Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Εκκλησιαστική Διοίκηση και η Ομολογία της Νικαίας
Ενέργειες για την επίλυση τοπικών κρίσεων, αναφορά σε αντικανονικές χειροτονίες και προάσπιση της θεότητος του Αγίου Πνεύματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εκκλησιαστική Διοίκηση και η Ομολογία της Νικαίας
Ενέργειες για την επίλυση τοπικών κρίσεων, αναφορά σε αντικανονικές χειροτονίες και προάσπιση της θεότητος του Αγίου Πνεύματος.
ΜΕΛΕΤΙῼ ΕΠΙΣΚΟΠῼ ΑΝΤΙΟΧΕΙΑΣ Γράμματα ἐδεξάμην παρὰ τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου προστάσσοντα πάλιν γραφῆναι τοῖς Δυτικοῖς περί τινων ἐκκλησιαστικῶν. Καὶ ἐβουλήθη παρ᾽ ἡμῶν τυπωθῆναι τὴν ἐπιστολήν, ὑπογραφῆναι δὲ παρὰ πάντων τῶν κοινωνικῶν. Ἐπεὶ οὖν οὐχ εὗρον ὅπως ἐπιστείλω περὶ ὧν ἐπέταξε, παρέπεμψα τὸ ὑπομνηστικὸν τῇ θεοσεβείᾳ σου, ἵνα καὶ αὐτῷ ἐντυχὼν καὶ τοῖς ἀναφερομένοις παρὰ τοῦ ποθεινοτάτου ἀδελφοῦ Σαγκτησίμου τοῦ συμπρεσβυτέρου προσσχὼν αὐτὸς καταξιώσῃς, ὡς παρίσταταί σοι, περὶ τούτων τυπῶσαι, ἡμῶν ἑτοίμως ἐχόντων καὶ αὐτῷ συνθέσθαι καὶ ταχέως ποιῆσαι περικομισθῆναι τοῖς κοινωνικοῖς, ὥστε τὰς πάντων ὑπογραφὰς ἔχοντα ἀπελθεῖν τὸν μέλλοντα ὁρμᾶν πρὸς τοὺς κατὰ τὴν Δύσιν ἐπισκόπους.
Ταχέως ἡμῖν τὸ παριστάμενον τῇ ὁσιότητί σου γνωρισθῆναι κέλευσον, ἵνα μὴ ἀγνοῶμεν τὰ δόξαντά σοι. Περὶ δὲ τῶν τυρευομένων ἢ καὶ ἤδη ἐσκευωρημένων καθ᾽ ἡμῶν ἐν τῇ Ἀντιοχείᾳ ἀνοίσει ὁ αὐτὸς ἀδελφὸς τῇ τιμιότητί σου, ἐάν περ μὴ προλαβοῦσα ἡ φήμη τῶν γενομένων φανερὰ ποιήσῃ τὰ πεπραγμένα. Καὶ γὰρ ἐγγύς ἐστιν ἡ ἐλπὶς τῆς ἐκβάσεως τῶν ἀπειλουμένων. Γινώσκειν δὲ βούλομαι τὴν εὐλάβειάν σου ὅτι ὁ ἀδελφὸς Ἄνθιμος Φαῦστον, τὸν συνόντα τῷ Πάπᾳ, ἐπίσκοπον ἐχειροτόνησε μηδὲ ψήφους δεξάμενος καὶ τῷ τόπῳ χειροτονήσας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Κυρίλλου, ὥστε στάσεων ἐμπλῆσαι τὴν Ἀρμενίαν. Ἵνα τοίνυν μὴ καταψεύσωνται ἡμῶν, μηδὲ αὐτοὶ τὴν αἰτίαν σχῶμεν τῆς ἀταξίας τῶν γενομένων, ἐγνώρισα ταῦτα τῇ σεμνότητί σου. Δῆλον δὲ ὡς καὶ αὐτὸς καταξιώσεις γνώριμα ποιῆσαι τοῖς λοιποῖς. Ἡγοῦμαι γὰρ πολλοὺς λυπήσειν τὴν ἀταξίαν ταύτην.
ΘΕΟΔΟΤῼ ΕΠΙΣΚΟΠῼ ΝΙΚΟΠΟΛΕΩΣ Πολὺς ὁ χειμὼν καὶ ἐπὶ τὸ μακρότατον παραταθείς, ὡς μηδὲ τὰς διὰ γραμμάτων παραμυθίας ῥᾳδίως ἡμῖν ὑπάρχειν. Ὅθεν ὀλιγάκις οἶδα καὶ ἐπιστείλας τῇ εὐλαβείᾳ σου καὶ δεξάμενος γράμματα. Ἀλλ᾽ ἐπειδὴ ὁ ποθεινότατος ἀδελφὸς ἡμῶν Σαγκτήσιμος ὁ συμπρεσβύτερος τὴν μέχρις ὑμῶν ὁδοιπορίαν ὑπέστη, δι᾽ αὐτοῦ καὶ προσφθέγγομαί σου τὴν κοσμιότητα καὶ παρακαλῶ προσεύχεσθαι ὑπὲρ ἐμοῦ καὶ χρῆσαι τὴν ἀκοὴν τῷ προειρημένῳ, ὥστε παρ᾽ αὐτοῦ διδαχθῆναι τὰ τῶν Ἐκκλησιῶν ἐν οἷς ἐστι καὶ τὴν δυνατὴν σπουδὴν εἰσενέγκασθαι εἰς τὰ προκείμενα.
Γίνωσκε δὲ ὅτι Φαῦστος γράμματα ἔχων ἧκε πρὸς ἡμᾶς παρὰ Πάπα ἀξιοῦντα αὐτὸν γενέσθαι ἐπίσκοπον. Ἐπειδὴ δὲ ᾐτήσαμεν ἡμεῖς μαρτυρίαν τῆς σῆς εὐλαβείας καὶ τῶν λοιπῶν ἐπισκόπων, καταφρονήσας ἡμῶν πρὸς Ἄνθιμον ᾤχετο καὶ παρ᾽ αὐτοῦ λαβὼν τὴν χειροτονίαν χωρὶς ἡμετέρας ὑπομνήσεως ἐπανῆκε.
ΠΟΙΜΕΝΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΤΑΛΩΝ Πάντως ἐπεζήτησας γράμματα παρὰ τῶν Ἀρμενίων, ὅτε ἐπανῆκαν διὰ σοῦ, καὶ τὴν αἰτίαν ἔμαθες δι᾽ ἣν οὐκ ἔδωκα αὐτοῖς τὴν ἐπιστολήν. Εἰ μὲν οὖν εἶπον φιλαληθῶς, ἔδωκας ἡμῖν αὐτόθεν τὴν συγγνώμην· εἰ δὲ ἀπεκρύψαντο ἐκεῖνοι, ὅπερ οὖν εἰκάζω, ἀλλὰ παρ᾽ ἡμῶν ἄκουε. Ὁ τὰ πάντα γενναῖος Ἄνθιμος ὁ διὰ μακροῦ χρόνου τὴν πρὸς ἡμᾶς εἰρήνην σπεισάμενος, ἐπειδὴ εὗρε καιρὸν ἑαυτοῦ τε κενοδοξίαν ἐκπληρῶσαι καὶ ἡμῖν λύπην τινὰ προξενῆσαι, ἐχειροτόνησε τὸν Φαῦστον ἰδίᾳ αὐθεντίᾳ καὶ ἰδίᾳ χειρὶ οὐδενὸς ὑμῶν ἀναμείνας ψῆφον καὶ ἡμῶν καταγελάσας ἀκριβολογουμένων περὶ τὰ τοιαῦτα. Ἐπεὶ οὖν συνέχεε μὲν παλαιὰν εὐταξίαν, κατεφρόνησε δὲ καὶ ὑμῶν παρ᾽ ὧν ἀνέμενον ἐγὼ τὴν μαρτυρίαν δέξασθαι, ἐποίησε δὲ πρᾶγμα οὐκ οἶδα εἰ εὐάρεστον Θεῷ, τούτου ἕνεκεν λυπηθεὶς πρὸς αὐτοὺς οὐδεμίαν ἔδωκα ἐπιστολὴν πρὸς οὐδένα τῶν Ἀρμενίων οὐδὲ πρὸς τὴν σὴν εὐλάβειαν. Ἀλλ᾽ οὐδὲ εἰς κοινωνίαν ἐδεξάμην τὸν Φαῦστον φανερῶς διαμαρτυρόμενος ὅτι, εἰ μὴ ὑμέτερά μοι κομίσειε γράμματα, πάντα τὸν χρόνον ἔσομαι καὶ αὐτὸς ἠλλοτριωμένος καὶ τοὺς ὁμοψύχους μοι οὕτω διαθήσω πρὸς αὐτὸν ἔχειν. Εἰ μὲν οὖν ἰάσιμα τὰ γενόμενα, σπούδασον αὐτός τε ἐπιστεῖλαι μαρτυρῶν αὐτῷ, εἰ ὁρᾷς ἀγαθὴν τοῦ ἀνδρὸς τὴν ζωήν, καὶ τοὺς ἄλλους προτρέψασθαι.
Εἰ δὲ ἀνίατα, καὶ τοῦτό μοι φανερὸν ποίησον, ὥστε μηκέτι με αὐτοῖς καθόλου προσέχειν, εἰ καὶ ὅτι, ὡς ἔδειξαν, ὥρμηνται λοιπὸν πρὸς τὸν Ἄνθιμον ἑαυτῶν μεταθεῖναι τὴν κοινωνίαν, ἡμῶν καὶ τῆς Ἐκκλησίας ταύτης ὡς ἑώλων εἰς φιλίαν καταφρονήσαντες.
ΟΥΡΒΙΚΙῼ ΜΟΝΑΖΟΝΤΙ Ἔμελλες ἡμῖν παρέσεσθαι (καὶ τὸ ἀγαθὸν ἐγγὺς) ἄκρῳ γοῦν δακτύλῳ καταψύξων ἡμᾶς ἐν τοῖς πειρασμοῖς φλεγομένους. Εἶτα τί; Αἱ ἁμαρτίαι ἡμῶν ἀντέβησαν καὶ διεκώλυσαν τὴν ὁρμήν, ἵν᾽ ἀθεράπευτα κάμνωμεν. Ὥσπερ γὰρ ἐν τοῖς κύμασι τὸ μὲν λήγει, τὸ δὲ ἀνίσταται, τὸ δὲ ἤδη φρίκῃ μελαίνεται, οὕτω καὶ τῶν ἡμετέρων κακῶν τὰ μὲν πέπαυται, τὰ δὲ πάρεστι, τὰ δὲ προσδοκᾶται, καὶ μία τῶν κακῶν ἡμῖν, ὡς ἐπὶ τὸ πλεῖστον, ἀπαλλαγή, εἶξαι τῷ καιρῷ καὶ ὑπεξελθεῖν τοῖς διώκουσιν. Ἀλλὰ καὶ ἡμῖν ἧκε μόλις ἢ παραμυθούμενος ἢ καὶ γνώμην δώσων ἢ καὶ προπέμψων, πάντως δὲ αὐτῷ τῷ ὀφθῆναι ῥᾴους ποιήσων.
Καὶ τὸ μέγιστον, εὔχου καὶ ὑπερεύχου μὴ καὶ τοὺς λογισμοὺς ἡμῶν βαπτισθῆναι ὑπὸ τοῦ κακοῦ κλύδωνος ἀλλ᾽ ἐν πᾶσι διαφυλάσσειν τῷ Θεῷ τὸ εὐχάριστον, ἵνα μὴ ἐν τοῖς κακοῖς δούλοις ἀριθμηθῶμεν ἀγαθύνοντι μὲν ἐξομολογούμενοι, παιδεύοντι δὲ διὰ τῶν ἐναντίων μὴ προστιθέμενοι, ἀλλὰ καὶ δι᾽ αὐτῶν τῶν δυσχερῶν ὠφελώμεθα μᾶλλον αὐτῷ πιστεύοντες ὅτε καὶ μᾶλλον χρῄζομεν.
ΘΕΟΔΩΡῼ Λέγουσί τινες τοὺς ἑαλωκότας τῷ πάθει τοῦ ἔρωτος, ὅταν κατά τινα βιαιοτέραν ἀνάγκην τῶν ποθουμένων ἀπάγωνται, εἰ πρὸς τὴν εἰκόνα τῆς ἀγαπηθείσης μορφῆς ἀποβλέψειαν, τὸ σφοδρὸν ἀναπαύειν τοῦ πάθους διὰ τῆς ἐν ὀφθαλμοῖς ἀπολαύσεως. Εἰ μὲν οὖν ἀληθῆ ταῦτα ἢ μή, λέγειν οὐκ ἔχω· ὃ δέ μοι πρὸς τὴν σὴν συμβέβηκεν ἀγαθότητα οὐ πόρρω τῶν εἰρημένων ἐστίν. Ἐπειδὴ γὰρ γέγονέ τις διάθεσις ἐμοὶ πρὸς τὴν ἱερὰν καὶ ἄδολόν σου ψυχήν, ἵν᾽ οὕτως εἴπω, ἐρωτική, τὸ δὲ ἀπολαύειν τῶν ποθουμένων, ὡς οὐδὲ ἄλλο τι τῶν ἀγαθῶν, ἐν εὐκολίᾳ ἡμῖν ἐστι διὰ τὴν ἐκ τῶν ἁμαρτιῶν ἐναντίωσιν, ἐνόμισα εἰκόνα τῆς ἀγαθότητός σου ἐναργεστάτην ἐν τῇ τῶν εὐλαβεστάτων ἀδελφῶν ἡμῶν παρουσίᾳ ἑωρακέναι. Καὶ γὰρ εἰ δίχα τούτων συνέβη τῇ σῇ με περιτυχεῖν γνησιότητι, ἐλογισάμην ἂν ἐν σοὶ κἀκείνους ἑωρακέναι, διότι τῆς ἀγάπης, λέγω, τοσοῦτον ἐν ἑκάστῳ ὑμῶν τὸ μέτρον ἐστὶν ὡς ἐπίσης τὴν περὶ τοῦ πλείονος ἑκάστῳ φιλονεικίαν ἐμφαίνεσθαι. Ἐπὶ τούτοις ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ καὶ εὔχομαι, εἴπερ ἔτι ὑπολείπεταί τις χρόνος ζωῆς, γενέσθαι μοι διὰ σοῦ τὴν ζωὴν ἡδεῖαν, ὡς, τό γε νῦν, ἄθλιον πρᾶγμα τὸ ζῆν καὶ φευκτὸν εἶναι ἡγοῦμαι τῆς τῶν φιλτάτων συνουσίας κεχωρισμένον. Οὐ γάρ ἐστι, κατὰ τὴν ἐμὴν κρίσιν, ἐφ᾽ ᾧ τις ἂν εὐθυμήσειε τῶν ἀληθῶς ἀγαπώντων διεζευγμένος.
ΑΝΤΙΓΡΑΦΟΝ ΠΙΣΤΕΩΣ ΥΠΑΓΟΡΕΥΘΕΙΣΗΣ ΠΑΡΑ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΒΑΣΙΛΕΙΟΥ ῌ ΥΠΕΓΡΑΨΕΝ ΕΥΣΤΑΘΙΟΣ Ο ΣΕΒΑΣΤΕΙΑΣ ΕΠΙΣΚΟΠΟΣ Τοὺς ἢ προληφθέντας ἑτέρᾳ πίστεως ὁμολογίᾳ καὶ μετατίθεσθαι πρὸς τὴν τῶν ὀρθῶν συνάφειαν βουλομένους ἢ καὶ νῦν πρῶτον ἐν τῇ κατηχήσει τοῦ λόγου τῆς ἀληθείας ἐπιθυμοῦντας γενέσθαι διδάσκεσθαι χρὴ τὴν ὑπὸ τῶν μακαρίων Πατέρων ἐν τῇ κατὰ Νίκαιάν ποτε συγκροτηθείσῃ συνόδῳ γραφεῖσαν πίστιν. Τὸ δὲ αὐτὸ τοῦτο χρήσιμον ἂν εἴη καὶ πρὸς τοὺς ὑπονοουμένους ἐναντίως ἔχειν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ καὶ συσκιάζοντας ἑαυτῶν ἀποφυγαῖς εὐπροσώποις τὸ τῆς κακοδοξίας φρόνημα. Καὶ γὰρ καὶ τούτοις αὐτάρκης ἡ ἐγκειμένη πίστις. Ἢ γὰρ διορθώσαιντο ἑαυτῶν τὴν ἐν τῷ κρυπτῷ νόσον ἢ συγκαλύπτοντες αὐτὴν ἐν τῷ βάθει αὐτοὶ μὲν τὸ κρίμα τῆς ἀπάτης βαστάσουσιν, ἡμῖν δὲ τὴν ἀπολογίαν κούφην ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως παρασκευάσουσιν, ὅτε ἀποκαλύψει ὁ Κύριος τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν.
Λαμβάνειν τοίνυν αὐτοὺς ὁμολογοῦντας προσήκει ὅτι πιστεύουσι κατὰ τὰ ῥήματα τὰ ὑπὸ τῶν Πατέρων ἡμῶν ἐκτεθέντα ἐν τῇ Νικαίᾳ καὶ κατὰ τὴν ὑγιῶς ὑπὸ τῶν ῥημάτων τούτων ἐμφαινομένην διάνοιαν. Εἰσὶ γάρ τινες οἱ καὶ ἐν ταύτῃ τῇ πίστει δολοῦντες τὸν λόγον τῆς ἀληθείας καὶ πρὸς τὸ ἑαυτῶν βούλημα τὸν νοῦν τῶν ἐν αὐτῇ ῥημάτων ἕλκοντες. Ὅπου γε καὶ Μάρκελλος ἐτόλμησεν ἀσεβῶν εἰς τὴν ὑπόστασιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ψιλὸν αὐτὸν ἐξηγούμενος λόγον ἐκεῖθεν προφασίσασθαι τὰς ἀρχὰς εἰληφέναι τοῦ ὁμοουσίου τὴν διάνοιαν κακῶς ἐξηγούμενος.
Καί τινες τῶν ἀπὸ τῆς δυσσεβείας τοῦ Λίβυος Σαβελλίου ὑπόστασιν καὶ οὐσίαν ταὐτὸν εἶναι ὑπολαμβάνοντες ἐκεῖθεν ἕλκουσι τὰς ἀφορμὰς πρὸς τὴν κατασκευὴν τῆς ἑαυτῶν βλασφημίας, ἐκ τοῦ ἐγγεγράφθαι τῇ πίστει ὅτι· «Ἐὰν δέ τις λέγῃ ἐξ ἑτέρας οὐσίας ἢ ὑποστάσεως τὸν Υἱόν, ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.» Οὐ γὰρ ταὐτὸν εἶπον ἐκεῖ οὐσίαν καὶ ὑπόστασιν. Εἰ γὰρ μίαν καὶ τὴν αὐτὴν ἐδήλουν ἔννοιαν αἱ φωναί, τίς χρεία ἦν ἑκατέρων; Ἀλλὰ δῆλον ὅτι ὡς τῶν μὲν ἀρνουμένων τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Πατρός, τῶν δὲ λεγόντων οὔτε ἐκ τῆς οὐσίας, ἀλλ᾽ ἐξ ἄλλης τινὸς ὑποστάσεως, οὕτως ἀμφότερα ὡς ἀλλότρια τοῦ ἐκκλησιαστικοῦ φρονήματος ἀπηγόρευσαν. Ἐπεὶ ὅπου γε τὸ ἑαυτῶν ἐδήλουν φρόνημα, εἶπον ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν οὐκέτι προσθέντες καὶ τὸ ἐκ τῆς ὑποστάσεως. Ὥστε ἐκεῖνο μὲν ἐπ᾽ ἀθετήσει κεῖται τοῦ πονηροῦ φρονήματος, τοῦτο δὲ φανέρωσιν ἔχει τοῦ σωτηρίου δόγματος. Δεῖ τοίνυν ὁμολογεῖν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρί, καθὼς γέγραπται. Ὁμολογεῖν δὲ ἐν ἰδίᾳ μὲν ὑποστάσει τὸν Πατέρα, ἐν ἰδίᾳ δὲ τὸν Υἱὸν καὶ ἐν ἰδίᾳ τὸ Πνεῦμα τὸ Ἅγιον, καθὰ καὶ αὐτοὶ σαφῶς ἐκδεδώκασιν. Αὐτάρκως γὰρ καὶ σαφῶς ἐνεδείξαντο εἰπόντες «Φῶς ἐκ Φωτὸς» ὅτι ἕτερον μὲν τὸ γεννῆσαν φῶς, ἕτερον δὲ τὸ γεννηθέν, Φῶς μέντοι καὶ Φῶς, ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν τῆς οὐσίας λόγον.
Ἐγκείσθω δὲ ἡμῖν καὶ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν συγγραφεῖσα. «Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός· Θεὸν ἐκ Θεοῦ, Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα· ὁμοούσιον τῷ Πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ. Τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας· ἦν ποτε ὅτε οὐκ ἦν καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τοὺς τοιούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.»
Ἐπεὶ οὖν ἐνταῦθα τὰ μὲν ἄλλα ἀρκούντως καὶ ἀκριβῶς διώρισται, τὰ μὲν ἐπὶ διορθώσει τῶν βλαβέντων, τὰ δὲ εἰς προφυλακὴν τῶν προσδοκωμένων ὑποφυήσεσθαι, ὁ δὲ περὶ τοῦ Πνεύματος λόγος ἐν παραδρομῇ κεῖται οὐδεμιᾶς ἐξεργασίας ἀξιωθεὶς διὰ τὸ μηδέπω τότε τοῦτο κεκινῆσθαι τὸ ζήτημα, ἀλλ᾽ ἀνεπιβούλευτον ἐνυπάρχειν ταῖς τῶν πιστευόντων ψυχαῖς τὴν περὶ αὐτοῦ διάνοιαν, κατὰ μικρὸν δὲ προϊόντα τὰ πονηρὰ τῆς ἀσεβείας σπέρματα ἃ πρότερον μὲν ὑπὸ Ἀρείου τοῦ προστάτου τῆς αἱρέσεως κατεβλήθη, ὕστερον δὲ ὑπὸ τῶν τὰ ἐκείνου κακῶς διαδεξαμένων ἐπὶ λύμῃ τῶν Ἐκκλησιῶν ἐξετράφη καὶ ἡ ἀκολουθία τῆς ἀσεβείας εἰς τὴν κατὰ τοῦ Πνεύματος βλασφημίαν ἀπέσκηψεν, ἀναγκαῖον πρὸς τοὺς μὴ φειδομένους ἑαυτῶν μηδὲ προορωμένους τὴν ἄφυκτον ἀπειλὴν ἣν τοῖς βλασφημοῦσιν εἰς τὸ Πνεῦμα τὸ Ἅγιον ὁ Κύριος ἡμῶν ἐπανετείνατο ἐκεῖνο προτείνειν ὅτι χρὴ αὐτοὺς ἀναθεματίζειν τοὺς λέγοντας κτίσμα τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τοὺς νοοῦντας οὕτω καὶ τοὺς μὴ ὁμολογοῦντας αὐτὸ φύσει ἅγιον εἶναι, ὡς ἔστι φύσει ἅγιος ὁ Πατὴρ καὶ φύσει ἅγιος ὁ Υἱός, ἀλλ᾽ ἀποξενοῦντας αὐτὸ τῆς θείας καὶ μακαρίας φύσεως.
Ἀπόδειξις δὲ τοῦ ὀρθοῦ φρονήματος τὸ μὴ χωρίζειν αὐτὸ Πατρὸς καὶ Υἱοῦ (δεῖ γὰρ ἡμᾶς βαπτίζεσθαι μὲν ὡς παρελάβομεν, πιστεύειν δὲ ὡς βαπτιζόμεθα, δοξάζειν δέ, ὡς πεπιστεύκαμεν, Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα), ἀφίστασθαι δὲ τῆς κοινωνίας τῶν κτίσμα λεγόντων ὡς φανερῶς βλασφημούντων, ἐκείνου διωμολογημένου (ἀναγκαία γὰρ ἡ ἐπισημείωσις διὰ τοὺς συκοφάντας) ὅτι οὔτε ἀγέννητον λέγομεν τὸ Πνεῦμα τὸ Ἅγιον, ἕνα γὰρ οἴδαμεν ἀγέννητον καὶ μίαν τῶν ὄντων ἀρχήν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὔτε γεννητόν, ἕνα γὰρ Μονογενῆ ἐν τῇ παραδόσει τῆς πίστεως δεδιδάγμεθα· τὸ δὲ Πνεῦμα τῆς ἀληθείας ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι διδαχθέντες ἐκ τοῦ Θεοῦ εἶναι ὁμολογοῦμεν ἀκτίστως. Ἀναθεματίζειν δὲ καὶ τοὺς λειτουργικὸν λέγοντας τὸ Πνεῦμα τὸ Ἅγιον, ὡς διὰ τῆς φωνῆς ταύτης εἰς τὴν τοῦ κτίσματος κατάγοντας τάξιν. Τὰ γὰρ λειτουργικὰ πνεύματα κτίσματα ἡμῖν ἡ Γραφὴ παρέδωκεν εἰποῦσα ὅτι «Πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα.» Διὰ δὲ τοὺς πάντα φύροντας καὶ μὴ φυλάσσοντας τὴν ἐν τοῖς Εὐαγγελίοις διδασκαλίαν ἀναγκαῖόν ἐστι καὶ τοῦτο προσδιαστείλασθαι ὅτι φεύγειν δεῖ καὶ τοὺς τὴν ἀκολουθίαν ἣν παρέδωκεν ἡμῖν ὁ Κύριος ἐναμείβοντας, ὡς φανερῶς μαχομένους τῇ εὐσεβείᾳ, καὶ Υἱὸν μὲν προτάσσοντας τοῦ Πατρός, Υἱοῦ δὲ τὸ Πνεῦμα τὸ Ἅγιον προτιθέντας.
Ἀκίνητον γὰρ καὶ ἀπαρεγχείρητον φυλάσσειν προσήκει τὴν ἀκολουθίαν ἣν ἐξ αὐτῆς τοῦ Κυρίου τῆς φωνῆς παρελάβομεν εἰπόντος· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος.» Ὑπογραφὴ Εὐσταθίου ἐπισκόπου.
Εὐστάθιος ἐπίσκοπος σοὶ Βασιλείῳ ἀναγνοὺς ἐγνώρισα καὶ συνῄνεσα τοῖς προγεγραμμένοις. Ὑπέγραψα δὲ συμπαρόντων μοι τῶν ἀδελφῶν, τοῦ ἡμετέρου Φρόντωνος καὶ τοῦ χωρεπισκόπου Σεβήρου καὶ ἄλλων τινῶν κληρικῶν.
ΑΤΑΡΒΙῼ Παραγενόμενοι μέχρι τῆς Νικοπόλεως ἐπ᾽ ἐλπίδι τοῦ καὶ τὰς κινηθείσας ταραχὰς ἐπανορθώσασθαι καὶ τὴν ἐνδεχομένην ἐπαγαγεῖν παραμυθίαν τοῖς ἀτάκτως καὶ παρὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν γενομένοις, σφόδρα ἠθυμήσαμεν μὴ καταλαβόντες σου τὴν χρηστότητα, ἀλλὰ μαθόντες ἐξεληλακέναι σε πρὸς πᾶσαν ἔπειξιν καὶ ταῦτα μεσούσης σχεδὸν τῆς συνόδου τῆς παρ᾽ ὑμῶν τελουμένης.
Διὸ ἀναγκαίως ἐπὶ τὸ γράμμα ἤλθομεν δι᾽ οὗ ὑπομιμνήσκομεν ἀπαντῆσαι πρὸς ἡμᾶς, ἵνα αὐτὸς διὰ σαυτοῦ παραμυθήσῃ ἡμῶν τὴν λύπην ἣν μέχρι θανάτου λελυπήμεθα ἀκούσαντες ἐπὶ μέσης τῆς Ἐκκλησίας τετολμῆσθαι πράγματα οὔπω μέχρι τῆς ἡμέρας ταύτης εἰς ἀκοὴν ἡμετέραν ἐλθόντα. Καὶ ταῦτα μὲν εἰ καὶ λυπηρὰ καὶ βαρέα, ἀλλ᾽ ἔτι φορητὰ διὰ τὸ εἰς ἄνθρωπον γεγενῆσθαι ὅς, τὴν ὑπὲρ ὧν πέπονθεν ἐκδίκησιν τῷ Θεῷ ἐπιτρέψας, ὅλος ἐστὶ τῆς εἰρήνης καὶ τοῦ μηδὲν παρὰ τὴν αὐτοῦ αἰτίαν βλαβερὸν γίνεσθαι τῷ λαῷ τοῦ Θεοῦ.
Ἐπειδὴ δέ τινες τῶν τιμίων καὶ πάσης πίστεως ἀξίων ἀδελφῶν ἀπήγγειλαν ἡμῖν ὡς περὶ τὴν πίστιν καινοτομουμένων τινῶν καὶ λαλουμένων παρὰ σοῦ ὑπεναντίως τῇ ὑγιαινούσῃ διδασκαλίᾳ, ἐπὶ τούτοις πλέον συγκινηθέντες καὶ πολὺν ἀγῶνα ἀγωνιάσαντες μή πού τι πρὸς τοῖς μυρίοις τραύμασιν οἷς πέπονθεν ἡ Ἐκκλησία παρὰ τῶν εἰς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου ἐξαμαρτόντων ἔτι καὶ ἄλλο ἀναφυῇ κακόν, ἀνανεωθείσης τῆς παλαιᾶς τοῦ ἐχθροῦ τῆς Ἐκκλησίας Σαβελλίου αἱρέσεως (τούτοις γὰρ οἱ ἀδελφοὶ ἀπήγγελον ἡμῖν συγγενῆ εἶναι τὰ εἰρημένα), τούτου ἕνεκεν ἐπεστείλαμεν, ἵνα μὴ ὀκνήσῃς μικρὸν διάστημα κινηθεὶς καταλαβεῖν ἡμᾶς καὶ τὴν ἐπὶ τούτοις πληροφορίαν παρασχόμενος ἡμῶν τε τὴν ὀδύνην καταπραῧναι καὶ τὰς τοῦ Θεοῦ Ἐκκλησίας παραμυθήσασθαι τὰς νῦν ἀφορήτως καὶ βαρέως ἐπί τε τοῖς πεπραγμένοις καὶ ἐπὶ τοῖς θρυλουμένοις εἰρῆσθαι παρὰ σοῦ λυπουμένας.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.