Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Παραμυθητικές και Μεσιτικές Επιστολές προς Ιδιώτες και Άρχοντες

Παρηγορητικοί λόγοι προς πενθούντες, συστάσεις προς κρατικούς λειτουργούς και παρακλήσεις υπέρ αδικημένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 36 από 40

ΕΥΣΕΒΙῼ ΕΝ ΕΞΟΡΙᾼ ΟΝΤΙ Ἔδειξε καὶ ἐφ᾽ ἡμῶν ὁ Κύριος ὅτι οὐκ ἐγκαταλείψει τοὺς ὁσίους αὐτοῦ τῇ μεγάλῃ καὶ κραταιᾷ χειρὶ αὐτοῦ περισκεπάσας τὴν ζωὴν τῆς ὁσιότητός σου. Σχεδὸν γὰρ παραπλήσιον τοῦτο τιθέμεθα τὸ ἐν κοιλίᾳ κήτους ἀπαθῆ διαμεῖναι τὸν ἅγιον καὶ ἐν πυρὶ λάβρῳ ἀβλαβῶς διαιτᾶσθαι τοὺς φοβουμένους τὸν Κύριον, ὅπου γε καὶ τὴν σὴν θεοσέβειαν πανταχόθεν ὑμῖν, ὡς ἀκούω, τοῦ πολέμου περιχυθέντος σῶον διεφύλαξε. Καὶ φυλάξειέ γε πρὸς τὸ ἑξῆς ὁ δυνατὸς Θεὸς ἡμῖν, ἐὰν ἔτι ζῶμεν, τὸ πολύευκτον θέαμα, ἢ τοῖς γοῦν ἄλλοις οἳ τὴν σὴν ἐπάνοδον οὕτως ἀναμένουσιν ὡς οἰκείαν ἑαυτῶν σωτηρίαν. Πέπεισμαι γὰρ ὅτι τοῖς δάκρυσι τῶν Ἐκκλησιῶν καὶ τοῖς στεναγμοῖς οἷς ἐπὶ σοὶ πάντες στενάζουσι προσσχὼν ὁ φιλάνθρωπος διαφυλάξει σε τῷ βίῳ, ἕως ἂν δῷ τὴν χάριν τοῖς νυκτὸς καὶ ἡμέρας δεομένοις αὐτοῦ. Τὰ μὲν οὖν μέχρι τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν Λιβανίου τοῦ συνδιακόνου πεπραγμένα καθ᾽ ὑμᾶς δι᾽ αὐτοῦ κατὰ τὴν πάροδον ἱκανῶς ἐδιδάχθημεν, τὰ δὲ ἀπ᾽ ἐκείνου τοῦ χρόνου δεόμεθα μαθεῖν. Μείζονα γὰρ ἐν τῷ μεταξὺ καὶ χαλεπώτερα ἀκούομεν γεγενῆσθαι πάθη περὶ τοὺς τόπους· ἅπερ, ἐὰν μὲν ᾖ δυνατόν, καὶ θᾶττον, εἰ δὲ μή, διὰ γοῦν τοῦ εὐλαβεστάτου ἀδελφοῦ Παύλου τοῦ συμπρεσβυτέρου ἐπανιόντος μάθοιμεν, ὡς εὐχόμεθα, ὅτι ἀβλαβὴς καὶ ἀνεπηρέαστος ὑμῶν φυλάττεται ἡ ζωή.

Διὰ δὲ τὸ ἀκοῦσαι πάντα λῃστῶν καὶ δησερτόρων πεπληρῶσθαι τὰ τῆς ὁδοῦ ἐφοβήθημέν τι εἰς χεῖρας ἐμβαλεῖν τοῦ ἀδελφοῦ, μὴ καὶ αὐτῷ παραίτιοι θανάτου γενώμεθα. Ἐὰν δὲ δῷ ὁ Κύριος μετρίαν γαλήνην, ὡς ἀκούομεν τοῦ στρατοπέδου τὴν πάροδον, σπουδάσομεν καὶ τῶν ἡμετέρων ἐκπέμψαι τινά, τὸν καὶ ἐπισκεψόμενον καὶ ἕκαστα ἡμῖν τῶν παρ᾽ ὑμῖν ἀγγέλλοντα.

ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΑΡΙΝΘΑΙΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ Τὸ μὲν ἀκόλουθον ἦν καὶ ὀφειλόμενόν σου τῇ διαθέσει αὐτοὺς ἡμᾶς παρεῖναι καὶ συμμετέχειν τῶν γινομένων. Οὕτω γὰρ ἂν ἑαυτῶν τε τὴν λύπην κατεπραΰναμεν καὶ τῇ σῇ σεμνότητι τὸ τῆς παρακλήσεως εἰκὸς ἀπεπληρώσαμεν.

Ἐπεὶ δὲ οὐκέτι μου φέρει τὸ σῶμα τὰς μακροτέρας κινήσεις, ἐπὶ τὴν διὰ τοῦ γράμματος ἦλθον ὁμιλίαν, ὡς ἂν μὴ παντάπασι δόξαιμεν ἀλλοτρίως ἔχειν πρὸς τὰ συμβάντα. Τίς μὲν οὖν τὸν ἄνδρα ἐκεῖνον οὐκ ἐστέναξε; Τίς δὲ οὕτω λίθινος τὴν καρδίαν ὡς μὴ θερμὸν ἐπ᾽ αὐτῷ ἀφεῖναι δάκρυον; Ἐμὲ δὲ καὶ διαφερόντως κατηφείας ἐπλήρωσε τάς τε ἰδίας περὶ ἐμὲ τιμὰς τοῦ ἀνδρὸς λογιζόμενον καὶ τὴν κοινὴν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ προστασίαν. Ἀλλ᾽ ὅμως ἐλογισάμεθα ὅτι ἄνθρωπος ὢν καὶ λειτουργήσας τῷ βίῳ τούτῳ τὰ ἐπιβάλλοντα τοῖς καθήκουσι χρόνοις πάλιν ὑπὸ τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα Θεοῦ προσελήφθη. Ἃ καὶ τὴν σὴν φρόνησιν ἐνθυμουμένην πράως ἔχειν τὸ συμβὰν παρακαλοῦμεν καί, ὡς οἷόντε, μετρίως φέρειν τὴν συμφοράν. Ἱκανὸς μὲν οὖν καὶ ὁ χρόνος μαλάξαι τὴν καρδίαν καὶ τὴν πάροδον δοῦναι τοῖς λογισμοῖς· ἀλλ᾽ ὅμως ὕποπτον ἡμῖν ἐστι τὸ ἄγαν σου φίλανδρον καὶ περὶ πάντας χρηστόν, μή ποτε ἔκδοτον δῷς σεαυτὴν τῷ πάθει δι᾽ ἁπαλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης. Πάντοτε μὲν οὖν χρήσιμον τὸ τῶν Γραφῶν διδασκάλιον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν.

Μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως δι᾽ ἣν πάντες ἐκ τῆς γῆς φύντες πάλιν εἰς γῆν ὑποστρέφομεν, καὶ οὐδεὶς οὕτω μέγας ὥστε βελτίων φανῆναι τῆς διαλύσεως. Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμάσιος ἐκεῖνος καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετήν, φημὶ κἀγώ, οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερον, ἀλλ᾽ ὅμως ἄνθρωπος καὶ τέθνηκεν ὡς Ἀδάμ, ὡς Ἄβελ, ὡς Νῶε, ὡς Ἀβραάμ, ὡς Μωσῆς, ὡς ὅν τινα ἂν εἴποις τῶν τῆς αὐτῆς φύσεως μετεχόντων. Μὴ οὖν, ἐπειδὴ ἀφῃρέθημεν αὐτόν, ἀγανακτῶμεν, ἀλλ᾽, ὅτι τὴν ἀρχὴν συνῳκήσαμεν, χάριν ἔχωμεν τῷ συζεύξαντι. Τὸ μὲν γὰρ στερηθῆναι ἀνδρὸς κοινόν σοι πρὸς τὰς ἄλλας γυναῖκας, ἐπὶ δὲ τοιαύτῃ συνοικήσει οὐκ οἶμαι ἄλλην γυναικῶν τὰ ἴσα ἔχειν σεμνύνεσθαι.

Ἓν γὰρ τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ δημιουργήσας ἡμᾶς ἔκτισεν, ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο, πᾶσα δὲ γλῶσσα τὰ κατ᾽ αὐτὸν διεξῄει, γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο, ἱστορικοὶ δὲ ἄνδρες τὰ κατὰ τοὺς πολέμους ἀνδραγαθήματα διηγούμενοι πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν. Ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἐκείνην ἀγγελίαν περιαγούσῃ οὐδὲ καταδέχεσθαι ὅλως ὅτι τέθνηκεν Ἀρινθαῖος. Ἀλλ᾽ ὅμως πέπονθεν ἃ καὶ οὐρανῷ καὶ γῇ καὶ ἡλίῳ συμβήσεται. Οἴχεται καταλύσας λαμπρῶς μὴ ὑπὸ γήρως καμφθείς, μὴ καθυφείς τι τῆς περιφανείας· μέγας μὲν ἐν τῷ παρόντι βίῳ, μέγας δὲ ἐν τῷ μέλλοντι, μηδὲν ἐκ τῆς παρούσης λαμπρότητος πρὸς τὴν ἐλπιζομένην δόξαν ζημιωθεὶς διὰ τὸ πᾶσαν κηλῖδα τῆς ψυχῆς πρὸς αὐταῖς ταῖς ἐξόδοις τοῦ βίου τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀποκαθήρασθαι. Ὧν αὐτὴ πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη μεγίστην ἔχε τὴν παραμυθίαν, καὶ μετάθες τὴν ψυχὴν ἀπὸ τῶν παρόντων ἐπὶ τὴν τῶν μελλόντων μέριμναν, ὥστε καταξιωθῆναι δι᾽ ἔργων ἀγαθῶν τὸν ὅμοιον αὐτῷ τῆς ἀναπαύσεως τόπον καταλαβεῖν. Φείδου μητρὸς γηραιᾶς, φείδου θυγατρὸς νεαρᾶς, αἷς μόνη πρὸς παραμυθίαν λέλειψαι. Γενοῦ ὑπόδειγμα ἀνδρείας ταῖς λοιπαῖς γυναιξὶ καὶ οὕτω τὸ πάθος μέτρησον ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας μήτε καταποθῆναι ὑπὸ τῆς λύπης.

Ἐπὶ πᾶσι πρὸς τὸν μέγαν τῆς ὑπομονῆς μισθὸν ἀπόβλεψον, τὸν παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἀνταποδόσει τῶν βεβιωμένων ἡμῖν ἐπηγγελμένον.

ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΑΡΠΑΓΗΣ Πάνυ λυποῦμαι ὅτι οὐχ εὑρίσκω ὑμᾶς ἐπὶ τοῖς ἀπηγορευμένοις οὔτε ἀγανακτοῦντας οὔτε δυναμένους λογίζεσθαι ὅτι εἰς αὐτὸν τὸν βίον καὶ τὴν ζωὴν τὴν ἀνθρωπίνην παρανομία ἐστὶ καὶ τυραννὶς ἡ γινομένη αὕτη ἁρπαγὴ καὶ ὕβρις κατὰ τῶν ἐλευθέρων. Οἶδα γὰρ ὅτι, εἰ τοιαύτην εἴχετε γνώμην πάντες, οὐδὲν ἐκώλυε πάλαι τοῦ κακοῦ τὴν συνήθειαν τοῦδε ἐξελαθῆναι τῆς πατρίδος ἡμῶν. Ἀνάλαβε τοίνυν ἐπὶ τοῦ παρόντος ζῆλον χριστιανοῦ καὶ κινήθητι ἀξίως τοῦ ἀδικήματος. Καὶ τὴν μὲν παῖδα, ὅπουπερ ἂν εὕρῃς, ἀφελόμενος πάσῃ εὐτονίᾳ ἀποκατάστησον τοῖς γονεῦσι· καὶ αὐτὸν δὲ ἐκεῖνον ἐξόρισον τῶν εὐχῶν καὶ ἐκκήρυκτον ποίησον· καὶ τοὺς συνεπελθόντας αὐτῷ κατὰ τὸ ἤδη προλαβὸν παρ᾽ ἡμῶν κήρυγμα τριετίαν πανοικὶ τῶν εὐχῶν ἐξόρισον. Καὶ τὴν κώμην τὴν ὑποδεξαμένην τὴν ἁρπαγεῖσαν καὶ φυλάξασαν ἤτοι ὑπερμαχήσασαν, καὶ αὐτὴν ἔξω τῶν εὐχῶν πανδημεὶ ποίησον, ἵνα μάθωσι πάντες ὡς ὄφιν, ὡς ἄλλο τι θηρίον, κοινὸν ἐχθρὸν ἡγούμενοι τὸν ἁρπαγέα, οὕτως ἀποδιώκειν αὐτὸν καὶ προΐστασθαι τῶν ἀδικουμένων.

ΕΥΣΕΒΙῼ ΕΤΑΙΡῼ ΣΥΣΤΑΤΙΚΗ ΕΠΙ ΚΥΡΙΑΚῼ ΠΡΕΣΒΥΤΕΡῼ Εὐθὺς κατὰ πόδας τῆς σῆς ἀναχωρήσεως ἐπιστὰς τῇ πόλει ὅσον ἠθύμησα διαμαρτών σου· τί δεῖ καὶ λέγειν πρὸς ἄνδρα οὐ λόγου δεόμενον, ἀλλὰ πείρᾳ εἰδότα τῷ τὰ ὅμοια πεπονθέναι; Ὅσου γὰρ ἦν ἄξιον ἐμοὶ ἰδεῖν τὸν πάντα ἄριστον Εὐσέβιον καὶ περιπτύξασθαι καὶ πρὸς τὴν νεότητα πάλιν τῇ μνήμῃ ἐπανελθεῖν καὶ ὑπομνησθῆναι ἡμερῶν ἐκείνων ἐν αἷς καὶ δωμάτιον ἡμῖν ἓν καὶ ἑστία μία καὶ παιδαγωγὸς ὁ αὐτὸς καὶ ἄνεσις καὶ σπουδὴ καὶ τρυφὴ καὶ ἔνδεια καὶ πάντα ἡμῖν ἐξ ἴσου πρὸς ἀλλήλους ὑπῆρχε.

Πόσου οἴει τίθεσθαί με ἄξιον πάντα ταῦτα διὰ τῆς σῆς συντυχίας ἀναλαβεῖν τῇ μνήμῃ καὶ τὸ βαρὺ τοῦτο γῆρας ἀποξυσάμενον νέον δοκεῖν πάλιν ἐκ γέροντος γεγενῆσθαι; Ἀλλ᾽ ἐκείνων μέν με διέφυγεν ἡ ἀπόλαυσις, τὸ δὲ διὰ γράμματος ἰδεῖν σου τὴν λογιότητα καὶ τὸν ἐνόντα τρόπον ἑαυτὸν παραμυθήσασθαι οὐκ ἀφῃρέθην, τῇ συντυχίᾳ τοῦ αἰδεσιμωτάτου Κυριακοῦ τοῦ συμπρεσβυτέρου· ὃν αἰσχύνομαι συνιστῶν σοι καὶ οἰκεῖον ποιῶν δι᾽ ἐμαυτοῦ, μή ποτε δόξω περίεργόν τι ποιεῖν σοι προσάγων τὰ ἴδιά σου καὶ ἐξαίρετα.

Ἀλλ᾽, ἐπειδή με δεῖ καὶ μάρτυρα εἶναι τῆς ἀληθείας καὶ τοῖς συνημμένοις πνευματικῶς τὰ μέγιστα τῶν ἐμοὶ προσόντων χαρίζεσθαι, τὸ μὲν περὶ τὴν ἱερωσύνην ἀνεπηρέαστον τοῦ ἀνδρὸς ἡγοῦμαι καὶ σοὶ φανερὸν εἶναι, βεβαιῶ δὲ κἀγὼ οὐδεμίαν γνωρίζων κατ᾽ αὐτοῦ παρὰ τῶν πᾶσιν ἐπιβαλλόντων τὰς χεῖρας τῶν μὴ φοβουμένων τὸν Κύριον ἐπήρειαν.

Καίτοιγε, εἴ τι ἐγεγόνει παρ᾽ αὐτῶν, οὔθ᾽ οὕτως ἀνάξιος ἦν ὁ ἀνήρ. Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου βεβαιοῦσι τοὺς βαθμοὺς μᾶλλον οἷς ἂν προσπολεμῶσιν ἢ ἀφαιροῦνταί τι τῆς ὑπαρχούσης αὐτοῖς παρὰ τοῦ Πνεύματος χάριτος. Πλὴν ἀλλ᾽, ὅπερ ἔφην, οὐδὲ κατεπενοήθη τι τοῦ ἀνδρός. Ὡς οὖν πρεσβύτερον ἀνεπηρέαστον καὶ ἡμῖν συνημμένον καὶ πάσης αἰδοῦς ἄξιον, οὕτω καταξίου αὐτὸν ὁρᾶν σαυτόν τε ὠφελῶν καὶ ἡμῖν χαριζόμενος.

ΣΩΦΡΟΝΙῼ ΜΑΓΙΣΤΡῼ Ἀπήγγειλέ μοι Ἀκτίακος ὁ διάκονος ὅτι σέ τινες ἐλύπησαν καθ᾽ ἡμῶν διαβάλλοντες ἡμᾶς ὡς οὐκ εὐνοϊκῶς πρὸς τὴν σὴν διακειμένους σεμνότητα. Ἐγὼ δὲ οὐκ ἐθαύμασα εἴ τινές εἰσιν ἀνδρὶ τοσούτῳ παρεπόμενοι κόλακες.

Πεφύκασι γάρ πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὗται παραφύεσθαι θεραπεῖαι· οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ δι᾽ οὗ γνωρισθῶσιν ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. Καὶ σχεδὸν ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη λύμη ἐστὶ τῆς φιλίας. Οὐ τοίνυν ἐθαύμασα, ὡς ἔφην, εἴ τινες ὥσπερ οἱ κηφῆνες τὰ σμήνη, οὕτως αὐτοὶ τὴν λαμπράν σου καὶ θαυμαστὴν ἑστίαν περιβομβοῦσιν.

Ἀλλ᾽ ἐκεῖνό μοι θαυμαστὸν ἐφάνη καὶ παντελῶς παράλογον, τὸ σὲ ἄνδρα ἐπὶ τῷ βάρει τοῦ ἤθους μάλιστα διαφανῆ ἀνασχέσθαι αὐτοῖς ἀμφοτέρας ἀνεῖναι τὰς ἀκοὰς καὶ διαβολὴν κατ᾽ ἐμοῦ παραδέξασθαι, ὃς πολλοὺς ἀγαπήσας ἐκ πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου οὐδένα οἶδα εἰς φιλίαν τῆς σῆς τελειότητος προτιμήσας. Καὶ γὰρ καὶ εἰ μὴ ὁ λόγος ἔπεισέ με ἀγαπᾶν τοιοῦτον ὄντα, ἐξήρκει ἡ ἐκ παιδὸς συνήθεια προσδῆσαί με τῇ ψυχῇ σου. Οἶδας δὲ ὅσον δύναται πρὸς φιλίαν τὸ ἔθος. Εἰ δὲ οὐδὲν δείκνυμι τῆς προαιρέσεως ταύτης ἄξιον, σύγγνωθί μου τῇ ἀσθενείᾳ. Καὶ γὰρ οὐδὲ αὐτὸς ἔργον παρ᾽ ἐμοῦ εἰς ἀπόδειξιν τῆς εὐνοίας ἐπιζητεῖς, ἀλλὰ προαίρεσιν δηλονότι τὰ βέλτιστά σοι συνευχομένην.

Μὴ γάρ ποτε εἰς τοσοῦτον καταβαίη τὰ σὰ ὥστε τῆς παρὰ τῶν οὕτω σμικρῶν ὁποῖος αὐτός εἰμι εὐεργεσίας προσδεηθῆναι. Πῶς οὖν ἔμελλον ἐγὼ ὑπεναντίον τί σοι λέγειν ἢ πράττειν ἐν τοῖς κατὰ Μεμνόνιον πράγμασι; Ταῦτα γάρ μοι ἀπήγγειλεν ὁ διάκονος. Πῶς δὲ τὴν Ὑμητίου εὐπορίαν προτιμοτέραν ἐτιθέμην τῆς σῆς οἰκίας, ἀνδρὸς οὕτω δαπανῶντος τὴν οὐσίαν; Ἀλλ᾽ οὐκ ἔστι τούτων οὐδὲν ἀληθές· οὔτε τι εἴρηται παρ᾽ ἐμοῦ οὔτε πέπρακται ὑπεναντίον.

Ἐκεῖνο δὲ ἴσως ἀφορμὴν ἔδωκε τοῖς τὰ ψευδῆ λέγουσι τὸ παρ᾽ ἐμοῦ πρός τινας τῶν θορυβούντων λεχθέν, ὅτι· «Εἰ μὲν προῄρηται εἰς ἔργον ἀγαγεῖν τὴν ἑαυτοῦ γνώμην ὁ ἄνθρωπος, κἂν θορυβήσητε ὑμεῖς κἂν μή, γενήσεται πάντως καὶ λαλούντων ὑμῶν καὶ σιωπώντων οὐδὲν ἧττον τὰ σπουδαζόμενα.

Εἰ δὲ μεταβεβούλευται, μὴ παρασύρητε τὸ σεμνὸν ὄνομα τοῦ φίλου ἡμῶν μηδὲ ἐν προσχήματι δὴ τῆς περὶ τὸν προστάτην ἡμῶν σπουδῆς ἑαυτοῖς τι κέρδος ἐντεῦθεν ἐξ ὧν ἐπανατείνεσθε φόβον καὶ ἀπειλὴν καταπράττεσθε.» Πρὸς δὲ αὐτὸν ἐκεῖνον τὸν τὰς διαθήκας γράφοντα οὔτε δι᾽ ἐμαυτοῦ οὔτε δι᾽ ἑτέρου ἐφθεγξάμην ἢ μικρὸν ἢ μεῖζον περὶ τοῦ πράγματος τούτου.

Καὶ τούτοις ἀπιστεῖν οὐκ ὀφείλεις, εἰ μὴ παντελῶς με ὡς ἀπεγνωσμένον ἡγῇ, καὶ καταφρονεῖν με τῆς μεγάλης ἁμαρτίας τοῦ ψεύδους. Ἀλλὰ πάνυ ἡμῖν αὐτὸς καὶ τὴν ἐπὶ τῷ πράγματι τούτῳ ὑπόνοιαν ἄφες καὶ τοῦ λοιποῦ πάσης διαβολῆς ὑψηλοτέραν ποιοῦ τὴν ἐμὴν περὶ σὲ διάθεσιν τὸν Ἀλέξανδρον μιμούμενος, ὃς ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι ὥστε ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγίνωσκε καὶ τὸ φάρμακον ἔπινεν. Οὐδενὸς γὰρ τῶν ἐπὶ φιλίᾳ γνωρίμων ἀτιμότερον ἐμαυτὸν ἀξιῶ τίθεσθαι τῷ μήτε ἁλῶναί ποτε εἰς φιλίαν ἐξαμαρτὼν καὶ ἔτι παρὰ τοῦ Θεοῦ μου λαβεῖν τὴν ἐντολὴν τῆς ἀγάπης, ἧς χρεώστης εἰμὶ οὐ μόνον κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων φύσιν, ἀλλ᾽ ὅτι καὶ ἰδίως εὐεργέτην σε γνωρίζω ἐμαυτοῦ τε καὶ τῆς πατρίδος.

ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΗΡΑ Ἀκριβῶς πεπεισμένος οὕτως ἡμᾶς ἀγαπᾶν τὴν σὴν τιμιότητα ὥστε τὰ ἡμῖν διαφέροντα οἰκεῖα λογίζεσθαι, τὸν αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν ὃν οὐ κατὰ συνήθειάν τινα ἀδελφὸν ἡμῶν προσαγορεύομεν, ἀλλὰ κατὰ ἀκριβεστάτην (καὶ οὐδεμίαν ὑπερβολὴν) καὶ τῆς φιλίας διάθεσιν ὑπερεχόμενον, συνιστῶ σου τῇ ὑπερφυεῖ καλοκἀγαθίᾳ καὶ παρακαλῶ οἰκείως τε αὐτὸν θεάσασθαι καὶ τὴν κατὰ δύναμίν σοι παρασχέσθαι αὐτῷ προστασίαν ἐν οἷς ἂν δέηται τῆς μεγαλονοίας σου, ὥστε με τοῖς πολλοῖς οἷς ἤδη τετύχηκα παρὰ σοὶ ἀγαθοῖς καὶ ταύτην ἔχειν τὴν εὐεργεσίαν συναριθμεῖν.

ΗΜΕΡΙῼ ΜΑΓΙΣΤΡῼ Ἡ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν Ἥραν φιλία μοι καὶ συνήθεια ὅτι ἐκ πάνυ παιδὸς τὴν ἀρχὴν ἔλαβε καὶ μέχρι γήρως παρέμεινε τῇ τοῦ Θεοῦ χάριτι παντὸς ἄμεινον καὶ αὐτὸς ἐπίστασαι. Σχεδὸν γὰρ καὶ τὴν τῆς σῆς μεγαλοφυΐας ἀγάπην ἐξ ἐκείνου ἡμῖν ὁ Κύριος ἐχαρίσατο ἐξ ὅτου καὶ τὴν πρὸς ἀλλήλους ἡμῖν γνῶσιν προεξένησεν. Ἐπεὶ οὖν δεῖται τῆς παρὰ σοῦ προστασίας, παρακαλῶ σε καὶ καθικετεύω τῇ τε ἀρχαίᾳ περὶ ἡμᾶς διαθέσει χαριζόμενον καὶ τῇ νῦν κατασχούσῃ ἀνάγκῃ προσσχόντα οὕτως οἰκειώσασθαι τὰ κατ᾽ αὐτὸν πράγματα ὥστε μηδεμιᾶς αὐτὸν ἑτέρας προστασίας δεηθῆναι, ἀλλ᾽ ἐπανελθεῖν πρὸς ἡμᾶς πάντα καταπραξάμενον τὰ κατ᾽ εὐχάς· ὥστε ταῖς πολλαῖς αἷς πεπόνθαμεν παρὰ σοῦ εὐεργεσίαις καὶ ταύτην ἡμᾶς ἔχειν συναριθμεῖν, ἧς οὐκ ἂν μείζονα ἑαυτοῖς οὐδὲ μᾶλλον ἡμῖν διαφέρουσαν εὑρίσκοντες οἰκειούμεθα.

ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΗΡΑ Προέλαβες τὰς παρ᾽ ἡμῶν παρακλήσεις ἐν τῇ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν διαθέσει καὶ γέγονας αὐτῷ εὐχῆς ἀμείνων τῶν τε τιμῶν ταῖς ὑπερβολαῖς αἷς εἰς αὐτὸν ἐπεδείξω καὶ ταῖς ἐφ᾽ ἑκάστου καιροῦ προστασίαις.

Ὅμως δὲ καὶ ἡμεῖς, ἐπειδὴ σιωπῇ φέρειν τὰ κατ᾽ αὐτὸν οὐ δυνάμεθα, παρακαλοῦμέν σου τὴν ἀνυπέρβλητον τιμιότητα καὶ εἰς ἡμετέραν χάριν προσθεῖναι τῇ εἰς τὸν ἄνδρα σπουδῇ καὶ ἀποπέμψαι αὐτὸν τῇ πατρίδι κρείττονα τῆς παρὰ τῶν ἐχθρῶν αὐτοῦ ἐπηρείας, ἐπεὶ νῦν γε οὐκ ἔξω ἐστὶ βελῶν τοῦ φθόνου, πολλῶν αὐτοῦ ἐπηρεάζειν ἐπιχειρούντων τῇ ἀπραγμοσύνῃ τοῦ βίου. Πρὸς οὓς μίαν εὑρήσομεν ἀσφάλειαν ἄρρηκτον, εἰ αὐτὸς ὑπερσχεῖν τὴν χεῖρα τοῦ ἀνδρὸς θελήσειας.

ΑΡΜΑΤΙῼ Τῼ ΜΕΓΑΛῼ Καὶ κοινὸς πάντων ἀνθρώπων νόμος κοινοὺς πατέρας ποιεῖ τοὺς ἐν ἡλικίᾳ πρεσβύτας, καὶ ἡμέτερος δὲ τῶν χριστιανῶν ἴδιος τοὺς γέροντας ἡμᾶς ἐν γονέων τάξει καθίστησι τοῖς τηλικούτοις. Ὥστε μὴ περιττόν με ἡγήσῃ μηδὲ ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, εἰ ὑπὲρ τοῦ παιδὸς ἐγὼ πρεσβεύω τοῦ σοῦ πρὸς σέ. Οὗ τὴν μὲν ἐν τοῖς ἄλλοις ὑπακοὴν ἀξιοῦμέν σε ἀπαιτεῖν· ὑπεύθυνος γάρ ἐστιν εἰς τὸ σῶμα καὶ τῷ νόμῳ τῆς φύσεως καὶ τῷ πολιτικῷ τούτῳ καθ᾽ ὃν οἰκονομούμεθα. Τὴν μέντοι ψυχήν, ὡς ἐκ θειοτέρων ἔχων ἧκεν, ἄλλῳ νομίζειν ὑποκεῖσθαι προσῆκον καὶ Θεῷ ὀφείλεσθαι παρ᾽ αὐτῆς χρέα τὰ πάντων χρεῶν πρεσβύτατα.

Ἐπεὶ οὖν τὸν Θεὸν τὸν ἡμέτερον τῶν χριστιανῶν, τὸν ἀληθινόν, πρὸ τῶν παρ᾽ ὑμῖν πολλῶν καὶ δι᾽ ὑλικῶν συμβόλων θεραπευομένων προείλετο, μὴ δυσχεραίνειν αὐτῷ, μᾶλλον δὲ καὶ θαυμάζειν τῆς ψυχῆς τὸ γενναῖον, ὅτι καὶ φόβου καὶ θεραπείας πατρικῆς προτιμότερον ἔθετο διὰ τῆς ἀληθοῦς ἐπιγνώσεως καὶ τοῦ κατ᾽ ἀρετὴν βίου οἰκειωθῆναι Θεῷ. Δυσωπήσει μὲν οὖν σε καὶ αὐτὴ ἡ φύσις καὶ τὸ τοῦ τρόπου πρᾶον περὶ πάντας καὶ ἥμερον οὐδὲ πρὸς ὀλίγον ἐπιτρέψει σοι τὴν ἐπ᾽ αὐτῷ λύπην. Πάντως δὲ οὐδὲ τὴν ἡμετέραν ἀτιμάσεις πρεσβείαν, μᾶλλον δὲ τὴν τῆς σῆς πόλεως δι᾽ ἡμῶν πληρουμένην, ἣ τῷ περὶ σὲ φίλτρῳ καὶ τῷ πάντα σοι εὔχεσθαι τὰ καλὰ καὶ σὲ αὐτὸν οἴονται χριστιανὸν ὑποδέξασθαι, οὕτως αὐτοὺς περιχαρεῖς διέθηκε φήμη ἀθρόως ἐμπεσοῦσα τῇ πόλει.

ΜΑΞΙΜῼ ΣΧΟΛΑΣΤΙΚῼ Ἀπήγγειλέ μοι ὁ καλὸς καὶ ἀγαθὸς Θεότεκνος τὰ περὶ τῆς σεμνότητός σου καὶ ἐνεποίησέ μοι πόθον τῆς συντυχίας ἐναργῶς ὑπογράφων τῷ λόγῳ τῆς ψυχῆς σου τὸν χαρακτῆρα, καὶ τοσοῦτον ἐξέκαυσέ μου τὸ περὶ σὲ φίλτρον ὡς, εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ. Καὶ γὰρ οὐ μικρὸν τῷ ὄντι κέρδος ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸν μεταστάντα βίον χαλινῶσαι μὲν λογισμῷ τὴν νεότητα, τὰ δὲ τῆς σαρκὸς πάθη δοῦλα τῷ λογισμῷ ποιῆσαι, ταπεινοφροσύνῃ χρήσασθαι τῇ ὀφειλομένῃ χριστιανῷ φρονοῦντι περὶ ἑαυτοῦ, οἷα εἰκός, ὅθεν ἔφυ καὶ οἷ πορεύσεται. Ἡ γὰρ τῆς φύσεως ἔννοια καταστέλλει μὲν τῆς ψυχῆς τὸ φλεγμαῖνον, ἀλαζονείαν δὲ πᾶσαν καὶ αὐθάδειαν ὑπερορίζει καί, τὸ ὅλον, μαθητὴν τοῦ Κυρίου καθίστησι τοῦ εἰπόντος· «Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ». Τῷ γὰρ ὄντι, φίλτατε παίδων, μόνον περισπούδαστον καὶ ἐπαινετὸν τὸ διαρκὲς ἀγαθόν.

Τοῦτο δέ ἐστιν ἡ παρὰ Θεοῦ τιμή. Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα καὶ ὀνείρων ἀπατηλότερα. Ἥ τε γὰρ νεότης τῶν ἠρινῶν ἀνθῶν ὀξύτερον καταρρεῖ καὶ ὥρα σώματος ἢ νόσῳ ἢ χρόνῳ μαραίνεται. Καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. Αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. Ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν οἱ λόγοι ἄχρι τῆς ἀκοῆς τὴν χάριν ἔχουσιν. Ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτων τοῖς ἐντυγχάνουσιν. Ὧν ἐπιμελόμενος ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων παρὰ τοῦ Κυρίου ἀγαθῶν. Τίνι δ᾽ ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψιν καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσοιο μακρότερον εἰπεῖν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου. Ἐπῆλθε δ᾽ οὖν μοι καὶ αὐτὰ ταῦτα προσφθέγξασθαι ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκνου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας βρύοντι.

ΟΥΑΛΕΡΙΑΝῼ Ἐγὼ τὴν εὐγένειάν σου καὶ κατὰ τὴν Ὀρφανήνην γενόμενος ἐπεθύμουν ἰδεῖν. Προσεδόκων γάρ σε ἐν Κορσαγαίνοις διάγοντα μὴ ὀκνῆσαι πρὸς ἡμᾶς διαβῆναι ἐν Ἀτταγαίνοις τελοῦντα σύνοδον. Ἐπεὶ δὲ ἐκείνης διήμαρτον τῆς συνόδου, ἐπεθύμουν ἰδεῖν ἐν τῷ ὄρει. Πάλιν γὰρ ἐκεῖ ἡ Εὐήσας, πλησίον οὖσα, τὴν ἐλπίδα τῆς συντυχίας ἐπέτεινεν. Ὡς δὲ ἀμφοτέρων διήμαρτον, ἦλθον ἐπὶ τὸ γράφειν, ἵνα καταξιώσῃς με καταλαβεῖν, ὁμοῦ μὲν τὸ εἰκὸς ποιῶν νέος φοιτῶν παρὰ γέροντι, ὁμοῦ δὲ καὶ διὰ τῆς συντυχίας δεχόμενός τινα παρ᾽ ἡμῶν συμβουλὴν διὰ τὸ εἶναί σοι πράγματα πρός τινας τῶν ἐν Καισαρείᾳ τὰ δεόμενα τῆς ἡμετέρας μεσιτείας πρὸς τὴν διόρθωσιν. Ἐὰν οὖν ἀνεπαχθὲς ᾖ, μὴ κατοκνήσῃς ἡμᾶς καταλαβεῖν.

ΜΟΔΕΣΤῼ ΕΠΑΡΧῼ Κἂν πολλοὶ ὦσιν οἱ γράμματα παρ᾽ ἡμῶν προσκομίζοντες τῇ τιμιότητί σου, ἀλλὰ διὰ τὸ ὑπερβάλλον τῆς σῆς περὶ ἡμᾶς τιμῆς ἡγοῦμαι τὸ πλῆθος τῶν γραμμάτων ὄχλον μηδένα παρέχειν τῇ μεγαλοφυΐᾳ σου. Διὰ τοῦτο προθύμως καὶ τῷ ἀδελφῷ τούτῳ τὴν ἐπιστολὴν ἔδωκα ταύτην εἰδὼς ὅτι καὶ αὐτὸς πάντων τεύξεται τῶν σπουδαζομένων καὶ ἡμεῖς ἐν τοῖς εὐεργέταις λογισθησόμεθα παρὰ σοὶ ἀφορμὰς εὐποιιῶν προξενοῦντες τῇ ἀγαθῇ προαιρέσει σου. Τὸ μὲν οὖν πρᾶγμα εἰς ὃ δεῖται τῆς προστασίας σου αὐτὸς ἐρεῖ, ἐὰν αὐτὸν εὐμενεῖ καταξιώσῃς προσιδεῖν τῷ βλέμματι καὶ δῷς αὐτῷ θάρσος ὥστε φωνὴν ῥῆξαι ἐπὶ τῆς μεγάλης σου καὶ ὑπερφυοῦς ἐξουσίας. Ἡμεῖς δὲ τὸ ἡμέτερον διὰ τοῦ γράμματος παριστῶμεν, ὅτι τὸ εἰς αὐτὸν γινόμενον οἰκεῖον ἡγούμεθα κέρδος διὰ τὸ μάλιστα ἐκ τῆς Τυανέων αὐτὸν ἀναστάντα τούτου ἕνεκεν ἐλθεῖν πρὸς ἡμᾶς ὡς μέγα τι ἕξοντα κέρδος, εἰ τὴν ἡμετέραν ἐπιστολὴν ἀνθ᾽ ἱκετηρίας προβάλοιτο. Ἵνα οὖν μήτε αὐτὸς τῶν ἐλπίδων ἐκπέσῃ καὶ ἡμεῖς τῆς συνήθους τιμῆς ἀπολαύσωμεν καὶ σοὶ ἡ περὶ τὰ ἀγαθὰ σπουδὴ καὶ ἐπὶ τῆς παρούσης ὑποθέσεως πληρωθῇ, ἀξιοῦμεν δεχθῆναι αὐτὸν εὐμενῶς καὶ ἐναρίθμιον γενέσθαι τοῖς οἰκειοτάτοις σου.

ΜΟΔΕΣΤῼ ΕΠΑΡΧῼ Εἰ καὶ τολμηρὸν ἀνδρὶ τοσούτῳ διὰ γραμμάτων ἱκεσίας προσάγειν, ἀλλ᾽ οὖν ἡ προϋπάρχουσα περὶ ἡμᾶς παρὰ σοῦ τιμὴ ἀφαιρεῖται τῆς καρδίας ἡμῶν τὸ δειλὸν καὶ καταθαρσοῦμεν ἐπιστέλλειν ὑπὲρ ἀνθρώπων οἰκείων μὲν ἡμῖν κατὰ γένος, τιμῆς δὲ ἀξίων διὰ τὴν δεξιότητα τῶν ἠθῶν. Ὁ τοίνυν τὴν ἐπιστολὴν ταύτην ἡμῶν ἐπιδιδοὺς ἐν υἱοῦ μοι τάξει καθέστηκεν. Ἐπεὶ οὖν δεῖται μόνης τῆς παρὰ σοῦ εὐμενείας εἰς τὸ γενέσθαι αὐτῷ τὰ ἐπιζητούμενα, καταξίωσον δέξασθαί μου τὸ γράμμα ὃ ἀνθ᾽ ἱκετηρίας προτείνεταί σοι ὁ προειρημένος καὶ δοῦναι αὐτῷ καιρὸν διηγήσασθαι τὰ καθ᾽ αὑτὸν καὶ διαλεχθῆναι τοῖς δυναμένοις αὐτῷ συνεργῆσαι, ἵνα τῷ προστάγματί σου ταχέως τύχῃ τῶν σπουδαζομένων καὶ ἐμοὶ ὑπάρχῃ καλλωπίζεσθαι ὅτι μοι δέδοται τοιοῦτος παρὰ τῆς χάριτος τοῦ Θεοῦ προστάτης ὃς τοὺς ἐμοὶ προσήκοντας ἰδίους ἡγεῖται ἱκέτας καὶ πρόσφυγας.

ΜΟΔΕΣΤῼ ΕΠΑΡΧῼ Μέμνημαι τῆς μεγάλης σου τιμῆς, ὅτι μοι μετὰ τῶν ἄλλων ἔδωκας καὶ τὸ θαρσεῖν ἐπιστέλλειν σου τῇ μεγαλοφυΐᾳ. Κέχρημαι τοίνυν τῇ δωρεᾷ καὶ ἀπολαύω τῆς φιλανθρωποτάτης χάριτος ὁμοῦ μὲν ἐμαυτὸν εὐφραίνων ἐκ τοῦ διαλέγεσθαι ἀνδρὶ τοσούτῳ, ὁμοῦ δὲ καὶ τῇ σῇ μεγαλονοίᾳ καιρὸν ἐνδιδοὺς σεμνύνειν ἡμᾶς ταῖς ἀποκρίσεσιν. Ἐπεὶ δὲ ἱκέτευσα τὴν σὴν ἡμερότητα ὑπὲρ τοῦ ἑταίρου ἡμῶν Ἑλλαδίου τοῦ πρωτεύοντος, ὥστε τῆς ἐπὶ τῇ ἐξισώσει φροντίδος αὐτὸν ἀνεθέντα ἐν τοῖς πράγμασι τῆς πατρίδος ἡμῶν συγχωρηθῆναι μοχθεῖν, καί τινος εὐμενοῦς νεύματος ἠξιώθην, ἀνανεοῦμαι τὴν αὐτὴν πρεσβείαν καί σε καθικετεύω καταπεμφθῆναι πρόσταγμα τῷ ἄρχοντι τῆς ἐπαρχίας συγχωρῆσαι αὐτῷ τὴν ἐνόχλησιν.

ΠΡΟΣ ΕΠΙΣΚΟΠΟΝ Μὴ καλούμενος ἐγκαλεῖς καὶ καλούμενος οὐχ ὑπακούεις. Ἐκ δὲ τῶν δευτέρων δῆλος εἶ καὶ τῇ προτέρᾳ σκήψει μάτην χρησάμενος. Οὐ γὰρ ἂν ἧκες, ἐκ τῶν εἰκότων, οὐδὲ τότε κληθείς. Ἐπάκουσον οὖν καλοῦσι νῦν καὶ μὴ γένῃ πάλιν ἀγνώμων εἰδὼς ὡς ἐγκλήματι προστιθέμενον ἔγκλημα βεβαιοῖ καὶ πιστοτέραν ἐργάζεται τοῦ προτέρου τὴν κατηγορίαν τὸ δεύτερον. Ἀεὶ δέ σε καὶ ἡμῶν ἀνέχεσθαι παρακαλῶ· εἰ δὲ ἡμῶν οὐκ ἀνέχῃ, ἀλλ᾽ οὐ τῶν μαρτύρων ἀμελῆσαι δίκαιον, ὧν ταῖς μνείαις κοινωνήσων καλῇ. Δὸς οὖν πρῶτον μὲν ἀμφοτέροις, εἰ δὲ τοῦτό σοι μὴ δοκεῖ, τοῖς γοῦν τιμιωτέροις τὴν χάριν.

ΠΡΟΣ ΕΛΕΥΘΕΡΑΝ Ἡμέραν μὲν ἐπιτηδείαν τῆς συνόδου ἐλπίζομεν εὑρίσκειν μετὰ τὰς κατὰ τὴν ὀρεινὴν μελλούσας παρ᾽ ἡμῶν τυποῦσθαι. Συντυχίας δὲ καιρὸς ἄνευ τῆς κατὰ τὴν σύνοδον λειτουργίας ἄλλος ἡμῖν οὐχ ὑποφαίνεται, πλὴν ἐὰν μή τι ἔξω τῶν ἐλπιζομένων ὁ Κύριος οἰκονομήσῃ. Στοχάζεσθαι δὲ ὀφείλεις ἐκ τῶν κατὰ σεαυτὴν πραγμάτων. Εἰ γὰρ τῇ σῇ εὐγενείᾳ μιᾶς φροντιζούσῃ τοσοῦτος περίκειται ὄχλος μεριμνῶν, πόσας νομίζεις ἡμᾶς τὰς ἐφ᾽ ἑκάστης ἡμέρας ἀσχολίας ἔχειν; Τὸ δὲ σὸν ὄναρ ἡγοῦμαι τελειότερον ἐνδείκνυσθαι ὡς ἄρα δέοι περὶ τῆς κατὰ ψυχὴν θεωρίας ποιεῖσθαί τινα ἐπιμέλειαν κἀκείνους τοὺς ὀφθαλμοὺς θεραπεύειν οἷς ὁ Θεὸς ὁρᾶσθαι πέφυκεν. Ἔχουσα δὲ τὴν ἐκ τῶν θείων Γραφῶν παράκλησιν, οὔτε ἡμῶν οὔτε ἄλλου τινὸς δεηθήσῃ πρὸς τὸ τὰ δέοντα συνορᾶν, αὐτάρκη τὴν ἐκ τοῦ Ἁγίου Πνεύματος ἔχουσα συμβουλίαν καὶ ὁδηγίαν πρὸς τὸ συμφέρον.

ΠΕΡΙ ΜΟΝΑΖΟΝΤΩΝ Τῼ ΚΗΝΣΙΤΟΡΙ Οἶμαι μέν τινα ἤδη τύπον κεκρατῆσθαι παρὰ τῇ τιμιότητί σου τῶν μοναζόντων ἕνεκεν, ὡς μηδὲν ἡμᾶς δεῖσθαι ἰδιάζουσαν χάριν ἐπ᾽ αὐτοῖς αἰτεῖν, ἀλλ᾽ ἐξαρκεῖν αὐτοῖς, εἰ τῆς κοινῆς μετὰ πάντων ἀπολαύσειαν φιλανθρωπίας.

Ὅμως δὲ καὶ ἐμαυτῷ ἐπιβάλλειν ἡγούμενος φροντίζειν, τὰ δυνατά, τῶν τοιούτων ἐπιστέλλω τῇ τελείᾳ συνέσει σου τοὺς πάλαι μὲν ἀποταξαμένους τῷ βίῳ, νεκρώσαντας δὲ ἑαυτῶν τὸ σῶμα, ὡς μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῆς σωματικῆς ὑπηρεσίας δύνασθαί τι παρέχειν τοῖς δημοσίοις χρήσιμον, ἀφιέναι τῶν συντελειῶν. Καὶ γάρ, εἴπερ εἰσὶ κατὰ τὸ ἐπάγγελμα ζῶντες, οὔτε χρήματα ἔχουσιν οὔτε σώματα, τὰ μὲν εἰς τὴν τῶν δεομένων κοινωνίαν ἀποκτησάμενοι, τὰ δὲ ἐν νηστείαις καὶ προσευχαῖς κατατρίψαντες.

Οἶδα δὲ ὅτι τοὺς οὕτω βεβιωκότας παντὸς μᾶλλον δι᾽ αἰδοῦς ἄξεις καὶ βουλήσει σεαυτῷ κτήσασθαι βοηθοὺς δυνατοὺς διὰ τῆς κατὰ τὸ Εὐαγγέλιον πολιτείας δυσωπῆσαι τὸν Κύριον.