖν τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ποικίλον ὑποδέξασθαι λόγον. Ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν, ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα δοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. Οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀνταποδόσεις, ἀλλ᾽ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιεῖν τῷ ὑποδείγματι. Οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησί, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπ᾽ αὐτῷ δεδογμένον ὁ ἀποκτείνας αὐτόν.

Οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσπίπτων.

Ἐπειδὴ δὲ ἐρευνᾶν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται καὶ τί τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; Ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. «Ποσάκις γάρ, φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφὸς καὶ ἀφήσω αὐτῷ (Ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ); Ἕως ἑπτάκις;» Εἶτα ἀπόκρισις τοῦ Κυρίου· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά». Οὐ γὰρ ἐπ᾽ ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. Καὶ δι᾽ ἑπτὰ μὲν ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας. Ἑπτὰ δὲ ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζε μὲν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαί, δουλείας ἀπαλλαγὴ καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. Ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει, ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν.

Τὸ μὲν οὖν ἑπτάκις διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπ᾽ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι ὧν ἕνεκεν εἵλοντο πονηρεύεσθαι. Ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τῷ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπ᾽ αὐτῷ ὁρισθέντα, καὶ οὕτως οὐκ ἀποτεύξει τῆς ἐννοίας. Ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμήσει τοῦ Ἄβελ· δεύτερον δόλος μεθ᾽ οὗ διελέχθη τῷ ἀδελφῷ εἰπών; «Διέλθωμεν εἰς τὸ πεδίον»· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις· πέμπτον ὅτι καὶ πρῶτος φονεὺς ὁ Κάϊν πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα ὅτι γονεῦσι πένθος ἐνεποίησεν· ἕβδομον ὅτι Θεὸν ἐψεύσατο· ἐρωτηθεὶς γὰρ «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα». Ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος ὅτι «Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου», καὶ «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς», ὁ Κάϊν φησίν· «Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με». Πρὸς δὴ τοῦτο ὁ Κύριός φησιν· «Οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει».

Ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Κάϊν, διὰ τὸ τὴν ἐκ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ ἡ γῆ ἀπ᾽ αὐτοῦ) καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπ᾽ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης· «Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με».

Ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων· «Οὐχ οὕτω», τουτέστιν οὐκ ἀναιρεθήσῃ. Κέρδος γὰρ τοῖς κολαζομένοις ὁ θάνατος ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. Ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατ᾽ ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ τὰ κολαστήρια. Ἐπειδὴ δὲ τὸ ἐκδικούμενον διχῶς νοεῖται, τό τε ἁμαρτηθὲν ἐφ᾽ ᾧ ἡ ἐκδίκησις καὶ ὁ τρόπος τῆς κολάσεως δι᾽ οὗ ἡ ἐκδίκησις, ἴδωμεν εἰ ἑπτὰ τρόποι βασανιστηρίων ἐπηνέχθησαν τῷ πονηρευσαμένῳ.

Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατόπιν ὁ λόγος ἀπηριθμήσατο. Νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστιν αὐτῷ τὰ εἰς κόλασιν ἐπαγόμενα, καὶ φαμὲν οὕτως, μετὰ τὴν πεῦσιν τοῦ Κυρίου· «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ἣν οὐχὶ μαθεῖν βουλόμενος, ἀλλὰ μετανοίας αὐτῷ ἀφορμὴν παρεχόμενος, ὁ φιλάνθρωπος Δεσπότης προσήγαγεν, ὡς δηλοῖ αὐτὰ τὰ ῥήματα. Ἀρνησαμένου γὰρ αὐτοῦ ταχὺν ποιεῖται τὸν ἔλεγχον εἰπών· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με». Ὥστε τὸ «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» ἐκείνῳ ἀφορμὴν ἐδίδου τῆς συναισθήσεως τοῦ ἡμαρτημένου, οὐ τῷ Θεῷ ἐγίνετο διδασκαλίας πρόξενον. Εἰ γὰρ μὴ ἔτυχεν ἐπισκοπῆς Θεοῦ, εἶχεν ἂν πρόφασιν ὡς ἐγκαταλελειμμένος καὶ οὐδεμίαν λαβὼν ἀφορμὴν εἰς μετάνοιαν. Νῦν δὲ ἐπεφάνη ὁ ἰατρός, ἵνα προσφύγῃ αὐτῷ ὁ ἀσθενῶν. Ὁ δὲ οὐ μόνον κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων· «Οὐκ οἶδα. Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου ἐγώ;» Ἐντεῦθεν λοιπὸν ἀπαριθμεῖ τὰς τιμωρίας. «Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ». Μία κόλασις. «Ἐργᾷ τὴν γῆν». Δευτέρα αὕτη. Ἀνάγκη γάρ τις ἄρρητος αὐτῷ συνέζευκτο πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλ᾽ ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ ἣν ἐπικατάρατον ἑαυτῷ ἐποίησε μιάνας ἀδελφικῷ αἵματι. «Ἐργᾷ οὖν τὴν γῆν».

Δεινὴ τιμωρία· ἡ μετὰ τῶν μισούντων διαγωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἐχθρόν. «Ἐργᾷ τὴν γῆν», τουτέστι, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεηπονικοῖς οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς πικροῦ χαλεπωτέραν ἔχων τὴν ἄρρητον ἀνάγκην ἐπὶ τὰ ἔργα σε διεγείρουσαν. «Καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐτῆς». Καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπόν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος τῷ ἀεὶ κατατεινομένῳ καὶ κοπιῶντι. Ἐπειδὴ δὲ καὶ ἐργασία ἄπαυστος καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία (οὐ γὰρ ἐδίδου τὴν ἰσχύν), τρίτη αὕτη ἐστὶ τιμωρία, ἡ ἀκαρπία τῶν πόνων. «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς». Δύο προσέθηκεν ἄλλας ταῖς τρισί· στεναγμὸν διηνεκῆ καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. Ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον ῥᾳδίως δυνάμενον προσφέρειν τῷ στόματι οὔτε ποτὸν προσκομίζειν, τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὐδὲ ταῖς ἰδίαις καὶ ἀναγκαίαις τοῦ σώματος χρείαις λοιπὸν ὑπηρετεῖσθαι συγχωρουμένης. Ἄλλη τιμωρία ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· «Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι». Τί ἐστι τό· «Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς»;

Τουτέστιν εἰ χωρίζεις με τῆς ἀπ᾽ αὐτῆς ὠφελείας. Οὐ γὰρ μετετίθετο ἐφ᾽ ἕτερον τόπον, ἀλλ᾽ ἠλλοτριοῦτο τῶν ἐπ᾽ αὐτῆς καλῶν. «Καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι». Ἡ βαρυτάτη κόλασις τοῖς σωφρονοῦσιν, ὁ ἀπὸ Θεοῦ χωρισμός. «Καὶ ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με». Εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων. Εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι.

Τί οὖν ὁ Κύριος; «Οὐχ οὕτως». Ἀλλ᾽ ἔθετο σημεῖον ἐπ᾽ αὐτόν. Ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός. Καὶ γὰρ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων ἡ αἰσχύνη, ἣν καὶ περὶ τῆς Κρίσεως μεμαθήκαμεν, ὅτι οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον καὶ οὗτοι εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον.

Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενές, τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον· «Ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά». Καὶ νομίζουσί τινες ὑπὸ τοῦ Λάμεχ ἀνῃρῆσθαι τὸν Κάϊν, ὡς μέχρι τῆς γενεᾶς ἐκείνης διαρκέσαντος αὐτοῦ ἐπὶ τῷ μακροτέραν δοῦναι τὴν τιμωρίαν. Ἔστι δὲ οὐκ ἀληθές. Δύο γὰρ φαίνεται φόνους πεποιηκώς, ἐξ ὧν αὐτὸς διηγεῖται. «Ἄνδρα ἀπέκτεινα καὶ νεανίσκον»· τὸν ἄνδρα εἰς τραῦμα καὶ νεανίσκον εἰς μώλωπα. Ἄλλο οὖν τραῦμα καὶ ἄλλο μώλωψ. Καὶ ἄλλο ἀνὴρ καὶ ἄλλο νεανίσκος. «Ὅτι ἐκ Κάϊν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά». Τετρακοσίας καὶ ἐνενήκοντα τιμωρίας ὑποσχεῖν εἰμι δίκαιος, εἴπερ δικαία ἡ τοῦ Θεοῦ κρίσις ἐπὶ τῷ Κάϊν, ὥστε ἑπτὰ αὐτὸν παρασχεῖν τὰς κολάσεις. Ὁ μὲν γὰρ ὥσπερ οὐκ ἔμαθε παρ᾽ ἄλλου τὸ φονεύειν οὕτως οὐδὲ εἶδε τιμωρίαν ὑπέχοντα φονευτήν.

Ἐγὼ δὲ ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ οὐκ ἐσωφρονίσθην τῷ ὑποδείγματι. Ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐνενήκοντα δοῦναι κολάσεις. Ἔνιοι δὲ πρὸς τοιοῦτον ὥρμησαν λόγον οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος· ὅτι ἀπὸ τοῦ Κάϊν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασι γενεαί, καὶ εὐθέως ἐπήχθη πάσῃ τῇ γῇ τιμωρία διὰ τὸ πολλὴν γενέσθαι χύσιν τῆς ἁμαρτίας. Τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατακλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλ᾽ αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. Ἀρίθμησον τοίνυν ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὰς γενεὰς καὶ εὑρήσεις, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν, τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ γεγεννημένον τὸν Κύριον.

Ταῦτα μὲν οὖν εἰς δύναμιν ἐξητάσθη πολλῶν τῶν ἐνόντων ἐξετασθῆναι παρεθέντων, ἵνα μὴ ἔξω τοῦ μέτρου τῆς ἐπιστολῆς τὸν λόγον προαγάγωμεν· ἀρκεῖ δὲ τῇ συνέσει σου καὶ τὰ βραχέα σπέρματα. «Δίδου γάρ, φησί, τῷ σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται», καὶ «Λόγον δεξάμενος σοφὸς αἰνέσει αὐτὸν καὶ ἐπ᾽ αὐτὸν προσθήσει».

Τὰ δὲ τοῦ Συμεὼν ῥήματα πρὸς τὴν Μαρίαν οὐδὲν ἔχει ποικίλον οὐδὲ βαθύ. «Εὐλόγησε γὰρ αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαρίαν τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Ἐν οἷς ἐκεῖνο ἐθαύμασα πῶς τὰ προάγοντα ὡς σαφῆ παρελθὼν ἓν τοῦτο ἐπεζήτησας τὸ «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία». Καίτοι ἐμοὶ οὐχ ἧττον φαίνεται ἄπορον πῶς ὁ αὐτὸς εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν καὶ τί τὸ σημεῖον τὸ ἀντιλεγόμενον, καὶ τρίτον, πῶς τῆς Μαρίας τὴν ψυχὴν διελεύσεται ῥομφαία.

Ἡγοῦμαι τοίνυν εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλ᾽ αὐτοῦ τοῦ ἐν ἡμῖν χείρονος καταπίπτοντος καὶ τοῦ βελτίονος διανισταμένου. Καθαιρετικὴ μὲν γὰρ τῶν σωματικῶν παθῶν ἐστιν ἡ τοῦ Κυρίου ἐπιφάνεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. Ὡς ὅταν λέγῃ ὁ Παῦλος· «Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι», ὁ αὐτὸς καὶ ἀσθενεῖ καὶ δύναται, ἀλλ᾽ ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεύματι. Οὕτω καὶ ὁ Κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι. Οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως ἐν ᾗ ποτε ἦσαν καταπίπτουσι δηλονότι. Οὐδέποτε δὲ εἱστήκει ὁ ἄπιστος ἀεὶ χαμαὶ συρόμενος μετὰ τοῦ ὄφεως. Οὐκ ἔχει οὖν ὅθεν πέσῃ διὰ τὸ καταβεβλῆσθαι τῇ ἀπιστίᾳ. Ὡς πρώτη εὐεργεσία· τὸν στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν, εἶτα ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι τῆς εἰς Χριστὸν πίστεως ἑκάτερον ἡμῖν χαριζομένης. Πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίω εἰς τὴν ἀνάστασιν. Ἐὰν μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται. Ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογικὸν τὸ ἐν ἡμῖν οὐκ ἀνθήσει. Οὕτως οὖν «Εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν». «Εἰς δὲ σημεῖον ἀντιλεγόμενον». Κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ Γραφῇ τὸν σταυρὸν εἰρημένον.

Ἔθηκε γὰρ Μωσῆς, φησί, τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν ἐπὶ σταυροῦ, ὃ σημεῖόν ἐστι παραδόξου τινὸς καὶ ἀφανοῦς πράγματος ἐνδεικτικόν, ὁρώμενον μὲν παρ᾽ αὐτῶν, νοούμενον δὲ παρὰ τῶν ἐντρεχῶν τὴν διάνοιαν. Ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς Ἐνανθρωπήσεως τοῦ Κυρίου, οἱ μὲν ἀνειληφέναι σῶμα, οἱ δὲ ἀσώματον αὐτοῦ τὴν ἐπιδημίαν γεγενῆσθαι διοριζόμενοι, καὶ οἱ μὲν παθητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ σώματος οἰκονομίαν πληροῦν, καὶ ἄλλοι χοϊκόν, ἄλλοι δὲ ἐπουράνιον σῶμα, καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκέναι, διὰ τοῦτο «Εἰς σημεῖον ἀντιλεγόμενον».

Ῥομφαίαν δὲ λέγει τὸν λόγον τὸν πειραστικόν, τὸν κριτικὸν τῶν ἐνθυμήσεων, τὸν διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν. Ἐπειδὴ τοίνυν πᾶσα ψυχὴ παρὰ τὸν καιρὸν τοῦ Πάθους οἱονεὶ διακρίσει τινὶ ὑπεβάλλετο, κατὰ τὴν τοῦ Κυρίου φωνὴν εἰπόντος ὅτι· «Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί», προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς Μαρίας ὅτι· «Παρεστῶσα τῷ σταυρῷ καὶ βλέπουσα τὰ γινόμενα καὶ ἀκούουσα τῶν φωνῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεταί τις καὶ περὶ τὴν σὴν ψυχὴν σάλος.

Ἔδει γὰρ τὸν Κύριον ὑπὲρ παντὸς γεύσασθαι θανάτου καὶ ἱλαστήριον γενόμενον τοῦ κόσμου πάντας δικαιῶσαι ἐν τῷ αὐτοῦ αἵματι. Καὶ σοῦ οὖν αὐτῆς, τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ Κυρίου, ἅψεταί τις διάκρισις, τουτέστι ῥομφαία». «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἀπὸ πολλῶν καρδιῶν διαλογισμοὶ» αἰνίττεται ὅτι μετὰ τὸν σκανδαλισμόν, τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον, τοῖς τε μαθηταῖς καὶ αὐτῇ τῇ Μαρίᾳ ταχεῖά τις ἴασις ἐπακολουθήσει παρὰ τοῦ Κυρίου βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπ᾽ αὐτὸν πίστιν.

Οὕτω γὰρ εἴδομεν καὶ Πέτρον μετὰ τὸ σκανδαλισθῆναι βεβαιότερον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον. Τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου δειχθῇ.