Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Κανονικές Απαντήσεις, Ζητήματα Γάμου και Θεολογικές Παραινέσεις

Οδηγίες προς τον Αμφιλόχιο Ικονίου και τον Διόδωρο Ταρσού σχετικά με την εκκλησιαστική πειθαρχία και τους απαγορευμένους γάμους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 20 από 40

ΑΜΦΙΛΟΧΙῼ ΩΣ ΠΑΡΑ ΗΡΑΚΛΕΙΔΟΥ Ἐγὼ καὶ τῶν ὁμιληθέντων ἡμῖν πρὸς ἀλλήλους ποτὲ μέμνημαι καὶ ὧν τε αὐτὸς εἶπον ὧν τε ἤκουσα παρὰ τῆς εὐγενείας σου οὐκ ἐπιλέλησμαι. Καὶ νῦν βίος μέν με δημόσιος οὐ κατέχει. Εἰ γὰρ καὶ τῇ καρδίᾳ ὁ αὐτός εἰμι καὶ οὔπω τὸν παλαιὸν ἀπεδυσάμην ἄνθρωπον, πλὴν τῷ γε σχήματι καὶ τῷ μακρὰν ἐμαυτὸν ποιῆσαι τῶν τοῦ βίου πραγμάτων ἔδοξα λοιπὸν οἷον ἐπιβεβηκέναι τοῦ οὐδοῦ τῆς κατὰ Χριστὸν πολιτείας. Καθέζομαι δὲ ἐπ᾽ ἐμαυτοῦ, ὥσπερ οἱ εἰς πέλαγος ἀφιέναι μέλλοντες, ἀποσκοπεύων τὸ μέλλον. Οἱ μὲν γὰρ πλέοντες ἀνέμων χρῄζουσι πρὸς τὴν εὔπλοιαν, ἡμεῖς δὲ τοῦ χειραγωγήσοντος ἡμᾶς καὶ ἀσφαλῶς διὰ τῶν ἁλμυρῶν κυμάτων τοῦ βίου παραπέμψοντος.

Χρῄζειν γὰρ ἐμαυτὸν λογίζομαι πρῶτον μὲν χαλινοῦ πρὸς τὴν νεότητα, ἔπειτα κέντρων πρὸς τὸν δρόμον τῆς εὐσεβείας. Τούτων δὲ πρόξενος λόγος δηλονότι, νῦν μὲν παιδαγωγῶν ἡμῶν τὸ ἄτακτον, νῦν δὲ τὸ νωθρὸν τῆς ψυχῆς διεγείρων. Πάλιν μοι χρεία φαρμάκων ἑτέρων ὥστε τὸν ἐκ τῆς συνηθείας ἀποπλύνασθαι ῥύπον. Οἶδας γὰρ ὅτι ἡμεῖς, οἱ πολὺν χρόνον ἐνεθισθέντες τῇ ἀγορᾷ, ἀφειδῶς μὲν ἔχομεν τῶν ῥημάτων, ἀφυλάκτως δὲ πρὸς τὰς ἐν τῇ διανοίᾳ συνισταμένας ἐκ τοῦ Πονηροῦ φαντασίας.

Ἡττήμεθα δὲ καὶ τιμῆς καὶ τὸ ἐφ᾽ ἑαυτοῖς τι φρονεῖν οὐ ῥᾳδίως ἀποτιθέμεθα. Πρὸς ταῦτα μεγάλου μοι δεῖν καὶ ἐμπείρου λογίζομαι διδασκάλου. Ἔπειτα μέντοι καὶ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι, ὥστε, πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν οἵαν τινὰ λήμην ἀφαιρεθέντα, δύνασθαι ἐνατενίζειν τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ, οὐ μικροῦ ἔργου κρίνω οὐδ᾽ ἐπ᾽ ὀλίγον τὴν ὠφέλειαν φέρειν. Ἃ καὶ τὴν σὴν λογιότητα συνορᾶν καὶ ἐπιθυμεῖν ὑπάρξαι τινὰ εἰς ταύτην τὴν βοήθειαν ἀκριβῶς ἐπίσταμαι· καί, ἐάν ποτε δῷ ὁ Θεὸς εἰς ταὐτὸν ἀφικέσθαι τῇ κοσμιότητί σου, δηλονότι πλείονα μαθήσομαι ὑπὲρ ὧν φροντίζειν με χρή. Νῦν γὰρ ὑπὸ πολλῆς ἀμαθίας οὐδὲ ὅσων ἐνδεής εἰμι γνωρίζειν δύναμαι, πλήν γε ὅτι οὐδὲν μετεμέλησέ μοι τῆς πρώτης ὁρμῆς οὐδὲ ὀκλάζει μου ἡ ψυχὴ πρὸς τὸν σκοπὸν τοῦ κατὰ Θεὸν βίου, ὅπερ ἠγωνίασας ἐπ᾽ ἐμοὶ καλῶς καὶ προσηκόντως ἑαυτῷ ποιῶν, μήποτε στραφεὶς εἰς τὰ ὀπίσω στήλη γένωμαι ἁλός, ὅπερ γυνή τις ἔπαθεν, ὥσπερ ἀκούω. Ἀλλ᾽ ἔτι μέν με καὶ αἱ ἔξωθεν ἀρχαὶ συστέλλουσιν, ὥσπερ λιποτάκτην τινὰ τῶν ἀρχόντων ἀναζητούντων.

Ἐπέχει δέ με μάλιστα ἡ ἐμοῦ αὐτοῦ καρδία, ἐκεῖνα μαρτυροῦσα ἑαυτῇ ἅπερ εἴρηκα. Ἐπειδὴ δὲ συνθηκῶν ἐμνήσθης καὶ κατηγορεῖν ἐπηγγείλω, γελάσαι με ἐποίησας ἐν ταύτῃ τῇ κατηφείᾳ μου, ὅτι ἔτι ῥήτωρ εἶ καὶ τῆς δεινότητος οὐκ ἀφίστασαι.

Ἐγὼ γὰρ νομίζω, εἰ μὴ πάντη ὡς ἀμαθὴς διαμαρτάνω τῆς ἀληθείας, μίαν εἶναι ὁδὸν τὴν πρὸς τὸν Κύριον ἄγουσαν, καὶ πάντας τοὺς πρὸς αὐτὸν πορευομένους συνοδεύειν ἀλλήλοις, καὶ κατὰ μίαν συνθήκην τοῦ βίου πορεύεσθαι.

Ὥστε ποῦ ἀπελθὼν χωρισθῆναί σου δύναμαι καὶ μὴ μετὰ σοῦ ζῆν καὶ μετὰ σοῦ δουλεύειν Θεῷ ᾧ κοινῇ προσεφύγομεν; Τὰ μὲν γὰρ σώματα ἡμῶν τόποις διασταθήσεται, ὁ δὲ τοῦ Θεοῦ ὀφθαλμὸς κοινῇ ἀμφοτέρους ἐφορᾷ δηλονότι, εἴπερ οὖν ἄξιος καὶ ὁ ἐμὸς βίος ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι· ἀνέγνων γάρ που ἐν Ψαλμοῖς ὅτι «Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους.» Ἐγὼ μὲν γὰρ εὔχομαι καὶ σοὶ καὶ παντὶ τῷ παραπλησίως σοι προαιρουμένῳ καὶ τῷ σώματι συνεῖναι, καὶ πᾶσαν νύκτα καὶ ἡμέραν μετὰ σοῦ κλίνειν τὰ γόνατα πρὸς τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμενος τὸν Θεόν.

Οἶδα γὰρ τὴν ἐν ταῖς προσευχαῖς κοινωνίαν πολὺ κέρδος φέρουσαν. Ἐὰν δέ, ὁσάκις ὑπάρξῃ μοι ἐν διαφόρῳ γωνιδίῳ παρερριμμένῳ στενάζειν, ἀκολουθήσῃ μοι πάντως τὸ ψεύδεσθαι, μάχεσθαι μὲν πρὸς τὸν λόγον οὐκ ἔχω, ἤδη δὲ ὡς ψεύστου ἐμαυτὸν κατακρίνω, εἴ τι τοιοῦτον κατὰ τὴν παλαιὰν ἀδιαφορίαν ἐφθεγξάμην, ἅ με τῷ κρίματι τοῦ ψεύδους ὑπόδικον καθιστᾷ.

Γενόμενος δὲ πλησίον Καισαρείας ὥστε γνωρίσαι τὰ πράγματα καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. Εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν προσέταξεν ἡμῖν ἡ λογιότης σου. Καὶ ἃ μὲν ἀπεκρίνατο οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρ᾽ ἡμῶν δυνατὸν καὶ ἐπιστολῆς ὑπερβαίνει μέτρον. Ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι τὴν κτῆσιν. Καὶ παρείχετο ἡμῖν ἐκ τοῦ Εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μὲν ὡς Ἰωάννου τοῦ Βαπτιστοῦ εἰπόντος· «Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι», ἑτέραν δὲ ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος μὴ ἔχειν δύο χιτῶνας. Προσετίθη δὲ τούτοις καὶ τό· «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς.» Ἔλεγε δὲ καὶ τὴν τοῦ μαργαρίτου παραβολὴν εἰς τοῦτο φέρειν, ὅτι ὁ ἔμπορος ὁ εὑρὼν τὸν πολύτιμον μαργαρίτην ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα καὶ ἠγόρασεν ἐκεῖνον. Προσετίθει δὲ τούτοις ὅτι οὐδὲ ἑαυτῷ τινα ἐπιτρέπειν χρὴ τὴν τῶν χρημάτων διανομήν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ.

Καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο, ὅτι πωλοῦντες τὰ προσόντα αὐτοῖς φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν Ἀποστόλων καὶ παρ᾽ ἐκείνων διεδίδοτο ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.

Ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς δεομένου καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. Καὶ ὁ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε καὶ παρ᾽ αὐτοῦ λήψεται τὸν μισθόν, ὁ δὲ τῷ περιερχομένῳ προσέρριψε κυνὶ φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ τὴν ἔνδειαν.

Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθ᾽ ἡμέραν ὀλίγα μὲν ἔφθη εἰρηκὼς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος, πλὴν ἀλλ᾽ ἐβουλόμην παρ᾽ αὐτοῦ ἐκείνου σε μαθεῖν. Ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον.

Ηὐχόμην δὲ μετὰ σοῦ ποτε καταλαβεῖν αὐτόν, ἵνα τῇ μνήμῃ ἀκριβῶς φυλάξας τὰ λεχθέντα καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. Ἐκείνου γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι ἡ περὶ τοῦ πῶς χρὴ ζῆν τὸν χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. Καὶ οἶδα ὅτι, εἰ μή σε κατεῖχεν ὁ δεσμὸς τῆς γηροκομίας τοῦ πατρός, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμησας τῆς συντυχίας τοῦ ἐπισκόπου οὔτ᾽ ἂν ἐμοὶ συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. Τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. Ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σε ἀναχωρεῖν αὐτοῦ, καὶ περιτυγχάνειν ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν τοῖς προσιοῦσιν αὐτῷ δυναμένῳ.

ΕΥΣΤΑΘΙῼ ΑΡΧΙΑΤΡῼ Εἴ τι ὄφελος ἡμετέρων γραμμάτων, μηδένα χρόνον διαλείπῃς ἐπιστέλλων ἡμῖν καὶ διεγείρων ἡμᾶς πρὸς τὸ γράφειν. Αὐτοὶ μὲν γὰρ προδήλως ἡδίους γινόμεθα ἐντυγχάνοντες ἐπιστολαῖς συνετῶν ἀνδρῶν ἀγαπώντων τὸν Κύριον. Εἰ δὲ καὶ αὐτοί τι ἄξιον σπουδῆς εὑρίσκετε παρ᾽ ἡμῖν, ὑμέτερον εἰδέναι τῶν ἐντυγχανόντων. Εἰ μὲν οὖν μὴ ὑπὸ τοῦ πλήθους τῶν ἀσχολιῶν ἀπηγόμεθα, οὐκ ἂν τῆς ἐκ τοῦ γράφειν συνεχῶς εὐφροσύνης ἀπειχόμεθα. Ὑμεῖς δέ, οἷς ἐλάττους αἱ φροντίδες, ὁσάκις ἂν οἷόν τε ᾖ, κινεῖτε ἡμᾶς τοῖς γράμμασι. Καὶ γὰρ τὰ φρέατά φασιν ἀντλούμενα βελτίω γίνεσθαι. Ἐοίκασι δέ σου αἱ ἐξ ἰατρικῆς παραινέσεις εἰς πάρεργον χωρεῖν, οὐχ ἡμῶν ἐναγόντων τὸν σίδηρον, ἀλλ᾽ ἑαυτοῖς ἐκπιπτόντων τῶν ἀπαχρειουμένων.

Ὁ μὲν οὖν τοῦ Στωϊκοῦ λόγος· «Ἐπειδή, φησί, μὴ γίνεται τὰ πράγματα ὡς βουλόμεθα, ὡς ἂν γίνηται βουλώμεθα.» Ἐγὼ δὲ τοῖς μὲν πράγμασι τὴν γνώμην συμμετατίθεσθαι οὐ καταδέχομαι, τὸ δὲ ἀβουλήτως τινὰ ποιεῖν τῶν ἀναγκαίων οὐκ ἀποδοκιμάζω. Οὔτε γὰρ ὑμῖν τοῖς ἰατροῖς τὸ κάειν τὸν ἄρρωστον ἢ ἄλλως ποιεῖν ἀλγεῖν βουλητόν, ἀλλ᾽ οὖν καταδέχεσθε πολλάκις τῇ δυσχερείᾳ τοῦ πάθους ἑπόμενοι. Οὔτε οἱ πλέοντες ἑκουσίως ἐκβάλλουσι τὰ ἀγώγιμα, ἀλλ᾽, ὥστε διαφυγεῖν τὰ ναυάγια, ὑφίστανται τὴν ἐκβολὴν τὸν ἐν πενίᾳ βίον τοῦ ἀποθανεῖν προτιμῶντες. Ὥστε καὶ ἡμᾶς οἴου ἀλγεινῶς μὲν καὶ μετὰ μυρίων ὀδυρμῶν φέρειν τὸν χωρισμὸν τῶν ἀφισταμένων, φέρειν δ᾽ οὖν ὅμως, ἐπειδὴ τοῦ Θεοῦ καὶ τῆς ἐπ᾽ αὐτὸν ἐλπίδος οὐδὲν τοῖς ἀληθείας ἐρασταῖς προτιμότερον.

ΟΥΙΚΤΟΡΙ ΣΤΡΑΤΗΛΑΤῌ Ἄλλῳ μέν τινι μὴ ἐπιστέλλων, τάχα ἂν δεξαίμην δικαίως ἔγκλημα ῥᾳθυμίας ἢ λήθης. Σοῦ δὲ πῶς ἔστιν ἐπιλαθέσθαι, οὗ παρὰ πᾶσιν ἀνθρώποις λαλεῖται τὸ ὄνομα; Πῶς δὲ καταρρᾳθυμῆσαι, ὃς πάντων σχεδὸν τῶν κατὰ τὴν οἰκουμένην τῷ ὕψει τῶν ἀξιωμάτων ὑπερανέστηκας; Ἀλλὰ δήλη ἡμῶν ἡ αἰτία τῆς σιωπῆς. Ὀκνοῦμεν δι᾽ ὄχλου γενέσθαι ἀνδρὶ τοσούτῳ. Εἰ δὲ πρὸς τῇ λοιπῇ σου ἀρετῇ καὶ τοῦτο κατεδέξω οὐ μόνον πεμπόμενα παρ᾽ ἡμῶν δέχεσθαι γράμματα, ἀλλὰ καὶ ἐλλειφθέντα ἐπιζητεῖν, ἰδοὺ καὶ γράφομεν νῦν τεθαρρηκότως καὶ γράψομέν γε πρὸς τὸ ἐφεξῆς εὐχόμενοι τῷ ἁγίῳ Θεῷ δοθῆναί σοι τὴν ἀμοιβὴν τῆς περὶ ἡμᾶς τιμῆς. Ὑπὲρ δὲ τῆς Ἐκκλησίας προέλαβες ἡμῶν τὰς παρακλήσεις πάντα ποιήσας ὅσα ἂν ἡμεῖς ἐπεζητήσαμεν. Ποιεῖς δὲ οὐκ ἀνθρώποις χαριζόμενος, ἀλλὰ Θεῷ τῷ τιμήσαντί σε, ὃς τὰ μὲν ἔδωκεν ἐν τῇ νῦν ζωῇ ἀγαθά, τὰ δὲ δώσει ἐν τῷ μέλλοντι αἰῶνι, ἀνθ᾽ ὧν μετὰ ἀληθείας ἐπορεύθης τὴν ὁδὸν αὐτοῦ, ἀκλινῆ τὴν καρδίαν ἐν τῇ ὀρθότητι τῆς πίστεως ἀπ᾽ ἀρχῆς εἰς τέλος διασωσάμενος.

ΒΙΚΤΟΡΙ ΑΠΟ ΥΠΑΤΩΝ Ὁσάκις ἂν ἡμῖν ὑπάρξῃ γράμμασιν ἐντυχεῖν τῆς κοσμιότητός σου, τοσαυτάκις χάριν ὁμολογοῦμεν τῷ Θεῷ, ὅτι διαμένεις καὶ μεμνημένος ἡμῶν καὶ ὑπ᾽ οὐδεμιᾶς διαβολῆς τὴν ἀγάπην ἐλαττῶν ἣν ἅπαξ κρίσει τῇ ὀρθοτάτῃ ἢ συνηθείᾳ χρηστῇ ἀναλαβεῖν κατεδέξω. Εὐχόμεθα οὖν τῷ ἁγίῳ Θεῷ καὶ σὲ διαμεῖναι ἐν τῇ ὁμοίᾳ πρὸς ἡμᾶς διαθέσει καὶ ἡμᾶς ἀξίους εἶναι τῆς παρὰ σοῦ τιμῆς ἣν τιμᾷς ἡμᾶς διὰ τοῦ γράμματος.

ΑΣΧΟΛΙῼ ΜΟΝΑΖΟΝΤΙ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡῼ Καλῶς ἐποίησας καὶ κατὰ τὸν τῆς πνευματικῆς ἀγάπης νόμον κατάρξας τῶν πρὸς ἡμᾶς γραμμάτων καὶ τῷ ἀγαθῷ ὑποδείγματι πρὸς τὸν ὅμοιον ζῆλον ἡμᾶς ἐκκαλεσάμενος. Καὶ γὰρ ἡ μὲν τοῦ κόσμου φιλία ὀφθαλμῶν δεῖται καὶ συντυχίας. ὥστε ἐκεῖθεν ἀρχὴν τῆς συνηθείας γενέσθαι· οἱ δὲ πνευματικῶς ἀγαπᾶν εἰδότες οὐ τῇ σαρκὶ προξένῳ κέχρηνται τῆς φιλίας, ἀλλὰ τῇ τῆς πίστεως κοινωνίᾳ πρὸς τὴν πνευματικὴν συνάφειαν ἄγονται.

Χάρις οὖν τῷ Κυρίῳ τῷ παρακαλέσαντι ἡμῶν τὰς καρδίας ἐκ τοῦ δεῖξαι ὅτι οὐκ ἐν πᾶσι κατέψυκται ἡ ἀγάπη, ἀλλ᾽ εἰσί που τῆς οἰκουμένης οἱ τῆς Χριστοῦ μαθητείας τὸν χαρακτῆρα δεικνύντες. Καὶ τοίνυν ἔδοξέ μοι τὸ καθ᾽ ὑμᾶς ἐοικέναι πρᾶγμα ἄστροις ἐν νυκτερινῇ συννεφίᾳ ἄλλοις κατ᾽ ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν, ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον.

Τοιοῦτοι δὲ καὶ ὑμεῖς, οἱ τῶν Ἐκκλησιῶν φωστῆρες, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει, οἷον ἐν σκοτομαίνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως τὸ περιπόθητον ἔχοντες. Ἐγνώρισε δέ σου τὴν διάθεσιν ἡμῖν τὸ γράμμα αὐτάρκως. Εἰ γὰρ καὶ μικρὸν ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλὰ τῇ γε ὀρθότητι τῆς διανοίας ἀρκοῦσαν ἡμῖν τῆς προαιρέσεως τὴν ἀπόδειξιν ἔδωκε. Τὸ γὰρ περὶ τὸν μακαριώτατον Ἀθανάσιον ἐσπουδακέναι δεῖγμα ἐναργέστατον τοῦ ὑγιῶς ἔχειν περὶ τὰ μέγιστα. Ἀντὶ οὖν τῆς ἐπὶ τοῖς γράμμασιν εὐφροσύνης πολλὴν οἴδαμεν χάριν τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Εὐφημίῳ, ᾧ καὶ αὐτὸς εὔχομαι πᾶσαν ὑπάρξειν βοήθειαν ἐξ Ἁγίου, καὶ σὲ συνεύχεσθαι ἡμῖν παρακαλῶ ὅπως ἀπολάβοιμεν αὐτὸν ἐν τάχει μετὰ τῆς κοσμιωτάτης συζύγου αὐτοῦ, θυγατρὸς δὲ ἡμῶν ἐν Κυρίῳ. Παρακλήθητι δὲ καὶ αὐτὸς μὴ ἐν προοιμίοις στῆσαι τὴν εὐφροσύνην, ἀλλὰ διὰ τῆς ἀεὶ παραπιπτούσης προφάσεως ἐπιστέλλειν καὶ τὴν πρὸς ἡμᾶς διάθεσιν τῷ πυκνῷ τῆς ὁμιλίας αὔξειν καὶ τὰ περὶ τῶν αὐτοῦ Ἐκκλησιῶν ὅπως ἔχει κατὰ τὴν συμφωνίαν σημαίνειν, περὶ δὲ τῶν ἐνταῦθα προσεύχεσθαι, ὥστε γενέσθαι καὶ παρ᾽ ἡμῖν γαλήνην μεγάλην, ἐπιτιμήσαντος τοῦ Κυρίου ἡμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ.

ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΛΕΙΠΤῌ Πρὸς πολλὰς τὰς διὰ τῆς ἐπιστολῆς ἣν πρώτην καὶ μόνην κατηξίωσεν ἡμῖν ἡ εὐγένειά σου διαπέμψασθαι ἐγγεγραμμένας κατηγορίας ἀπορῶ ἀπολογήσασθαι, οὐ διὰ τὴν τοῦ δικαίου ἔνδειαν, ἀλλὰ διὰ τὸ ἐν πλήθει τῶν ἐπιφερομένων δύσκολον εἶναι τῶν καιριωτέρων τὴν προτίμησιν καὶ ὅθεν δεῖ πρῶτον ἡμᾶς ἄρξασθαι τῆς θεραπείας· ἢ τάχα διὰ τὸ τῇ τάξει τῶν γεγραμμένων χρησαμένους ὁδῷ πρὸς ἕκαστον ἀπαντᾶν. Τοὺς ἐπὶ Σκυθίαν ἀπαίροντας ἐντεῦθεν μέχρι σήμερον οὐκ ἐγνωρίσαμεν· ἀλλ᾽ οὐδὲ τῶν ἐκ τῆς οἰκίας ὑπέμνησαν ἡμᾶς, ὥστε προσειπεῖν δι᾽ αὐτῶν, καίτοι πάνυ διὰ σπουδῆς τιθεμένους ἐπὶ πάσης προφάσεως προσφθέγγεσθαί σου τὴν τιμιότητα. Ἐπιλαθέσθαι δέ σου ἐν προσευχαῖς ἀδύνατον, εἰ μὴ πρότερον τοῦ ἔργου ἡμῶν ἐπιλαθώμεθα εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. Μέμνησαι γὰρ πάντως τῶν κηρυγμάτων τῶν ἐκκλησιαστικῶν πιστὸς ὢν τῇ τοῦ Θεοῦ χάριτι, ὅτι καὶ ὑπὲρ τῶν ἐν ἀποδημίαις ἀδελφῶν δεόμεθα, καὶ ὑπὲρ τῶν ἐν στρατείαις ἐξεταζομένων καὶ ὑπὲρ παρρησιαζομένων διὰ τὸ ὄνομα Κυρίου καὶ ὑπὲρ τῶν τοὺς πνευματικοὺς καρποὺς ἐπιδεικνυμένων ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ τὰς εὐχὰς ποιούμεθα· ὧν πάντως ἐν τοῖς χρόνοις ἢ καὶ ἐν τοῖς πᾶσι νομίζομεν καὶ τὴν σὴν ἐμπεριλαμβάνεσθαι τιμιότητα.

Ἰδίᾳ δέ σου ἡμεῖς πῶς ἂν ἐπιλαθώμεθα τοσαῦτα ἔχοντες τὰ κινοῦντα ἡμᾶς πρὸς μνήμην, ἀδελφιδῆν τοιαύτην, ἀδελφιδοὺς τοιούτους, συγγένειαν οὕτω χρηστήν, οὕτως ἀγαπῶσαν ἡμᾶς, οἶκον, οἰκέτας, φίλους, ἐξ ὧν, κἂν μὴ βουλώμεθα, ἀναγκαίως ὑπομιμνησκόμεθά σου τῆς ἀγαθῆς προαιρέσεως; Περὶ δὲ τοῦδε ὁ ἀδελφὸς ὁ δεῖνα οὐδὲν ἡμῖν ἤνεγκεν ἐπαχθές, οὐδὲ παρ᾽ ἡμῶν βλάπτουσα αὐτόν τις κρίσις ἐξενήνεκται οὐδεμία. Τρέψον οὖν τὴν λύπην ἐπὶ τοὺς τὰ ψευδῆ διηγησαμένους ἀπολύσας πάσης μέμψεως καὶ τὸν χωρεπίσκοπον καὶ ἐμέ. Εἰ δέ τινα δίκην γυμνάζει ὁ σχολαστικὸς ὁ δεῖνα, ἔχει δικαστήρια δημόσια καὶ νόμους. Ἀξιῶ οὖν ὑμᾶς ἐπὶ τούτοις μηδεμίαν ἔχειν μέμψιν. Αὐτὸς δὲ ὅσα ποιεῖς ἀγαθά, σεαυτῷ θησαυρίζεις, καὶ ἣν παρέχῃ ἀνάπαυσιν τοῖς διὰ τὸ ὄνομα τοῦ Κυρίου διωκομένοις, ταύτην σεαυτῷ ἐν ἡμέρᾳ τῆς μισθαποδοσίας προετοιμάζεις.

Καλῶς δὲ ποιήσεις, ἐὰν καὶ λείψανα μαρτύρων τῇ πατρίδι ἐκπέμψῃ, εἴπερ, ὡς ἐπέστειλας ἡμῖν, ὁ ἐκεῖ διωγμὸς ποιεῖ καὶ νῦν μάρτυρας τῷ Κυρίῳ.

ΕΥΑΓΡΙῼ ΠΡΕΣΒΥΤΕΡῼ Τοσοῦτον ἀπέσχον τοῦ δυσχερᾶναι πρὸς τὸ μῆκος τῶν γραμμάτων, ὥστε καὶ μικρά μοι ἔδοξεν εἶναι ἡ ἐπιστολὴ ὑπὸ τῆς κατὰ τὴν ἀνάγνωσιν ἡδονῆς. Τί γὰρ ἥδιον ἄκουσμα τοῦ τῆς εἰρήνης ὀνόματος, ἢ τί τοῦ ὑπὲρ τῶν τοιούτων βουλεύεσθαι ἱεροπρεπέστερον καὶ μᾶλλον τῷ Κυρίῳ κεχαρισμένον;

Σοὶ μὲν οὖν παράσχοι ὁ Κύριος τὸν μισθὸν τῆς εἰρηνοποιίας οὕτω καλῶς προαιρουμένῳ καὶ σπουδαίως ἐγκειμένῳ πράγματι μακαριστῷ. Ἡμᾶς δὲ νόμιζε, τιμία κεφαλή, ἕνεκα μὲν τοῦ προῃρῆσθαι καὶ εὔχεσθαι ἰδεῖν ποτε τὴν ἡμέραν ἐν ᾗ πάντες τὸν αὐτὸν πληροῦσι σύλλογον οἱ ταῖς διανοίαις ἀλλήλων μὴ ἀπεσχισμένοι, μηδενὶ παραχωρεῖν τῶν εἰς τὴν σπουδὴν ταύτην πρωτείων. Καὶ γὰρ ἂν εἴημεν ὡς ἀληθῶς πάντων ἀνθρώπων ἀτοπώτατοι, σχίσμασι καὶ κατατομαῖς Ἐκκλησιῶν ἐφηδόμενοι καὶ μὴ τὴν συνάφειαν τῶν μελῶν τοῦ σώματος τοῦ Χριστοῦ τὸ μέγιστον τῶν ἀγαθῶν τιθέμενοι. Ὅσον μέντοι τῆς ἐπιθυμίας ἡμῖν περίεστι, τοσοῦτον γίνωσκε τῆς δυνάμεως ἐνδεῖν. Οὐ γὰρ ἀγνοεῖ σου ἡ τελεία φρόνησις ὅτι τὰ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν, ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας ἀγωγῆς, εἰ μέλλοι τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι ὥστε πρόρριζα ἐξελεῖν τῶν καμνόντων τὰ ἀρρωστήματα. Οἶδας δὲ ὃ λέγω, καί, εἰ δεῖ τρανότερον εἰπεῖν, καὶ οὐδεὶς ὁ φόβος.

Τὴν φιλαυτίαν ἔθει μακρῷ ταῖς ψυχαῖς ἐρριζωθεῖσαν εἷς ἀνὴρ ἀνελεῖν οὐχ οἷός τε οὐδ᾽ ἐπιστολὴ μία οὐδὲ χρόνος βραχύς. Τὰς γὰρ ὑπονοίας καὶ τὰς ἐξ ἀντιλογιῶν παρατριβὰς παντελῶς ἀναιρεθῆναι, μὴ ἀξιοπίστου τινὸς μεσιτεύοντος τῇ εἰρήνῃ, ἀμήχανον. Καὶ εἰ μὲν ἐπέρρει ἡμῖν τὰ παρὰ τῆς χάριτος καὶ ἦμεν δυνατοὶ καὶ λόγῳ καὶ ἔργῳ καὶ τοῖς πνευματικοῖς χαρίσμασι δυσωπῆσαι τοὺς ἀντιδιατιθεμένους, ἔδει κατατολμῆσαι τοῦ τοσούτου πράγματος.

Τάχα δὲ οὐδ᾽ ἂν τότε συνεβούλευσας ἡμῖν μόνοις ἐλθεῖν ἐπὶ τὴν ἐπανόρθωσιν, ὄντος τοῦ ἐπισκόπου τῇ τοῦ Θεοῦ χάριτι, ᾧ ἡ φροντὶς ἀνήκει προηγουμένως τῆς Ἐκκλησίας· ὃν οὔτε αὐτὸν ἐλθεῖν πρὸς ἡμᾶς οἷόν τε, καὶ ἡμῖν ἀποδημεῖν τέως ὑπὸ τοῦ χειμῶνος οὐ ῥᾴδιον, μᾶλλον δὲ παντελῶς ἀδύνατον οὐ μόνον καθότι τὸ σῶμά μοι ὑπὸ μακρᾶς ἀρρωστίας ἀπείρηκεν, ἀλλ᾽ ὅτι καὶ τῶν Ἀρμενιακῶν ὀρῶν αἱ ὑπερβάσεις μικρὸν ὕστερον ἀδύνατοι γίνονται καὶ τοῖς πάνυ σφριγῶσι καθ᾽ ἡλικίαν. Γράμματι δὲ αὐτῷ σημῆναι ταῦτα οὐ παραιτήσομαι. Οὐ μέντοι προσδοκῶ τι ἐκ τῶν γραμμάτων ἀξιόλογον ἀποβήσεσθαι, τῆς τε τοῦ ἀνδρὸς ἀκριβείας στοχαζόμενος καὶ αὐτῆς τῆς φύσεως τῶν γραμμάτων, ὅτι οὐ πέφυκεν ἐναργῶς δύνασθαι δυσωπεῖν ὁ διαπεμπόμενος λόγος. Πολλὰ γὰρ δεῖ εἰπεῖν, πολλὰ καὶ ἀντακοῦσαι, καὶ λῦσαι τὰ ὑποπίπτοντα καὶ ἀνθυπενεγκεῖν τὰ ὑφορμῶντα, ὧν οὐδὲν δύναται ὁ ἐν τοῖς γράμμασι λόγος, ἀργὸς καὶ ἄψυχος ἐν τῷ χάρτῃ διερριμμένος. Πλὴν ἀλλ᾽, ὅπερ ἔφην, οὐκ ἀποκνήσω γράψαι. Γίνωσκε μέντοι, ὡς ἀληθῶς εὐλαβέστατε καὶ πολυπόθητε ἡμῖν ἀδελφέ, ὅτι οὐδεμία μοι πρὸς οὐδένα, τῇ τοῦ Θεοῦ χάριτι, ἰδιάζουσά ἐστι φιλονεικία. Οὐδὲ γὰρ πολυπραγμονήσας οἶδα τὰ ἐγκλήματα οἷς ἕκαστος ὑπεύθυνος ἤ ἐστιν ἢ ὀνομάζεται.

Ὥστε οὕτως ὑμᾶς προσέχειν τῇ ἡμετέρᾳ διανοίᾳ προσήκει, ὡς μηδὲν ἡμῶν δυναμένων ποιῆσαι κατὰ πρόσκλησιν μηδὲ προειλημμένων εἰς τὴν κατά τινων διαβολήν. Μόνον εἰ εὐδοκία γίγνοιτο τοῦ Κυρίου ἐκκλησιαστικῶς πάντα καὶ ἀκολούθως πραχθῆναι.

Ἐλύπησε δὲ ἡμᾶς ὁ ποθεινότατος υἱὸς Δωρόθεος ὁ συνδιάκονος ἀπαγγείλας περὶ τῆς εὐλαβείας σου ὅτι ὤκνησας μετασχεῖν αὐτῶν τῆς συνάξεως. Καίτοι οὐ τοιαῦτα ἡμῖν ἦν τὰ ὡμιλημένα, εἴ τι ἐγὼ μέμνημαι. Ἀποστεῖλαι μέντοι πρὸς τὴν Δύσιν ἐμοὶ μὲν παντελῶς ἐστιν ἀδύνατον οὐδένα ἔχοντι τῶν εἰς τὴν διακονίαν ταύτην ἐπιτηδείων. Τῶν δὲ αὐτόθεν ἀδελφῶν, ἐάν τις αἱρῆται τὸν ὑπὲρ τῶν Ἐκκλησιῶν κόπον ἀναδέξασθαι, οἶδε δηλονότι καὶ πρὸς τίνας ὁρμήσει καὶ ἐπὶ ποίῳ σκοπῷ καὶ παρὰ τίνων ἐφοδιασθῇ τοῖς γράμμασι καὶ ποταποῖς τούτοις.

Ἐγὼ μὲν γὰρ ἐν κύκλῳ περισκεψάμενος ὁρῶ μεθ᾽ ἑαυτοῦ οὐδένα. Καὶ εὔχομαι μὲν τοῖς ἑπτακισχιλίοις ἐναριθμηθῆναι τοῖς μὴ κάμψασι γόνυ τῇ Βάαλ. Πλὴν ὅτι ζητοῦσι καὶ ἡμῶν τὴν ψυχὴν οἱ πᾶσι τὰς ἑαυτῶν ἐπιβάλλοντες χεῖρας.

Οὐ μέντοι τούτου γε ἕνεκεν ἐλλείψομέν τι τῆς ὀφειλομένης σπουδῆς ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις.

ΑΝΤΙΟΧῼ Πῶς οἴει βαρέως ἤνεγκα διαμαρτών σου τῆς συντυχίας κατὰ τὸ θέρος; Καίτοι οὐδὲ ἡ τῶν ἄλλων τοιαύτη γέγονεν ὥστε μέχρι κόρου ἡμῖν προελθεῖν, ἀλλ᾽ οὖν καὶ ὄναρ ἰδεῖν τὰ ποθούμενα φέρει τινὰ τοῖς ἀγαπῶσι παραμυθίαν. Σὺ δὲ οὐδὲ ἐπιστέλλεις, οὕτως ἀργὸς εἶ, ὥστε μηδὲ τὴν ἀπόλειψιν ἄλλῃ τινὶ αἰτίᾳ μᾶλλον ἢ τῷ ἀργῶς ἔχειν πρὸς τὰς ὑπὲρ τῆς ἀγάπης ἀποδημίας λογίζεσθαι. Ἀλλὰ τοῦτο μὲν πεπαύσθω ἡμῖν. Εὔχου δὲ ὑπὲρ ἡμῶν καὶ παρακάλει τὸν Κύριον μὴ ἐγκαταλιπεῖν ἡμᾶς, ἀλλ᾽, ὡς ἐκ τῶν ἐπελθόντων παρήγαγεν ἡμᾶς πειρασμῶν, οὕτω καὶ ἐκ τῶν προσδοκωμένων ῥύσασθαι εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ, ἐφ᾽ ᾧ ἠλπίσαμεν.

ΑΝΤΙΟΧῼ Ἐπειδὴ ἀντέστησάν μοι αἱ ἁμαρτίαι μου πρὸς τὸ μὴ δυνηθῆναί με ἣν πάλαι ἔσχον ἐπιθυμίαν τῆς ὑμετέρας συντυχίας ἀγαγεῖν εἰς πέρας, γράμμασι γοῦν παραμυθοῦμαι τὴν ἀπόλειψιν· καὶ παρακαλοῦμεν ὑμᾶς μὴ διαλιπεῖν μεμνημένους ἡμῶν ἐν ταῖς προσευχαῖς, ἵνα, ἐὰν ζῶμεν, καταξιωθῶμεν ὑμῶν ἀπολαῦσαι, εἰ δὲ μή, διὰ τῆς βοηθείας τῶν προσευχῶν ὑμῶν μετὰ ἀγαθῆς ἐλπίδος μεταναστῶμεν ἀπὸ τοῦ κόσμου τούτου. Τὸν δὲ ἀδελφὸν τὸν ἐπὶ τὰς καμήλους παρατιθέμεθα ὑμῖν.

ΕΥΠΑΤΕΡΙῼ ΚΑΙ Τῌ ΘΥΓΑΤΡΙ Ὅσην εὐφροσύνην παρέσχε μοι τὸ γράμμα τῆς κοσμιότητός σου εἰκάζεις πάντως αὐτὸς τοῖς ἐπεσταλμένοις. Τί γὰρ ἂν ἥδιον γένοιτο ἀνθρώπῳ εὐχὴν ποιουμένῳ φοβουμένοις ἀεὶ Θεὸν προσομιλεῖν καὶ τοῦ παρ᾽ αὐτῶν κέρδους μεταλαμβάνειν, γραμμάτων τοιούτων, δι᾽ ὧν ἡ Θεοῦ γνῶσις ἐπιζητεῖται. Εἰ γὰρ τὸ ζῆν ἡμῖν Χριστός, ἀκολούθως καὶ ὁ λόγος ἡμῶν περὶ Χριστοῦ ὀφείλει εἶναι καὶ ἡ ἔννοια καὶ πᾶσα πρᾶξις τῶν ἐντολῶν αὐτοῦ ἠρτῆσθαι καὶ ἡ ψυχὴ ἡμῶν κατ᾽ αὐτὸν μεμορφῶσθαι. Χαίρω τοίνυν περὶ τοιούτων ἐρωτώμενος καὶ συγχαίρω τοῖς ἐρωτῶσιν. Ἡμῖν τοίνυν ἑνὶ μὲν λόγῳ ἡ τῶν ἐν Νικαίᾳ συνελθόντων Πατέρων πίστις πασῶν τῶν ὕστερον ἐφευρεθεισῶν προτετίμηται, ἐν ᾗ ὁμοούσιος ὁμολογεῖται ὁ Υἱὸς τῷ Πατρὶ καὶ τῆς αὐτῆς ὑπάρχων φύσεως ἧς ὁ γεννήσας. Φῶς γὰρ ἐκ Φωτὸς καὶ Θεὸν ἐκ Θεοῦ καὶ Ἀγαθὸν ἐξ Ἀγαθοῦ καὶ τὰ τοιαῦτα πάντα ὑπό τε τῶν ἁγίων ἐκείνων ὡμολογήθη καὶ ὑφ᾽ ἡμῶν νῦν, τῶν εὐχομένων κατ᾽ ἴχνη βαίνειν ἐκείνοις, προσμαρτυρεῖται.

Ἐπειδὴ δὲ τὸ νῦν ἀνακύψαν παρὰ τῶν ἀεί τι καινοτομεῖν ἐπιχειρούντων ζήτημα, παρασιωπηθὲν τοῖς πάλαι διὰ τὸ ἀναντίρρητον, ἀδιάρθρωτον κατελείφθη (λέγω δὴ τὸ περὶ τοῦ Ἁγίου Πνεύματος), προστίθεμεν τὸν περὶ τούτου λόγον ἀκολούθως τῇ τῆς Γραφῆς ἐννοίᾳ, ὅτι ὡς βαπτιζόμεθα, οὕτω καὶ πιστεύομεν, ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν. Ἐπειδὴ οὖν βάπτισμα ἡμῖν δέδοται παρὰ τοῦ Σωτῆρος εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος, ἀκόλουθον τῷ βαπτίσματι τὴν ὁμολογίαν τῆς πίστεως παρεχόμεθα, ἀκόλουθον δὲ καὶ τὴν δοξολογίαν τῇ πίστει, συνδοξάζοντες Πατρὶ καὶ Υἱῷ τὸ Ἅγιον Πνεῦμα τῷ πεπεῖσθαι μὴ ἀλλότριον εἶναι τῆς θείας φύσεως. Οὐ γὰρ ἂν τῶν αὐτῶν μετέσχε τιμῶν τὸ ἀπεξενωμένον κατὰ τὴν φύσιν. Τοὺς δὲ κτίσμα λέγοντας τὸ Πνεῦμα τὸ Ἅγιον ἐλεοῦμεν ὡς εἰς τὸ ἀσυγχώρητον πτῶμα τῆς εἰς αὐτὸ βλασφημίας, διὰ τῆς τοιαύτης φωνῆς, καταπίπτοντας.

Ὅτι γὰρ διώρισται κτίσις θεότητος οὐδενὸς λόγου προσδεῖ τοῖς κἂν μικρὸν ταῖς Γραφαῖς ἐγγεγυμνασμένοις. Ἡ μὲν γὰρ κτίσις δουλεύει, τὸ δὲ Πνεῦμα ἐλευθεροῖ· ἡ κτίσις ζωῆς προσδεής ἐστι, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ κτίσις διδασκαλίας δεῖται, τὸ Πνεῦμά ἐστι τὸ διδάσκον· ἡ κτίσις ἁγιάζεται, τὸ Πνεῦμά ἐστι τὸ ἁγιάζον. Κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν πάσας τὰς ὑπερκοσμίους δυνάμεις, διὰ τοῦ Πνεύματος τὴν ἁγιωσύνην λαμβάνουσιν.

Αὐτὸ δὲ τὸ Πνεῦμα φυσικὴν ἔχει τὴν ἁγιότητα οὐ κατὰ χάριν λαβόν, ἀλλὰ συνουσιωμένην αὐτῷ· ὅθεν καὶ τῆς προσηγορίας τῆς τοῦ Ἁγίου ἐξαιρέτως τετύχηκεν. Ὃ τοίνυν φύσει ἅγιον, ὡς φύσει ἅγιος ὁ Πατὴρ καὶ φύσει ἅγιος ὁ Υἱός, οὔτε αὐτοὶ τῆς θείας καὶ μακαρίας Τριάδος χωρίσαι καὶ διατεμεῖν ἀνεχόμεθα, οὔτε τοὺς εὐκόλως τῇ κτίσει συναριθμοῦντας ἀποδεχόμεθα. Ταῦτα, ὥσπερ ἐν κεφαλαίῳ, ἀρκούντως τῇ εὐλαβείᾳ ὑμῶν εἰρήσθω. Ἀπὸ γὰρ μικρῶν σπερμάτων γεωργήσετε τὸ πλεῖον τῆς εὐσεβείας συνεργοῦντος ὑμῖν τοῦ Ἁγίου Πνεύματος. «Δίδου γὰρ σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται.» Τὴν δὲ τελειοτέραν διδασκαλίαν εἰς τὴν κατ᾽ ὀφθαλμοὺς συντυχίαν ὑπερθησόμεθα, δι᾽ ἧς καὶ τὰ ἀντικείμενα ἐπιλύσασθαι, καὶ πλατυτέρας τὰς ἐκ τῶν Γραφῶν παρασχέσθαι μαρτυρίας, καὶ πάντα τύπον τὸν ὑγιῆ τῆς πίστεως βεβαιώσασθαι δυνατόν.

Τὸ δὲ νῦν ἔχον συγγνώμην νείματε τῇ βραχύτητι. Καὶ γὰρ οὐδ᾽ ἂν ἐπέστειλα τὴν ἀρχήν, εἰ μὴ μείζονα ἡγούμην τὴν βλάβην ἀρνήσασθαι τὴν αἴτησιν παντελῶς, ἢ ἐλλειπῶς παρασχέσθαι.

ΔΙΟΔΩΡῼ Ἀφίκετο ἡμῖν γράμματα τὴν ἐπιγραφὴν ἔχοντα Διοδώρου, τὰ δὲ ἐφεξῆς ἄλλου τινὸς πρέποντα εἶναι μᾶλλον ἢ Διοδώρου. Δοκεῖ γάρ μοί τις τῶν τεχνικῶν τὸ σὸν πρόσωπον ὑποδὺς οὕτως ἑαυτὸν ἀξιόπιστον ἐθελῆσαι ποιῆσαι τοῖς ἀκροωμένοις. Ὅς γε, ἐρωτηθεὶς ὑπό τινος εἰ θεμιτὸν αὐτὸν πρὸς γάμον ἀγαγέσθαι τῆς γυναικὸς τελευτησάσης τὴν ἀδελφήν, οὐκ ἔφριξε τὴν ἐρώτησιν, ἀλλὰ καὶ πράως ἤνεγκε τὴν ἀκοὴν καὶ τὸ ἀσελγὲς ἐπιθύμημα πάνυ γενναίως αὐτῷ καὶ ἀγωνιστικῶς συγκατέπραξεν. Εἰ μὲν οὖν παρῆν μοι τὸ γράμμα, αὐτὸ ἂν ἀπέστειλα καὶ ἐξήρκεις σαυτῷ τε ἀμῦναι καὶ τῇ ἀληθείᾳ. Ἐπεὶ δὲ ὁ δείξας πάλιν ἀφείλετο καὶ ὥσπερ τι τρόπαιον καθ᾽ ἡμῶν περιέφερε, κεκωλυκότων τὸ ἐξ ἀρχῆς, ἔγγραφον ἔχειν λέγων τὴν ἐξουσίαν, ἐπέστειλα νῦν σοι ὥστε διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν ἐπὶ τὸν νόθον ἐκεῖνον λόγον καὶ μηδεμίαν αὐτῷ ἰσχὺν καταλιπεῖν, ἵνα μὴ ἔχῃ βλάπτειν ῥᾳδίως τοὺς ἐντυγχάνοντας.

Πρῶτον μὲν οὖν, ὃ μέγιστον ἐπὶ τῶν τοιούτων ἐστί, τὸ παρ᾽ ἡμῖν ἔθος, ὃ ἔχομεν προβάλλειν νόμου δύναμιν ἔχον διὰ τὸ ὑφ᾽ ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς ἡμῖν παραδοθῆναι. Τοῦτο δὲ τοιοῦτόν ἐστιν· ἐάν τις πάθει ἀκαθαρσίας ποτὲ κρατηθεὶς ἐκπέσῃ πρὸς δυεῖν ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖσθαι τοῦτον μηδ᾽ ὅλως εἰς Ἐκκλησίας πλήρωμα παραδέχεσθαι πρότερον ἢ διαλῦσαι αὐτοὺς ἀπ᾽ ἀλλήλων. Ὥστε, εἰ καὶ μηδὲν ἕτερον εἰπεῖν ἦν, ἐξήρκει τὸ ἔθος πρὸς τὴν τοῦ κακοῦ φυλακήν. Ἐπεὶ δὲ ὁ τὴν ἐπιστολὴν γράψας ἐπιχειρήματι κιβδήλῳ κακὸν τοσοῦτον ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς ἐκ τῶν λογισμῶν βοηθείας ὑφέσθαι· καίτοι γε ἐπὶ τῶν σφόδρα ἐναργῶν μείζων ἐστὶ τοῦ λόγου ἡ παρ᾽ ἑκάστῳ πρόληψις.

Γέγραπται, φησίν, ἐν τῷ Λευιτικῷ· «Γυναῖκα ἐπ᾽ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπ᾽ αὐτῇ, ἔτι ζώσης αὐτῆς.» Δῆλον δ᾽ οὖν ἐκ τούτου εἶναί φησιν ὅτι συγχωρεῖται λαμβάνειν τελευτησάσης. Πρὸς δὴ τοῦτο πρῶτον μὲν ἐκεῖνο ἐρῶ, ὅτι ὅσα ὁ Νόμος λέγει τοῖς ἐν τῷ Νόμῳ λέγει, ἐπεὶ οὕτω γε καὶ περιτομῇ καὶ Σαββάτῳ καὶ ἀποχῇ βρωμάτων ὑποκεισόμεθα.

Οὐ γὰρ δή, ἐὰν μέν τι εὕρωμεν συντρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ Νόμου ἑαυτοὺς ὑποθήσομεν· ἐὰν δέ τι φανῇ βαρὺ τῶν νομίμων, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. Ἠρωτήθημεν εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπ᾽ ἀδελφῇ. Εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν καὶ ἀληθές, ὅτι οὐ γέγραπται. Τὸ δ᾽ ἐκ τῆς τοῦ ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν συλλογίζεσθαι νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος, ἐπεὶ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι καὶ ἔτι ζώσης τῆς γυναικὸς λαμβάνειν τὴν ἀδελφήν. Τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπ᾽ ἐκείνου ἁρμόζει. Γέγραπται γάρ, φησίν· «Οὐ λήψει ἀντίζηλον», ὡς τήν γε ἔξω τοῦ ζήλου λαβεῖν οὐκ ἐκώλυσεν. Ὁ δὴ συνηγορῶν τῷ πάθει ἀζηλότυπον εἶναι διοριεῖται τὸ ἦθος τῶν ἀδελφῶν. Ἀνῃρημένης οὖν τῆς αἰτίας δι᾽ ἣν ἀπηγόρευσε τὴν ἀμφοτέρων συνοίκησιν τί τὸ κωλύον ἔσται λαμβάνειν τὰς ἀδελφάς; Ἀλλ᾽ οὐ γέγραπται ταῦτα, φήσομεν. Ἀλλ᾽ οὐδὲ ἐκεῖνα ὥρισται. Ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἀμφοτέροις τὴν ἄδειαν δίδωσιν. Ἔδει δὲ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα ἀπηλλάχθαι πραγμάτων. Ἔοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμβάνειν ὁ νομοθέτης, ἀλλ᾽ ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυπτίων, ὅθεν ἀπῆρεν ὁ Ἰσραήλ, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὓς μεθίσταται.

Ἔχει γὰρ οὕτως ἡ λέξις· «Κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπ᾽ αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάξω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε.» Ὥστε τοῦτο εἰκός που τὸ εἶδος τῆς ἁμαρτίας μὴ ἐμπολιτεύεσθαι τότε παρὰ τοῖς Ἔθνεσι· διὸ μηδὲ τῆς ἐπ᾽ αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλ᾽ ἀρκεσθῆναι τῷ ἀδιδάκτῳ ἔθει πρὸς τὴν τοῦ μύσους διαβολήν. Πῶς οὖν τὸ μεῖζον ἀπαγορεύσας τὸ ἔλαττον ἐσιώπησεν; Ὅτι ἐδόκει πολλοὺς τῶν φιλοσάρκων, πρὸς τὸ ζώσαις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα βλάπτειν τοῦ πατριάρχου. Ἡμᾶς δὲ τί χρὴ ποιεῖν; Τὰ γεγραμμένα λέγειν ἢ τὰ σιωπηθέντα προσεξεργάζεσθαι; Αὐτίκα τὸ μὴ δεῖν μιᾷ ἑταίρᾳ κεχρῆσθαι πατέρα καὶ υἱὸν ἐν μὲν τοῖς νόμοις τούτοις οὐ γέγραπται, παρὰ δὲ τῷ Προφήτῃ μεγίστης κατηγορίας ἠξίωται. «Υἱὸς γάρ, φησί, καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο.» Πόσα δὲ εἴδη ἄλλα τῶν ἀκαθάρτων παθῶν τὸ μὲν τῶν δαιμόνων διδασκάλιον ἐξεῦρεν, ἡ δὲ θεία Γραφὴ ἀπεσιώπησε, τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταρρυπαίνειν οὐχ αἱρουμένη, ἀλλὰ γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέβαλεν;

Ὡς καὶ ὁ ἀπόστολος Παῦλός φησι· «Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις», τῷ τῆς ἀκαθαρσίας ὀνόματι τάς τε τῶν ἀρρένων ἀρρητοποιίας καὶ τὰς τῶν θηλειῶν περιλαμβάνων.

Ὥστε οὐ πάντως ἡ σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις. Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτό φημι, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθέτην. Τὸ γὰρ «Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν» ἐμπεριεκτικόν ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος. Τί γὰρ ἂν γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυτοῦ γυναικός, μᾶλλον δὲ τῆς ἑαυτοῦ σαρκός;

Οὐ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. Ὥστε διὰ τῆς γυναικὸς ἡ ἀδελφὴ πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μεταβαίνει. Ὡς γὰρ μητέρα γυναικὸς οὐ λήψεται οὐδὲ θυγατέρα τῆς γυναικός, διότι μηδὲ τὴν ἑαυτοῦ μητέρα μηδὲ τὴν ἑαυτοῦ θυγατέρα, οὕτως οὐδ᾽ ἀδελφὴν γυναικός, διότι μηδὲ ἀδελφὴν ἑαυτοῦ. Καὶ τοῦτο ἀνάπαλιν οὐδὲ τῇ γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν. Κοινὰ γὰρ ἐπ᾽ ἀμφοτέρων τῆς συγγενείας τὰ δίκαια. Ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν, «Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν». Ἐὰν δέ μοι παραναγινώσκῃ τὸ «Αὐξάνεσθε καὶ πληθύνεσθε», καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. Πορνείας παραμυθία ὁ δεύτερος γάμος, οὐχὶ ἐφόδιον εἰς ἀσέλγειαν. Εἰ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν, φησίν· οὐχὶ δὲ καὶ γαμοῦντες παρανομείτωσαν.

Οἱ δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν, οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. Ἐκ ποίας συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; Ἀδελφοὺς αὐτοὺς ἀλλήλων ἢ ἀνεψιοὺς προσεροῦσιν; Ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. Μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων, μηδὲ τὴν ἐν μητρὸς τάξει θάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις. Μόνον γὰρ τὸ μῖσος τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. Μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται. Κεφάλαιον δὲ τῶν εἰρημένων, εἰ μὲν νόμῳ ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα ἡ οἰκουμένη· εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδή, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, «Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ, μὴ ἐν πάθει ἐπιθυμίας».

Πλείονά με λέγειν ὡρμημένον τὸ μέτρον ἐπέχει τῆς ἐπιστολῆς. Εὔχομαι δὲ ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλ᾽ ἐν οἷς ἂν ἐτολμήθη τόποις ἐναπομεῖναι.