Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Διωγμοί, Εξορίες και ο Αγώνας για την Ειρήνευση των Εκκλησιών

Παρηγορητικά μηνύματα προς εξόριστους επισκόπους, όπως ο Ευσέβιος, και αναφορές στις συνεχείς ασθένειες του συγγραφέα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 18 από 40

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Ὁ φιλάνθρωπος Θεὸς ὁ συμμέτρους ταῖς θλίψεσι τὰς παρακλήσεις συνάπτων καὶ παρακαλῶν τοὺς ταπεινούς, ἵνα μὴ λάθωσιν ὑπὸ τῆς περισσοτέρας λύπης καταποθέντες, ἴσην ταῖς ἐπιγενομέναις ἡμῖν κατὰ τὴν Νικόπολιν ταραχαῖς τὴν παραμυθίαν ἐπήγαγε τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰουβῖνον ἐν καιρῷ ἐπιστήσας· ὃς ὅπως εὐκαίρως ἡμῖν ἐπεφάνη, αὐτὸς διηγησάσθω. Ἡμεῖς γὰρ φειδόμενοι τοῦ μήκους τῆς ἐπιστολῆς σιωπήσομεν καὶ ἵνα μὴ δόξωμεν τοὺς ἐκ μεταβολῆς ἀγαπητοὺς ἡμῖν γενομένους οἱονεὶ τῇ ὑπομνήσει τοῦ σφάλματος στηλιτεύειν. Ἀλλὰ παράσχοι ὁ ἅγιος Θεὸς ἐπιστῆναί σε τοῖς ἡμετέροις τόποις, ὥστε περιπτύξασθαι μὲν τὴν σὴν σεμνοπρέπειαν, διηγήσασθαι δὲ τὰ καθ᾽ ἕκαστον. Πέφυκε γάρ πως τὰ κατὰ τὴν πεῖραν λυπήσαντα ψυχαγωγίαν ἔχειν ἐν διηγήμασι. Πλὴν ἀλλ᾽ ὑπὲρ ὧν τελείως μὲν ὡς πρὸς τὴν εἰς ἡμᾶς ἀγάπην, προηγουμένως δὲ καὶ στιβαρῶς ὡς πρὸς τὴν τῶν κανόνων ἀκρίβειαν ὁ θεοφιλέστατος ἐπίσκοπος ἐκινήθη ἐπαίνεσον αὐτόν, καὶ εὐχαρίστησον τῷ Κυρίῳ ὅτι τὰ σὰ θρέμματα πανταχοῦ τὸν χαρακτῆρα τῆς σῆς σεμνότητος δείκνυσιν.

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Ἐγὼ τὴν περὶ τὸ εἰρηνεύεσθαι τὰς Ἐκκλησίας τοῦ Κυρίου σπουδὴν ἔργῳ μὲν ἐνδείξασθαι ἀξίως οὔπω δεδύνημαι, ἐν δὲ τῇ καρδίᾳ μου τοσαύτην ἔχειν ἐπιθυμίαν φημὶ ὥστε ἡδέως ἂν καὶ τὴν ζωὴν τὴν ἐμαυτοῦ προέσθαι ὑπὲρ τοῦ τὴν ὑπὸ τοῦ Πονηροῦ ἐξαφθεῖσαν φλόγα τοῦ μίσους κατασβεσθῆναι. Καὶ εἰ μὴ τῆς ἐπιθυμίας ἕνεκεν τῆς κατὰ τὴν εἰρήνην ἠνεσχόμην ἐγγίσαι τοῖς κατὰ Κολώνειαν τόποις, μὴ εἰρηνευθείη μοι ἡ ζωή. Εἰρήνην μέντοι τὴν ἀληθινὴν τὴν ὑπ᾽ αὐτοῦ τοῦ Κυρίου καταλειφθεῖσαν ἡμῖν ἐπιζητῶ, καὶ ὃ παρεκάλεσά μοι εἰς πληροφορίαν ὑπάρξαι οὐκ ἄλλο τι ἐπιθυμοῦντός ἐστιν ἢ τῆς ἀληθινῆς εἰρήνης, κἂν ἄλλως τινὲς διαστρέφοντες τὴν ἀλήθειαν ἐξηγῶνται. Ἐκεῖνοι μὲν οὖν κεχρήσθωσαν ταῖς γλώσσαις αὐτῶν ἐφ᾽ ἃ βούλονται· πάντως γὰρ αὐτοῖς ποτε τῶν ῥημάτων τούτων μεταμελήσει.

Τὴν δὲ σὴν ὁσιότητα παρακαλῶ μεμνῆσθαι τῶν ἐξ ἀρχῆς προτάσεων καὶ μὴ παράγεσθαι ἄλλας ἀποκρίσεις ἀντ᾽ ἄλλων ἐρωτημάτων δεχομένην, μηδὲ ποιεῖν ἐνεργὰ τὰ σοφίσματα τῶν ἄνευ τῆς περὶ τὸ λέγειν δυνάμεως ἀπ᾽ αὐτῆς μόνης τῆς γνώμης δεινότατα πάντων τὴν ἀλήθειαν κακουργούντων. Προέτεινα γὰρ ἁπλᾶ καὶ σαφῆ καὶ εὐμνημόνευτα ῥήματα· εἰ τοὺς μὴ δεχομένους τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμεθα εἰς κοινωνίαν, καὶ εἰ μετὰ τῶν κτίσμα λέγειν τὸ Πνεῦμα τὸ Ἅγιον ἀποτολμώντων τὸ μέρος ἔχειν οὐκ ἀνεχόμεθα. Ὁ δέ, ἀντὶ τοῦ πρὸς ἔπος ταῖς ἐρωτήσεσιν ἀποκρίνασθαι, ἐκεῖνα ἡμῖν ἐρραψῴδησεν ἅπερ ἐπέστειλας, καὶ τοῦτο οὐκ ἀφελείᾳ γνώμης, ὡς ἄν τῳ δόξαι, οὐδὲ τῷ μὴ δύνασθαι συνορᾶν τὸ ἀκόλουθον. Ἀλλ᾽ ἐκεῖνο λογίζεται ὅτι ἀρνούμενος μὲν ἡμῶν τὴν πρότασιν τοῖς λαοῖς ἑαυτὸν κατάδηλον ποιήσει, συντιθέμενος δὲ ἡμῖν τῆς μεσότητος ἀποστήσεται, ἧς οὐδὲν αὐτῷ μέχρι τοῦ νῦν γέγονε προτιμότερον. Μὴ τοίνυν ἡμᾶς κατασοφιζέσθω μηδὲ μετὰ τῶν ἄλλων καὶ τὴν σὴν παρακρουέσθω φρόνησιν, ἀλλὰ σύντομον ἡμῖν λόγον ἀποστειλάτω πρὸς τὸ ἐρώτημα, ἢ ὁμολογῶν τὴν κοινωνίαν πρὸς τοὺς ἐχθροὺς τῆς πίστεως ἢ ἀρνούμενος. Ἐὰν ταῦτα συμπείσῃς αὐτὸν καὶ πέμψῃς μοι ὀρθὰς καὶ οἵας εὔχομαι τὰς ἀποκρίσεις, ἐγώ εἰμι ὁ τὰ κατόπιν πάντα ἡμαρτηκώς, ἐγὼ δέχομαι πᾶσαν τὴν αἰτίαν ἐκείνην ἐπ᾽ ἐμαυτόν· τότε με ἀπαίτει ταπεινοφροσύνης ἐπίδειξιν.

Ἕως δ᾽ ἂν μηδὲν γένηται τούτων, σύγγνωθι, θεοφιλέστατε Πάτερ, μὴ δυναμένῳ μετὰ ὑποκρίσεως θυσιαστηρίῳ Θεοῦ παρεστάναι. Εἰ γὰρ μὴ τοῦτο ἐφοβούμην, τίνος ἕνεκεν ἐμαυτὸν ἐχώριζον Εὐιππίου, τοιούτου μὲν τὰ περὶ λόγους, τοσοῦτον δὲ χρόνῳ προήκοντος, τοσαῦτα δὲ τῆς πρὸς ἡμᾶς φιλίας δίκαια κεκτημένου; Εἰ δὲ ἐκεῖνα καλῶς καὶ προσηκόντως ὑπὲρ τῆς ἀληθείας ἐπράξαμεν, γελοῖον δή που τοῖς τὰ αὐτὰ ἐκείνῳ λέγουσι, διὰ τῆς τῶν εὐφυῶν τούτων καὶ χαριέντων μεσότητος, συναπτόμενον φαίνεσθαι.

Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ τῶν μὴ δεχομένων τὴν πίστιν ἀλλοτριοῦν ἑαυτούς, ἀλλὰ ποιήσασθαί τινα τῶν ἀνδρῶν ἐπιμέλειαν κατὰ τοὺς παλαιοὺς θεσμοὺς τῆς ἀγάπης, καὶ ἐπιστεῖλαι αὐτοῖς ἀπὸ μιᾶς γνώμης πᾶσαν παράκλησιν μετ᾽ εὐσπλαγχνίας προσάγοντας, καὶ τὴν τῶν Πατέρων πίστιν προτεινομένους προκαλεῖσθαι αὐτοὺς εἰς συνάφειαν· κἂν μὲν πείσωμεν, κοινῶς αὐτοῖς ἑνωθῆναι, ἐὰν δὲ ἀποτύχωμεν, ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους ἀναλαβόντας τὴν εὐαγγελικὴν καὶ ἄδολον πολιτείαν ᾗ συνέζων οἱ ἐξ ἀρχῆς προσελθόντες τῷ λόγῳ. «Ἦν γάρ, φησί, τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία.» Ἐὰν μὲν οὖν πεισθῶσί σοι, ταῦτα ἄριστα. Εἰ δὲ μή, γνωρίσατε τοὺς πολεμοποιοὺς καὶ παύσασθε ἡμῖν τοῦ λοιποῦ περὶ διαλλαγῶν ἐπιστέλλοντες.

ΜΕΛΕΤΙῼ ΕΠΙΣΚΟΠῼ ΑΝΤΙΟΧΕΙΑΣ ᾜδειν ὅτι ξενίσει τὴν ἀκοὴν τῆς τελειότητός σου τὸ νῦν ἐπιφυὲν ἔγκλημα τῷ πάντα εἰπεῖν εὐκόλῳ Ἀπολιναρίῳ. Καὶ γὰρ οὐδὲ αὐτὸς τὸν πρὸ τούτου χρόνον ἤμην ἐπιστάμενος ἔχειν, ἀλλὰ νῦν οἱ Σεβαστηνοὶ διερευνησάμενοί ποθεν αὐτὰ ἤνεγκαν εἰς τὸ μέσον καὶ περιφέρουσι σύνταγμα ἐξ οὗ μάλιστα καὶ ἡμᾶς καταδικάζουσιν, ὡς τὰ αὐτὰ φρονοῦντας, ἔχον ῥήσεις τοιαύτας· «ὥστε πανταχῆ συνεζευγμένως, μᾶλλον δὲ ἡνωμένως τῇ ἑτερότητι νοεῖν ἀναγκαῖον τὴν πρώτην ταὐτότητα, καὶ δευτέραν καὶ τρίτην λέγοντας τὴν αὐτήν. Ὅπερ γάρ ἐστι πρώτως ὁ Πατήρ, τοῦτό ἐστι δευτέρως ὁ Υἱὸς καὶ τρίτως τὸ Πνεῦμα. Αὖθις δὲ ὅπερ ἐστὶ πρώτως τὸ Πνεῦμα, τοῦτο δευτέρως τὸν Υἱόν, καθὸ δὴ καὶ ὁ Κύριός ἐστι τὸ Πνεῦμα· καὶ τρίτως τὸν Πατέρα, καθὸ δὴ Πνεῦμα ὁ Θεός. Καί, ὡς βιαιότερον σημαίνει τὸ ἄρρητον, τὸν Πατέρα πατρικῶς Υἱὸν εἶναι, τὸν δὲ Υἱὸν ὑϊκῶς Πατέρα. Καὶ ὡσαύτως ἐπὶ τοῦ Πνεύματος, καθὸ δὴ εἷς Θεὸς ἡ Τριάς». Ταῦτά ἐστι τὰ θρυλούμενα ἃ οὐδέποτε δύναμαι πιστεῦσαι πλάσματα εἶναι τῶν περιφερόντων, εἰ καὶ ὅτι ἐκ τῆς καθ᾽ ἡμᾶς συκοφαντίας οὐδὲν λογίζομαι αὐτοῖς ἀτόλμητον εἶναι. Γράφοντες γάρ τισι τῶν καθ᾽ ἑαυτοὺς καὶ προσθέντες τὴν καθ᾽ ἡμῶν διαβολὴν ἐπήγαγον ταῦτα, ῥήματα μὲν αἱρετικῶν ὀνομάσαντες, τὸν δὲ πατέρα τῆς συγγραφῆς ἀποκρυψάμενοι, ἵνα τοῖς πολλοῖς ἡμεῖς νομισθῶμεν εἶναι οἱ λογογράφοι.

Πλὴν ἀλλ᾽ οὐκ ἂν τοῦ μέχρι ῥήματα συνθεῖναι προῆλθεν αὐτῶν ἡ ἐπίνοια, ὥς γε ἐμαυτὸν πείθω. Ὅθεν, ὑπὲρ τοῦ καὶ τὴν καθ᾽ ἡμῶν κρατοῦσαν βλασφημίαν ἀπώσασθαι καὶ δεῖξαι πᾶσιν ὡς οὐδὲν ἡμῖν ἐστι κοινὸν πρὸς τοὺς ἐκεῖνο λέγοντας, ἠναγκάσθημεν μνησθῆναι τοῦ ἀνδρὸς ὡς προσεγγίζοντος τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου. Καὶ ταῦτα μὲν εἰς τοσοῦτον.

Ἀπὸ δὲ τοῦ στρατοπέδου ἧκέ τις ἀγγέλλων, ἐπὶ τῇ πρώτῃ κινήσει τοῦ κρατοῦντος, ἣν ἐκίνησαν αὐτὸν οἱ τὰς διαβολὰς ἡμῶν καταχέοντες, γεγενῆσθαί τινα καὶ δευτέραν γνώμην, ὥστε μὴ δοθῆναι ἡμᾶς ἐκδότους τοῖς κατηγόροις μήτε παραδοθῆναι ἡμᾶς τῷ ἐκείνων θελήματι, ὅπερ ἦν ἐξ ἀρχῆς ὁρισθέν, ἀλλά τινα γενέσθαι τέως ἀναβολήν. Ἐὰν οὖν ἢ ταῦτα μένῃ ἢ τούτων τι δόξῃ φιλανθρωπότερον, σημανοῦμέν σου τῇ θεοσεβείᾳ. Ἐὰν δὲ κρατῇ τὰ πρότερα, οὐδὲ τοῦτό σε λήσεται.

Ὁ μέντοι ἀδελφὸς Σαγκτήσιμος πάντως ἐστὶ παρ᾽ ὑμῖν πάλαι καὶ ἃ ἐπιζητεῖ δῆλα γέγονε τῇ τελειότητί σου. Εἰ οὖν φαίνεται ἀναγκαῖόν τι ἔχειν ἡ πρὸς τοὺς Δυτικοὺς ἐπιστολή, καταξίωσον τυπώσας αὐτὴν διαπέμψασθαι ἡμῖν, ὥστε ποιῆσαι ὑπογραφῆναι παρὰ τῶν ὁμοψύχων, καὶ ἑτοίμην ἔχειν τὴν ὑπογραφὴν ἐν χάρτῃ κεχωρισμένῳ ὃν δυνάμεθα συνάψαι τῷ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ συμπρεσβυτέρου περικομιζομένῳ. Ἐγὼ μὲν γὰρ οὐδὲν εὑρὼν συνεκτικὸν ἐν τῷ ὑπομνηστικῷ οὐκ ἔσχον ὑπὲρ οὗ ἐπιστείλω τοῖς ἐν τῇ Δύσει. Τὰ μὲν γὰρ ἀναγκαῖα προείληπται, τὰ δὲ περιττὰ γράφειν παντελῶς μάταιον. Περὶ δὲ τῶν αὐτῶν ἐνοχλεῖν μὴ καὶ γελοῖον εἴη; Ἐκείνη δέ μοι ἔδοξεν ὥσπερ ἀγύμναστος εἶναι ἡ ὑπόθεσις καὶ χώραν παρέχειν γράμμασι, τὸ παρακαλέσαι αὐτοὺς μὴ ἀκρίτως δέχεσθαι τὰς κοινωνίας τῶν ἐκ τῆς Ἀνατολῆς ἀφικνουμένων, ἀλλ᾽ ἅπαξ μίαν μερίδα ἐκλεξαμένους, τοὺς λοιποὺς ἐκ τῆς μαρτυρίας τῶν κοινωνικῶν προσλαμβάνεσθαι καὶ μὴ παντὶ τῷ πίστιν γράφοντι ἐπὶ προφάσει δὴ τῆς ὀρθοδοξίας προστίθεσθαι. Οὕτω γὰρ εὑρεθήσονται τοῖς μαχομένοις κοινωνοῦντες, οἳ τὰ μὲν ῥήματα πολλάκις τὰ αὐτὰ προβάλλονται, μάχονται δὲ ἀλλήλοις ὅσον οἱ πλεῖστον διεστηκότες.

Ἵν᾽ οὖν μὴ ἐπὶ πλεῖον ἡ αἵρεσις ἐξάπτηται, τῶν πρὸς ἀλλήλους διαστασιαζόντων ἀντιπροβαλλομένων τὰ παρ᾽ αὐτῶν γράμματα, παρακληθῆναι αὐτοὺς ἔδει κεκριμένας ποιεῖσθαι καὶ τὰς τῶν ἐντυγχανόντων αὐτοῖς κοινωνίας καὶ τὰς ἐγγράφως γινομένας κατὰ τὸν τύπον τῆς Ἐκκλησίας.

ΘΕΟΔΟΤῼ ΕΠΙΣΚΟΠῼ ΝΙΚΟΠΟΛΕΩΣ Καλῶς καὶ προσηκόντως ἡμῶν καθήψω, τιμιώτατε ὡς ἀληθῶς καὶ ποθεινότατε ἀδελφέ, ὅτι, ἐξ οὗ ἀνεχωρήσαμεν τότε τῆς σῆς εὐλαβείας τὰς περὶ τῆς πίστεως ἐκείνας προτάσεις τῷ Εὐσταθίῳ φέροντες, οὐδέν σοι οὔτε μικρὸν οὔτε μεῖζον τῶν κατ᾽ αὐτὸν ἐδηλώσαμεν. Ἐγὼ δὲ οὐχ ὡς εὐκαταφρονήτων τῶν παρ᾽ αὐτοῦ γενομένων εἰς ἡμᾶς ὑπερεῖδον, ἀλλ᾽ ὡς εἰς πάντας λοιπὸν τοὺς ἀνθρώπους διαβοηθείσης τῆς φήμης καὶ οὐδενὸς τῆς παρ᾽ ἡμῶν διδασκαλίας εἰς τὸ τὴν προαίρεσιν τοῦ ἀνδρὸς διδαχθῆναι προσδεομένου. Τοῦτο γὰρ καὶ αὐτὸς ἐπενόησεν, ὥσπερ φοβούμενος μὴ ὀλίγους σχῇ τῆς ἑαυτοῦ γνώμης μάρτυρας εἰς πᾶσαν ἐσχατιὰν τὰς ἐπιστολὰς ἃς καθ᾽ ἡμῶν συνέγραψε διαπεμψάμενος. Τῆς μὲν οὖν κοινωνίας ἡμῶν αὐτὸς ἀπέρρηξεν ἑαυτὸν μήτε κατὰ τὸν ὡρισμένον τόπον συνδραμεῖν ἡμῖν ἀνασχόμενος μήτε τοὺς μαθητὰς ἑαυτοῦ παραγαγών, ὅπερ ὑπέσχετο, ἀλλὰ καὶ ἡμᾶς στηλιτεύων ἐν πανδήμοις συνόδοις μετὰ τοῦ Κίλικος Θεοφίλου γυμνῇ καὶ ἀπαρακαλύπτῳ τῇ βλασφημίᾳ ὡς ἀλλότρια τῆς αὐτοῦ διδασκαλίας ταῖς ψυχαῖς τοῦ λαοῦ ἐνσπείραντας δόγματα.

Ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πᾶσαν ἡμῶν συνάφειαν τὴν πρὸς αὐτὸν διαλῦσαι. Ἐπειδὴ δὲ καὶ εἰς Κιλικίαν ἐλθὼν καὶ συντυχὼν Γελασίῳ τινὶ πίστιν αὐτῷ ἐξέθετο ἣν μόνου ἦν Ἀρείου συγγράψαι καὶ εἴ τις αὐτοῦ γνήσιος μαθητής, τότε δὴ καὶ πλέον πρὸς τὸν χωρισμὸν ἐβεβαιώθημεν, λογισάμενοι ὅτι οὔτε Αἰθίοψ ἀλλάξει ποτὲ τὸ δέρμα αὐτοῦ οὔτε πάρδαλις τὰ ποικίλματα αὐτῆς οὔτε ὁ ἐν διαστρόφοις δόγμασι συντραφεὶς ἀποτρίψασθαι δύναται τὸ κακὸν τῆς αἱρέσεως.

Ἐπενεανιεύσατο δὲ τούτοις καὶ γράψας καθ᾽ ἡμῶν, μᾶλλον δὲ συγγράψας λόγους μακροὺς πάσης λοιδορίας καὶ συκοφαντίας γέμοντας, ὑπὲρ ὧν οὐδὲν ἀπεκρινάμεθα τέως, διὰ τὸ διδαχθῆναι παρὰ τοῦ Ἀποστόλου μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ διδόναι τόπον τῇ ὀργῇ, καὶ ἅμα ἐννοήσαντες τὸ βάθος τῆς ὑποκρίσεως μεθ᾽ ἧς πάντα τὸν χρόνον ἡμῖν προσηνέχθη ἀφασίᾳ τινὶ ὑπ᾽ ἐκπλήξεως κατεσχέθημεν. Εἰ δὲ καὶ μηδὲν ἦν ἐκείνων, τὸ ὑπόγυον τοῦτο τολμηθὲν αὐτῷ τίνι οὐκ ἂν φρίκην καὶ ἀποστροφὴν παντελῆ τοῦ ἀνδρὸς ἐνεποίησεν; Ὅς γε, ὡς ἀκούω (εἴγε ἀληθὴς ὁ λόγος καὶ μὴ πλάσμα ἐστὶν ἐπὶ διαβολῇ συντεθέν), ὅτι καὶ ἀναχειροτονῆσαί τινας ἐτόλμησεν, ὃ μέχρι σήμερον οὐδεὶς τῶν αἱρετικῶν ποιήσας φαίνεται. Πῶς οὖν δυνατὸν πράως φέρειν ἡμᾶς τὰ τοιαῦτα καὶ ἰάσιμα εἶναι νομίζειν τοῦ ἀνδρὸς τὰ ἁμαρτήματα; Μὴ τοίνυν ψευδέσι λόγοις παράγεσθε μηδὲ ὑπονοίαις ἀνδρῶν πάντα εὐκόλως πρὸς τὸ κακὸν ἐκλαμβανόντων πείθεσθε, ὡς ἄρα ἡμεῖς ἀδιάφορα τιθέμεθα τὰ τοιαῦτα. Γίνωσκε γάρ, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, ὅτι οὔπω οἶδα τοσοῦτον πένθος ἄλλοτε τῇ ψυχῇ μου παραδεξάμενος ὅσον νῦν, ὅτε ἤκουσα τῶν ἐκκλησιαστικῶν θεσμῶν τὴν σύγχυσιν. Ἀλλὰ μόνον εὔχου, ἵνα δώῃ ἡμῖν ὁ Κύριος μηδὲν κατὰ θυμὸν ἐνεργεῖν, ἀλλ᾽ ἔχειν τὴν ἀγάπην, ἥτις οὐκ ἀσχημονεῖ, οὐ φυσιοῦται.

Ὅρα γὰρ ὅπως οἱ μὴ ἔχοντες ταύτην ἐπήρθησαν μὲν ὑπὲρ τὰ μέτρα τὰ ἀνθρώπινα, ἐνασχημονοῦσι δὲ τῷ βίῳ κατατολμῶντες πράξεων ὧν ὁ παρελθὼν χρόνος οὐκ ἔχει τὰ ὑποδείγματα.

ΟΛΥΜΠΙῼ Ὄντως ἡ τῶν ἀπροσδοκήτων ἀκοὴ ἱκανή ἐστι ποιῆσαι ἀνθρώπου ἠχῆσαι ἀμφότερα τὰ ὦτα. Ὃ καὶ ἐμοὶ νῦν συνέβη. Εἰ καὶ τὰ μάλιστα γεγυμνασμέναις μου λοιπὸν ταῖς ἀκοαῖς προσέπεσον τὰ περιφερόμενα καθ᾽ ἡμῶν ταῦτα συντάγματα, διὰ τὸ καὶ πρότερον αὐτὸν ἐμὲ δεδέχθαι τὴν ἐπιστολὴν πρέπουσαν μὲν ταῖς ἐμαῖς ἁμαρτίαις, οὐ μὴν προσδοκηθεῖσάν ποτε γραφήσεσθαι παρὰ τῶν ἐπιστειλάντων, ἀλλ᾽ ὅμως τὰ δεύτερα τοσαύτην ὑπερβολὴν ἐφάνη ἡμῖν ἔχειν ἐν ἑαυτοῖς τῆς πικρίας ὥστε ἐπισκοτῆσαι τοῖς προλαβοῦσι. Πῶς γὰρ οὐ μικροῦ τῶν φρενῶν ἔξω ἐγενόμην τῶν ἐμαυτοῦ ἐντυχὼν τῇ πρὸς τὸν εὐλαβέστατον ἀδελφὸν Δαζίναν ἐπιστολῇ μυρίων μὲν ὕβρεων καὶ κατηγοριῶν ἀφορήτων γεμούσῃ καθ᾽ ἡμῶν καὶ ἐπαναστάσεων, ὡς ἐν τοῖς χαλεπωτάτοις ἡμῶν κατὰ τῆς Ἐκκλησίας βουλεύμασιν εὑρεθέντων; Εὐθὺς δὲ καὶ ἀποδείξεις τοῦ ἀληθεῖς εἶναι τὰς καθ᾽ ἡμῶν βλασφημίας ἐπήχθησαν ἀπὸ συγγράμματος οὐκ οἶδα ὑπὸ τίνος γραφέντος. Μέρη μὲν γὰρ ἐπέγνων, ὁμολογῶ, περὶ τοῦ Λαοδικέως Ἀπολιναρίου γεγράφθαι, καὶ αὐτὰ οὐδὲ ἀναγνοὺς ἐξ ἔργου ποτέ, ἀλλ᾽ ἀκούσας ἑτέρων ἀπαγγειλάντων. Ἄλλα δέ τινα εὗρον ἐγγεγραμμένα ἃ μήτε ἀνέγνων ποτὲ μήτε ἑτέρου λέγοντος ἤκουσα, καὶ τούτων ὁ μάρτυς ἐν οὐρανῷ πιστός.

Πῶς οὖν οἱ τὸ ψεῦδος ἀποστρεφόμενοι, οἱ τὴν ἀγάπην πλήρωμα εἶναι τοῦ νόμου δεδιδαγμένοι, οἱ τὰ ἀσθενήματα βαστάζειν τῶν ἀδυνάτων ἐπαγγελλόμενοι ταύτας ἡμῖν κατεδέξαντο τὰς συκοφαντίας ἐπενεγκεῖν καὶ ἀπ᾽ ἀλλοτρίων συγγραμμάτων ἡμᾶς κατακρῖναι, πολλὰ λογισάμενος κατ᾽ ἐμαυτὸν ἐπινοεῖν τὴν αἰτίαν οὐκ ἔχω, εἰ μή, ὅπερ ἐξ ἀρχῆς εἶπον, μέρος ἔκρινα εἶναι τῶν ὀφειλομένων μοι διὰ τὰς ἁμαρτίας κολάσεων καὶ τὴν ἐπὶ τούτοις λύπην.

Πρῶτον μὲν γὰρ κατεπένθησα τῇ ψυχῇ, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· ἔπειτα δὲ καὶ ἐφοβήθην αὐτὸς περὶ ἐμαυτοῦ μή ποτε προσθῶ ταῖς ἄλλαις ἁμαρτίαις καὶ τὴν μισανθρωπίαν πάθω, οὐδὲν πιστὸν ἐν οὐδενὶ λογιζόμενος εἶναι, εἴπερ οἱ εἰς τὰ μέγιστα παρ᾽ ἐμοῦ πιστευθέντες τοιοῦτοι μὲν περὶ ἐμέ, τοιοῦτοι δὲ περὶ αὐτὴν ἐφάνησαν τὴν ἀλήθειαν. Γίνωσκε τοίνυν, ἀδελφέ, καὶ πᾶς ὅστις τῆς ἀληθείας φίλος, μήτε ἐμὰ εἶναι τὰ συντάγματα οὔτε ἀρέσκεσθαι αὐτοῖς μηδὲ τῇ ἐμῇ γνώμῃ συγγεγράφθαι. Εἰ δὲ ἐπέστειλά ποτε πρὸ πολλῶν ἐτῶν Ἀπολιναρίῳ ἢ ἄλλῳ τινί, ἐγκαλεῖσθαι οὐκ ὀφείλω.

Οὔτε γὰρ αὐτὸς ἐγκαλῶ εἴ τις ἐκ τῆς ἑταιρείας τινὸς εἰς αἵρεσιν ἀπεσχίσθη (οἴδατε δὲ πάντως τοὺς ἄνδρας, κἂν ὀνομαστὶ μὴ λέγω), διότι ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται. Ταῦτα νῦν μὲν ἀπεκρινάμην πρὸς τὸν ἀποσταλέντα τόμον, ἀλλ᾽ ἵνα αὐτός τε εἰδείης τὴν ἀλήθειαν καὶ τοῖς βουλομένοις μὴ κατέχειν ἐν ἀδικίᾳ τὴν ἀλήθειαν φανερὰν καταστήσεις. Ἐὰν δὲ δέῃ καὶ πλατύτερον ὑπὲρ ἑκάστου τῶν ἐπενεχθέντων ἡμῖν ἀπολογήσασθαι, καὶ τοῦτο ποιήσομεν τοῦ Θεοῦ συνεργοῦντος. Ἡμεῖς, ἀδελφὲ Ὀλύμπιε, οὔτε τρεῖς θεοὺς λέγομεν οὔτε Ἀπολιναρίῳ κοινωνοῦμεν.

ΑΒΡΑΜΙῼ ΕΠΙΣΚΟΠῼ ΒΑΤΝΩΝ Πάντα τὸν ἀπὸ τοῦ μετοπώρου χρόνον ἠγνόησα περὶ τῆς εὐλαβείας σου ὅπου διάγεις. Καὶ γὰρ πεπλανημένας τὰς φήμας εὕρισκον, τῶν μὲν ἀπαγγελλόντων ἐν Σαμοσάτοις διατρίβειν σου τὴν εὐλάβειαν, τῶν δὲ ἐν τῇ χώρᾳ, ἄλλων δὲ περὶ τὰς Βάτνας αὐτὰς διαβεβαιουμένων ἑωρακέναι· διὸ οὐδὲ συνεχῶς ἐπέστειλα. Νῦν δὲ μαθὼν ἐν Ἀντιοχείᾳ διάγειν ἐν τῇ οἰκίᾳ τοῦ αἰδεσιμωτάτου Σατορνίνου τοῦ κόμητος ἔδωκα τὴν ἐπιστολὴν προθύμως τῷ ποθεινοτάτῳ καὶ εὐλαβεστάτῳ ἀδελφῷ Σαγκτησίμῳ τῷ συμπρεσβυτέρῳ, δι᾽ οὗ προσφθέγγομαί σου τὴν ἀγάπην παρακαλῶν ὅπουπερ ἂν ᾖς μεμνῆσθαι μάλιστα μὲν τοῦ Θεοῦ, εἶτα καὶ ἡμῶν οὓς ἀγαπᾶν ἐξ ἀρχῆς προείλου καὶ ἔχειν ἐν τοῖς οἰκειοτάτοις ἀριθμουμένους.

ΠΕΤΡῼ ΑΡΧΙΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Τῆς μὲν σωματικῆς φιλίας ὀφθαλμοὶ πρόξενοι γίνονται καὶ ἡ διὰ μακροῦ χρόνου ἐγγινομένη συνήθεια βεβαιοῖ. Τὴν δὲ ἀληθινὴν ἀγάπην ἡ τοῦ Πνεύματος δωρεὰ συνίστησι συνάπτουσα μὲν τὰ μακρῷ διεστῶτα τῷ τόπῳ, γνωρίζουσα δὲ ἀλλήλοις τοὺς ἀγαπητούς, οὐ διὰ σωματικῶν χαρακτήρων, ἀλλὰ διὰ τῶν τῆς ἀρετῆς ἰδιωμάτων.

Ὃ δὴ καὶ ἐφ᾽ ἡμῶν ἡ τοῦ Κυρίου χάρις ἐποίησε παρασχομένη ἡμᾶς ἰδεῖν σε τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς καὶ περιπτύξασθαί σε τῇ ἀγάπῃ τῇ ἀληθινῇ καὶ οἱονεὶ συμφυῆναί σοι καὶ πρὸς μίαν ἐλθεῖν ἕνωσιν ἐκ τῆς κατὰ τὴν πίστιν κοινωνίας. Πεπείσμεθα γάρ σε ἀνδρὸς τοσούτου θρέμμα ὑπάρχοντα καὶ τὴν ἐκ παλαιοῦ διατριβὴν μετ᾽ αὐτοῦ λαχόντα τῷ αὐτῷ πορεύεσθαι πνεύματι καὶ τοῖς αὐτοῖς στοιχεῖν τῆς εὐσεβείας δόγμασι. Διὸ καὶ προσφθεγγόμεθά σου τὴν τιμιότητα καὶ παρακαλοῦμεν μετὰ τῶν ἄλλων καὶ τὴν περὶ ἡμᾶς διάθεσιν τοῦ μεγάλου ἀνδρὸς διαδέξασθαι, ἐπιστέλλειν τε ἡμῖν συνήθως τὰ κατὰ σαυτὸν καὶ ἐπιμελεῖσθαι τῆς πανταχοῦ ἀδελφότητος τοῖς αὐτοῖς σπλάγχνοις καὶ τῇ αὐτῇ προμηθείᾳ ᾗ καὶ ὁ μακαριώτατος ἐκεῖνος περὶ πάντας ἐχρῆτο τοὺς ἀγαπῶντας τὸν Θεὸν ἐν ἀληθείᾳ.

ΠΑΙΟΝΙῼ ΠΡΕΣΒΥΤΕΡῼ Ὅσον ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν εἰκάζεις που πάντως αὐτοῖς οἷς ἐπέστειλας, οὕτω τὸ καθαρὸν τῆς καρδίας, ἀφ᾽ ἧς προῆλθεν ἐκεῖνα τὰ ῥήματα, ἀκριβῶς ἐκ τῶν γραμμάτων κατεμηνύετο. Καὶ γὰρ ὁλκὸς μὲν ὕδατος δείκνυσι τὴν οἰκείαν πηγήν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει. Ὥστε ἄτοπόν τε καὶ πολὺ τοῦ εἰκότος παρηλλαγμένον πεπονθέναι ὁμολογῶ.

Σπουδάζων γὰρ ἀεὶ γράμμασιν ἐντυγχάνειν τῆς τελειότητός σου, ἐπειδὴ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν καὶ ἀνέγνων αὐτήν, οὐχ ἥσθην μᾶλλον τοῖς ἐπεσταλμένοις ἢ ἠνιάθην, τὴν ζημίαν, ὁπόση γέγονεν ἡμῖν κατὰ τὸν τῆς σιωπῆς χρόνον, διαλογιζόμενος. Ἀλλ᾽ ἐπειδὴ ἤρξω γράφειν, μὴ διαλείπῃς τοῦτο ποιῶν. Εὐφρανεῖς γὰρ πλέον ἢ οἱ τὰ πολλὰ χρήματα τοῖς φιλοπλούτοις διαπεμπόμενοι.

Τῶν δὲ γραφέων οὐδείς μοι παρῆν οὔτε τῶν καλλιγραφούντων οὔτε τῶν ταχυγράφων. Οὓς γὰρ ἔτυχον ἐξασκήσας, οἱ μὲν ἀνέδραμον ἐπὶ τὴν πρώτην τοῦ βίου συνήθειαν, οἱ δὲ ἀπειρήκασι πρὸς τοὺς πόνους χρονίαις ἀρρωστίαις κεκακωμένοι.

ΔΙΟΔΩΡῼ ΠΡΕΣΒΥΤΕΡῼ ΑΝΤΙΟΧΕΙΑΣ Ἐνέτυχον τοῖς ἀποσταλεῖσι βιβλίοις παρὰ τῆς τιμιότητός σου. Καὶ τῷ μὲν δευτέρῳ ὑπερήσθην, οὐ διὰ τὴν βραχύτητα μόνον, ὡς εἰκὸς ἦν τὸν ἀργῶς πρὸς πάντα καὶ ἀσθενῶς λοιπὸν διακείμενον, ἀλλ᾽ ὅτι πυκνόν τε ἅμα ἐστὶ ταῖς ἐννοίαις καὶ εὐκρινῶς ἐν αὐτῷ ἔχουσιν αἵ τε ἀντιθέσεις τῶν ὑπεναντίων καὶ αἱ πρὸς αὐτὰς ἀπαντήσεις, καὶ τὸ τῆς λέξεως ἁπλοῦν καὶ ἀκατάσκευον πρέπον ἔδοξέ μοι εἶναι προθέσει χριστιανοῦ οὐ πρὸς ἐπίδειξιν μᾶλλον ἢ κοινὴν ὠφέλειαν γράφοντος. Τὸ δὲ πρότερον τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον. Αἱ γὰρ ἐν τῷ μεταξὺ παρεμβαλλόμεναι διαβολαὶ τῶν ὑπεναντίων καὶ συστάσεις, εἰ καὶ γλυκύτητάς τινας ἐπεισάγειν δοκοῦσι διαλεκτικὰς τῷ συγγράμματι, ἀλλ᾽ οὖν τῷ σχολὴν καὶ διατριβὴν ἐμποιεῖν διασπῶσι μὲν τὸ συνεχὲς τῆς ἐννοίας καὶ τοῦ ἐναγωνίου λόγου τὸν τόνον ὑποχαυνοῦσιν.

Ἐκεῖνο γὰρ πάντως συνεῖδέ σου ἡ ἀγχίνοια ὅτι καὶ τῶν ἔξωθεν φιλοσόφων οἱ τοὺς διαλόγους συγγράψαντες, Ἀριστοτέλης μὲν καὶ Θεόφραστος, εὐθὺς αὐτῶν ἥψαντο τῶν πραγμάτων, διὰ τὸ συνειδέναι ἑαυτοῖς τῶν Πλατωνικῶν χαρίτων τὴν ἔνδειαν. Πλάτων δὲ τῇ ἐξουσίᾳ τοῦ λόγου ὁμοῦ μὲν τοῖς δόγμασι μάχεται, ὁμοῦ δὲ καὶ παρακωμῳδεῖ τὰ πρόσωπα, Θρασυμάχου μὲν τὸ θρασὺ καὶ ἰταμὸν διαβάλλων, Ἱππίου δὲ τὸ κοῦφον τῆς διανοίας καὶ χαῦνον, Πρωταγόρου τὸ ἀλαζονικὸν καὶ ὑπέρογκον. Ὅπου δὲ ἀόριστα πρόσωπα ἐπεισάγει τοῖς διαλόγοις, τῆς μὲν εὐκρινείας ἕνεκεν τῶν πραγμάτων κέχρηται τοῖς προσδιαλεγομένοις, οὐδὲν δὲ ἕτερον ἐκ τῶν προσώπων ἐπεισκυκλεῖ ταῖς ὑποθέσεσιν· ὅπερ ἐποίησεν ἐν τοῖς Νόμοις.

Δεῖ οὖν καὶ ἡμᾶς τοὺς οὐ κατὰ φιλοτιμίαν ἐρχομένους ἐπὶ τὸ γράφειν, ἀλλ᾽ ὑποθήκας καταλιμπάνειν ὠφελίμων λόγων τῇ ἀδελφότητι προελομένους, ἐὰν μέν τι πᾶσι προκεκηρυγμένον ἐπὶ αὐθαδείᾳ τρόπου πρόσωπον ὑποβαλλώμεθα, χρή τινα καὶ ἀπὸ προσώπου πεποιημένα παραπλέκειν τῷ λόγῳ, εἴπερ ὅλως ἐπιβάλλει ἡμῖν διαβάλλειν ἀνθρώπους τῶν πραγμάτων ἀφεμένοις. Ἐὰν δὲ ἀόριστον ᾖ τὸ διαλεγόμενον, αἱ πρὸς τὰ πρόσωπα διαστάσεις τὴν μὲν συνάφειαν διακόπτουσι, πρὸς οὐδὲν δὲ πέρας χρήσιμον ἀπαντῶσι. Ταῦτα εἶπον ἵνα δειχθῇ ὅτι οὐκ εἰς κόλακος χεῖρας ἀπέστειλάς σου τοὺς πόνους, ἀλλὰ ἀδελφῷ τῷ γνησιωτάτῳ ἐκοινώνησας τῶν καμάτων. Εἶπον δὲ οὐ πρὸς ἐπανόρθωσιν τῶν γεγραμμένων, ἀλλὰ πρὸς φυλακὴν τῶν μελλόντων. Πάντως γὰρ ὁ τοσαύτῃ περὶ τὸ γράφειν ἕξει καὶ σπουδῇ κεχρημένος οὐκ ἀποκνήσει γράφων, ἐπειδὴ καὶ οἱ τὰς ὑποθέσεις παρέχοντες οὐκ ἀπολήγουσιν. Ἡμῖν δὲ ἀρκέσει μὲν ἀναγινώσκειν τὰ ὑμέτερα, τοῦ δὲ δύνασθαι γράφειν τι τοσοῦτον ἀποδέομεν ὅσον, μικροῦ δέω λέγειν, καὶ τοῦ ὑγιαίνειν ἢ τοῦ καὶ μετρίαν σχολὴν ἄγειν ἀπὸ τῶν πραγμάτων. Ἀπέστειλα δὲ νῦν διὰ τοῦ ἀναγνώστου τὸ μεῖζον καὶ πρότερον ἐπελθὼν αὐτὸ ὡς ἐμοὶ δυνατόν. Τὸ δὲ δεύτερον παρακατέσχον βουλόμενος αὐτὸ μεταγράψαι καὶ μὴ εὐπορῶν τέως τινὸς τῶν εἰς τάχος γραφόντων.

Μέχρι γὰρ τοσαύτης ἦλθε πενίας τὰ ἐπίφθονα Καππαδοκῶν.

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Ἐν οἵοις ἡμᾶς ὄντας κατέλαβεν ὁ χρηστὸς Ἰωσάκης, αὐτός σοι ἄμεινον διηγήσεται, εἰ καὶ μὴ ἀρκοῦσαν ἔχει τὴν γλῶσσαν ὥστε τραγικῶς ἐξαγγεῖλαι τὸ ὑπεραῖρον τῶν παθῶν, τοσοῦτον ἦν τῆς ἀρρωστίας τὸ μέγεθος. Καὶ τὸ εἰκὸς δὲ παντὶ γνώριμον τῷ ἐμὲ καὶ κατὰ βραχὺ ἐπισταμένῳ.

Εἰ γὰρ ἐν τῇ δοκούσῃ εὐεξίᾳ τῶν ἀπεγνωσμένων πρὸς τὸ ζῆν ἀσθενέστερον διεκείμην, γινώσκειν ἔξεστι τί ἂν ἤμην ἐπὶ τῆς ἀρρωστίας. Καίτοιγε ἐχρῆν (δὸς γὰρ τῷ πυρετῷ συγγνώμην ἐρεσχελοῦντι), ἐπειδή μοι κατὰ φύσιν ἦν τὸ νοσεῖν, ἐν τῇ μεταβολῇ ταύτης τῆς ἕξεως ὑγείας μοι νῦν τὸ κράτιστον περιεῖναι. Ἀλλ᾽ ἐπειδὴ ἡ μάστιξ τοῦ Κυρίου ἐστὶ προσθήκαις ταῖς κατὰ τὴν ἡμετέραν ἀξίαν τὸ ἀλγεινὸν ἐπιτείνουσα, ἀσθένειαν ἐπὶ τῇ ἀσθενείᾳ προσεκτησάμην, ὥστε τὸ ἀπὸ τούτου καὶ παιδὶ φανερὸν εἶναι, ὅτι, πᾶσα ἀνάγκη, οἰχήσεται ἡμῖν τὸ ἔλυτρον τοῦτο, πλὴν εἰ μή που ἄρα ἡ τοῦ Θεοῦ φιλανθρωπία ἡμῖν ἐν τῇ μακροθυμίᾳ αὐτοῦ καὶ χρόνους εἰς μετάνοιαν χαριζομένη ποιήσειε καὶ νῦν, ὡς καὶ πολλάκις πρότερον, λύσιν τινὰ καὶ πόρον ἐκ τῶν ἀμηχάνων δεινῶν. Ταῦτα μὲν οὖν ἕξει ὡς αὐτῷ φίλον καὶ ἡμῖν συμφέρον.

Τὰ δὲ τῶν Ἐκκλησιῶν ὅπως οἴχεται καὶ προπέποται, ἡμῶν τῆς οἰκείας ἀσφαλείας ἕνεκεν τὰ τῶν πλησίον περιορώντων καὶ οὐδὲ τοῦτο συνορᾶν δυναμένων ὅτι τῇ τοῦ κοινοῦ κακοπραγίᾳ καὶ τὸ καθ᾽ ἕκαστον συναπόλλυται, τί χρὴ καὶ λέγειν, ἄλλως τε καὶ πρὸς ἄνδρα ὃς πόρρωθεν ἕκαστα προειδὼς καὶ προδιεμαρτύρω καὶ προεκήρυξας καὶ αὐτός τε προεξανέστης καὶ τοὺς λοιποὺς συνεπήγειρας, ἐπιστέλλων, αὐτὸς παραγινόμενος, τί οὐ ποιῶν, τίνα φωνὴν οὐκ ἀφιείς; Ὧν μεμνήμεθα μὲν ἐφ᾽ ἑκάστῳ τῶν ἐκβαινόντων, ὠφελούμεθα δὲ ἀπ᾽ αὐτῶν οὐκέτι. Καὶ νῦν εἰ μὴ αἱ ἁμαρτίαι ἀντέστησάν μοι (καὶ τὸ μὲν πρῶτον ὁ εὐλαβέστατος καὶ ἀγαπητὸς ἀδελφὸς ἡμῶν Εὐστάθιος ὁ συνδιάκονος, εἰς νόσον χαλεπὴν καταπεσών, εἰς ὅλους με δύο παρέτεινε μῆνας ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν αὐτοῦ περιμένοντα· ἔπειτα δὲ οἱ σὺν ἐμοὶ πάντες ἠσθένησαν, ὧν τὰ μὲν καταλείμματα ἐξαριθμήσεται ὁ ἀδελφὸς Ἰωσάκης· τὸ δὲ τελευταῖον αὐτὸς ἐγὼ τῇ νόσῳ κατεσχέθην ταύτῃ), ἐπεὶ πάλαι ἂν ἤμην παρὰ τὴν σὴν τιμιότητα, οὐκ ὄφελός τι τοῖς κοινοῖς παρεχόμενος, ἀλλ᾽ ἐμαυτῷ μέγα κέρδος ἐκ τῆς συντυχίας σου κτώμενος. Καὶ γὰρ ἐγνώκειν ἔξω τῶν ἐκκλησιαστικῶν γενέσθαι βελῶν, διὰ τὸ ἀφύλακτον ἡμῶν πρὸς τὰ σκευωρούμενα παρὰ τῶν ἐναντίων.

Σώζοι σε τῷ βίῳ παντὶ ἡ μεγάλη τοῦ Θεοῦ χείρ, τὸν γενναῖον φύλακα τῆς πίστεως καὶ νήφοντα τῶν Ἐκκλησιῶν προστάτην, καὶ καταξιώσειεν ἡμᾶς πρὸ τῆς ἐξόδου τῆς συντυχίας σου ἐπ᾽ ὠφελείᾳ τῶν ψυχῶν ἡμῶν.

ΑΝΤΙΠΑΤΡῼ ΗΓΕΜΟΝΙ Νῦν μοι δοκῶ μάλιστα ἐπαισθάνεσθαι τῆς ζημίας ἣν ὑπομένω διὰ τὸ ἀρρωστεῖν, ὁπότε ἀνδρὸς τοιούτου τὴν πατρίδα ἡμῶν ἐφέποντος αὐτὸς ἀπεῖναι διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος ἀναγκάζομαι. Μῆνα γὰρ ὅλον ἤδη προσκαθέζομαι τῇ ἐκ τῶν αὐτοφυῶν θερμῶν ὑδάτων θεραπείᾳ, ὡς δή τι ὄφελος ἐντεῦθεν ἕξων. Ἔοικα δὲ διακενῆς πονεῖν ἐπὶ τῆς ἐρημίας ἢ καὶ γέλωτος τοῖς πολλοῖς ἄξιος εἶναι φαίνεσθαι, μηδὲ τῆς παροιμίας ἀκούων τῆς οὐδὲν ἀπὸ θερμῶν ὄφελος εἶναι τοῖς τεθνηκόσι λεγούσης.

Διόπερ καὶ οὕτως ἔχων βούλομαι πάντα παρεὶς καταλαβεῖν σου τὴν σεμνοπρέπειαν, ὥστε τῶν ἐν σοὶ καλῶν ἀπολαύειν καὶ τὰ κατὰ τὸν οἶκον τὸν ἐμαυτοῦ πράγματα διὰ τῆς σῆς ὀρθότητος εὐπρεπῶς διαθέσθαι. Ἐμὸς γάρ ἐστιν ἴδιος ὁ τῆς σεμνοτάτης μητρὸς ἡμῶν Παλλαδίας οἶκος, ἣν οὐ μόνον ἡ τοῦ γένους οἰκειότης ἡμῖν συνάπτει, ἀλλὰ καὶ τὸ τοῦ τρόπου δεξιὸν ἀντὶ μητρὸς ἡμῖν εἶναι πεποίηκεν. Ἐπεὶ οὖν κεκίνηταί τις ταραχὴ περὶ τὸν οἶκον αὐτῆς, ἀξιοῦμέν σου τὴν μεγαλόνοιαν μικρὸν ὑπερθέσθαι τὴν ἐξέτασιν καὶ ἀναμεῖναι ἡμῶν τὴν παρουσίαν, οὐχ ὥστε διαφθαρῆναι τὸ δίκαιον (μυριάκις γὰρ ἂν ἀποθανεῖν ἑλοίμην ἢ τοιαύτην αἰτῆσαι χάριν παρὰ δικαστοῦ φίλου τοῖς νόμοις καὶ τῷ δικαίῳ), ἀλλ᾽ ὥστε ἃ οὐκ εὐπρεπὲς ἐμοὶ γράφειν, ταῦτα ἀπὸ στόματος ἀπαγγέλλοντός μου μαθεῖν. Οὕτω γὰρ οὔτε αὐτὸς τῆς ἀληθείας διαμαρτήσει οὔτε ἡμεῖς πεισόμεθά τι τῶν ἀβουλήτων. Δέομαι οὖν, τοῦ προσώπου ἐν ἀσφαλείᾳ ὄντος καὶ κατεχομένου παρὰ τῆς τάξεως, ἀνεπαχθῆ ταύτην χάριν καὶ ἀνεπίφθονον ἡμῖν καταθέσθαι.

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Τίνα με οἴει ψυχὴν ἐσχηκέναι, ὅτε τὴν ἐπιστολὴν ἐδεξάμην τῆς θεοσεβείας σου; Εἰ μὲν γὰρ πρὸς τὴν ἐν τῷ γράμματι ἀπεῖδον διάθεσιν, εὐθὺς ὥρμων πέτεσθαι τὴν εὐθὺ Σύρων· εἰ δὲ πρὸς τὴν ἀρρωστίαν τοῦ σώματος, ὑφ᾽ ἧς πεπεδημένος ἐκείμην, ᾐσθανόμην οὐχὶ τοῦ πέτεσθαι μόνον, ἀλλὰ καὶ τοῦ ἐπὶ τῆς κλίνης στρέφεσθαι ἐνδεῶς ἔχων.

Πεντηκοστὴν γὰρ ταύτην ἡμέραν ἦγον ἐν τῇ ἀρρωστίᾳ, καθ᾽ ἣν ἐπέστη ἡμῖν ὁ ἀγαπητὸς καὶ σπουδαιότατος ἀδελφὸς ἡμῶν συνδιάκονος Ἐλπίδιος, πολλὰ μὲν τῷ πυρετῷ δαπανηθείς, ὃς ἀπορίᾳ τῆς τρεφούσης αὐτὸν ὕλης τῇ ξηρᾷ ταύτῃ σαρκὶ οἷον θρυαλλίδι κεκαυμένῃ περιειλούμενος μαρασμώδη καὶ χρονίαν ἐπήγαγεν ἀρρωστίαν· τὰ δὲ ἐφεξῆς ἡ ἀρχαία πληγή μου, τὸ ἧπαρ τοῦτο διαδεξάμενον, ἀπέκλεισε μέν με σιτίων, ἀπεδίωξε δὲ τῶν ὀμμάτων τὸν ὕπνον, ἐν μεθορίοις δὲ κατέσχε ζωῆς καὶ θανάτου τοσοῦτον ζῆν ἐπιτρέπον ὅσον τῶν ἀπ᾽ αὐτοῦ δυσχερῶν ἐπαισθάνεσθαι. Ὥστε καὶ ὕδασιν ἐχρησάμην αὐτοφυῶς θερμοῖς καί τινας παρ᾽ ἰατρῶν ἐπιμελείας κατεδεξάμην. Ἅπαντα δὲ ἤλεγξε τὸ νεανικὸν τοῦτο κακὸν ὃ τοῦ μὲν ἔθους παρόντος κἂν ἄλλος ἐνέγκοι, ἀμελετήτως δὲ προσπεσόντος οὐδεὶς οὕτως ἀδαμάντινος ὥστε ἀντισχεῖν. Ὑφ᾽ οὗ πολὺν ὀχληθεὶς χρόνον οὐδέποτε οὕτως ἠνιάθην ὅσον νῦν ἐμποδισθεὶς παρ᾽ αὐτοῦ πρὸς τὴν συντυχίαν τῆς ἀληθινῆς ἀγάπης σου.

Οἵας γὰρ ἀπεστερήθην θυμηδίας οἶδα καὶ αὐτός, εἰ καὶ ἄκρῳ δακτύλῳ τοῦ γλυκυτάτου μέλιτος τῆς παρ᾽ ὑμῖν Ἐκκλησίας ἀπεγευσάμεθα πέρυσιν. Ἐγὼ δὲ καὶ ἄλλων ἀναγκαίων ἕνεκεν πραγμάτων ἐδεόμην εἰς ταὐτὸν γενέσθαι τῇ θεοσεβείᾳ σου καὶ περὶ πολλῶν μὲν ἀνακοινώσασθαι, πολλὰ δὲ μαθεῖν. Καὶ γὰρ οὐδέ ἐστιν ἐνταῦθα οὐδὲ ἀγάπης ἀληθινῆς ἐπιτυχεῖν.

Ὅταν δὲ καὶ πάνυ τις ἀγαπῶντα εὕρῃ, οὐκ ἔστιν ὁ δυνάμενος παραπλησίως τῇ τελείᾳ σου φρονήσει καὶ τῇ ἐμπειρίᾳ, ἣν ἐκ πολλῶν τῶν περὶ τὰς Ἐκκλησίας συνελέξω καμάτων, δοῦναι γνώμην ἡμῖν περὶ τῶν προκειμένων. Τὰ μὲν οὖν ἄλλα οὐκ ἐνῆν γράφειν, ἃ δ᾽ οὖν καὶ ἐξενεγκεῖν ἀσφαλὲς ταῦτά ἐστιν. Ὁ πρεσβύτερος Εὐάγριος, ὁ υἱὸς Πομπηϊανοῦ τοῦ Ἀντιοχέως, ὁ συναπάρας ποτὲ ἐπὶ τὴν Δύσιν τῷ μακαρίῳ ἀνδρὶ Εὐσεβίῳ, ἐπανήκει νῦν ἐκ τῆς Ῥώμης ἀπαιτῶν ἡμᾶς ἐπιστολὴν αὐτὰ τὰ παρ᾽ ἐκείνων γεγραμμένα ἔχουσαν αὐτολεξεὶ (ἀνεκόμισε δὲ ἡμῖν εἰς τοὐπίσω τὰ παρ᾽ ἡμῶν, ὡς οὐκ ἀρέσαντα τοῖς ἀκριβεστέροις τῶν ἐκεῖ) καὶ πρεσβείαν τινὰ δι᾽ ἀνδρῶν ἀξιολόγων ἤδη κατεπείγεσθαι, ὑπὲρ τοῦ εὐπρόσωπον ἔχειν ἀφορμὴν τοὺς ἄνδρας τῆς ἐπισκέψεως ἡμῶν. Οἱ κατὰ Σεβάστειαν τὰ ἡμέτερα φρονοῦντες Εὐσταθίου τὸ ὕπουλον τῆς κακοδοξίας ἕλκος ἀπογυμνώσαντες ἀπαιτοῦσί τινα παρ᾽ ἡμῶν ἐκκλησιαστικὴν αὐτῶν ἐπιμέλειαν. Ἰκόνιον πόλις ἐστὶ τῆς Πισιδίας, τὸ μὲν παλαιὸν μετὰ τὴν μεγίστην ἡ πρώτη, νῦν δὲ καὶ αὐτὴ πρώτη προκάθηται μέρους ὃ ἐκ διαφόρων τμημάτων συναχθὲν ἐπαρχίας ἰδίας οἰκονομίαν ἐδέξατο.

Αὕτη καλεῖ ἡμᾶς εἰς ἐπίσκεψιν, ὥστε αὐτῇ δοῦναι ἐπίσκοπον. Τετελευτήκει γὰρ ὁ Φαυστῖνος. Εἰ οὖν δεῖ μὴ κατοκνεῖν τὰς ὑπερορίους χειροτονίας καὶ ποίαν τινὰ χρὴ δοῦναι τοῖς Σεβαστηνοῖς ἀπόκρισιν καὶ πῶς πρὸς τὰς τοῦ Εὐαγρίου διατεθῆναι γνώμας, ἐδεόμην διδαχθῆναι αὐτὸς συντυχὼν δι᾽ ἐμαυτοῦ τῇ τιμιότητί σου, ὧν πάντων ἀπεστερήθην διὰ τὴν παροῦσαν ἀσθένειαν. Ἐὰν μὲν οὖν ᾖ τινος ἐπιτυχεῖν ταχέως πρὸς ἡμᾶς ἀφικνουμένου, καταξίωσον περὶ πάντων ἀποστεῖλαί μοι τὰς ἀποκρίσεις· εἰ δὲ μή, εὖξαι ἐλθεῖν ἐπὶ νοῦν μοι ὅπερ εὐάρεστον ᾖ τῷ Κυρίῳ. Ἐν δὲ τῇ συνόδῳ μνήμην ἡμῶν κέλευσον γενέσθαι καὶ αὐτὸς δὲ πρόσευξαι ὑπὲρ ἡμῶν καὶ τὸν λαὸν συμπαράλαβε, ἵνα τὰς λειπομένας ἡμέρας ἢ ὥρας τῆς παροικίας ἡμῶν καταξιωθῶμεν δουλεῦσαι ὡς ἔστιν εὐάρεστον τῷ Κυρίῳ.

ΑΛΕΞΑΝΔΡΕΥΣΙΝ Ἡμᾶς μὲν ἡ ἀκοὴ τῶν γεγενημένων κατὰ τὴν Ἀλεξάνδρειαν καὶ τὴν λοιπὴν Αἴγυπτον διωγμῶν πάλαι κατέλαβε καὶ διέθηκε τὰς ψυχάς, ὡς εἰκὸς ἦν. Ἐλογισάμεθα γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου, πῶς, ἐπειδὴ εἶδεν ἐν τοῖς παρὰ τῶν ἐθνῶν διωγμοῖς πληθυνομένην τὴν Ἐκκλησίαν καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλὴν καὶ οὐκέτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ κεκρυμμένα ἡμῖν τὰ ἔνεδρα τίθησι καλύπτων αὐτῶν τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος ὃ περιφέρουσιν, ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. Ταῦτα λογιζόμενοι πολὺν χρόνον ἐκαθέσθημεν, ἐπὶ τῇ ἀγγελίᾳ τῶν γενομένων ἐκπεπληγμένοι. Καὶ γὰρ τῷ ὄντι ἤχησαν ἡμῶν ἀμφότερα τὰ ὦτα, μαθόντων τὴν ἀναιδῆ καὶ μισάνθρωπον αἵρεσιν τῶν διωξάντων ὑμᾶς, ὅτι οὐχ ἡλικίαν ᾐδέσθησαν, οὐ τοὺς ἐν τῇ πολιτείᾳ καμάτους, οὐ λαῶν ἀγάπην, ἀλλὰ καὶ ᾐκίσαντο τὰ σώματα καὶ ἠτίμωσαν καὶ ἐξορίαις παρέδωκαν καὶ διήρπαξαν τὰς ὑπάρξεις ὧν εὑρεῖν ἠδυνήθησαν, οὐδὲ τὴν παρὰ ἀνθρώπων κατάγνωσιν ἐντρεπόμενοι οὐδὲ τὴν φοβερὰν τοῦ δικαίου Κριτοῦ ἀνταπόδοσιν προορώμενοι. Ταῦτα ἡμᾶς ἐξέπληξε καὶ μικροῦ ἔξω ἐποίησε τῶν λογισμῶν. Συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἡ ἔννοια· ἆρα μὴ ἐγκατέλειπεν ἑαυτοῦ τὰς Ἐκκλησίας παντελῶς ὁ Κύριος;

Ἆρα μὴ ἐσχάτη ὥρα ἐστὶ καὶ ἡ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα;

Πλήν, εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμός, βαστάσατε αὐτὸν οἱ καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδίδοται, μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα, ἀλλ᾽ ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη καὶ παραδοθῆναι θλίψεσιν ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ἐπάγει ἡμῖν ὁ δίκαιος Κριτὴς οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναι ὑπενεγκεῖν;

Ἀναμένουσιν ὑμᾶς, ἀδελφοί, οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ τῶν ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας καὶ ὑποδέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. Μνήσθητε τῶν πάλαι ἁγίων. ὅτι οὐδεὶς τρυφῶν οὐδὲ κολακευόμενος τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη, ἀλλὰ πάντες διὰ μεγάλων θλίψεων πυρωθέντες τὸ δοκίμιον ἐπεδείξαντο. Οἱ μὲν γὰρ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἄλλοι δὲ ἐπρίσθησαν, οἱ δὲ ἐν φόνῳ μαχαίρας ἀπέθανον. Ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἁγίων.

Μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι, διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Εἰ μὲν οὖν ἦν δυνατὸν αὐτῷ μοι παραγενέσθαι, οὐδὲν ἂν προετίμησα τῆς συντυχίας ὑμῶν, ὥστε καὶ ἰδεῖν τοὺς ἀθλητὰς τοῦ Χριστοῦ καὶ περιπτύξασθαι καὶ κοινωνῆσαι τῶν προσευχῶν καὶ τῶν πνευματικῶν ἐν ὑμῖν χαρισμάτων.

Ἐπειδὴ δὲ τὸ σῶμά μοι λοιπὸν ὑπὸ χρονίας νόσου κατανάλωται, ὡς μηδὲ ἀπὸ τῆς κλίνης δύνασθαι μεταβαίνειν, καὶ οἱ ἐφεδρεύοντες ἡμῖν πολλοί, ὡς λύκοι ἅρπαγες, ἐπιτηροῦντες καιρὸν πότε δυνηθῶσι διαρπάσαι τὰ πρόβατα τοῦ Χριστοῦ, ἀναγκαίως ἐπὶ τὴν διὰ τοῦ γράμματος ἐπίσκεψιν ἦλθον παρακαλῶν προηγουμένως μὲν ἐκτενεῖς τὰς ὑπὲρ ἐμοῦ ποιεῖσθαι ὑμᾶς δεήσεις, ἵνα καταξιωθῶ τὰς γοῦν λειπομένας ἡμέρας ἢ ὥρας δουλεῦσαι τῷ Κυρίῳ κατὰ τὸ Εὐαγγέλιον τῆς Βασιλείας, ἔπειτα καὶ συγγνώμην ἔχειν μου τῇ ἀπολείψει καὶ τῇ βραδυτῆτι ταύτῃ τῶν γραμμάτων. Μόλις γὰρ ηὐπορήσαμεν ἀνθρώπου τοῦ δυναμένου ἐξυπηρετήσασθαι ἡμῶν τῇ ἐπιθυμίᾳ. Λέγομεν δὲ τὸν υἱὸν ἡμῶν Εὐγένιον τὸν μονάζοντα, δι᾽ οὗ παρακαλῶ εὔξασθαι ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας πάσης καὶ ἀντιγράψαι ἡμῖν τὰ περὶ ὑμῶν, ἵνα γνόντες εὐθυμότεροι διατεθῶμεν.

ΠΡΟΣ ΤΗΝ ΑΝΤΙΟΧΕΩΝ ΕΚΚΛΗΣΙΑΝ «Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; Καὶ πετασθήσομαι» πρὸς ὑμᾶς καὶ καταπαύσω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ συντυχίᾳ τῆς ὑμετέρας ἀγάπης. Νυνὶ δὲ οὐχὶ πτερύγων ἐνδεῶς ἔχω μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος πάλαι μέν μοι ὑπὸ μακρᾶς τῆς ἀρρωστίας πεπονηκότος, νῦν δὲ ὑπὸ τῶν συνεχῶν θλίψεων παντελῶς συντετριμμένου.

Τίς γὰρ οὕτως ἀδαμάντινος τὴν ψυχήν, τίς οὕτω παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος ὡς ἀκούων τοῦ πανταχόθεν ἡμᾶς προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς κοινόν τινα θρῆνον καὶ σύμφωνον προσηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχὴν καὶ κατακαμφθῆναι εἰς γῆν καὶ ταῖς ἀμηχάνοις ταύταις μερίμναις παντελῶς ἐκτακῆναι; Ἀλλὰ δυνατὸς ὁ Ἅγιος δοῦναί τινα λύσιν τῶν ἀμηχάνων καὶ χαρίσασθαι ἡμῖν τῶν μακρῶν πόνων ἀναπνοήν. Ὥστε καὶ ὑμᾶς τὴν αὐτὴν ἔχειν ἀξιῶ παράκλησιν καὶ τῇ ἐλπίδι τῆς παρακλήσεως χαίροντας ὑμᾶς τὸ παρὸν ἀλγεινὸν τῶν θλίψεων ὑπομένειν. Εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν λοιπὸν τῆς ἐφ᾽ ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμεθα, δίκαιος ὁ Ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν, ἀλλ᾽ ἐπὶ τοῖς προπεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. Μὴ οὖν ἀποκάμωμεν ἐναθλοῦντες εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας μηδὲ δι᾽ ἀνελπιστίας τὰ πονηθέντα ἡμῖν προώμεθα. Οὐ γὰρ μία πρᾶξις ἀνδρείας οὐδὲ βραχὺς πόνος τὸ τῆς ψυχῆς καρτερὸν διαδείκνυσιν, ἀλλ᾽ ὁ δοκιμάζων ἡμῶν τὰς καρδίας διὰ μακρᾶς καὶ παρατεταμένης τῆς δοκιμασίας βούλεται ἡμᾶς τῆς δικαιοσύνης στεφανίτας ἀποδειχθῆναι.

Μόνον ἀνένδοτον φυλασσέσθω τὸ φρόνημα ἡμῶν, ἄσειστον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διατηρείσθω, καὶ ἥξει ἐν τάχει ὁ ἀντιληψόμενος ἡμῶν· ἥξει καὶ οὐ χρονιεῖ. «Προσδέχου γὰρ θλίψιν ἐπὶ θλίψει, ἐλπίδα ἐπ᾽ ἐλπίδι, ἔτι μικρόν, ἔτι μικρόν.» Οὕτως οἶδε ψυχαγωγεῖν τῇ ἐπαγγελίᾳ τοῦ μέλλοντος τοὺς ἑαυτοῦ τροφίμους τὸ Πνεῦμα τὸ Ἅγιον. Μετὰ γὰρ τὰς θλίψεις ἡ ἐλπίς, ἐκ τοῦ σύνεγγυς δὲ πάρεστι τὰ ἐλπιζόμενα. Κἂν γὰρ ὅλον τις εἴποι τὸν ἀνθρώπινον βίον, σμικρότατόν ἐστι διάστημα παντελῶς συγκρίσει ἐκείνου τοῦ ἀπεράντου αἰῶνος τοῦ ἐν ταῖς ἐλπίσιν ἀποκειμένου.

Πίστιν δὲ ἡμεῖς οὔτε παρ᾽ ἄλλων γραφομένην ἡμῖν νεωτέραν παραδεχόμεθα οὔτε αὐτοὶ τὰ τῆς ἡμετέρας διανοίας γεννήματα παραδιδόναι τολμῶμεν, ἵνα μὴ ἀνθρώπινα ποιήσωμεν τὰ τῆς εὐσεβείας ῥήματα, ἀλλ᾽ ἅπερ παρὰ τῶν ἁγίων Πατέρων δεδιδάγμεθα ταῦτα τοῖς ἐρωτῶσιν ἡμᾶς διαγγέλλομεν. Ἔστι τοίνυν ἐκ πατέρων ἐμπολιτευομένη τῇ Ἐκκλησίᾳ ἡμῶν ἡ γραφεῖσα παρὰ τῶν ἁγίων Πατέρων πίστις τῶν κατὰ τὴν Νίκαιαν συνελθόντων ἡμῖν· ἣν ἡγούμεθα μὲν διὰ στόματος εἶναι καὶ παρ᾽ ὑμῖν, οὐ παραιτούμεθα δέ, ἵνα μὴ ὄκνου ἔγκλημα ἀπενεγκώμεθα, καὶ αὐτὰ τὰ ῥήματα ἐνσημᾶναι τῷ γράμματι. Ἔστι δὲ ταῦτα· «Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ὁρατῶν τε πάντων καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς Μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός· Φῶς ἐκ Φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾽ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ. Τὸν δι᾽ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ Ἅγιον Πνεῦμα.

Τοὺς δὲ λέγοντας· ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καί, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ· τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.» Πιστεύωμεν τούτοις.

Ἐπειδὴ δὲ ἀδιόριστός ἐστιν ὁ περὶ τοῦ Ἁγίου Πνεύματος λόγος, οὔπω τότε τῶν πνευματομάχων ἀναφανέντων, τὸ χρῆναι ἀναθεματίζεσθαι τοὺς λέγοντας τῆς κτιστῆς εἶναι καὶ δουλικῆς φύσεως τὸ Πνεῦμα τὸ Ἅγιον ἐσίγησαν.

Οὐδὲν γὰρ ὅλως τῆς θείας καὶ μακαρίας Τριάδος κτιστόν.

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Ἐδεξάμην ἤδη δύο ἐπιστολὰς παρὰ τῆς ἐνθέου καὶ τελειοτάτης φρονήσεώς σου· ὧν ἡ μὲν ὑπέγραφεν ἡμῖν ἐναργῶς ὅπως μὲν προσεδοκήθημεν ὑπὸ τοῦ λαοῦ τοῦ ὑπὸ τὴν χεῖρα τῆς ὁσιότητός σου, ὅσον δὲ ἐλυπήσαμεν ἀπολειφθέντες τῆς ἁγιωτάτης συνόδου. Ἡ δὲ ἑτέρα ἡ παλαιοτέρα μέν, ὡς εἰκάζω τῷ γράμματι, ὕστερον δὲ ἡμῖν ἀποδοθεῖσα, διδασκαλίαν περιεῖχε πρέπουσάν σοι καὶ ἡμῖν ἀναγκαίαν, μὴ καταρρᾳθυμεῖν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ μηδὲ κατὰ μικρὸν προΐεσθαι τοῖς ὑπεναντίοις τὰ πράγματα, ἀφ᾽ ὧν τὰ μὲν ἐκείνων αὐξήσει, τὰ δὲ ἡμέτερα μειωθήσεται.

Καὶ οἶμαι πρὸς ἑκατέραν ἀποκεκρίσθαι, πλὴν ἀλλὰ καὶ νῦν, ἐπειδὴ ἄδηλον εἰ οἱ πιστευθέντες τὴν διακονίαν διέσωσαν ἡμῶν τὰς ἀποκρίσεις, περὶ τῶν αὐτῶν ἀπολογοῦμαι· πρὸς μὲν τὴν ἀπόλειψιν ἀληθεστάτην πρόφασιν γράφων, ἧς οἶμαι τὴν ἀκοὴν καὶ μέχρι τῆς σῆς ὁσιότητος διαβεβηκέναι, ὅτι ὑπὸ ἀρρωστίας κατεσχέθην τῆς μέχρις αὐτῶν με τῶν πυλῶν τοῦ θανάτου καταγαγούσης. Καὶ ἔτι καὶ νῦν ἡνίκα ἐπέστελλον περὶ τούτων, λείψανα φέρων τῆς ἀρρωστίας ἔγραφον. Ταῦτα δέ ἐστι τοιαῦτα ὥστε ἐξαρκεῖν ἑτέρῳ νοσήματα εἶναι δύσφορα.

Πρὸς δὲ τὸ ὅτι οὐ ῥᾳθυμίᾳ ἡμετέρᾳ τὰ τῶν Ἐκκλησιῶν τοῖς ἐναντίοις προδέδοται, εἰδέναι βούλομαι τὴν θεοσέβειάν σου ὅτι οἱ κοινωνικοὶ δῆθεν ἡμῖν τῶν ἐπισκόπων ἢ ὄκνῳ ἢ τῷ πρὸς ἡμᾶς ὑπόπτως ἔχειν ἔτι καὶ μὴ καθαρῶς ἢ τῇ παρὰ τοῦ διαβόλου ἐγγινομένῃ πρὸς τὰς ἀγαθὰς πράξεις ἐναντιώσει συνάρασθαι ἡμῖν οὐκ ἀνέχονται.

Ἀλλὰ σχήματι μὲν δῆθεν οἱ πλείους ἐσμὲν μετ᾽ ἀλλήλων προστεθέντος ἡμῖν καὶ τοῦ χρηστοῦ Βοσπορίου, ἀληθείᾳ δὲ πρὸς οὐδὲν ἡμῖν τῶν ἀναγκαιοτάτων συναίρονται, ὥστε με καὶ ὑπὸ τῆς ἀθυμίας ταύτης τὸ πλεῖστον μέρος πρὸς τὴν ἀνάληψιν ἐμποδίζεσθαι, συνεχῶς μοι τῶν ἀρρωστημάτων ἐκ τῆς σφοδρᾶς λύπης ὑποστρεφόντων. Τί δ᾽ ἂν ποιήσαιμι μόνος, τῶν κανόνων, ὡς καὶ αὐτὸς οἶδας, ἑνὶ τὰς τοιαύτας οἰκονομίας μὴ συγχωρούντων; Καίτοι τίνα θεραπείαν οὐκ ἐθεράπευσα; Ποίου κρίματος αὐτοὺς οὐκ ἀνέμνησα, τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ καὶ διὰ τῆς συντυχίας; Ἦλθον γὰρ καὶ μέχρι τῆς πόλεως κατὰ ἀκοὴν τοῦ ἐμοῦ θανάτου. Ἐπεὶ δὲ ἔδοξε τῷ Θεῷ ζῶντας ἡμᾶς παρ᾽ αὐτῶν καταληφθῆναι, διελέχθημεν αὐτοῖς τὰ εἰκότα. Καὶ παρόντα μὲν αἰδοῦνται καὶ ὑπισχνοῦνται τὰ εἰκότα πάντα, ἀπολειφθέντες δὲ πάλιν πρὸς τὴν ἑαυτῶν ἀνατρέχουσι γνώμην. Ταῦτα καὶ ἡμεῖς τῆς κοινῆς καταστάσεως τῶν πραγμάτων ἀπολαύομεν, προδήλως τοῦ Κυρίου ἐγκαταλιπόντος ἡμᾶς τοὺς διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψύξαντας τὴν ἀγάπην. Ἀλλὰ πρὸς πάντα ἡμῖν ἀρκεσάτω ἡ μεγάλη σου καὶ δυνατωτάτη πρὸς Θεὸν ἱκεσία.

Τάχα γὰρ ἂν ἢ γενοίμεθά τι τοῖς πράγμασι χρήσιμοι ἢ διαμαρτόντες τῶν σπουδαζομένων φύγοιμεν τὴν κατάκρισιν.