Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Θεολογικές Επιστολές περί της Ενανθρωπήσεως και Μηνύματα προς Εξόριστους

Αναίρεση των δοκητικών πλανών και του Απολιναρισμού, και επιστολές ενίσχυσης προς τους εξόριστους επισκόπους στην Αίγυπτο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 35 από 40

ΤΟΙΣ ΕΝ ΣΩΖΟΠΟΛΕΙ Ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, ἃ περὶ τῶν καθ᾽ ὑμᾶς πραγμάτων ἐπεστείλατε. Καὶ ὅτι μὲν ἡμᾶς κοινωνοὺς φροντίδων παρελάβετε εἰς τὴν τῶν ἀναγκαίων ὑμῖν καὶ σπουδῆς ἀξίων ἐπιμέλειαν, ηὐχαριστήσαμεν τῷ Κυρίῳ. Ἐστενάξαμεν δὲ ἀκούσαντες ὅτι, πρὸς τῇ παρὰ τῶν Ἀρειανῶν ἐπαγομένῃ ταραχῇ ταῖς Ἐκκλησίαις καὶ τῇ συγχύσει ἣν ἐκεῖνοι περὶ τὸν τῆς πίστεως λόγον πεποίηνται, ἔτι καὶ ἄλλη τις ὑμῖν ἀνεφάνη κενοφωνία εἰς πολλὴν ἀδημονίαν ἐμβάλλουσα τὴν ἀδελφότητα, ὡς ἐπεστείλατε ἡμῖν, ἀνθρώπων καινὰ καὶ ἀσυνήθη ταῖς ἀκοαῖς τῶν πιστῶν ὡς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας δῆθεν παρεισαγόντων.

Ἐγράφετε δὲ εἶναί τινας παρ᾽ ὑμῖν τοὺς λύοντας τὴν σωτήριον οἰκονομίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅσον τὸ ἐπ᾽ αὐτοῖς, ἀθετοῦντας τοῦ μεγάλου μυστηρίου τὴν χάριν, τοῦ σεσιγημένου μὲν ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ καιροῖς ἰδίοις, ὅτε ὁ Κύριος πάντα διεξελθὼν τὰ εἰς ἐπιμέλειαν ἥκοντα τοῦ γένους τῶν ἀνθρώπων ἐπὶ πᾶσι τὴν οἰκείαν ἐχαρίσατο ἡμῖν ἐπιδημίαν. Ὠφέλησε γὰρ τὸ ἑαυτοῦ πλάσμα πρῶτον μὲν διὰ πατριαρχῶν ὧν οἱ βίοι ὑποδείγματα καὶ κανόνες προετέθησαν τοῖς βουλομένοις ἀκολουθεῖν τοῖς ἴχνεσι τῶν ἁγίων καὶ κατὰ τὸν ὅμοιον ἐκείνοις ζῆλον φθάσαι πρὸς τὴν τῶν ἀγαθῶν ἔργων τελείωσιν. Εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, δι᾽ ἀγγέλων αὐτὸν διαταξάμενος ἐν χειρὶ Μωσέως· εἶτα προφήτας προκαταγγέλλοντας τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, κριτάς, βασιλεῖς, δικαίους, ποιοῦντας δυνάμεις ἐν χειρὶ κρυφαίᾳ. Μετὰ πάντας τούτους ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν αὐτὸς ἐφανερώθη ἐν σαρκί, «Γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν».

Εἰ τοίνυν μὴ γέγονε τοῦ Κυρίου ἡ ἐν σαρκὶ ἐπιδημία, οὐκ ἔδωκε μὲν ὁ λυτρωτὴς τὸ ὑπὲρ ἡμῶν τίμημα τῷ θανάτῳ, οὐ διέκοψε δὲ τοῦ θανάτου τὴν βασιλείαν δι᾽ ἑαυτοῦ. Εἰ γὰρ ἄλλο μὲν ἦν τὸ βασιλευόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ Κυρίου προσληφθέν, οὐκ ἂν μὲν ἐπαύσατο τὸ ἑαυτοῦ ἐνεργῶν ὁ θάνατος, οὐκ ἂν δὲ ἡμέτερον κέρδος ἐγένετο τῆς θεοφόρου σαρκὸς τὰ πάθη, οὐκ ἀπέκτεινε δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, οὐκ ἐζωοποιήθημεν ἐν τῷ Χριστῷ οἱ ἐν τῷ Ἀδὰμ ἀποθανόντες, οὐκ ἀνεπλάσθη τὸ διαπεπτωκός, οὐκ ἀνωρθώθη τὸ κατερραγμένον, οὐ προσῳκειώθη τῷ Θεῷ τὸ διὰ τῆς ἀπάτης τοῦ ὄφεως ἀλλοτριωθέν. Ταῦτα γὰρ πάντα ἀναιρεῖται παρὰ τῶν οὐράνιον σῶμα λεγόντων ἔχοντα τὸν Κύριον παραγεγενῆσθαι. Τίς δὲ χρεία τῆς Ἁγίας Παρθένου, εἰ μὴ ἐκ τοῦ φυράματος τοῦ Ἀδὰμ ἔμελλεν ἡ χριστοφόρος σὰρξ προσλαμβάνεσθαι; Ἀλλὰ τίς οὕτω τολμηρὸς ὥστε τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα νῦν πάλιν διὰ σοφιστικῶν ῥημάτων καὶ τῆς ἐκ τῶν Γραφῶν δῆθεν μαρτυρίας ἀνανεοῦσθαι; Οὐ γὰρ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου ὃς ὀλίγας τοῦ Ἀποστόλου λέξεις ἀποσπαράξας τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα μορφὴν λέγων δούλου καὶ οὐχὶ αὐτὸν τὸν δοῦλον ἀνειληφέναι καὶ ἐν σχήματι λέγων τὸν Κύριον γεγενῆσθαι, ἀλλ᾽ οὐχὶ αὐτὸν τὸν ἄνθρωπον παρ᾽ αὐτοῦ προσειλῆφθαι.

Τούτοις ἐοίκασι συγγενῆ φθέγγεσθαι· τούτοις ἀποδύρεσθαι προσήκει τὰς νεωτέρας ὑμῖν ἐπεισάγουσι βλασφημίας.

Τὸ δὲ ἐπ᾽ αὐτὴν λέγειν τὴν θεότητα τὰ ἀνθρώπων διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον οὔτε εἰδότων ὅτι ἄλλα σαρκὸς πάθη καὶ ἄλλα σαρκὸς ἐμψύχου καὶ ἄλλα ψυχῆς σώματι κεχρημένης.

Σαρκὸς μὲν οὖν ἴδιον τὸ τέμνεσθαι καὶ μειοῦσθαι καὶ διαλύεσθαι, καὶ πάλιν σαρκὸς ἐμψύχου τὸ κοποῦσθαι καὶ ὀδυνᾶσθαι καὶ πεινῆν καὶ διψῆν καὶ ὕπνῳ κρατεῖσθαι, ψυχῆς δὲ σώματι κεχρημένης λύπαι καὶ ἀδημονίαι καὶ φροντίδες καὶ ὅσα τοιαῦτα. Ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς, διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ πρὸς ἀρετὴν ἀγύμναστον ἐπεισαγόμενα. Ὅθεν φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεχόμενος εἰς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιρρυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος.

Διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι σαρκὸς ἁμαρτίας. Ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. Ἀλλ᾽ ὥσπερ ὁ θάνατος ὁ ἐν τῇ σαρκὶ διὰ τοῦ Ἀδὰμ εἰς ἡμᾶς παραπεμφθεὶς κατεπόθη ὑπὸ τῆς θεότητος, οὕτω καὶ ἡ ἁμαρτία ἐξαναλώθη ὑπὸ τῆς δικαιοσύνης τῆς ἐν Χριστῷ Ἰησοῦ, ὥστε ἡμᾶς ἐν τῇ ἀναστάσει ἀπολαβεῖν τὴν σάρκα μήτε ὑπόδικον θανάτῳ μήτε ὑπεύθυνον ἁμαρτίᾳ. Ταῦτά ἐστιν, ἀδελφοί, τὰ τῆς Ἐκκλησίας μυστήρια, αὗται τῶν Πατέρων αἱ παραδόσεις. Διαμαρτυρόμεθα παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον καὶ κρίσιν Θεοῦ ἀναμένοντι διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι. Εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τῆς πίστεως, ἀλλὰ παρωθούμενος τὰ τοῦ Πνεύματος λόγια τὴν οἰκείαν διδασκαλίαν προτιμοτέραν ποιεῖται τῶν εὐαγγελικῶν διδαγμάτων, φυλάσσεσθε τὸν τοιοῦτον. Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις ἐλθεῖν ποτε, ὥστε ὅσα τὸν λόγον ἡμῶν διέφυγε ταῦτα διὰ τῆς συντυχίας ἀναπληρῶσαι. Καὶ γὰρ ὀλίγα ἐκ πολλῶν ὑμῖν ἐπεστείλαμεν οὐ βουλόμενοι ἔξω γενέσθαι τοῦ μέτρου τῆς ἐπιστολῆς καὶ ἅμα πεπεισμένοι ὅτι τοῖς φοβουμένοις τὸν Κύριον ἐξαρκεῖ καὶ ἡ δι᾽ ὀλίγων ὑπόμνησις.

ΟΥΡΒΙΚΙῼ ΜΟΝΑΖΟΝΤΙ Καλῶς ἐποίησας ἐπιστείλας ἡμῖν· ἔδειξας γὰρ οὐ μικρὸν τὸν καρπὸν τῆς ἀγάπης, καὶ συνεχῶς ποίει τοῦτο. Μὴ μέντοι νομίσῃς ἀπολογίας σοι δεῖν, ὅταν ἡμῖν ἐπιστέλλῃς. Γνωρίζομεν γὰρ ἑαυτοὺς καὶ οἴδαμεν ὅτι παντὶ ἀνθρώπῳ πρὸς πάντας ὁμοτιμία ἔστι κατὰ τὴν φύσιν· ὑπεροχαὶ δὲ ἐν ἡμῖν οὐ κατὰ γένος οὐδὲ κατὰ περιουσίαν χρημάτων οὐδὲ κατὰ τὴν τοῦ σώματος κατασκευήν, ἀλλὰ κατὰ τὴν ὑπεροχὴν τοῦ φόβου τοῦ πρὸς τὸν Θεόν. Ὥστε τί κωλύει σε πλεῖον φοβούμενον τὸν Δεσπότην μείζονα ἡμῶν εἶναι κατ᾽ αὐτὸ τοῦτο; Συνεχῶς οὖν ἡμῖν ἐπίστελλε καὶ γνώριζε πῶς ἡ περὶ σὲ ἀδελφότης, τίνες τῶν τῆς Ἐκκλησίας τῆς καθ᾽ ὑμᾶς ὑγιαίνουσιν, ἵνα εἰδῶμεν οἷς χρὴ γράφειν καὶ τίσιν ἐπαναπαύεσθαι. Ἐπεὶ δὲ ἀκούω τινὰς εἶναι τοὺς τὸ εὐθὲς περὶ τῆς Ἐνανθρωπήσεως τοῦ Κυρίου δόγμα ἐν διαστρόφοις ὑπολήψεσι παραχαράσσοντας, παρακαλῶ αὐτοὺς διὰ τῆς σῆς ἀγάπης ἀποσχέσθαι τῆς ἀτόπου ἐκείνης ἐννοίας ἣν ἔχειν τινὲς ἡμῖν καταγγέλλονται, ὡς αὐτοῦ τοῦ Θεοῦ εἰς σάρκα τραπέντος καὶ οὐχὶ προσλαβόντος διὰ τῆς Μαρίας τὸ τοῦ Ἀδὰμ φύραμα, ἀλλ᾽ αὐτοῦ τῇ οἰκείᾳ θεότητι εἰς τὴν ὑλικὴν φύσιν μεταβληθέντος.

Τοῦτο δὲ τὸ ἄτοπον ἐλέγξαι καὶ πάνυ ῥᾴδιον. Ἀλλ᾽ ἐπειδὴ αὐτόθεν ἔχει τὸ ἐναργὲς ἡ βλασφημία, νομίζω τῷ φοβουμένῳ τὸν Κύριον ἀρκεῖν καὶ μόνην τὴν ὑπόμνησιν. Εἰ γὰρ ἐτράπη, καὶ ἠλλοιώθη. Τοῦτο δὲ ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν τοῦ Θεοῦ εἰπόντος· «Ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι».

Ἔπειτα πῶς εἰς ἡμᾶς διέβη ἡ τῆς Ἐνανθρωπήσεως ὠφέλεια, εἰ μὴ τὸ ἡμέτερον σῶμα τῇ θεότητι συναφθὲν κρεῖττον ἐγένετο τῆς τοῦ θανάτου ἐπικρατείας; Ὁ γὰρ τραπεὶς οἰκεῖον ὑπεστήσατο σῶμα ὅπερ παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως ὑπέστη. Πῶς δὲ ἡ ἀπερίληπτος θεότης εἰς μικροῦ σώματος ὄγκον περιεγράφη, εἴπερ ἐτράπη πᾶσα ἡ τοῦ Μονογενοῦς φύσις· Ἀλλὰ τοῦτο μὲν οὐδένα ἡγοῦμαι νοῦν ἔχοντα καὶ τὸν φόβον τοῦ Θεοῦ κεκτημένον πάσχειν τὸ ἀρρώστημα. Ἐπειδὴ δὲ ἦλθεν εἰς ἐμὲ ἡ φήμη ὅτι τινὲς τῶν μετὰ τῆς ἀγάπης σου ἐν τῇ ἀσθενείᾳ ταύτῃ τῶν λογισμῶν εἰσίν, ἀναγκαῖον ἡγησάμην μὴ ψιλὴν πορίσασθαι τὴν πρόσρησιν, ἀλλά τι ἔχειν τὴν ἐπιστολὴν ἡμῶν τοιοῦτον ὃ δύναται καὶ οἰκοδομῆσαι τὰς ψυχὰς τῶν φοβουμένων τὸν Κύριον. Ταῦτα οὖν παρακαλοῦμεν διορθώσεώς τε τυχεῖν ἐκκλησιαστικῆς καὶ τῆς πρὸς τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι, εἰδότας ὅτι τὸ ἐν τούτοις ἀδιαφορεῖν τὴν ἐπὶ τοῦ Χριστοῦ παρρησίαν ἡμῶν ἀφαιρεῖται.

ΤΟΙΣ ΔΥΤΙΚΟΙΣ Κύριος ὁ Θεὸς ἡμῶν, ἐφ᾽ ὃν ἠλπίσαμεν, τοσαύτην ὑμῶν ἑκάστῳ παράσχοι χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκειμένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνεπλήσατε ἔκ τε τῶν γραμμάτων ἃ ἐπεστείλατε ἡμῖν διὰ τῶν ποθεινοτάτων συμπρεσβυτέρων ἡμῶν καὶ ἐκ τῆς συμπαθείας τῶν καθ᾽ ἡμᾶς λυπηρῶν, ἣν συνεπαθήσατε ἡμῖν ὡς ἐνδεδυμένοι σπλάγχνα οἰκτιρμοῦ, καθὼς ἀπήγγειλαν ἡμῖν οἱ προειρημένοι. Καὶ γὰρ εἰ καὶ τὰ τραύματα ἡμῶν ὅμοια διαμένει, ἀλλ᾽ οὖν φέρει τινὰ ἡμῖν ῥᾳστώνην τὸ ἑτοίμους ἔχειν τοὺς ἰατροὺς δυναμένους, εἰ καιροῦ λάβοιντο, ταχεῖαν ἐπαγαγεῖν τῶν ἀλγημάτων τὴν ἴασιν. Διὸ καὶ πάλιν ὑμᾶς διὰ τῶν ἀγαπητῶν προσφθεγγόμεθα καὶ παρακαλοῦμεν, εἰ μὲν δίδωσιν ὑμῖν ὁ Κύριος ἄδειαν τοῦ ὡς ἡμᾶς πορεύεσθαι, μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν· ἐντολῆς γάρ ἐστι τῆς μεγίστης ἡ τῶν ἀσθενούντων ἐπίσκεψις. Εἰ δὲ ὁ ἀγαθὸς Θεὸς καὶ σοφὸς τῆς ζωῆς ἡμῶν οἰκονόμος τὴν χάριν ταύτην εἰς ἕτερον καιρὸν ταμιεύεται, ἀλλ᾽ ἐπιστείλατε ἡμῖν ὅσα παρ᾽ ὑμῶν πρέπει γραφῆναι εἰς παράκλησιν μὲν τῶν θλιβομένων, διόρθωσιν δὲ τῶν συντετριμμένων. Πολλὰ γὰρ ἤδη τὰ συντρίμματα τῆς Ἐκκλησίας γέγονε, καὶ πολλὴ ἡμῖν ἐπ᾽ αὐτοῖς ἡ θλίψις καὶ προσδοκία βοηθείας ἑτέρωθεν οὐδαμόθεν, ἐὰν μὴ ὁ Κύριος δι᾽ ὑμῶν τῶν γνησίως δουλευόντων αὐτῷ ἐξαποστείλῃ τὴν ἴασιν.

Τὸ μὲν οὖν ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν φανερῶς ἀπορραγὲν τοῦ σώματος τῆς Ἐκκλησίας μένει ἐπὶ τῆς ἰδίας πλάνης καὶ ὀλίγα ἡμᾶς λυμαίνεται διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι. Οἱ δὲ τὴν δορὰν τοῦ προβάτου περιβεβλημένοι καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσοντες ἀφειδῶς τὰ Χριστοῦ ποίμνια καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι εὐκόλως ἐμβάλλοντες βλάβην τοῖς ἁπλουστέροις, οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. Οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίας δημοσιευθῆναι, ἵνα ἢ ὀρθοποδήσαντες γνησίως ὦσι σὺν ἡμῖν, ἢ μένοντες ἐπὶ τῆς διαστροφῆς ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναι τοῖς πλησιάζουσιν. Ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητε τοὺς τὰς ταραχὰς παρ᾽ ἡμῖν ἐργαζομένους καὶ ταῖς Ἐκκλησίαις ὑμῶν φανερὸν καταστήσητε.

Ὁ μὲν γὰρ παρ᾽ ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων. Ὑμεῖς δὲ ὅσον μακρὰν αὐτῶν ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷ καὶ τὴν παρὰ τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέλειαν.

Ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίρρητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγματος. Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων λύπην, Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὃς πάλαι μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συνθεὶς βλασφημίας ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳ Ἑρμογένει τῷ Καισαρείας κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. Καὶ οὕτω τὴν χειροτονίαν ὑπ᾽ αὐτοῦ δεξάμενος Εὐστάθιος μετὰ τὴν ἐκείνου κοίμησιν εὐθὺς πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. Εἶτα ἐκεῖθεν δι᾽ ἃς δήποτε αἰτίας ἀπελαθεὶς ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν· τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρόνημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος. Καὶ τυχὼν τῆς ἐπισκοπῆς, ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. Κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθὼν ἔγραψε μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων ἃ πάντες ἴσασιν. Ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι.

Καὶ οὕτως ἀπελαθεὶς τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτηνῇ προκαθῃρῆσθαι ὁδὸν ἑαυτῷ τῆς ἀποκαταστάσεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. Καὶ τίνα μέν ἐστιν ἃ προετάθη αὐτῷ παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου Λιβερίου, τίνα δὲ ἃ αὐτὸς συνέθετο ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστολὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύαναν συνόδῳ ἀποκατέστη τῷ τόπῳ. Οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην ἐφ᾽ ᾗ ἐδέχθη καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν Πνευματομάχων αἱρέσεως. Ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ ἡ δύναμις τοῦ ἀδικεῖν τὰς Ἐκκλησίας καὶ τῇ παρ᾽ ὑμῶν δεδομένῃ αὐτῷ παρρησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν καὶ ἐπισταλῆναι ταῖς Ἐκκλησίαις τίνα μέν ἐστιν ἐφ᾽ οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε Πατέρων.

Δεύτερος μετ᾽ αὐτόν ἐστιν Ἀπολινάριος οὐ μικρὰ καὶ αὐτὸς τὰς Ἐκκλησίας παραλυπῶν. Τῇ γὰρ τοῦ γράφειν εὐκολίᾳ πρὸς πᾶσαν ὑπόθεσιν ἔχων ἀρκοῦσαν αὐτῷ τὴν γλῶσσαν, ἐνέπλησε μὲν τῶν ἑαυτοῦ συνταγμάτων τὴν οἰκουμένην παρακούσας τοῦ ἐγκλήματος τοῦ λέγοντος ὅτι· «Φύλαξαι ποιῆσαι βιβλία πολλά»· ἐν δὲ τῷ πλήθει δηλονότι πολλὰ καὶ ἡμάρτηται. Πῶς γὰρ δυνατὸν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν; Ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ τῆς θεολογίας οὐκ ἐκ γραφικῶν ἀποδείξεων, ἀλλ᾽ ἐξ ἀνθρωπίνων ἀφορμῶν τὴν κατασκευὴν ἔχοντα. Ἔστι δὲ αὐτῷ καὶ τὰ περὶ ἀναστάσεως μυθικῶς συγκείμενα, μᾶλλον δὲ Ἰουδαϊκῶς, ἐν οἷς φησι πάλιν ἡμᾶς πρὸς τὴν νομικὴν ὑποστρέφειν λατρείαν καὶ πάλιν ἡμᾶς περιτμηθήσεσθαι καὶ σαββατίζειν καὶ βρωμάτων ἀπέχεσθαι καὶ θυσίας προσοίσειν Θεῷ καὶ προσκυνήσειν ἐν Ἱεροσολύμοις ἐπὶ τοῦ ναοῦ καὶ ὅλως ἀπὸ Χριστιανῶν Ἰουδαίους γενήσεσθαι. Ὧν τί ἂν γένοιτο καταγελαστότερον, μᾶλλον δὲ ἀλλοτριώτερον τοῦ εὐαγγελικοῦ δόγματος; Εἶτα καὶ τὰ περὶ Σαρκώσεως τοσαύτην ἐποίησε τῇ ἀδελφότητι τὴν ταραχὴν ὥστε ὀλίγοι λοιπὸν τῶν ἐντετυχηκότων τὸν ἀρχαῖον τῆς εὐσεβείας διασώζουσι χαρακτῆρα· οἱ δὲ πολλοὶ ταῖς καινοτομίαις προσέχοντες ἐξετράπησαν εἰς ζητήσεις καὶ φιλονείκους ἐφευρέσεις τῶν ἀνωφελῶν τούτων ῥημάτων.

Ὁ μέντοι Παυλῖνος εἰ μέν τι καὶ περὶ τὴν χειροτονίαν ἐπιλήψιμον ἔχει αὐτοὶ ἂν εἴποιτε. Ἡμᾶς δὲ λυπεῖ τοῖς Μαρκέλλου προσπεπονθὼς δόγμασι καὶ τοὺς ἀκολουθοῦντας αὐτῷ ἀδιακρίτως εἰς τὴν κοινωνίαν ἑαυτοῦ προσιέμενος.

Οἴδατε δέ, ἀδελφοὶ τιμιώτατοι, ὅτι πάσης ἡμῶν τῆς ἐλπίδος ἀθέτησιν ἔχει τὸ Μαρκέλλου δόγμα, οὔτε Υἱὸν ἐν ἰδίᾳ ὑποστάσει ὁμολογοῦν, ἀλλὰ προενεχθέντα καὶ πάλιν ὑποστρέψαντα εἰς τὸν ὅθεν προῆλθεν, οὔτε τὸν Παράκλητον ἰδίως ὑφεστηκέναι συγχωροῦν, ὥστε οὐκ ἄν τις ἁμάρτοι Χριστιανισμοῦ μὲν παντελῶς ἀλλοτρίαν ἀποφαίνων τὴν αἵρεσιν, Ἰουδαϊσμὸν δὲ παρεφθαρμένον αὐτὴν προσαγορεύων. Τούτων τὴν ἐπιμέλειαν γενέσθαι παρ᾽ ὑμῶν ἐπιζητοῦμεν.

Γένοιτο δ᾽ ἄν, εἰ ἐπιστεῖλαι καταξιώσητε πάσαις ταῖς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίαις, τοὺς ταῦτα παραχαράσσοντας, εἰ μὲν διορθοῖντο, εἶναι κοινωνικούς· εἰ δὲ ἐπιμένειν φιλονείκως βούλοιντο ταῖς καινοτομίαις, χωρίζεσθαι ἀπ᾽ αὐτῶν. Καὶ ὅτι μὲν ἔδει ἡμᾶς συνεδρεύοντας μετὰ τῆς ὑμετέρας φρονήσεως ἐν κοινῇ σκέψει τὰ περὶ τούτων διαλαβεῖν οὐδὲ αὐτοὶ ἀγνοοῦμεν. Ἀλλ᾽ ἐπειδὴ ὁ καιρὸς οὐκ ἐνδίδωσι καὶ τὸ ἀναβάλλεσθαι βλαβερὸν τῆς ἀπ᾽ αὐτῶν βλάβης ἐρριζωμένης, ἀναγκαίως ἀπεστείλαμεν τοὺς ἀδελφούς, ἵνα ὅσα καὶ τὴν ἐκ τοῦ γράμματος διδασκαλίαν παρέλαθε, ταῦτα παρ᾽ ἑαυτῶν ἀναδιδάξαντες κινήσωσιν ὑμῶν τὴν εὐλάβειαν παρασχέσθαι τὴν ἐπιζητουμένην βοήθειαν ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις.

ΒΑΡΣῌ ΕΠΙΣΚΟΠῼ ΕΔΕΣΣΗΣ ΕΝ ΕΞΟΡΙᾼ ΟΝΤΙ Τῷ ὡς ἀληθῶς θεοφιλεστάτῳ καὶ πάσης αἰδοῦς καὶ τιμῆς ἀξίῳ ἐπισκόπῳ Βάρσῃ Βασίλειος ἐν Κυρίῳ χαίρειν. Ἐρχομένων τῶν γνησιωτάτων ἀδελφῶν τῶν περὶ Δομνῖνον πρὸς τὴν εὐλάβειάν σου, ἡδέως τὴν ἀφορμὴν τῶν γραμμάτων ἐδεξάμεθα καὶ προσαγορεύομέν σε δι᾽ αὐτῶν εὐχόμενοι τῷ ἁγίῳ Θεῷ μέχρι τοσούτου φυλαχθῆναι τῇ ζωῇ ταύτῃ, μέχρις οὗ καταξιωθῶμεν ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ χαρισμάτων. Μόνον εὔχου, παρακαλῶ, ἵνα ὁ Κύριος μὴ παραδῷ ἡμᾶς εἰς τέλος τοῖς ἐχθροῖς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ φυλάξῃ τὰς ἑαυτοῦ Ἐκκλησίας μέχρι τοῦ καιροῦ τῆς εἰρήνης ἣν αὐτὸς οἶδεν ὁ δίκαιος Κριτὴς πότε ἀποδώσει. Ἀποδώσει γὰρ καὶ οὐκ ἐγκαταλείψει ἡμᾶς εἰς τὸ παντελές. Ἀλλ᾽ ὥσπερ τοῖς Ἰσραηλίταις τὴν ἑβδομηκονταετίαν ὥρισεν ὑπὲρ τῶν ἁμαρτημάτων εἰς τὴν τῆς αἰχμαλωσίας καταδίκην, οὕτω τάχα καὶ ἡμᾶς ὁ Δυνατὸς χρόνῳ τινὶ ὡρισμένῳ παραδοὺς ἀνακαλέσεταί ποτε καὶ ἀποκαταστήσει εἰς τὴν ἐξ ἀρχῆς εἰρήνην, εἰ μὴ ἄρα ἐγγύς πού ἐστιν ἡ ἀποστασία καὶ τὰ νῦν γινόμενα προοίμιά ἐστι τῆς εἰσόδου τοῦ Ἀντιχρίστου. Ὅπερ δὲ ἐὰν ᾖ, προσεύχου ἵνα ἢ τὰς θλίψεις παρενέγκῃ ἢ ἡμᾶς ἀπταίστους διὰ τῶν θλίψεων ὁ Ἀγαθὸς διασώσηται. Πᾶσαν τὴν συνοδίαν τὴν καταξιωθεῖσαν συνεῖναι τῇ εὐλαβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ. Τὴν σὴν εὐλάβειαν οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν.

Ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου διαφυλαχθείης τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.

ΕΥΛΟΓΙῼ ΑΛΕΞΑΝΔΡῼ ΑΔΕΛΦΟΚΡΑΤΙΩΝΙ ΕΠΙΣΚΟΠΟΙΣ ΑΙΓΥΠΤΙΟΙΣ ΕΞΟΡΙΣΘΕΙΣΙΝ Μεγάλην ἐν πᾶσιν εὑρίσκομεν τοῦ ἀγαθοῦ Θεοῦ τὴν περὶ τὰς Ἐκκλησίας αὐτοῦ οἰκονομίαν, ὥστε καὶ τὰ δοκοῦντα εἶναι σκυθρωπὰ καὶ μὴ πάντη κατὰ βούλησιν ἀπαντῶντα καὶ ταῦτα ἐπ᾽ ὠφελείᾳ τῶν πολλῶν οἰκονομεῖσθαι ἐν τῇ δυσθεωρήτῳ τοῦ Θεοῦ σοφίᾳ καὶ τοῖς ἀνεξιχνιάστοις αὐτοῦ κρίμασιν τῆς δικαιοσύνης. Ἰδοὺ γὰρ καὶ τὴν ὑμετέραν ἀγάπην ἐκ τῶν κατ᾽ Αἴγυπτον τόπων ἀναστήσας ὁ Κύριος εἰς μέσην ἀγαγὼν τὴν Παλαιστίνην ἱδρύσατο, κατὰ μίμησιν τοῦ πάλαι Ἰσραὴλ ὃν διὰ τῆς αἰχμαλωσίας ἀγαγὼν εἰς τὴν Ἀσσυρίων γῆν ἔσβεσε τὴν ἐκεῖ εἰδωλολατρείαν διὰ τῆς τῶν ἁγίων ἐπιδημίας. Καὶ νῦν τοίνυν οὕτως εὑρίσκομεν λογιζόμενοι ὅτι τὸν ὑπὲρ τῆς εὐσεβείας ἆθλον ὑμῖν προβαλλόμενος ὁ Κύριος ὑμῖν μὲν διὰ τῆς ἐξορίας στάδιον ἤνοιξε τῶν μακαρίων ἀγωνισμάτων, τοῖς δὲ περιτυγχάνουσιν ὑμῶν τῇ ἀγαθῇ προαιρέσει ἐναργῆ τὰ πρὸς σωτηρίαν ὑποδείγματα ἐχαρίσατο. Ἐπεὶ οὖν τῇ τοῦ Θεοῦ χάριτι ἐμάθομεν ὑμῶν τὴν ὀρθότητα τῆς πίστεως, ἐμάθομεν τὸ περὶ τὴν ἀδελφότητα ἐπιμελὲς καὶ ὅτι οὐ παρέργως οὐδὲ ἠμελημένως παρέρχεσθε τὰ κοινωφελῆ καὶ ἀναγκαῖα πρὸς σωτηρίαν, ἀλλ᾽ εἴ τι πρὸς οἰκοδομὴν τῶν Ἐκκλησιῶν ἐνεργεῖν προαιρεῖσθε, δίκαιον ἐνομίσαμεν κοινωνοὶ γενέσθαι τῆς ἀγαθῆς μερίδος ὑμῶν καὶ συνάψαι ἑαυτοὺς διὰ τοῦ γράμματος τῇ ὑμετέρᾳ εὐλαβείᾳ.

Οὗπερ ἕνεκα ἀπεστείλαμεν καὶ τὸν ποθεινότατον υἱὸν ἡμῶν Ἐλπίδιον τὸν συνδιάκονον ὁμοῦ μὲν τὴν ἐπιστολὴν διακομίζοντα, ὁμοῦ δὲ καὶ παρ᾽ ἑαυτοῦ δυνάμενον ἀναγγεῖλαι ὑμῖν ὅσα τὴν ἐκ τοῦ γράμματος διαπέφευγε διδασκαλίαν.

Μάλιστα δὲ ἡμᾶς ἐπέρρωσε πρὸς τὴν ἐπιθυμίαν τῆς συναφείας ὑμῶν ἡ ἀκοὴ τοῦ περὶ τὴν ὀρθότητα ζήλου τῆς εὐσεβείας ὑμῶν, ὅτι οὔτε πλήθει συνταγμάτων οὔτε ποικιλίᾳ σοφισμάτων παρηνέχθη ὑμῶν τὸ στερρὸν τῆς καρδίας, ἀλλ᾽ ἐπέγνωτε μὲν τοὺς κατὰ τῶν ἀποστολικῶν δογμάτων καινοτομοῦντας, σιωπῇ δὲ κατασχεῖν τὴν ἐνεργουμένην παρ᾽ αὐτῶν βλάβην οὐ κατεδέξασθε. Καὶ γὰρ τῷ ὄντι πολλὴν εὕρομεν λύπην παρὰ πᾶσι τοῖς ἀντεχομένοις τῆς τοῦ Κυρίου εἰρήνης ἐπὶ ταῖς νεωτεροποιίαις ταῖς παντοδαπαῖς Ἀπολιναρίου τοῦ Λαοδικέως, ὃς τοσούτῳ πλέον ἐλύπησεν ἡμᾶς ὅσῳ ἔδοξεν εἶναι ἐξ ἡμῶν τὸ ἐξ ἀρχῆς. Τὸ μὲν γὰρ παρὰ φανεροῦ πολεμίου παθεῖν τι, κἂν ὑπερβάλλῃ τῷ ἀλγεινῷ, φορητόν πώς ἐστι τῷ καταπονουμένῳ, καθὼς γέγραπται· «Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν». Τὸ δὲ παρ᾽ ὁμοψύχου καὶ οἰκείου βλάβης τινὸς πειραθῆναι, τοῦτο δύσφορον παντελῶς καὶ οὐδεμίαν ἔχον παραμυθίαν. Ὃν γὰρ προσεδοκήσαμεν συνασπιστὴν ἕξειν τῆς ἀληθείας, τοῦτον εὕρομεν νῦν ἐν πολλοῖς ἐμποδίζοντα τοῖς σωζομένοις ἐκ τοῦ περιέλκειν αὐτῶν τὸν νοῦν καὶ ἀποσπᾶν τῆς εὐθύτητος τῶν δογμάτων. Τί γὰρ ἐν ἔργοις παρ᾽ αὐτοῦ θερμὸν καὶ τολμηρὸν οὐκ ἐπράχθη; Τί δὲ ἐν λόγοις οὐ παρεπενοήθη νεώτερον καὶ ἐπικεκινδυνευμένον;

Οὐ πᾶσα μὲν Ἐκκλησία ἐφ᾽ ἑαυτὴν ἐμερίσθη, μάλιστα δὲ ταῖς παρὰ τῶν ὀρθοδόξων κυβερνωμέναις ἐπιπεμφθέντων παρ᾽ αὐτοῦ πρὸς τὸ σχίσαι καὶ ἰδίαν παρασυναγωγὴν ἐκδικῆσαι; Οὐχὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον ὡς ἄνευ λαοῦ καὶ κλήρου ἐπισκόπων περιερχομένων, ὄνομα ψιλὸν περιφερόντων, οὐδὲν δὲ κατορθούντων εἰς προκοπὴν τοῦ Εὐαγγελίου τῆς σωτηρίας;

Οὐχὶ οἱ περὶ Θεοῦ λόγοι παρ᾽ αὐτῷ πλήρεις εἰσὶν ἀσεβῶν δογμάτων, τῆς παλαιᾶς ἀσεβείας τοῦ ματαιόφρονος Σαβελλίου δι᾽ αὐτοῦ νῦν ἀνανεωθείσης τοῖς συντάγμασιν; Εἰ γὰρ ἃ περιφέρουσιν οἱ Σεβαστηνοὶ μὴ συμπέπλασται παρ᾽ ἐχθρῶν, ἀλλὰ κατ᾽ ἀλήθειαν αὐτοῦ εἰσι συγγραφαί, οὐδεμίαν εἰς ἀσέβειαν ὑπερβολὴν καταλέλοιπε τὸν αὐτὸν Πατέρα λέγων καὶ Υἱὸν καὶ πάλιν Υἱὸν καὶ Πατέρα καὶ ἄλλα σκοτεινὰ ἀσεβῆ ῥήματα ἃ ἡμεῖς οὐδὲ ταῖς ἀκοαῖς ἡμῶν κατεδεξάμεθα παραδέξασθαι εὐχόμενοι μηδεμίαν ἔχειν μερίδα πρὸς τοὺς ἐκεῖνα τὰ ῥήματα φθεγξαμένους. Οὐχὶ συγκέχυται παρ᾽ αὐτῷ ὁ τῆς Ἐνανθρωπήσεως λόγος; Οὐκ ἀμφίβολος γέγονε τοῖς πολλοῖς ἡ σωτήριος τοῦ Κυρίου ἡμῶν οἰκονομία ἐκ τῶν θολερῶν αὐτοῦ καὶ σκοτεινῶν περὶ σαρκώσεως ζητημάτων;

Ἃ πάντα συναγαγεῖν καὶ εἰς ἔλεγχον καταστῆσαι μακροῦ καὶ χρόνου καὶ λόγου δεῖται. Τὸν δὲ τῶν ἐπαγγελιῶν τόπον τίς οὕτως ἠμαύρωσε καὶ ἠφάνισεν ὡς ἡ τούτου μυθολογία; Ὅς γε τὴν μακαρίαν ἐλπίδα τὴν ἀποκειμένην τοῖς πολιτευσαμένοις κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ οὕτω ταπεινῶς καὶ ἐρριμμένως ἐτόλμησεν ἐξηγήσασθαι ὥστε εἰς γραώδεις λόγους καὶ ἰουδαϊκοὺς μύθους ἐκτραπῆναι. Ἄνωθεν ἐπαγγέλλεται τοῦ ναοῦ τὴν ἀνανέωσιν καὶ τῆς νομικῆς λατρείας τὴν παρατήρησιν καὶ πάλιν ἀρχιερέα τυπικὸν μετὰ τὸν ἀληθινὸν ἀρχιερέα καὶ θυσίαν ὑπὲρ ἁμαρτιῶν μετὰ τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν ἄραντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ βαπτίσματα μερικὰ μετὰ τὸ ἓν βάπτισμα καὶ σποδὸν δαμάλεως ῥαντίζουσαν τὴν Ἐκκλησίαν τὴν οὐκ ἔχουσαν διὰ τῆς εἰς Χριστὸν πίστεως σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, καὶ καθαρισμοὶ λέπρας μετὰ τὴν ἀπάθειαν τῆς ἀναστάσεως, καὶ ζηλοτυπίας προσφοράν, ὅτε οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἄρτοι προθέσεως μετὰ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ, λύχνοι καιόμενοι μετὰ τὸ φῶς τὸ ἀληθινόν, καὶ ὅλως, εἰ νῦν ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασι κατήργηται, δῆλον ὅτι τότε τὰ δόγματα τοῦ Χριστοῦ ἐν τοῖς νομικοῖς ἐν τάλμασιν ἀκυρωθήσεται.

Ἐπὶ τούτοις αἰσχύνη μὲν καὶ ἐντροπὴ ἐκάλυψεν ἡμῶν τὰ πρόσωπα, λύπη δὲ βαρεῖα πεπλήρωκεν ἡμῶν τὰς καρδίας. Διὸ παρακαλοῦμεν ὑμᾶς, ὡς ἐπιστήμονας ἰατροὺς καὶ δεδιδαγμένους ἐν τῇ πραΰτητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, πειραθῆναι αὐτὸν ἐπαναγαγεῖν πρὸς τὴν εὐταξίαν τῆς Ἐκκλησίας καὶ πεῖσαι αὐτὸν καταφρονῆσαι τῆς πολυφωνίας τῶν συνταγμάτων (ἐβεβαίωσε γὰρ τὸν τῆς Παροιμίας λόγον ὅτι· «Οὐκ ἔστιν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν»), στενῶς δὲ αὐτῷ προβάλλειν τὰ τῆς ὀρθοδοξίας δόγματα, ἵνα κἀκείνου ἡ ἐπανόρθωσις φανερὰ γένηται καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γνωρισθῇ ἡ μεταμέλεια.

Εὔλογον δὲ καὶ περὶ τῶν κατὰ Μάρκελλον ὑπομνησθῆναι ὑμῶν τὴν εὐλάβειαν, ἵνα μηδὲν ἀπερισκέπτως μηδ᾽ εὐκόλως τυπώσητε περὶ αὐτῶν. Ἀλλ᾽ ἐπειδὴ δογμάτων ἕνεκεν ἀσεβῶν ἐξῆλθε τῆς Ἐκκλησίας ἐκεῖνος, τοὺς ἑπομένους αὐτῷ ἀναγκαῖον ἀναθεματίσαντας ἐκείνην τὴν αἵρεσιν οὕτω δεκτοὺς γενέσθαι τῇ κοινωνίᾳ, ἵν᾽ οἱ ἡμῖν συναπτόμενοι δι᾽ ὑμῶν παρὰ πάσης δεχθῶσι τῆς ἀδελφότητος, ἐπεὶ νῦν γε οὐ μετρία μετέσχε λύπη τοὺς πολλοὺς ἀκούσαντας ὅτι παραγενομένους πρὸς τὴν ὑμετέραν τιμιότητα καὶ προσήκασθε καὶ κοινωνίας αὐτοῖς ἐκκλησιαστικῆς μετεδώκατε. Καίτοιγε εἰδέναι ὑμᾶς ἐχρῆν ὅτι τῇ τοῦ Θεοῦ χάριτι οὔτε κατὰ τὴν Ἀνατολὴν μόνοι ἐστέ, ἀλλὰ καὶ πολλοὺς ἔχετε τῆς ἑαυτῶν μερίδος, οἳ τὴν τῶν Πατέρων ἐκδικοῦσιν ὀρθοδοξίαν τῶν κατὰ Νίκαιαν τὸ εὐσεβὲς δόγμα τῆς πίστεως ἐκθεμένων, καὶ οἱ τῆς Δύσεως πάντες σύμφωνοι ὑμῖν τε καὶ ἡμῖν τυγχάνουσιν, ὧν δεξάμενοι τῆς πίστεως τὸν τόμον ἔχομεν παρ᾽ ἑαυτοῖς ἑπόμενοι αὐτῶν τῇ ὑγιεῖ διδασκαλίᾳ. Ἔδει οὖν πάντας πληροφορεῖσθαι τοὺς ἐν τῇ αὐτῇ συναφείᾳ τυγχάνοντας ὑμῖν, ἵνα καὶ τὸ γινόμενον μᾶλλον ἐβεβαιώθη ἐν τῇ τῶν πολλῶν συγκαταθέσει καὶ ἡ εἰρήνη μὴ διέσπαστο ἐν τῇ τινων προσλήψει ἑτέρων ἀφισταμένων. Οὕτως ἦν πρέπον βουλεύσασθαι ἡμᾶς στιβαρῶς καὶ πράως περὶ πραγμάτων πάσαις ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις διαφερόντων.

Οὐ γὰρ ὁ ταχύ τι δογματίσας ἐπαινετός, ἀλλ᾽ ὁ παγίως καὶ ἀσαλεύτως ἕκαστα κανονίσας ὥστε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἐξεταζομένην τὴν γνώμην δοκιμωτέραν φαίνεσθαι, οὗτος ἀπόδεκτος καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις ὡς «οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει». Ταῦτα, ὅσα ἐδίδου ἡμῖν ἡ διὰ τοῦ γράμματος ὁμιλία, προσεφθεγξάμεθα ὑμῶν τὴν εὐλάβειαν.

Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι ποτέ, ἵνα πάντα πρὸς καταρτισμὸν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ μεθ᾽ ὑμῶν οἰκονομήσαντες μεθ᾽ ὑμῶν δεξώμεθα τὸν μισθὸν τὸν ἡτοιμασμένον παρὰ τοῦ δικαίου Κριτοῦ τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις. Τέως δὲ νῦν καταξιώσατε ἡμῖν ἀποστεῖλαι τὰς προτάσεις ἐφ᾽ αἷς ἐδέξασθε τοὺς Μαρκέλλου, ἐκεῖνο εἰδότες ὅτι, κἂν πάνυ τὸ καθ᾽ ἑαυτοὺς ἀσφαλίσησθε, μόνοις ἑαυτοῖς ἐπιτρέψαι πρᾶγμα τοσοῦτον οὐκ ὀφείλετε, ἀλλὰ χρὴ καὶ τοὺς ἐν τῇ Δύσει καὶ τοὺς κατὰ τὴν Ἀνατολὴν κοινωνικοὺς συμψήφους αὐτῶν τῇ ἀποκαταστάσει γενέσθαι.

ΠΕΤΡῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Καλῶς μου καθήψω καὶ πρεπόντως πνευματικῷ ἀδελφῷ ἀληθινὴν ἀγάπην παρὰ τοῦ Κυρίου δεδιδαγμένῳ, ὅτι σοι μὴ πάντα καὶ μικρὰ καὶ μείζω φανερὰ ποιοῦμεν τῶν τῇδε. Καὶ γὰρ ἐπιβάλλει καὶ σοὶ φροντίζειν τῶν καθ᾽ ἡμᾶς καὶ ἡμῖν τῇ σῇ ἀγάπῃ ἀναφέρειν τὰ ἡμέτερα. Ἀλλὰ γίνωσκε, τιμιώτατε ἡμῖν καὶ ποθεινότατε ἀδελφέ, ὅτι τὸ συνεχὲς τῶν θλίψεων καὶ ὁ πολὺς οὗτος κλόνος ὁ νῦν σαλεύων τὰς Ἐκκλησίας πρὸς οὐδὲν ἡμᾶς ξενίζεσθαι τῶν γινομένων ποιεῖ. Ὡς γὰρ οἱ ἐν τοῖς χαλκείοις τὰς ἀκοὰς κατακτυπούμενοι ἐν μελέτῃ εἰσὶ τῶν ψόφων, οὕτως ἡμεῖς τῇ πυκνότητι τῶν ἀτόπων ἀγγελιῶν εἰθίσθημεν λοιπὸν ἀτάραχον ἔχειν καὶ ἀπτόητον τὴν καρδίαν πρὸς τὰ παράλογα. Τὰ μὲν οὖν παρὰ τῶν Ἀρειανῶν ἔκπαλαι κατὰ τῆς Ἐκκλησίας σκευωρούμενα, εἰ καὶ πολλὰ καὶ μεγάλα καὶ κατὰ πᾶσαν διαβεβοημένα τὴν οἰκουμένην, ἀλλ᾽ οὖν φορητὰ ἡμῖν ἐστι διὰ τὸ παρὰ φανερῶν ἐχθρῶν καὶ πολεμίων τοῦ λόγου τῆς ἀληθείας γίνεσθαι· οὓς ὅταν μὴ ποιήσωσι τὰ συνήθη, θαυμάζομεν, οὐχ ὅταν μέγα τι καὶ νεανικὸν κατὰ τῆς εὐσεβείας τολμήσωσι. Λυπεῖ δὲ ἡμᾶς καὶ ταράσσει τὰ παρὰ τῶν ὁμοψύχων καὶ ὁμοδόξων γινόμενα. Ἀλλ᾽ ὅμως καὶ ταῦτα, διὰ τὸ πολλὰ εἶναι καὶ συνεχῶς ἐμπίπτειν ἡμῶν ταῖς ἀκοαῖς, οὐδὲ ταῦτα παράδοξα καταφαίνεται.

Ὅθεν οὔτε ἐκινήθημεν ἐπὶ τοῖς πρῴην γινομένοις ἀτάκτως οὔτε τὰς σὰς διωχλήσαμεν ἀκοάς, τοῦτο μὲν εἰδότες ὅτι αὐτομάτως φήμη διακομίσει τὰ πεπραγμένα, τοῦτο δὲ ἀναμένοντες ἑτέρους ἀγγέλους τῶν λυπηρῶν γενέσθαι, ἔπειτα οὔτε κρίναντες εὔλογον εἶναι ἡμᾶς ἀγανακτεῖν ἐπὶ τοῖς τοιούτοις ὥσπερ δυσχεραίνοντας διὰ τί παρώφθημεν. Αὐτοῖς μέντοι τοῖς ταῦτα ποιήσασιν ἐπεστείλαμεν τὰ πρέποντα παρακαλοῦντες αὐτούς, ἐπειδή τινα διχόνοιαν ἔπαθον οἱ ἐκεῖ ἀδελφοί, τῆς μὲν ἀγάπης μὴ ἀποστῆναι, τὴν δὲ διόρθωσιν ἀναμένειν παρὰ τῶν δυναμένων ἐκκλησιαστικῶς ἰατρεύειν τὰ πταίσματα.

Ὅπερ ἐπειδὴ ἐποίησας καλῶς καὶ προσηκόντως κινηθείς, ἐπῃνέσαμέν σε καὶ εὐχαριστήσαμεν τῷ Κυρίῳ ὅτι ἔστι τι λείψανον τῆς παλαιᾶς εὐταξίας σωζόμενον παρὰ σοὶ καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς ἰσχὺν οὐκ ἀπώλεσεν ἐν τῷ ἡμετέρῳ διωγμῷ. Οὐ γὰρ μεθ᾽ ἡμῶν ἐδιώχθησαν καὶ οἱ κανόνες.

Πολλάκις οὖν ὀχληθεὶς παρὰ τῶν Γαλατῶν οὐδέποτε ἠδυνήθην αὐτοῖς ἀποκρίνασθαι ἀναμένων τὰς ὑμετέρας ἐπικρίσεις. Καὶ νῦν, ἐὰν ὁ Κύριος δῷ καὶ θελήσωσιν ἀνασχέσθαι ἡμῶν, ἐλπίζομεν τὸν λαὸν προσάξειν τῇ Ἐκκλησίᾳ, ὡς μὴ αὐτοὺς ἡμᾶς ὀνειδίζεσθαι Μαρκελλιανοῖς προσκεχωρηκέναι, ἀλλ᾽ ἐκείνους μέλη γενέσθαι τοῦ σώματος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὥστε τὸν πονηρὸν ψόγον τὸν κατασκεδασθέντα ἐκ τῆς αἱρέσεως ἐναφανισθῆναι τῇ ἡμετέρᾳ προσλήψει καὶ μὴ ἡμᾶς καταισχυνθῆναι ὡς προσθεμένους αὐτοῖς.

Ἐλύπησε δὲ ἡμᾶς ὁ ἀδελφὸς Δωρόθεος, ὡς αὐτὸς ἐπέστειλας, μὴ πάντα προσηνῶς μηδὲ πράως διαλεχθεὶς τῇ κοσμιότητί σου. Καὶ τοῦτο τῇ τῶν καιρῶν λογίζομαι δυσκολίᾳ. Ἐοίκαμεν γὰρ εἰς μηδὲν εὐοδοῦσθαι ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν, εἴπερ οἱ σπουδαιότατοι τῶν ἀδελφῶν οὐχ εὑρίσκονται προσηνεῖς οὐδὲ εὔθετοι ταῖς διακονίαις τῷ μὴ πάντα κατὰ γνώμην ἡμετέραν ἐπιτελεῖν. Ὃς ἐπανελθὼν διηγήσατο ἡμῖν τὰς ἐπὶ τοῦ σεμνοτάτου ἐπισκόπου Δαμάσου πρὸς τὴν σὴν τιμιότητα γενομένας αὐτῷ διαλέξεις καὶ ἐλύπει ἡμᾶς λέγων τοῖς Ἀρειομανίταις συγκαταριθμεῖσθαι τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν τοὺς συλλειτουργοὺς Μελέτιον καὶ Εὐσέβιον.

Ὧν εἰ καὶ μηδὲν ἄλλο συνίστη τὴν ὀρθοδοξίαν, ὁ γοῦν παρὰ τῶν Ἀρειανῶν πόλεμος ἀπόδειξιν ἔχει ὀρθότητος οὐκ ὀλίγην τοῖς εὐγνωμόνως λογιζομένοις. Τὴν δὲ σὴν εὐλάβειαν συνάπτειν αὐτοῖς εἰς ἀγάπην ὀφείλει καὶ ἡ κοινωνία τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Ἐκεῖνο δὲ πέπεισο, ὡς ἀληθῶς τιμιώτατε, ὅτι οὐκ ἔστι τι ῥῆμα ὀρθοδοξίας ὃ μὴ μετὰ πάσης παρρησίας παρὰ τῶν ἀνδρῶν τούτων ἐκηρύχθη ὑπὸ Θεῷ μάρτυρι καὶ ἀκροαταῖς ἡμῖν. Οἳ οὐδ᾽ ἂν πρὸς ὥραν αὐτῶν ἐπεδεξάμεθα τὴν συνάφειαν, εἰ σκάζοντας αὐτοὺς περὶ τὴν πίστιν εὕρομεν. Ἀλλά, εἰ δοκεῖ, τὰ παρελθόντα ἐάσωμεν, τοῖς δὲ ἐφεξῆς ἀρχήν τινα δῶμεν εἰρηνικήν.

Χρῄζομεν γὰρ ἀλλήλων πάντες κατὰ τὴν τῶν μελῶν κοινωνίαν, καὶ μάλιστα νῦν ὅτε αἱ τῆς Ἀνατολῆς Ἐκκλησίαι πρὸς ὑμᾶς ἀποβλέπουσι, καὶ τὴν μὲν ὑμετέραν ὁμόνοιαν ἀφορμὴν εἰς στηριγμὸν καὶ βεβαιότητα λήψονται· ἐὰν δὲ αἴσθωνται ὑμᾶς ἐν ὑποψίᾳ τινὶ πρὸς ἀλλήλους εἶναι, ἐκλυθήσονται καὶ παρήσουσιν ἑαυτῶν τὰς χεῖρας πρὸς τὸ μὴ ἀντερεῖν τοῖς πολεμίοις τῆς πίστεως.

ΒΑΡΣῌ ΕΠΙΣΚΟΠῼ ΕΔΕΣΣΗΣ ΕΝ ΕΞΟΡΙᾼ ΟΝΤΙ Ἐγὼ τῆς διαθέσεως μὲν ἕνεκεν ἧς ἔχω περὶ τὴν σὴν θεοσέβειαν ἐπεθύμουν αὐτὸς παραγενέσθαι καὶ δι᾽ ἐμαυτοῦ περιπτύξασθαί σου τὴν ἀληθινὴν ἀγάπην καὶ δοξάσαι τὸν Κύριον τὸν ἐν σοὶ μεγαλυνθέντα καὶ τὸ τίμιόν σου γῆρας περιφανὲς καταστήσαντα πᾶσι τοῖς ἐν τῇ οἰκουμένῃ φοβουμένοις αὐτόν. Ἐπειδὴ δὲ καὶ ἀσθένεια τοῦ σώματος βαρεῖα καταπονεῖ με καὶ φροντὶς Ἐκκλησιῶν ἐπίκειταί μοι ἀμύθητος καὶ οὔκ εἰμι ἐμαυτοῦ κύριος πρὸς τὸ ἀποδημεῖν ὅπου βούλομαι καὶ συντυγχάνειν οἷς ἐπιθυμῶ, διὰ τοῦ γράμματος ἀναπαύω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ ἀπολαύσει τῶν ἐν σοὶ καλῶν καὶ παρακαλῶ τὴν ἀνυπέρβλητόν σου εὐλάβειαν εὔχεσθαι ὑπὲρ ἐμοῦ καὶ τῆς Ἐκκλησίας, ἵνα ὁ Κύριος δῷ ἡμῖν ἀπροσκόπως παρελθεῖν τὰς λειπομένας ἡμέρας ἢ ὥρας τῆς παρεπιδημίας ἡμῶν· παράσχοι δὲ ἡμῖν καὶ ἰδεῖν τὴν εἰρήνην τῶν Ἐκκλησιῶν αὐτοῦ καὶ ἀκοῦσαι περί τε τῶν λοιπῶν συλλειτουργῶν σου καὶ τῶν συναθλητῶν ἃ εὐχόμεθα καὶ περὶ σοῦ αὐτοῦ ἃ νυκτὸς καὶ ἡμέρας οἱ ὑπὸ σὲ λαοὶ ζητοῦσι παρὰ τοῦ Κυρίου τῆς δικαιοσύνης. Γίνωσκε δὲ ὅτι πολλάκις μὲν οὐκ ἐπεστείλαμεν οὐδὲ ὁσάκις ὀφειλόμενον ἦν, ἐπεστείλαμεν δὲ ὅμως τῇ θεοσεβείᾳ σου. Καὶ τάχα οὐκ ἠδυνήθησαν διασῶσαι τὰς προσηγορίας ἡμῶν οἱ πιστευθέντες τὴν διακονίαν τῶν γραμμάτων ἀδελφοί.

Ἀλλὰ νῦν, ἐπειδὴ ἐπετύχομεν ἡμετέρων τῶν ὁδοιπορούντων πρὸς τὴν σὴν τιμιότητα, καὶ τὰ γράμματα αὐτοῖς ἐνεχειρίσαμεν προθύμως καὶ ἐστείλαμέν τινα ἃ καταξίωσον ὑποδέξασθαι παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἀνυπερηφάνως καὶ εὐλογῆσαι ἡμᾶς κατὰ μίμησιν τοῦ πατριάρχου Ἰσαάκ. Εἰ δέ τι, καὶ ὡς ἀσχολούμενοι καὶ ὑπὸ πλήθους φροντίδων τὸν νοῦν βεβαπτισμένον ἔχοντες, παρείδομεν τῶν πρεπόντων, μὴ λογίσῃ ἡμῖν μηδὲ λυπηθῇς, ἀλλὰ μίμησαι τὴν σεαυτοῦ ἐν πᾶσι τελειότητα, ἵνα καὶ ἡμεῖς ἀπολαύσωμέν σου τῆς ἀρετῆς ὡς καὶ οἱ λοιποὶ πάντες. Ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ.