Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Προσωπική, Ασκητική και Παραμυθητική Αλληλογραφία
Πρώιμες επιστολές του Μεγάλου Βασιλείου με ασκητικές παραινέσεις και παρηγορητικούς λόγους προς φίλους και πενθούντες.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προσωπική, Ασκητική και Παραμυθητική Αλληλογραφία
Πρώιμες επιστολές του Μεγάλου Βασιλείου με ασκητικές παραινέσεις και παρηγορητικούς λόγους προς φίλους και πενθούντες.
ΕΥΣΤΑΘΙῼ ΦΙΛΟΣΟΦῼ Ἀπειρηκότα με ἤδη πρὸς τὰς παρὰ τῆς τύχης ἐπηρείας, παρ᾽ ἧς ἀεί τι πρὸς τὸ μὴ συγγενέσθαι σοι ἐμπόδιον γέγονε, θαυμαστῶς πως ἀνεκαλέσω καὶ παρεμυθήσω τοῖς γράμμασι. Καὶ γάρ πως ἤδη καὶ κατ᾽ ἐμαυτὸν ἔστρεφον μή ποτε ἀληθές ἐστι τὸ παρὰ τῶν πολλῶν θρυλούμενον, ὅτι ἀνάγκη τίς ἐστι καὶ εἱμαρμένη ἡ καὶ τὰ μικρὰ καὶ τὰ μείζω τῶν ἡμετέρων ἄγουσα, αὐτοὶ δὲ οὐδενός ἐσμεν οἱ ἄνθρωποι κύριοι· ἤ, εἰ μὴ τοῦτο, τύχη τις πάντως τὸν ἀνθρώπινον ἐλαύνει βίον. Καὶ τούτων πολλὴν συγγνώμην ἕξεις τῶν λογισμῶν, ἐπειδὰν τὰς αἰτίας ὑφ᾽ ὧν εἰς αὐτοὺς προήχθην μάθῃς.
Ἐγὼ κατέλιπον τὰς Ἀθήνας κατὰ φήμην τῆς σῆς φιλοσοφίας ὑπεριδὼν τῶν ἐκεῖ. Παρέδραμον δὲ τὴν ἐφ᾽ Ἑλλησπόντῳ πόλιν ὡς οὐδεὶς Ὀδυσσεὺς Σειρήνων μέλη. Καὶ τὴν Ἀσίαν ἐθαύμασα μέν, πρὸς δὲ τὴν μητρόπολιν τῶν ἐν αὐτῇ καλῶν ἠπειγόμην. Ἐπεὶ δὲ κατέλαβον τὴν πατρίδα καὶ σὲ ἐν αὐτῇ τὸ μέγα ὄφελος ζητήσας οὐχ εὗρον, ἐντεῦθέν μοι λοιπὸν αἱ πολλαὶ καὶ ποικίλαι ἀφορμαὶ τῶν ἀδοκήτων ἐπιγεγόνασι κωλυμάτων. Ἢ γὰρ ἀσθενεῖν πάντως ἔδει καὶ διὰ τοῦτο ἀπολείπεσθαι, ἢ ἐπὶ τὴν ἑῴαν βαδίζοντι συναπαίρειν μὴ δύνασθαι, ὀψὲ δέ ποτε μυρίοις πόνοις τὴν Συρίαν καταλαβόντα οὐκ ἔχειν συνεῖναι τῷ φιλοσόφῳ πρὸς Αἰγυπτίους ἀπάραντι. Πάλιν οὖν ἔδει Αἴγυπτόνδε ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε, καὶ οὐδ᾽ ἐνταῦθα τὸ σπουδαζόμενον ἔχειν. Ἀλλ᾽ οὕτω δύσερως ἦν ὥστε ἢ τὴν ἐπὶ Πέρσας βαδίζειν ἔδει καὶ συμπροϊέναι εἰς ὅτι μήκιστον τῆς βαρβάρων (ἦλθες γὰρ κἀκεῖσε, τοσαύτη τις ἦν φιλονεικία τοῦ δαίμονος), ἢ αὐτοῦ καθῆσθαι ἐπὶ τῆς Ἀλεξάνδρου, ὅπερ οὖν καὶ συνέβη. Δοκῶ γάρ μοι, εἰ μὴ ὥσπερ τι θρέμμα θαλλῷ προδεικνυμένῳ ἑπόμενος ἀπηγόρευσα, ἐπέκεινα ἄν σε καὶ Νύσης τῆς Ἰνδικῆς ἐλθεῖν ἀγόμενον, καί, εἴ τι ἔσχατον τῆς καθ᾽ ἡμᾶς οἰκουμένης χωρίον, καὶ τοῦτο ἐπιπλανηθῆναι.
Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Ἀλλὰ τὸ τελευταῖον νῦν ἐπὶ τῆς αὐτῆς χώρας διάγοντι συγγενέσθαι οὐκ ἐξεγένετο, μακραῖς ἀρρωστίαις ἐξειργομένῳ· αἵ, εἰ μὴ τοῦ γε λοιποῦ μετριώτεραι γένοιντο, οὐδὲ κατὰ τὸν χειμῶνα τῇ λογιότητί σου συνεσόμεθα. Ταῦτα οὐχ εἱμαρμένης ἔργα, ὡς ἂν αὐτὸς εἴποις; Ταῦτα οὐκ ἀνάγκης; Ταῦτα οὐχί, μικροῦ δεῖν, καὶ τοὺς τῶν ποιητῶν ἐπὶ Ταντάλῳ μύθους ὑπερεβάλετο; Ἀλλ᾽, ὅπερ ἔφην, ῥᾴων γέγονα τοῖς γράμμασι καὶ οὐκέτι ἐπὶ τῆς αὐτῆς εἰμι γνώμης. Φημὶ δὲ χρῆναι διδόντι μὲν τὰ ἀγαθὰ τῷ Θεῷ χάριν εἰδέναι, ταμιευομένῳ δὲ μὴ δυσχεραίνειν Καὶ δὴ οὖν καὶ ἡμῖν, εἰ μὲν παράσχοι τὸ συνεῖναί σοι, ταῦτ᾽ ἄριστά τε ὁμοῦ καὶ ἥδιστα ἡγησόμεθα. Εἰ δὲ ἀναβάλοιτο, πράως οἴσομεν τὴν ζημίαν. Ἄμεινον γάρ που πάντως ἢ ὡς ἂν ἡμεῖς προϊδοίμεθα διοικεῖ τὰ ἡμέτερα.
ΓΡΗΓΟΡΙῼ ΕΤΑΙΡῼ Ἐπέγνων σου τὴν ἐπιστολήν, ὥσπερ οἳ τοὺς τῶν φίλων παῖδας ἐκ τῆς ἐπιφαινομένης αὐτοῖς ὁμοιότητος πρὸς τοὺς τεκόντας ἐπιγινώσκουσι. Τὸ γὰρ μὴ μέγα εἶναι φῆσαι τὴν τοῦ τόπου κατασκευὴν πρὸς τὸ ἐμποιῆσαι ὁρμήν τινα τῇ ψυχῇ σου εἰς τὸν μεθ᾽ ἡμῶν βίον, πρὶν ἂν περὶ τοῦ τρόπου τι μάθοις καὶ τῆς διαγωγῆς, σὸν ἦν ὄντως τὸ διανόημα καὶ τῆς σῆς ψυχῆς, τῆς πάντα τὰ τῇδε μηδὲν τιθεμένης πρὸς τὴν ἐν ἐπαγγελίαις ἀποκειμένην ἡμῖν μακαριότητα. Ἐγὼ δὲ ἃ μὲν ποιῶ αὐτὸς ἐπὶ τῆς ἐσχατιᾶς ταύτης, νυκτὸς καὶ ἡμέρας, γράφειν αἰσχύνομαι.
Κατέλιπον μὲν γὰρ τὰς ἐν ἄστει διατριβὰς ὡς μυρίων κακῶν ἀφορμάς, ἐμαυτὸν δὲ οὔπω ἀπολιπεῖν ἠδυνήθην. Ἀλλ᾽ ὅμοιός εἰμι τοῖς ἐν θαλάσσῃ ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπολλυμένοις καὶ ναυτιῶσιν· οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν, ὡς πολὺν τὸν σάλον παρεχομένῳ, κἀκεῖθεν ἐπὶ τὸν λέμβον ἢ τὸ ἀκάτιον μεταβαίνοντες πανταχοῦ ναυτιῶσι καὶ ἀποροῦνται, συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδία καὶ ἡ χολή. Τοιοῦτον οὖν τι καὶ τὸ ἡμέτερον.
Τὰ γὰρ ἔνοικα πάθη συμπεριφέροντες πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων ἐσμέν, ὥστε οὐδὲν μέγα τῆς ἐρημίας ἀπωνάμεθα ταύτης. Ἃ μέντοι ποιεῖν ἔδει καὶ ὅθεν ὑπῆρξεν ἂν ἡμῖν τῶν ἰχνῶν ἔχεσθαι τοῦ πρὸς σωτηρίαν καθηγησαμένου· «Εἴ τις γάρ, φησί, θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι», ταῦτά ἐστιν.
Ἐν ἡσυχίᾳ τὸν νοῦν ἔχειν πειρᾶσθαι προσήκει. Ὡς γὰρ ὀφθαλμὸν περιαγόμενον συνεχῶς καὶ νῦν μὲν ἐπὶ τὰ πλάγια περιφερόμενον, νῦν δὲ πρὸς τὰ ἄνω καὶ κάτω πυκνὰ μεταστρεφόμενον, ἰδεῖν ἐναργῶς τὸ ὑποκείμενον οὐχ οἷόν τε, ἀλλὰ χρὴ προσερεισθῆναι τὴν ὄψιν τῷ ὁρατῷ, εἰ μέλλοι ἐναργῆ ποιεῖσθαι τὴν θέαν· οὕτω καὶ νοῦν ἀνθρώπου, ὑπὸ μυρίων τῶν κατὰ τὸν κόσμον φροντίδων περιελκόμενον, ἀμήχανον ἐναργῶς ἐνατενίσαι τῇ ἀληθείᾳ.
Ἀλλὰ τὸν μὲν οὔπω τοῖς δεσμοῖς τοῦ γάμου κατεζευγμένον λυσσώδεις ἐπιθυμίαι καὶ ὁρμαὶ δυσκάθεκτοι καὶ ἔρωτές τινες δυσέρωτες ἐκταράσσουσι, τὸν δὲ ἤδη συγκατειργμένον ὁμοζύγῳ ἕτερος θόρυβος τῶν φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ, παίδων ἐπιθυμία· ἐν τῇ κτήσει τῶν παίδων, παιδοτροφίας μέριμνα γυναικὸς φυλακή, οἴκου ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας διαπληκτισμοί, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαί, τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ τῆς γεωργίας διαπονήσεις. Πᾶσα ἡμέρα ἰδίαν ἥκει φέρουσα τῆς ψυχῆς ἐπισκότησιν, καὶ αἱ νύκτες, τὰς μεθημερινὰς φροντίδας παραλαμβάνουσαι, ἐν ταῖς αὐταῖς φαντασίαις ἐξαπατῶσι τὸν νοῦν. Τούτων δὲ φυγὴ μία, ὁ χωρισμὸς ἀπὸ τοῦ κόσμου παντός. Κόσμου δὲ ἀναχώρησις οὐ τὸ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀπορρῆξαι καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων, ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας τυπώσεις. Ἑτοιμασία δὲ καρδίας ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων. Οὔτε γὰρ ἐν κηρῷ γράψαι δυνατὸν μὴ προκαταλεάναντα τοὺς ἐναποκειμένους χαρακτῆρας, οὔτε ψυχῇ δόγματα θεῖα παραθέσθαι μὴ τὰς ἐκ τοῦ ἔθους προλήψεις αὐτῆς ἐξελόντα.
Πρὸς δὴ τοῦτο μέγιστον ὄφελος ἡμῖν ἡ ἐρημία παρέχεται, κατευνάζουσα ἡμῶν τὰ πάθη καὶ σχολὴν διδοῦσα τῷ λόγῳ παντελῶς αὐτὰ τῆς ψυχῆς ἐκτεμεῖν. Ὡς γὰρ τὰ θηρία εὐκαταγώνιστά ἐστι καταψηχθέντα, οὕτως ἐπιθυμίαι καὶ ὀργαὶ καὶ φόβοι καὶ λύπαι, τὰ ἰοβόλα τῆς ψυχῆς κακά, κατευνασθέντα διὰ τῆς ἡσυχίας καὶ μὴ ἐξαγριαινόμενα τῷ συνεχεῖ ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται. Ἔστω τοίνυν τὸ χωρίον τοιοῦτον οἷόν περ ἐστὶ καὶ τὸ ἡμέτερον, ἐπιμιξίας ἀνθρώπων ἀπηλλαγμένον, ὡς ὑπὸ μηδενὸς τῶν ἔξωθεν τὸ συνεχὲς τῆς ἀσκήσεως διακόπτεσθαι. Ἄσκησις δὲ εὐσεβείας τὴν ψυχὴν τρέφει τοῖς θείοις διανοήμασι. Τί οὖν μακαριώτερον τοῦ τὴν ἀγγέλων χορείαν ἐν γῇ μιμεῖσθαι· εὐθὺς μὲν ἀρχομένης ἡμέρας εἰς εὐχὰς ὁρμῶντα ὕμνοις καὶ ᾠδαῖς γεραίρειν τὸν κτίσαντα, εἶτα ἡλίου καθαρῶς λάμψαντος ἐπ᾽ ἔργα τρεπόμενον, πανταχοῦ αὐτῷ τῆς εὐχῆς συμπαρούσης, καὶ τῶν ὕμνων ὥσπερ ἅλατι παραρτύειν τὰς ἐργασίας; Τὸ γὰρ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται.
Ἡσυχία οὖν ἀρχὴ καθάρσεως τῇ ψυχῇ, μήτε γλώττης λαλούσης τὰ τῶν ἀνθρώπων, μήτε ὀφθαλμῶν εὐχροίας σωμάτων καὶ συμμετρίας περισκοπούντων, μήτε ἀκοῆς τὸν τόνον τῆς ψυχῆς ἐκλυούσης ἐν ἀκροάμασι μελῶν πρὸς ἡδονὴν πεποιημένων, μήτε ἐν ῥήμασιν εὐτραπέλων καὶ γελοιαστῶν ἀνθρώπων, ὃ μάλιστα λύειν τῆς ψυχῆς τὸν τόνον πέφυκε. Νοῦς μὲν γὰρ μὴ σκεδαννύμενος ἐπὶ τὰ ἔξω, μηδὲ ὑπὸ τῶν αἰσθητηρίων ἐπὶ τὸν κόσμον διαχεόμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτόν, δι᾽ ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν ἀναβαίνει· κἀκείνῳ τῷ κάλλει περιλαμπόμενός τε καὶ ἐλλαμπόμενος καὶ αὐτῆς τῆς φύσεως λήθην λαμβάνει, μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν καθελκόμενος, ἀλλά, σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι· πῶς μὲν κατορθωθῇ αὐτῷ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία, πῶς δὲ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις καὶ αἱ λοιπαὶ ἀρεταὶ ὅσαι, ταῖς γενικαῖς ταύταις ὑποδιαιρούμεναι, καθηκόντως ἕκαστον ἐπιτελεῖν τῶν κατὰ τὸν βίον ὑποβάλλουσι τῷ σπουδαίῳ.
Μεγίστη δὲ ὁδὸς πρὸς τὴν τοῦ καθήκοντος εὕρεσιν ἡ μελέτη τῶν θεοπνεύστων Γραφῶν. Ἐν ταύταις γὰρ καὶ αἱ τῶν πράξεων ὑποθῆκαι εὑρίσκονται, καὶ οἱ βίοι τῶν μακαρίων ἀνδρῶν ἀνάγραπτοι παραδεδομένοι, οἷον εἰκόνες τινὲς ἔμψυχοι τῆς κατὰ Θεὸν πολιτείας, τῷ μιμήματι τῶν ἀγαθῶν ἔργων πρόκεινται. Καὶ τοίνυν περὶ ὅπερ ἂν ἕκαστος ἐνδεῶς ἔχοντος ἑαυτοῦ αἰσθάνηται, ἐκείνῳ προσδιατρίβων, οἷον ἀπό τινος κοινοῦ ἰατρείου, τὸ πρόσφορον εὑρίσκει τῷ ἀρρωστήματι φάρμακον. Καὶ ὁ μὲν ἐραστὴς τῆς σωφροσύνης τὴν περὶ τοῦ Ἰωσὴφ ἱστορίαν συνεχῶς ἀνελίσσει καὶ παρ᾽ αὐτοῦ τὰς σωφρονικὰς ἐκδιδάσκεται πράξεις, εὑρίσκων αὐτὸν οὐ μόνον ἐγκρατῶς πρὸς ἡδονὰς ἔχοντα, ἀλλὰ καὶ ἑκτικῶς πρὸς ἀρετὴν διακείμενον.
Ἀνδρείαν δὲ παιδεύεται παρὰ τοῦ Ἰώβ, ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου μεταπεσόντος αὐτῷ πένης ἐκ πλουσίου καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμενεν ὁ αὐτὸς ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων, ἀλλ᾽ οὔτε τῶν φίλων εἰς παραμυθίαν ἡκόντων ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινὰ παρωξύνθη. Πάλιν σκοπῶν τις πῶς ἂν πρᾶος ἐν τῷ αὐτῷ καὶ μεγαλόθυμος γένοιτο, ὥστε τῷ μὲν θυμῷ κατὰ τῆς ἁμαρτίας κεχρῆσθαι, τῇ δὲ πραότητι πρὸς τοὺς ἀνθρώπους, εὑρήσει τὸν Δαβὶδ γενναῖον μὲν ἐν τοῖς κατὰ πόλεμον ἀνδραγαθήμασι, πρᾶον δὲ καὶ ἀκίνητον ἐν ταῖς τῶν ἐχθρῶν ἀντιδόσεσι. Τοιοῦτος καὶ Μωσῆς, μεγάλῳ μὲν τῷ θυμῷ κατὰ τῶν εἰς Θεὸν ἐξαμαρτανόντων διανιστάμενος, πραείᾳ δὲ τῇ ψυχῇ τὰς καθ᾽ ἑαυτοῦ διαβολὰς ὑποφέρων. Καὶ πανταχοῦ, ὥσπερ οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνος εἰκόνα γράφουσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα, οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα, τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως.
Εὐχαὶ πάλιν τὰς ἀναγνώσεις διαδεχόμεναι νεαρωτέραν τὴν ψυχὴν καὶ ἀκμαιοτέραν τῷ πρὸς Θεὸν πόθῳ κεκινημένην παραλαμβάνουσιν. Εὐχὴ δὲ καλὴ ἡ ἐναργῆ ἐμποιοῦσα τοῦ Θεοῦ ἔννοιαν τῇ ψυχῇ. Καὶ τοῦτό ἐστι τοῦ Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. Οὕτω γινόμεθα ναὸς Θεοῦ, ὅταν μὴ φροντίσι γηΐναις τὸ συνεχὲς τῆς μνήμης διακόπτηται, ὅταν μὴ τοῖς ἀπροσδοκήτοις πάθεσιν ὁ νοῦς ἐκταράττηται, ἀλλὰ πάντα ἀποφυγὼν ὁ φιλόθεος ἐπὶ Θεὸν ἀναχωρῇ καί, ἐξελαύνων τὰ προσκαλούμενα ἡμᾶς εἰς κακίαν, τοῖς πρὸς ἀρετὴν ἄγουσιν ἐπιτηδεύμασιν ἐνδιατρίβῃ.
Καὶ πρῶτόν γε πάντων σπουδάζειν προσήκει περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλ᾽ ἐρωτᾶν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς παρεμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ, μανθάνειν δὲ ἀνεπαισχύντως καὶ διδάσκειν ἀνεπιφθόνως, καί, εἴ τι παρ᾽ ἑτέρου δεδίδακται, μὴ ἐπικρύπτειν ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι, ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. Τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος, μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως.
Προεξετάσαντα δὲ ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον. Εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις· οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα. Πανταχοῦ τὸ τραχύ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. Προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσῃ τῷ δεομένῳ τῆς θεραπείας. Πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως, ὃς τῷ Δαβὶδ ἁμαρτόντι οὐ παρ᾽ ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλ᾽ ὑποβολῇ προσώπου χρησάμενος αὐτὸν ἐκεῖνον ἐκάθισε τοῦ ἰδίου κριτὴν ἁμαρτήματος, ὥστε, αὐτὸν καθ᾽ ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν, μηδὲν ἔτι μέμφεσθαι τὸν ἐλέγξαντα.
Ἕπεται δὲ τῷ ταπεινῷ καὶ καταβεβλημένῳ φρονήματι ὄμμα στυγνὸν καὶ εἰς γῆν νενευκός, σχῆμα ἠμελημένον, κόμη αὐχμηρά, ἐσθὴς ῥυπῶσα· ὥστε ἃ ποιοῦσιν οἱ πενθοῦντες κατ᾽ ἐπιτήδευσιν, ταῦτα ἐκ ταὐτομάτου ἡμῖν ἐπιφαίνεσθαι. Χιτὼν διὰ ζώνης προσεσταλμένος τῷ σώματι· τὸ μέντοι ζῶσμα μήτε ἄνω τῶν λαγόνων, γυναικῶδες γάρ· μήτε χαῦνον, ὥστε διαρρεῖν τὸν χιτῶνα, βλακικὸν γάρ· καὶ τὸ βάδισμα μήτε νωθρόν, ὡς ἔκλυσιν τῆς ψυχῆς κατηγορεῖν· μηδ᾽ αὖ σφοδρὸν καὶ σεσοβημένον, ὡς ἐμπλήκτους αὐτῆς τὰς ὁρμὰς ὑποφαίνειν. Σκοπὸς ἐσθῆτος εἷς, κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες. Μήτε δὲ ἐν χρώματι τὸ ἀνθηρὸν διωκέσθω, μήτε ἐν τῇ κατασκευῇ τὸ λεπτὸν καὶ μαλακόν. Τὸ γὰρ τὰς ἐν ἐσθῆτι εὐχροίας περισκοπεῖν ἴσον ἐστὶ γυναικείῳ καλλωπισμῷ, ὃν ἐκεῖναι ἐπιτηδεύουσιν ἀλλοτρίῳ ἄνθει παρειὰς καὶ τρίχας ἑαυτῶν καταβάπτουσαι. Ἀλλὰ μὴν καὶ παχύτητος οὕτως ἔχειν ὁ χιτὼν ὀφείλει ὡς μὴ δεῖσθαι κοινωνοῦ πρὸς τὸ θάλπειν τὸν ἐνδυόμενον. Ὑπόδημα τὸ εὐτελὲς μὲν κατὰ τὴν ἀξίαν, ἀνενδεῶς δὲ τὴν χρείαν ἀποπληροῦν.
Καὶ ἁπαξαπλῶς ὡς ἐν τῷ ἐνδύματι ἡγεῖσθαι προσήκει τὸ χρειῶδες, οὕτω καὶ ἐν τροφῇ ἄρτος ἐκπληρώσει τὴν χρείαν καὶ ὕδωρ θεραπεύσει τὴν δίψαν τῷ ὑγιαίνοντι, καὶ ὅσα ἐκ σπερμάτων παροψήματα πρὸς τὰς ἀναγκαίας χρείας τὴν ἰσχὺν τῷ σώματι δύναται διασῶσαι.
Ἐσθίειν δὲ μὴ λυσσώδη γαστριμαργίαν ἐμφαίνοντα, ἀλλὰ πανταχοῦ τὸ εὐσταθὲς καὶ πρᾶον καὶ περὶ τὰς ἡδονὰς ἐγκρατὲς διασώζοντα· μηδὲ τότε τὸν νοῦν ἀργὸν ἐν τῇ περὶ Θεοῦ ἐννοίᾳ ἔχοντα, ἀλλ᾽ αὐτὴν τῶν βρωμάτων τὴν φύσιν καὶ τὴν τοῦ ὑποδεχομένου σώματος κατασκευὴν ἀφορμὴν ποιεῖσθαι δοξολογίας· Πῶς ποικίλα εἴδη τροφῶν τῇ ἰδιότητι τῶν σωμάτων ἁρμόζοντα παρὰ τοῦ πάντα οἰκονομοῦντος ἐπινενόηται. Εὐχαὶ πρὸ τροφῆς ἀξίους γενέσθαι τῶν τοῦ Θεοῦ παροχῶν, ὧν τε νῦν δίδωσι καὶ ὧν πρὸς τὸ μέλλον ἐταμιεύσατο. Εὐχαὶ μετὰ τροφὴν εὐχαριστίαν τῶν δεδομένων ἔχουσαι καὶ αἴτησιν τῶν ἐπηγγελμένων. Ὥρα μία τροφῆς ἀποτεταγμένη, ἡ αὐτὴ κατὰ περίοδον ἀπαντῶσα, ὡς ἐκ τῶν εἴκοσι τεσσάρων ὡρῶν τοῦ ἡμερονυκτίου μίαν εἶναι ταύτην προσαναλισκομένην τῷ σώματι· τὰς δὲ λοιπὰς ἐν τῇ κατὰ νοῦν ἐργασίᾳ ἀπασχολεῖσθαι τὸν ἀσκητήν. Ὕπνοι κοῦφοι καὶ εὐαπάλλακτοι, φυσικῶς ἀκολουθοῦντες τῷ συμμέτρῳ τῆς διαίτης, κατ᾽ ἐπιτήδευσιν δὲ ταῖς περὶ τῶν μεγάλων μερίμναις διακοπτόμενοι. Τὸ γὰρ βαθεῖ κάρῳ κατακρατεῖσθαι λυομένων αὐτοῦ τῶν μελῶν, ὥστε σχολὴν ἀτόποις φαντασίαις παρέχειν, εἶναι ἐν καθημερινῷ θανάτῳ ποιεῖ τοὺς οὕτω καθεύδοντας.
Ἀλλ᾽ ὅπερ τοῖς ἄλλοις ὁ ὄρθρος ἐστί, τοῦτο τοῖς ἀσκηταῖς τῆς εὐσεβείας τὸ μεσονύκτιον, μάλιστα σχολὴν τῇ ψυχῇ τῆς νυκτερινῆς ἡσυχίας χαριζομένης, οὔτε ὀφθαλμῶν οὔτε ὤτων βλαβερὰς ἀκοὰς ἢ θέας ἐπὶ καρδίαν παραπεμπόντων, ἀλλὰ μόνου καθ᾽ ἑαυτὸν τοῦ νοῦ τῷ Θεῷ συνόντος καὶ διορθουμένου μὲν ἑαυτὸν τῇ μνήμῃ τῶν ἡμαρτημένων, ὅρους δὲ ἑαυτῷ τιθέντος πρὸς τὴν ἔκκλισιν τοῦ κακοῦ, καὶ τὴν παρὰ Θεοῦ συνεργίαν εἰς τὴν τελείωσιν τῶν σπουδαζομένων ἐπιζητοῦντος.
ΚΑΝΔΙΔΙΑΝῼ Ὅτε εἰς χεῖρας ἔλαβον τὴν ἐπιστολήν σου, ἔπαθόν τι ἀκοῆς ἄξιον. Εὐλαβήθην αὐτήν, ὥς τι δημόσιον προσαγγέλλουσαν, καί, παρ᾽ ὃν ἐξέλυον καιρὸν τὸν κηρόν, ἐφοβούμην προσβλέπων ὡς οὐδεὶς ἐν αἰτίαις ὢν Σπαρτιάτης Λακωνικὴν σκυτάλην. Ἐπεὶ δὲ ἔλυσα καὶ πάνθ᾽ ἕκαστα ἐπεξῆλθον, γελάσαι μοι ἐπῆλθε· τοῦτο μὲν ὑφ᾽ ἡδονῆς, τοῦ μηδὲν ἀκοῦσαι νεώτερον· τοῦτο δὲ πρὸς τὰ Δημοσθένους τὰ σὰ κρίναντι. Ὅτι ὃ μέν, ἐπειδὴ ὀλίγοις τισὶ χορευταῖς καὶ αὐληταῖς ἐχορήγει, οὐκέτ᾽ ἠξίου Δημοσθένης, ἀλλὰ χορηγὸς ὀνομάζεσθαι, σὺ δ᾽ ὁ αὐτὸς εἶ καὶ χορηγῶν καὶ μή, χορηγῶν μέντοι πλείονα μυριάσι στρατιωτῶν ἢ ὅσοις ἀνδράσιν ἐκεῖνος παρέσχε τὰ ἐπιτήδεια· ὅς γε οὔθ᾽ ἡμῖν ἀπὸ τοῦ σχήματος ἐπιστέλλεις, ἀλλὰ τὸν εἰωθότα τρόπον, καὶ τῆς περὶ Λόγους σπουδῆς οὐδὲν ὑφίεσαι, ἀλλά, τὸ τοῦ Πλάτωνος, ἐν χειμῶνι καὶ χαλάζῃ πραγμάτων οἷον ὑπὸ τεῖχός τι καρτερὸν ἀποστάς, οὐδενὸς θορύβου τὴν ψυχὴν ἀναπίμπλασαι· μᾶλλον δὲ οὐδὲ ἑτέρους ἐᾷς, τό γε σεαυτοῦ μέρος. Καὶ τὰ μὲν σὰ τοιαῦτα, οὕτω μεγάλα καὶ θαυμαστὰ τοῖς συνορᾶν δυναμένοις, καὶ πάλιν οὐ θαυμαστὰ τῷ πρὸς τὴν ὅλην προαίρεσιν τοῦ βίου κρίνοντι.
Ἄκουε δὲ καὶ τὰ ἡμέτερα, παράδοξά τε ὄντα καὶ ἀκολούθως ἡμῖν ἀπαντῶντα. Ἀνήρ τις ἄγροικος τῶν συνοικούντων ἡμῖν ἐν Ἀννίσοις, οἰκέτου μου τελευτήσαντος, οὐ συμβόλαιόν τι πρὸς αὐτὸν εἰπὼν ἐσχηκέναι, οὐ προσελθών μοι, οὐκ ἐπαιτιασάμενος, οὐ παρ᾽ ἑκόντος ἀξιώσας λαβεῖν, οὐκ ἀπειλήσας εἰ μὴ λάβοι βιάσασθαι, ἀθρόον μετά τινων ὁμοίων αὐτῷ τὴν ἀπόνοιαν ἐπιθέμενος ἡμῶν τῇ οἰκίᾳ, τά τε γύναια τὰ φυλάττοντα συνέτριψε τύπτων καὶ καταρρήξας τὰς θύρας ἐξεφόρησεν ἅπαντα, τὰ μὲν αὐτὸς λαβών, τὰ δὲ εἰς διαρπαγὴν τοῖς βουλομένοις προθείς. Ἵν᾽ οὖν μὴ ὁ ἔσχατος ὅρος ἡμεῖς τῆς ἀσθενείας ὦμεν καὶ παντὶ δόξωμεν πρὸς ἐπιχείρησιν ἐπιτήδειοι, ἣν ἐν πᾶσι τοῖς πράγμασιν ἡμῶν σπουδὴν ἐπιδέδειξαι καὶ νῦν εἰσενέγκασθαι παρακλήθητι.
Μόνως γὰρ ἂν οὕτω τὸ ἄπραγμον ἡμῖν σώζοιτο, εἰ τῷ σῷ δραστηρίῳ συντεταγμένοι εἴημεν. Γένοιτο δ᾽ ἂν ἡμῖν ἀρκοῦσα δίκη, εἰ διὰ τοῦ παγάρχου συλληφθεὶς ἐν τῷ δεσμωτηρίῳ βραχὺν κατακλεισθείη χρόνον. Καὶ γὰρ οὐχ ὑπὲρ ὧν πεπόνθαμεν ἀγανακτοῦμεν μόνον, ἀλλὰ καὶ τῆς πρὸς τὸ λοιπὸν ἀσφαλείας δεόμεθα.
ΟΛΥΜΠΙῼ Οἷα ποιεῖς, ὦ θαυμάσιε, τὴν φίλην ἡμῖν πενίαν καὶ φιλοσοφίας τροφὸν τῆς ἐσχατιᾶς ἀπελαύνων; Οἶμαι γὰρ ἄν σε καὶ ἐξούλης γραφὴν ὑπ᾽ αὐτῆς φεύγειν, εἴ τις αὐτῇ προσγένοιτο λόγος, ὅτι τούτῳ μὲν συνοικεῖν εἱλόμην ἐγώ, νῦν μὲν τὸν Ζήνωνα ἐπαινοῦντι, ὃς ναυαγίῳ πάντα ἀποβαλὼν οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλ᾽· «Εὖγε, εἶπεν, ὦ Τύχη, συνελαύνεις ἡμᾶς εἰς τὸ τριβώνιον»· νῦν δὲ τὸν Κλεάνθη, μισθῷ ὕδωρ τοῦ φρέατος ἀπαντλῶντα, ὅθεν αὐτός τε διέζη καὶ τοῖς διδασκάλοις μισθοὺς ὑπετέλει.
Τὸν δὲ Διογένη οὐδὲ ἐπαύσατό ποτε θαυμάζων, τοῖς παρὰ τῆς φύσεως μόνοις ἀρκεῖσθαι φιλοτιμούμενον, ὡς καὶ τὸ κισσύβιον ἀπορρῖψαι, ἐπειδήπερ παρὰ παιδὸς ἐδιδάχθη κοίλαις ταῖς χερσὶν ἐγκύπτων πίνειν. Ταῦτα ἄν σοι καὶ τὰ τοιαῦτα ἡ σύνοικος ἡμῖν πενία μέμψαιτο, ταῖς μεγαλοδωρεαῖς ἐξοικισθεῖσα νῦν, προσθείη δὲ καὶ ἀπειλήν τινα ὅτι· «Εἴ σε ἐνταῦθα πάλιν λάβοιμι, Σικελικὴν ἢ Ἰταλιῶτιν τρυφὴν ἀποδείξω τὰ πρότερα· οὕτω σε ἀκριβῶς τοῖς παρ᾽ ἐμαυτῆς ἀμυνοῦμαι.» Καὶ ταύτῃ μὲν δὴ ταῦτα, ἥσθην δὲ ἀκούσας ἦρχθαί σε τῆς θεραπείας ἤδη, καὶ εὔχομαί σε ὄνασθαι αὐτῆς. Πρέποι δ᾽ ἂν τῇ ἱερᾷ σου ψυχῇ ἄλυπος ὑπηρεσία σώματος.
ΠΡΟΣ ΝΕΚΤΑΡΙΟΝ ΠΑΡΑΜΥΘΗΤΙΚΗ Οὔπω εἶχον τρίτην ἢ τετάρτην ἡμέραν πληγεὶς ἐπὶ τῇ ἀκοῇ τοῦ ἀφορήτου πάθους, καὶ ἔτι ἀμφίβολος ὤν, διὰ τὸ μηδὲ σαφῶς δυνηθῆναι ἡμῖν τὸν μηνυτὴν τῶν ἀνιαρῶν τὸ συμβὰν διηγήσασθαι καὶ τὸ ἀπεύχεσθαι ἀληθῆ εἶναι, δυσπαραδέκτως ἔχων πρὸς τὰ θρυλούμενα, ἐδεξάμην γράμμα τοῦ ἐπισκόπου ἀκριβῶς σημαῖνον τὴν ἀπευκτὴν ἀγγελίαν. Ἐφ᾽ ᾧ ὅσον μὲν ἐστέναξα καὶ ὅσον ἀφῆκα δάκρυον τί χρὴ καὶ λέγειν; Καὶ γὰρ τίς οὕτω λίθινος τὴν καρδίαν, ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως, ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβάν, ἢ μετρίῳ πάθει τὴν ψυχὴν καταληφθῆναι; Οἴκου λαμπροῦ διαδοχή, ἔρεισμα γένους, πατρίδος ἐλπίς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφέν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὤν, ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπασθεὶς οἴχεται.
Ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι καὶ εἰς συμπάθειαν ἀγαγεῖν; Ὥστε οὐδὲν μέγα, εἰ καὶ ἡμῶν διὰ βάθους ἥψατο τὸ κακόν, ὁλοκλήρως ἐξ ἀρχῆς προσπεφυκότων ὑμῖν καὶ τάς τε εὐφροσύνας ὑμῶν καὶ τὰς λύπας ἰδίας ἑαυτῶν ποιουμένων. Καίτοιγε ἐδόκει τὰ μέχρι τοῦ παρόντος χρόνου ὀλίγα θεῖναι τὰ λυποῦντα ὑμᾶς, ἐν τοῖς πλείστοις δὲ κατὰ ῥοῦν ὑμῖν τὰ πράγματα φέρεσθαι· ἀλλ᾽ ἀθρόως, βασκανίᾳ δαίμονος, πᾶσα τοῦ οἴκου ἐκείνου ἡ εὐθηνία καὶ ἡ φαιδρότης ἠφάνισται, καὶ ἐγενόμεθα τῷ βίῳ διήγημα σκυθρωπόν. Ἐὰν μὲν οὖν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει ἡμῖν ὁ χρόνος τοῦ βίου, πάντες δὲ ἄνθρωποι, μεθ᾽ ἡμῶν στένοντες, παρισῶσαι τῷ πάθει τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὸ τῶν ποταμῶν ῥεῦμα δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει.
Ἐὰν μέντοι θελήσωμεν τὸ τοῦ Θεοῦ δῶρον ὃ ἐναπέθετο ἐν ταῖς καρδίαις ἡμῶν προενεγκεῖν νῦν, τὸν λογισμὸν λέγω τὸν σώφρονα, ὃς καὶ ἐν ταῖς εὐημερίαις μέτρα οἶδε ταῖς ψυχαῖς ἡμῶν ὁρίζειν, καὶ ἐν ταῖς κατηφεστέραις περιστάσεσιν εἰς ὑπόμνησιν ἄγειν τῶν ἀνθρωπίνων, καὶ ὑποβάλλειν ἡμῖν ἅ τε εἴδομεν, ἅ τε ἠκούσαμεν, ὅτι γέμει ὁ βίος τῶν τοιούτων παθῶν καὶ πολλὰ τῶν ἀνθρωπίνων συμφορῶν ἐστι τὰ ὑποδείγματα, καί, ἐπὶ πᾶσιν, ὅτι πρόσταγμα Θεοῦ ἐστι τὸ μὴ λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις τοὺς εἰς Χριστὸν πεπιστευκότας, διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, καὶ ὅτι τῆς μεγάλης ὑπομονῆς μεγάλοι παρὰ τῷ Ἀθλοθέτῃ οἱ στέφανοι τῆς δόξης ἀπόκεινται· ἐὰν ἐπιτρέψωμεν τῷ λογισμῷ ταῦτα ἡμῖν κατεπᾴδειν, τάχα ἂν εὕροιμέν τινα μετρίαν τοῦ κακοῦ λύσιν. Διὸ παρακαλῶ σε, ὡς γενναῖον ἀγωνιστήν, στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν, ἐκεῖνο πεπεισμένον ὅτι, κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀπόδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. Αὐτὸς γὰρ οἶδε πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον καὶ διὰ τί ἄνισα ἡμῖν τοῦ βίου τὰ πέρατα. Ἔστι γάρ τις αἰτία ἀνθρώποις ἀκατάληπτος, δι᾽ ἣν οἳ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἳ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται.
Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν καὶ μὴ δυσχεραίνειν, μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἀνεφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο.» Ἡμέτερον ποιησώμεθα τὸ θαῦμα τοῦτο· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου Κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. Οὐκ ἀπεστερήθημεν τοῦ παιδός, ἀλλ᾽ ἀπεδώκαμεν τῷ χρήσαντι· οὐδὲ ἠφανίσθη αὐτοῦ ἡ ζωή, ἀλλ᾽ ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν ἡμῶν, ἀλλ᾽ οὐρανὸς ὑπεδέξατο. Μικρὸν ἀναμείνωμεν καὶ συνεσόμεθα τῷ ποθουμένῳ. Εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν προκατέλυσεν, ἀλλὰ πάντες ταύτην αὐτὴν πορευσόμεθα καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα. Μόνον γένοιτο ἡμᾶς δι᾽ ἀρετῆς τῇ καθαρότητι ἐκείνου ὁμοιωθῆναι, ἵνα διὰ τὸ ἄδολον τοῦ ἤθους τῆς αὐτῆς τοῖς ἐν Χριστῷ νηπίοις ἀναπαύσεως τύχωμεν.
ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΝΕΚΤΑΡΙΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ Ἔμελλον ἀποσιωπᾶν πρὸς τὴν κοσμιότητά σου, λογιζόμενος ὅτι, ὥσπερ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ, οὕτω καὶ ψυχῇ ὑπὸ θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ, ὁ λόγος ὀχληρός πως εἶναι δοκεῖ, ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. Ἐπεὶ δέ με εἰσῆλθεν ὅτι πρὸς χριστιανήν μοι ὁ λόγος ἔσται πάλαι πεπαιδευμένην τὰ θεῖα καὶ ἐμπαράσκευον οὖσαν πρὸς τὰ ἀνθρώπινα, οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον μοι. Οἶδα ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα, καί, ὅταν ἰδίως τὸ σὸν περὶ πάντας χρηστὸν καὶ ἥμερον ἐνθυμηθῶ, λογίζομαι πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. Παῖδα ἐζημιώθης ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι, ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς γῇ κατακρύψασα.
Ἐκείνου ὁ θάνατος πληγὴ ἐγένετο πατρίδων δύο, τῆς τε ἡμετέρας καὶ τῆς Κιλίκων. Ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν. Ὢ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι. Ὦ γῆ τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος. Ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. Καὶ τί ἄν τις τοσοῦτον εἴποι ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει;
Ἀλλ᾽ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγελίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν, ὥστε, εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα καὶ ἑαυτοὺς προσαπόλλυμεν.
Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν ὥστε τὰ ἄρρητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης. Νῦν πάρεστί σοι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. Ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον καὶ οὐκ ἐστέναξεν οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον, ἀλλ᾽ εὐχαριστοῦσα τῷ Θεῷ ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώποις ἐκρίθη. Μέγα τὸ πάθος, φημὶ κἀγώ, ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκείμενοι.
Ὅτε ἐγένου μήτηρ καὶ εἶδες τὸν παῖδα καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. Ἄδηλον εἰ μὴ εὔκαιρον τοῦτο, ἐπειδὴ ἡμεῖς ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς καὶ ὁρίζειν προθεσμίας ἀνθρωπίνῃ ζωῇ οὐκ ἐπιστάμεθα. Περίβλεψαι τὸν κόσμον ἅπαντα ἐν ᾧ κατοικεῖς, καὶ ἐννόησον ὅτι πάντα θνητὰ τὰ ὁρώμενα καὶ πάντα φθορᾷ ὑποκείμενα. Ἀνάβλεψον πρὸς τὸν οὐρανόν· καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον· οὐδὲ οὗτος διαμενεῖ.
Οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτά, πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα. Ἡ τούτων ἔννοια παραμυθία ἔστω τοῦ συμβεβηκότος. Μὴ καθ᾽ ἑαυτὸ μέτρει τὸ πάθος· ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν.
Ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω, φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις ἐστὲ παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφοράν, τῷ πάθει ἑαυτὴν ἀναλίσκουσα. Ὅλως δὲ οὐκ οἶμαι λόγον ἐξαρκεῖν εἰς παράκλησιν, ἀλλ᾽ εὐχῆς ἡγοῦμαι χρείαν εἶναι πρὸς τὰ παρόντα.
Εὔχομαι οὖν αὐτὸν τὸν Κύριον, τῇ ἀφάτῳ αὐτοῦ δυνάμει ἐφαψάμενόν σου τῆς καρδίας, ἐμποιῆσαι φῶς τῇ ψυχῇ σου διὰ τῶν ἀγαθῶν λογισμῶν, ἵν᾽ οἴκοθεν ἔχῃς τῆς παραμυθίας τὰς ἀφορμάς.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.