Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Αλληλογραφία με τον Αμφιλόχιο Ικονίου και Άλλους Ιεράρχες
Ποιμαντικές συστάσεις, αναφορές σε νέους μάρτυρες και εγκώμια προς επισκόπους που διατηρούν την ορθόδοξη ομολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αλληλογραφία με τον Αμφιλόχιο Ικονίου και Άλλους Ιεράρχες
Ποιμαντικές συστάσεις, αναφορές σε νέους μάρτυρες και εγκώμια προς επισκόπους που διατηρούν την ορθόδοξη ομολογία.
ΑΜΦΙΛΟΧΙῼ ΧΕΙΡΟΤΟΝΗΘΕΝΤΙ ΕΠΙΣΚΟΠῼ ΤΟΥ ΙΚΟΝΙΟΥ Εὐλογητὸς ὁ Θεὸς ὁ τοὺς καθ᾽ ἑκάστην γενεὰν εὐαρεστοῦντας αὐτῷ ἐκλεγόμενος καὶ γνωρίζων τὰ σκεύη τῆς ἐκλογῆς καὶ κεχρημένος αὐτοῖς πρὸς τὴν λειτουργίαν τῶν ἁγίων, ὁ καὶ νῦν σε φεύγοντα, ὡς αὐτὸς φῄς, οὐχ ἡμᾶς, ἀλλὰ τὴν δι᾽ ἡμῶν προσδοκωμένην κλῆσιν, τοῖς ἀφύκτοις δικτύοις τῆς χάριτος σαγηνεύσας καὶ ἀγαγὼν εἰς τὰ μέσα τῆς Πισιδίας, ὥστε ἀνθρώπους ζωγρεῖν τῷ Κυρίῳ καὶ ἕλκειν ἀπὸ τοῦ βυθοῦ εἰς τὸ φῶς τοὺς ἐζωγρημένους ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. Λέγε οὖν καὶ σὺ τὰ τοῦ μακαρίου Δαβίδ· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου, ποῦ φύγω;» Τοιαῦτα γὰρ θαυματουργεῖ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης. Ὄνοι ἀπόλλυνται, ἵνα βασιλεὺς Ἰσραὴλ γένηται. Ἀλλ᾽ ἐκεῖνος μὲν Ἰσραηλίτης ὢν τῷ Ἰσραὴλ ἐδόθη, σὲ δὲ ἡ θρεψαμένη καὶ πρὸς τοσοῦτον ἀναβιβάσασα τῆς ἀρετῆς ὕψος οὐκ ἔχει, ἀλλὰ τὴν γείτονα ὁρᾷ τῷ ἰδίῳ κόσμῳ σεμνυνομένην. Ἐπειδὴ δὲ εἷς λαὸς πάντες οἱ εἰς Χριστὸν ἠλπικότες καὶ μία Ἐκκλησία νῦν οἱ Χριστοῦ, κἂν ἐκ διαφόρων τόπων προσαγορεύηται, χαίρει καὶ ἡ πατρὶς καὶ εὐφραίνεται ταῖς τοῦ Κυρίου οἰκονομίαις καὶ οὐχ ἡγεῖται ἕνα ἄνδρα ἐζημιῶσθαι, ἀλλὰ δι᾽ ἑνὸς Ἐκκλησίας ὅλας προσειληφέναι. Μόνον παράσχοι ὁ Κύριος καὶ παρόντας ὁρᾶν ἡμᾶς καὶ ἀπόντας ἀκούειν τὴν προκοπήν σου, τὴν ἐν τῷ Εὐαγγελίῳ, καὶ τὴν εὐταξίαν τῶν Ἐκκλησιῶν.
Ἀνδρίζου τοίνυν καὶ ἴσχυε, καὶ προπορεύου τοῦ λαοῦ ὃν ἐπίστευσε τῇ δεξιᾷ σου ὁ Ὕψιστος. Καὶ ὡς νοήμων κυβέρνησιν ποιησάμενος, πάσης ζάλης ἀπὸ τῶν αἱρετικῶν πνευμάτων ἐγειρομένης ὑψηλότερος γινόμενος τῇ γνώμῃ ἀβάπτιστον τοῖς ἁλμυροῖς καὶ πικροῖς τῆς κακοδοξίας κύμασι διαφύλασσε τὴν ὁλκάδα, ἀναμένων τὴν γαλήνην ἣν ποιήσει ὁ Κύριος, ἐπειδὰν εὑρεθῇ φωνὴ ἀξία τοῦ διαναστῆσαι αὐτὸν πρὸς τὴν ἐπιτίμησιν τῶν πνευμάτων καὶ τῆς θαλάσσης. Εἰ δὲ βούλει ἡμᾶς λοιπὸν ὑπὸ τῆς μακρᾶς ἀρρωστίας ἐπειγομένους πρὸς τὴν ἀναγκαίαν ἔξοδον ἐπισκέψασθαι, μήτε καιρὸν ἀναμείνῃς μήτε τὸ παρ᾽ ἡμῶν σύνθημα, εἰδὼς ὅτι πατρικοῖς σπλάγχνοις πᾶσα εὐκαιρία ἐστὶ περιπτύσσεσθαι τέκνον ἀγαπητὸν καὶ λόγου παντὸς κρείττων ἡ κατὰ ψυχὴν διάθεσις. Βάρος δὲ ὑπερβαῖνον τὴν δύναμιν μὴ ὀδύρου. Εἰ μὲν γὰρ αὐτὸς ᾖς ὁ μέλλων φέρειν τὸ βάσταγμα τοῦτο, οὐδὲ οὕτως ἂν ἦν βαρύ, ἀλλὰ φορητὸν παντελῶς. Εἰ δὲ Κύριος ὁ συνδιαφέρων, «Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει.» Μόνον ἐκεῖνο παραφυλάσσειν ἐν πᾶσι παρακλήθητι μὴ αὐτὸς τοῖς μοχθηροῖς ἔθεσι συμπεριφέρεσθαι, ἀλλὰ τὰ κακῶς προειλημμένα διὰ τῆς δεδομένης σοι παρὰ Θεοῦ σοφίας μετατιθέναι πρὸς τὸ χρήσιμον. Καὶ γὰρ ἀπέστειλέ σε Χριστὸς οὐχ ἑτέροις κατακολουθεῖν, ἀλλ᾽ αὐτὸν καθηγεῖσθαι τῶν σωζομένων.
Καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα, ἐὰν μὲν ἔτι ὦμεν ἐπὶ τῆς ζωῆς ταύτης, ἰδεῖν σε μετὰ τῆς Ἐκκλησίας καταξιωθῶμεν· ἐὰν δὲ ἀπελθεῖν λοιπὸν προσταχθῶμεν, ἐκεῖ ὑμᾶς ἴδωμεν παρὰ τῷ Κυρίῳ, τὴν μὲν ὡς ἄμπελον εὐθηνοῦσαν ἐπ᾽ ἀγαθοῖς ἔργοις, σὲ δὲ ὡς σοφὸν γεωργὸν καὶ ἀγαθὸν δοῦλον, ἐν καιρῷ διδόντα τοῖς ὁμοδούλοις τὸ σιτομέτριον, πιστοῦ καὶ φρονίμου οἰκονόμου τὸν μισθὸν κομιζόμενον. Οἱ σὺν ἡμῖν πάντες ἀσπάζονταί σου τὴν εὐλάβειαν. Ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ εἴης, εὐδοκιμῶν ἐπὶ χαρίσμασι Πνεύματος καὶ σοφίας φυλαχθείης.
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Ἔοικέ μοι τοῦτο καὶ ὄκνον ἐμποιεῖν πρὸς τὸ γράφειν καὶ ἀναγκαῖον αὐτὸ πάλιν ὑποδεικνύναι. Ὅταν μὲν γὰρ πρὸς τὸ τῆς ἐπιδημίας τῆς ἐμαυτοῦ ἀπίδω χρέος καὶ τὸ τῆς συντυχίας ὑπολογίσωμαι ὄφελος, πάνυ μοι τῶν ἐπιστολῶν ὑπερορᾶν ἔπεισιν ὡς οὐδὲ σκιᾶς λόγον ἐκπληροῦν δυναμένων πρὸς τὴν ἀλήθειαν. Ὅταν δὲ πάλιν λογίσωμαι ὅτι μόνη παραμυθία ἐστὶ τῶν μεγίστων καὶ πρώτων διαμαρτόντα προσειπεῖν ἄνδρα τοσοῦτον καὶ ἱκετεῦσαι τὰ συνήθη ὥστε μὴ ἐπιλανθάνεσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν, οὐ μικρόν τί μοι κρίνειν τὸ τῶν ἐπιστολῶν ἔπεισι. Τὴν μὲν οὖν ἐλπίδα τῆς παρουσίας οὔτε αὐτὸς ῥῖψαι τῆς ψυχῆς βούλομαι οὔτε τὴν σὴν θεοσέβειαν ἀπογνῶναι. Αἰσχύνομαι γὰρ εἰ μὴ ταῖς σαῖς εὐχαῖς τοσοῦτον φανείην θαρσῶν ὡς καὶ νέος ἐκ γέροντος ἔσεσθαι, εἰ τούτου γένοιτο χρεία, οὐχ ὅπως ἐρρωμενέστερος μικρὸν ἐξ ἀσθενοῦς καὶ ἐξιτήλου παντάπασιν, ὁποῖος δὴ νῦν εἰμι. Τοῦ δὲ μὴ ἤδη παρεῖναι τὰ αἴτια λόγῳ μὲν εἰπεῖν οὐ ῥᾴδιον, οὐ μόνον ὑπὸ τῆς παρούσης ἀσθενείας ἐξειργομένῳ, ἀλλ᾽ οὐδὲ σχόντι ποτὲ τοσαύτην τοῦ λόγου δύναμιν ὥστε παντοδαπὴν οὕτω καὶ ποικίλην νόσον ἐναργῶς ἐξαγγεῖλαι. Πλὴν ὅτι ἀπὸ τῆς ἡμέρας τοῦ Πάσχα μέχρι τοῦ νῦν πυρετοὶ καὶ διάρροιαι καὶ σπλάγχνων ἐπαναστάσεις, ὥσπερ κύματά με ἐπιβαπτίζοντα, ὑπερσχεῖν οὐκ ἐᾷ.
Τὰ δὲ παρόντα οἷα καὶ τίνα ἦν εἴποι ἂν καὶ ὁ ἀδελφὸς Βάραχος, εἰ καὶ μὴ τῆς ἀληθείας ἀξίως, ἀλλ᾽ ὅσον μαρτυρῆσαι τῇ αἰτίᾳ τῆς ὑποθέσεως.
Πάνυ δὲ πέπεισμαι, εἰ γνησίως ἡμῖν συνεύξαιο, πάνθ᾽ ἡμῖν λυθήσεσθαι ῥᾳδίως τὰ δυσχερῆ.
ΙΟΒΙΝῼ ΚΟΜΗΤΙ Εἶδόν σου τὴν ψυχὴν ἐν τοῖς γράμμασι. Καὶ γὰρ τῷ ὄντι οὐδὲ εἷς γραφεὺς χαρακτῆρα σώματος οὕτως ἀκριβῶς ἐκλαβεῖν ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόρρητα δύναται. Τότε γὰρ τὸ τοῦ ἤθους εὐσταθὲς καὶ τὸ τῆς τιμῆς ἀληθὲς καὶ τὸ τῆς γνώμης ἐν πᾶσιν καίριον ἱκανῶς ἡμῖν ὁ ἐν τοῖς γράμμασι λόγος ἐχαρακτήρισεν· ὅθεν καὶ μεγάλην ἡμῖν παραμυθίαν τῆς ἀπολείψεώς σου παρέσχετο.
Μὴ τοίνυν διαλείπῃς τῇ ἀεὶ παραπιπτούσῃ προφάσει χρώμενος πρὸς τὸ ἐπιστέλλειν καὶ τὴν διὰ μακροῦ ταύτην ὁμιλίαν χαρίζεσθαι, ἐπειδὴ τῆς κατ᾽ ὀφθαλμοὺς ὁμιλίας ἀπόγνωσιν ἡμῖν λοιπὸν ἡ ἀσθένεια τοῦ σώματος ἐμποιεῖ.
Ἣν ὁπόση ἐστὶν ἐρεῖ σοι ὁ θεοφιλέστατος ἐπίσκοπος Ἀμφιλόχιος, ὁ καὶ γνωρίσας τῷ ἐπὶ πλεῖον συγγεγενῆσθαι ἡμῖν καὶ δυνατὸς ὢν λόγῳ παραστῆσαι τὰ θεαθέντα. Γνωρίζεσθαι δὲ βούλομαι τὰ ἐμαυτοῦ δυσχερῆ, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τῆς πρὸς τὸ ἐφεξῆς συγγνώμης, ὡς μὴ ῥᾳθυμίας ἔχειν κατάγνωσιν, ἐὰν ἄρα ἐλλείπωμεν τὴν ἐπίσκεψιν ὑμῶν. Καίτοιγε οὐκ ἀπολογίας μᾶλλον ἢ παραμυθίας δεῖ πρὸς τὴν ζημίαν ταύτην. Εἰ γὰρ ἦν δυνατὸν συνεῖναί σου τῇ σεμνότητι, πολλῷ ἂν ἐγὼ τῶν παρ᾽ ἄλλοις σπουδαζομένων ταύτην ἐμαυτῷ προτιμοτέραν ἐθέμην.
ΑΣΧΟΛΙῼ ΕΠΙΣΚΟΠῼ ΘΕΣΣΑΛΟΝΙΚΗΣ Ὅσης ἡμᾶς εὐφροσύνης ἐνέπλησε τὰ γράμματα τῆς ὁσιότητός σου ἡμεῖς μὲν οὐκ ἂν ῥᾳδίως ἐνδείξασθαι δυνηθείημεν ἀσθενοῦντος τοῦ λόγου πρὸς τὴν ἐνέργειαν, αὐτὸς δὲ καὶ παρὰ σεαυτῷ εἰκάζειν ὀφείλεις τεκμαιρόμενος τῷ κάλλει τῶν ἐπεσταλμένων. Τί γὰρ οὐκ εἶχε τὰ γράμματα;
Οὐ τὴν πρὸς τὸν Κύριον ἀγάπην; Οὐ τὸ περὶ τοὺς μάρτυρας θαῦμα, οὕτως ἐναργῶς τὸν τρόπον τῆς φύσεως ὑπογράφοντα ὥστε ὑπ᾽ ὄψιν ἡμῶν ἀγαγεῖν τὰ πράγματα; Οὐ τὴν καθ᾽ ἡμᾶς αὐτοὺς τιμὴν καὶ διάθεσιν; Οὐχ ὅτι ἂν εἴποι τις τῶν καλλίστων; Ὥστε, ὅτε εἰς χεῖρας τὴν ἐπιστολὴν ἐδεξάμεθα καὶ ἀνέγνωμεν αὐτὴν πολλάκις καὶ τὴν βρύουσαν ἐν αὐτῇ χάριν τοῦ Πνεύματος κατεμάθομεν, νομίσαι ἡμᾶς ἐπὶ τῶν ἀρχαίων καιρῶν γεγενῆσθαι, ἡνίκα ἤνθουν αἱ Ἐκκλησίαι τοῦ Θεοῦ ἐρριζωμέναι τῇ πίστει, ἡνωμέναι τῇ ἀγάπῃ ὥσπερ ἐν ἑνὶ σώματι μιᾶς συμπνοίας διαφόρων μελῶν ὑπαρχούσης· ὅτε φανεροὶ μὲν οἱ διώκοντες, πολεμούμενοι δὲ οἱ λαοὶ πλείους ἐγίνοντο καὶ τὸ αἷμα τῶν μαρτύρων ἄρδον τὰς Ἐκκλησίας πολυπλασίονας τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας ἐξέτρεφε, τῷ ζήλῳ τῶν προλαβόντων ἐπαποδυομένων τῶν ἐφεξῆς. Τότε Χριστιανοὶ μὲν πρὸς ἀλλήλους εἰρήνην ἤγομεν, εἰρήνην ἐκείνην ἣν ὁ Κύριος ἡμῖν κατέλειπεν, ἧς νῦν οὐδ᾽ ἴχνος ἡμῖν ὑπολέλειπται, οὕτως αὐτὴν ἀπηνῶς ἀπ᾽ ἀλλήλων ἀπεδιώξαμεν.
Πλὴν ἀλλ᾽ ὅτι αἱ ψυχαὶ ἡμῶν πρὸς τὴν παλαιὰν ἐκείνην μακαριότητα ἐπανῆλθον, ἐπειδὴ γράμματα μὲν ἦλθεν ἐκ γῆς μακρόθεν ἀνθοῦντα τῷ τῆς ἀγάπης κάλλει, μάρτυς δὲ ἡμῖν ἐπεδήμησεν ἐκ τῶν ἐπέκεινα Ἴστρου βαρβάρων δι᾽ ἑαυτοῦ κηρύσσων τῆς ἐκεῖ πολιτευομένης πίστεως τὴν ἀκρίβειαν. Τίς ἂν τὴν ἐπὶ τούτοις εὐφροσύνην τῶν ψυχῶν ἡμῶν διηγήσαιτο; Τίς ἂν ἐπινοηθείη δύναμις λόγου ἐναργῶς ἐξαγγεῖλαι τὴν ἐν τῷ κρυπτῷ τῆς καρδίας ἡμῶν διάθεσιν δυναμένη; Ὅτε μέντοι εἴδομεν τὸν ἀθλητήν, ἐμακαρίσαμεν αὐτοῦ τὸν ἀλείπτην, ὃς παρὰ τῷ δικαίῳ Κριτῇ τὸν τῆς δικαιοσύνης στέφανον καὶ αὐτὸς ἀπολήψεται, πολλοὺς εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ἐπιρρώσας ἀγῶνα.
Ἐπεὶ δὲ καὶ τοῦ μακαρίου ἀνδρὸς Εὐτυχοῦς εἰς μνήμην ἡμᾶς ἤγαγες καὶ ἐσέμνυνας ἡμῶν τὴν πατρίδα ὡς αὐτὴν παρεχομένην τῆς εὐσεβείας τὰ σπέρματα, ηὔφρανας μὲν ἡμᾶς τῇ ὑπομνήσει τῶν παλαιῶν, ἐλύπησας δὲ τῷ ἐλέγχῳ τῶν ὁρωμένων. Οὐδεὶς γὰρ ἡμῶν Εὐτυχεῖ τὴν ἀρετὴν παραπλήσιος, οἵ γε τοσοῦτον ἀπέχομεν βαρβάρους ἐξημερῶσαι τῇ δυνάμει τοῦ Πνεύματος καὶ τῇ ἐνεργείᾳ τῶν παρ᾽ αὐτοῦ χαρισμάτων, ὥστε καὶ τοὺς ἡμέρως ἔχοντας τῇ ὑπερβολῇ τῶν ἁμαρτιῶν ἡμῶν ἐξηγριῶσθαι.
Ἑαυτοῖς γὰρ λογιζόμεθα καὶ ταῖς ἡμετέραις ἁμαρτίαις τὴν αἰτίαν τοῦ ἐπὶ τοσοῦτον χυθῆναι τῶν αἱρετικῶν τὴν δυναστείαν. Σχεδὸν γὰρ οὐδὲν μέρος ἔτι τῆς οἰκουμένης διαπέφευγε τὸν ἐκ τῆς αἱρέσεως ἐμπρησμόν. Τὰ δὲ σὰ διηγήματα ἔνστασις ἀθλητική, σώματα ὑπὲρ τῆς εὐσεβείας καταξαινόμενα, θυμὸς βαρβαρικὸς ὑπὸ τῶν ἀκαταπλήκτων τὴν καρδίαν καταφρονούμενος, αἱ ποικίλαι βάσανοι τῶν διωκόντων, αἱ διὰ πάντων ἐνστάσεις τῶν ἀγωνιζομένων, τὸ ξύλον, τὸ ὕδωρ, τὰ τελειωτικὰ τῶν μαρτύρων. Τὰ δὲ ἡμέτερα οἷα; Ἀπέψυκται ἡ ἀγάπη. Πορθεῖται ἡ τῶν Πατέρων διδασκαλία, ναυάγια περὶ τὴν πίστιν πυκνά, σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα, λαοὶ τῶν εὐκτηρίων οἴκων ἐξελαθέντες ἐν τῷ ὑπαίθρῳ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Δεσπότην τὰς χεῖρας αἴρουσι. Καὶ αἱ μὲν θλίψεις βαρεῖαι, μαρτύριον δὲ οὐδαμοῦ διὰ τὸ τοὺς κακοῦντας ἡμᾶς τὴν αὐτὴν ἡμῖν ἔχειν προσηγορίαν. Ὑπὲρ τούτων αὐτός τε δεήθητι τοῦ Κυρίου καὶ πάντας τοὺς γενναίους ἀθλητὰς τοῦ Χριστοῦ εἰς τὴν ὑπὲρ τῆς Ἐκκλησίας προσευχὴν συμπαράλαβε, ἵνα, εἴπερ ἔτι χρόνοι τινὲς ὑπολείπονται τῇ συστάσει τοῦ κόσμου καὶ μὴ πρὸς τὴν ἐναντίαν φορὰν συνελαύνεται πάντα, διαλλαγεὶς ὁ Θεὸς ταῖς ἑαυτοῦ Ἐκκλησίαις ἐπαναγάγῃ αὐτὰς πρὸς τὴν ἀρχαίαν εἰρήνην.
ΑΣΧΟΛΙῼ ΕΠΙΣΚΟΠῼ ΘΕΣΣΑΛΟΝΙΚΗΣ Παλαιὰν ἡμῖν εὐχὴν ὁ ἅγιος Θεὸς ἐξεπλήρωσε καταξιώσας ἡμᾶς γράμμασι τῆς ἀληθινῆς σου θεοσεβείας ἐντυχεῖν. Τὸ μὲν γὰρ μέγιστον καὶ τῆς μεγίστης σπουδῆς ἄξιον αὐτόν σε ἰδεῖν καὶ ὀφθῆναί σοι καὶ τῶν ἐν σοὶ τοῦ Πνεύματος χαρισμάτων δι᾽ ἑαυτῶν ἀπολαῦσαι. Ἐπειδὴ δὲ τοῦτο ἥ τε τοῦ τόπου διάστασις ἀφαιρεῖται καὶ αἱ ἰδίᾳ ἑκάτερον ἡμῶν κατέχουσαι περιστάσεις, δευτέρας εὐχῆς ἄξιον γράμμασι συνεχέσι τῆς ἐν Χριστῷ ἀγάπης τρέφεσθαι τὴν ψυχήν. Ὃ καὶ νῦν ἡμῖν ὑπῆρξεν, ὅτε ἐλάβομεν εἰς χεῖρας τὴν ἐπιστολὴν τῆς συνέσεώς σου. Πλέον γὰρ ἢ διπλασίους ἐγενόμεθα τῇ ἀπολαύσει τῶν ἐπεσταλμένων.
Καὶ γὰρ ἦν τῷ ὄντι καὶ αὐτήν σου καθορᾶν τὴν ψυχὴν οἷον δι᾽ ἐσόπτρου τινὸς τῶν λόγων διαφαινομένην. Πολυπλασίονα δὲ ἡμῖν τὴν εὐφροσύνην ἐποίει οὐ μόνον τὸ τοιοῦτον εἶναί σε ὁποῖον ἡ πάντων μαρτυρία παρίστησιν, ἀλλ᾽ ὅτι τὰ ἐν σοὶ καλὰ τῆς πατρίδος ἡμῶν ἐστι σεμνολογήματα.
Οἷον γὰρ εὐθαλής τις κλάδος ῥίζης γενναίας ἀφορμηθεὶς τῶν πνευματικῶν καρπῶν τὴν ὑπερορίαν ἐνέπλησας. Ὥστε εἰκότως ἡ πατρὶς ἡμῶν τοῖς οἰκείοις βλαστήμασιν ἐπαγάλλεται. Καὶ ἡνίκα τοὺς ὑπὲρ τῆς πίστεως ἀγῶνας διήθλεις, ἐδόξαζε τὸν Θεὸν ἀκούουσα τὴν τῶν Πατέρων ἀγαθὴν κληρονομίαν διαφυλαττομένην ἐν σοί. Οἷα δέ σου καὶ τὰ παρόντα; Μάρτυρι νέον ἀνθήσαντι ἐπὶ τῆς γείτονος ὑμῖν βαρβάρου τὴν ἐνεγκοῦσαν ἐτίμησας, οἷόν τις εὐγνώμων γεωργὸς τοῖς παρασχομένοις τὰ σπέρματα τὰς ἀπαρχὰς τῶν καρπῶν ἀποπέμπων.
Ὄντως πρέποντα ἀθλητῇ Χριστοῦ τὰ δῶρα· μάρτυς τῆς ἀληθείας ἄρτι τὸν τῆς δικαιοσύνης ἀναδησάμενος στέφανον, ὃν καὶ ὑπεδεξάμεθα χαίροντες καὶ ἐδοξάσαμεν τὸν Θεὸν τὸν ἐν πᾶσι τοῖς ἔθνεσι πληρώσαντα λοιπὸν τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ. Παρακέκλησο δὲ καὶ ἡμῶν τῶν ἀγαπώντων σε μεμνῆσθαι ἐν ταῖς προσευχαῖς καὶ σπουδαίως ὑπὲρ τῶν ψυχῶν ἡμῶν προσεύχεσθαι τῷ Κυρίῳ, ἵνα καταξιωθῶμέν ποτε ἄρξασθαι καὶ αὐτοὶ δουλεύειν τῷ Θεῷ, κατὰ τὴν ὁδὸν τῶν ἐντολῶν αὐτοῦ ἃς ἔδωκεν ἡμῖν εἰς σωτηρίαν.
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Εὐπράξιος τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως· ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν (ἵν᾽ εἴπω τὸ τοῦ Δαβὶδ) ὡς ἔλαφος πολὺ δίψος καὶ οὐ φορητὸν ποτίμῳ καὶ καθαρᾷ πηγῇ καταψύχουσα. Καὶ μακάριος ὅ σοι πλησιάζειν ἠξιωμένος. Καὶ μακαριώτερος δὲ ὁ τοῖς ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. Οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετὴν οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὀρθῶς ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλ᾽ ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν ἀνεφάνης καὶ τῶν διωκόντων γέγονας ὑψηλότερος τῷ γενναίως μεταστῆναι τῆς ἐνεγκούσης.
Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν, καὶ ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ Χριστόν. Ὢ τῆς πραγματείας! Οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα! Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. Οὐ γὰρ εἰς τέλος ἐγκαταλείψει ἡμᾶς ὁ Θεὸς οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις αὐτοῦ εὐφρανοῦσιν ἡμᾶς. Τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. Σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως ἡμῶν, καί, ὁσάκις ἂν ἐμπίπτῃ καιρός, εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σαυτὸν δηλῶν, ὃ ποιῆσαι νῦν κατηξίωσας.
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Καὶ γράφων καὶ μεμνημένος εὐφραίνεις ἡμᾶς, καί, τὸ τούτου μεῖζον, εὐλογῶν ἡμᾶς ἐν τοῖς γράμμασιν. Ἡμεῖς δέ, εἰ μὲν ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως, εὐχόμεθα ἰδεῖν τὴν σὴν θεοσέβειαν καὶ τύπον λαβεῖν τῆς ἐν τοῖς παθήμασι καρτερίας. Ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν πολλαῖς θλίψεσι καὶ ἀσχολίαις ἐνεχόμενοι, ὃ δεύτερόν ἐστι ποιοῦμεν, προσαγορεύομεν τὴν σὴν τελειότητα καὶ ἀξιοῦμεν μὴ κάμνειν σε μεμνημένον ἡμῶν.
Οὐ γὰρ ὠφέλεια μόνον ἡμῖν τῶν σῶν καταξιοῦσθαι γραμμάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς καὶ καλλώπισμα, ὅτι λόγος ἡμῶν ἐστι παρὰ ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ τοσαύτην ἔχοντι πρὸς Θεὸν οἰκειότητα ὥστε καὶ ἄλλους οἰκειοῦν δύνασθαι καὶ λόγῳ καὶ ὑποδείγματι.
ΑΝΤΙΟΧῼ ΠΡΕΣΒΥΤΕΡῼ ΑΔΕΛΦΙΔῼ ΣΥΝΟΝΤΙ ΕΝ Τῌ ΕΞΟΡΙᾼ Ὅσον ὀδύρομαι τὴν Ἐκκλησίαν τὴν στερηθεῖσαν τῆς τοῦ τοιούτου ποιμένος ἐπιστασίας, τοσοῦτον μακαρίζω ὑμᾶς καταξιωθέντας ἐν τοιούτῳ καιρῷ συνεῖναι ἀνδρὶ τὸν μέγαν ὑπὲρ τῆς εὐσεβείας διαθλοῦντι ἀγῶνα. Πέπεισμαι γὰρ ὅτι ὁ Κύριος καὶ ὑμᾶς τῆς αὐτῆς μερίδος καταξιώσει τοὺς καλῶς ἀλείφοντας καὶ ἐπεγείροντας αὐτοῦ τὴν προθυμίαν. Ἡλίκον δὲ κέρδος ἐν ἡσυχίᾳ βαθείᾳ ἀπολαύειν ἀνδρὸς τοσαῦτα μὲν ἐκ τῆς μαθήσεως, τοσαῦτα δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων συνειληχότος; Ὥστε πέπεισμαι ὑμᾶς νῦν ἐγνωκέναι τὸν ἄνδρα ἡλίκος ἐστὶ τὴν σύνεσιν, διότι ἐν τῷ παρελθόντι χρόνῳ καὶ αὐτὸς τὴν διάνοιαν εἶχεν εἰς πολλὰ σχιζομένην καὶ ὑμεῖς οὐκ ἤγετε σχολὴν ἀπὸ τῶν τοῦ βίου πραγμάτων, ὥστε ὅλοι προσκεῖσθαι τῷ πνευματικῷ νάματι τῷ ἀπὸ καθαρᾶς καρδίας τοῦ ἀνδρὸς προχεομένῳ. Ἀλλὰ παράσχοι ὁ Κύριος ὑμᾶς καὶ αὐτῷ παράκλησιν εἶναι καὶ αὐτοὺς μὴ δεῖσθαι τῆς ἑτέρων παρηγορίας. Ὅπερ οὖν καὶ πέπεισμαι περὶ τῶν καρδιῶν ὑμῶν τεκμαιρόμενος τῇ τε ἐμαυτοῦ πείρᾳ ἣν πρὸς ὀλίγον ὑμῶν ἐπειράθην καὶ τῇ μεγάλῃ διδασκαλίᾳ τοῦ καλοῦ καθηγητοῦ οὗ μιᾶς ἡμέρας συνουσία αὔταρκες ἐφόδιον πρὸς σωτηρίαν.
ΓΡΗΓΟΡΙῼ ΒΑΣΙΛΕΙΟΣ Πρᾶγμα μὲν ὑπέστης ἐπιεικὲς καὶ ἥμερον καὶ φιλάνθρωπον τὴν τοῦ καταφρονητοῦ Γλυκερίου (τέως γὰρ οὕτω γράφομεν) αἰχμαλωσίαν συναγαγὼν καὶ τὴν κοινὴν ἀσχημοσύνην ἡμῶν, ὡς οἷόν τε ἦν, συγκαλύψας. Δεῖ δὲ ὅμως τὴν σὴν εὐλάβειαν, μαθοῦσαν τὰ κατ᾽ αὐτόν, οὕτω λῦσαι τὴν ἀτιμίαν. Οὗτος ὁ νῦν σοβαρὸς καὶ σεμνὸς ὑμῖν Γλυκέριος ἐχειροτονήθη μὲν παρ᾽ ἡμῶν τῆς κατὰ Οὐήνεσαν Ἐκκλησίας διάκονος, ὡς καὶ τῷ πρεσβυτέρῳ διακονήσων καὶ τοῦ ἔργου τῆς ἐκκλησίας ἐπιμελησόμενος. Καὶ γάρ ἐστιν, εἰ καὶ τὰ ἄλλα δύστροπος ὁ ἀνήρ, ἀλλὰ τὰ ἐπίχειρα οὐκ ἀφυής. Ἐπεὶ δὲ κατέστη, τοῦ μὲν ἔργου ἠμέλησε τοσοῦτον ὅσον οὐδὲ τὴν ἀρχὴν γεγονότος. Παρθένους δὲ ἀθλίας συναγαγὼν κατ᾽ ἰδίαν ἐξουσίαν καὶ αὐθεντίαν, τὰς μὲν ἑκούσας προσδραμούσας αὐτῷ (οἶσθα δὲ τὸ τῶν νέων περὶ τὰ τοιαῦτα πρόχειρον), τὰς δὲ ἀκούσας, ἀγελαρχεῖν ἐπεχείρησε καὶ πατριαρχίας ὄνομα ἑαυτῷ καὶ σχῆμα περιθεὶς ἐξαίφνης ἐσοβαρεύσατο, οὐκ ἔκ τινος ἀκολουθίας καὶ εὐσεβείας ἐπὶ τοῦτο ἐλθών, ἀλλ᾽ ἀφορμὴν βίου ταύτην ὥσπερ ἄλλος ἄλλην τινὰ προστησάμενος, καὶ μικροῦ τὴν Ἐκκλησίαν πᾶσαν ἀνάστατον πεποίηκε περιφρονῶν μὲν τὸν ἑαυτοῦ πρεσβύτερον, ἄνδρα καὶ πολιτείᾳ καὶ ἡλικίᾳ αἰδέσιμον, περιφρονῶν δὲ τὸν ἐπίσκοπον καὶ ἡμᾶς ὡς οὐδενὸς ἀξίους, θορύβων δὲ ἀεὶ καὶ ταραχῶν πληρῶν τὴν πόλιν καὶ σύμπαν τὸ ἱερατεῖον.
Καὶ τέλος, ἵνα τι λόγῳ ἐπιτιμηθῇ μικρὸν παρ᾽ ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτὸν (καὶ γὰρ καὶ τοὺς νέους ἐγύμναζεν εἰς τὴν αὐτὴν ἀπόνοιαν), πρᾶγμα διανοεῖται λίαν τολμηρὸν καὶ ἀπάνθρωπον. Συλήσας τῶν παρθένων ὅσας ἠδύνατο καὶ νύκτα τηρήσας δραπέτης γίνεται. Πάνυ σοι δεινὰ ταῦτα φανεῖται. Σκόπει καὶ τὸν καιρόν. Ἤγετο μὲν ἡ ἐκεῖσε σύνοδος καὶ πολὺ πανταχόθεν, ὡς εἰκός, ἐπέρρει τὸ πλῆθος. Ὁ δὲ ἀντεξῆγε τὸν ἑαυτοῦ χορὸν νέοις ἑπόμενον καὶ περιχορεύοντα καὶ πολλὴν μὲν κατήφειαν κινοῦντα τοῖς εὐλαβέσι, πολὺν δὲ γέλωτα τοῖς ἀκρατέσι καὶ τὴν γλῶσσαν ἑτοιμοτέροις. Καὶ οὐκ ἀρκεῖ ταῦτα, καίπερ τηλικαῦτα ὄντα τὸ μέγεθος, ἀλλ᾽ ἔτι καὶ τοὺς γονεῖς, ὡς πυνθάνομαι, τῶν παρθένων τὴν ἀτεκνίαν οὐ φέροντας καὶ τὴν διασπορὰν ἐπαναγαγεῖν βουλομένους καὶ μετ᾽ ὀδυρμῶν προσπίπτοντας, ὡς εἰκός, ταῖς ἑαυτῶν θυγατράσι περιυβρίζει καὶ ἀτιμοῖ ὁ θαυμαστὸς νεανίσκος μετὰ τοῦ λῃστρικοῦ συντάγματος. Ταῦτα μὴ ἀνεκτὰ φανήτω τῇ σῇ εὐλαβείᾳ· καὶ γὰρ κοινὸς πάντων ἡμῶν ὁ γέλως· ἀλλὰ μάλιστα μὲν αὐτὸν κέλευσον μετὰ τῶν παρθένων ἐπανελθεῖν. Τύχοι γὰρ ἄν τινος φιλανθρωπίας, εἰ μετὰ σῶν ἐπανήκοι γραμμάτων· εἰ δὲ μή, τάς γε παρθένους ἀπόπεμψον τῇ μητρὶ αὐτῶν τῇ Ἐκκλησίᾳ.
Εἰ δὲ μή, τάς γε βουλομένας τυραννεῖσθαι μὴ συγχωρήσῃς, ἀλλ᾽ ἐπανελθεῖν τύπωσον πρὸς ἡμᾶς, ἢ μαρτυρόμεθά σοι ὃ καὶ Θεῷ καὶ ἀνθρώποις, ὅτι μὴ καλῶς ταῦτα γίνεται μηδὲ θεσμοῖς Ἐκκλησίας. Γλυκέριος δὲ εἰ μὲν ἐπανέλθοι μετ᾽ ἐπιστήμης καὶ τῆς πρεπούσης εὐσταθείας, τοῦτο ἄριστον· εἰ δὲ μή, ἔστω πεπαυμένος τῆς ὑπηρεσίας.
ΓΛΥΚΕΡΙῼ Μέχρι τίνος ἀπονοῇ καὶ κακῶς βουλεύῃ περὶ σεαυτοῦ, κινεῖς μὲν ἡμᾶς, αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; Ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. Εἰ γὰρ καὶ πατρικῶς ἐπετιμήσαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς. Ταῦτά σοι παρ᾽ ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι καὶ πρὸ τῶν ἄλλων ὁ σὸς πρεσβύτερος οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. Εἰ δὲ μακρύνεις ἀφ᾽ ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντως ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας οὐ πρὸς Θεόν, ἀλλ᾽ εἰς βάραθρον.
ΓΡΗΓΟΡΙῼ ΕΤΑΙΡῼ Ἐπέσταλκά σοι καὶ πρῴην περὶ Γλυκερίου καὶ τῶν παρθένων. Οἱ δὲ οὐδέπω καὶ τήμερον ἐπανήκασιν, ἀλλ᾽ ἔτι μέλλουσιν, οὐκ οἶδα ὅθεν καὶ ὅπως. Οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην ὡς ἐφ᾽ ἡμετέρᾳ διαβολῇ τοῦτο ποιεῖς ἢ αὐτὸς πάσχων τι πρὸς ἡμᾶς ἢ ἄλλοις χαριζόμενος.
Ἡκέτωσαν οὖν μηδὲν δεδοικότες· σὺ γενοῦ τούτου ἐγγυητής. Καὶ γὰρ ἀλγοῦμεν τεμνομένων τῶν μελῶν, εἰ καὶ καλῶς ἐτμήθησαν. Εἰ δὲ ἀντιτείνοιεν, ἐπ᾽ ἄλλους τὸ βάρος, ἡμεῖς δὲ ἀποπλυνόμεθα.
ΣΩΦΡΟΝΙῼ ΕΠΙΣΚΟΠῼ Ὅπως ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν οὐδὲν δεόμεθα γράφειν. Εἰκάζεις γὰρ πάντως αὐτοῖς οἷς ἐπέστειλας τοιούτοις οὖσι. Τὸν γὰρ πρῶτον καρπὸν τοῦ Πνεύματος, τὴν ἀγάπην, ἔδειξας ἡμῖν διὰ τοῦ γράμματος. Τούτου δὲ τί ἂν γένοιτο τιμιώτερον ἡμῖν ἐν τῇ παρούσῃ τῶν καιρῶν καταστάσει, ἡνίκα διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη; Οὐδὲν γὰρ οὕτω σπάνιον νῦν ὡς ἀδελφοῦ συντυχία πνευματικοῦ καὶ ῥῆμα εἰρηνικὸν καὶ πνευματικὴ κοινωνία, ἣν εὑρόντες ἐν τῇ σῇ τελειότητι ὑπερηυχαριστήσαμεν τῷ Κυρίῳ δεόμενοι καὶ τῆς τελείας ἐπὶ σοὶ μετασχεῖν εὐφροσύνης. Εἰ γὰρ αἱ ἐπιστολαὶ τοιαῦται, ὁποία ἡ συντυχία; Καὶ εἰ πόρρωθεν οὕτως αἱρεῖς, πόσου ἄξιος ἔσῃ ἐγγύθεν ἡμῖν ἐπιφανείς; Εὖ δὲ ἴσθι, εἰ μὴ μυρίων ἀσχολιῶν περιεῖχε πλῆθος καὶ αἱ ἀπαραίτητοι αὗται ἀνάγκαι αἷς ἐνδεδέμεθα, αὐτόν με ἐπειχθῆναι πρὸς τὴν σὴν τελειότητα. Καίτοιγε μέγα μοι ἐμπόδιόν ἐστι πρὸς τὰς κινήσεις ἡ παλαιὰ αὕτη τοῦ σώματος ἀρρωστία, ἀλλ᾽ ὅμως οὐκ ἂν ὑπελογισάμην τοῦτο ἐμπόδιον τῆς προσδοκωμένης ἕνεκεν ὠφελείας.
Τὸ γὰρ ἀνδρὶ τὰ αὐτὰ φρονοῦντι καὶ τὴν τῶν Πατέρων πρεσβεύοντι πίστιν, ὡς ὁ τῶν τιμίων ἀδελφῶν καὶ συμπρεσβυτέρων λόγος, καταξιωθῆναι περιτυχεῖν ὄντως ἐστὶν εἰς τὴν ἀρχαίαν μακαριότητα τῶν Ἐκκλησιῶν ἐπανελθεῖν, ὅτε ὀλίγοι μὲν ἦσαν οἱ νοσοῦντες περὶ ζητήσεις, ἐν ἡσυχίᾳ δὲ ἦσαν πάντες ἐργάται ὄντες τῶν ἐντολῶν ἀνεπαίσχυντοι, διὰ τῆς ἁπλῆς καὶ ἀπεριέργου ὁμολογίας λατρεύοντες τῷ Κυρίῳ καὶ ἄσυλον τὴν πίστιν καὶ ἀπερίεργον τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα διαφυλάσσοντες.
ΠΡΟΣ ΘΕΟΔΩΡΑΝ ΚΑΝΟΝΙΚΗΝ Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς ἡμῶν πάντως ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ, ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους καὶ μάλιστα νῦν οὕτω τεταραγμένων τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. Διόπερ ἀναμένω τρόπον τινὰ μεμφθῆναι καὶ ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. Καὶ γράφοντες μέντοι καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν, ἐν ταῖς καρδίαις ἡμῶν φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. Τῷ ὄντι γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντα τῇ ἐπαγγελίᾳ τὰ ἐφεξῆς ἐπαγαγεῖν.
Τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν παντός· τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾶν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται, ὥστε καὶ γλώσσῃ πεπαιδευμένῃ χρῆσθαι καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ Εὐαγγελίου καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστήσεως καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ Δημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει τῶν ἀναγκαίων ἀπέριττον. Ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθωθῆναι χρῄζοντα ἐπ᾽ αὐτῆς τῆς ἀληθείας εὑρήκαμεν.
Καὶ μὴν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι μήτε, εἴ τι ἐκ φύσεως ἐνυπάρχει ἡμῖν πλεονέκτημα ἢ κατὰ σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου, τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν, τὸ τοῦ φρονήματος καταβεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας, τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἐπιλειπούσης ἡμᾶς τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστηρίου, πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπ᾽ αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι.
ΠΡΟΣ ΕΛΕΥΘΕΡΑΝ Ἐγὼ καὶ πάνυ βουλόμενος συνεχῶς ἐπιστέλλειν τῇ εὐγενείᾳ ὑμῶν ἐπέσχον ἐμαυτὸν ἀεί, μήπως δόξω τινὰς πειρασμοὺς ὑμῖν ἐπεγείρειν διὰ τοὺς φιλεχθρῶς πρὸς ἡμᾶς διακειμένους καί, ὡς ἀκούω, μέχρι καὶ τούτων τὴν ἔχθραν ἐλαύνοντας ὥστε πολυπραγμονεῖν εἴ πού τις καὶ γράμμα ἡμέτερον δέχοιτο. Ἐπειδὴ δὲ αὐτή, καλῶς ποιοῦσα, κατῆρξας τοῦ γράμματος καὶ ἐπέστειλας ἡμῖν ἃ ἐχρῆν περὶ τῶν κατὰ τὴν ψυχήν σου πραγμάτων ἀνακοινουμένη, προετράπην εἰς τὸ ἀντεπιστεῖλαι, ὁμοῦ μὲν τὰ ἐν τῷ παρελθόντι ἐλλειφθέντα ἐπανορθούμενος, ὁμοῦ δὲ καὶ πρὸς τὰ ἐπεσταλμένα παρὰ τῆς σῆς εὐγενείας ἀποκρινόμενος.
Ὅτι μακαρία ἐστὶ ψυχὴ ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα ἢ πῶς, ἐπὶ τῆς μεγάλης ἡμέρας καθ᾽ ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν Κριτὴν τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ αὐτὴ δυνηθῇ κούφως ἀποθέσθαι τὸν λόγον τῶν βεβιωμένων. Ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν, ὁ τοιοῦτος ἢ οὐδὲν ἢ παντελῶς ἐλάχιστα ἁμαρτήσεται, διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου γίνεται. Οἷς δ᾽ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπίπτειν.
Καὶ μέμνησο τοίνυν τοῦ Θεοῦ καὶ ἔχε τὸν φόβον ἐν τῇ καρδίᾳ καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. Μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. Καὶ μὴ διαλείπῃς ταῦτα ποιοῦσα. Καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν τῇ σαρκὶ ταύτῃ ζωὴν ἀγαθὴ βοηθὸς ἡ προσευχὴ καὶ ἀπερχομένοις ἐντεῦθεν ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. Ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν, οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. Ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν γινώσκουσα ὅτι, ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀπορρίψει ἡμᾶς εἰς τὸ παντελές, ἀλλ᾽ ἔτι λαλούντων ἡμῶν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· «Ἰδοὺ πάρειμι».
ΜΑΓΝΗΝΙΑΝῼ ΚΟΜΗΤΙ Πρῴην ἐπέστελλέ μοι ἡ σεμνότης σου ἄλλα τινὰ καὶ περὶ πίστεως γράψαι ἡμᾶς ἐναργῶς προστάσσουσα. Ἀλλ᾽ ἐγὼ τὴν μὲν σὴν περὶ τὸ πρᾶγμα ἄγαμαι σπουδὴν καὶ εὔχομαι τῷ Θεῷ ἀνενδότως σοι τῶν ἀγαθῶν τὴν αἵρεσιν ἐνυπάρχειν καὶ ἀεί σε προκόπτοντα καὶ γνώσει καὶ ἔργοις ἀγαθοῖς τελειοῦσθαι. Διὰ δὲ τὸ μὴ βούλεσθαι περὶ πίστεως σύνταγμα καταλιμπάνειν μηδὲ γράφειν διαφόρους πίστεις, παρετηρησάμην ἀποστεῖλαι ἃ ἐπεζητήσατε. Πλὴν δοκεῖτέ μοι περιηχεῖσθαι παρὰ τῶν αὐτόθι, τῶν μηδὲν ἐργαζομένων, οἳ ἐπὶ διαβολῇ ἡμετέρᾳ λέγουσί τινα, ὡς ἐκ τούτου ἑαυτοὺς συστήσοντες, ἐὰν ἡμῶν τὰ αἴσχιστα καταψεύσωνται.
Ἐκείνους μὲν γὰρ φανεροῖ ὁ παρελθὼν χρόνος καὶ προϊοῦσα ἡ πεῖρα φανερωτέρους ποιήσει. Ἡμεῖς δὲ παρακαλοῦμεν τοὺς ἠλπικότας εἰς Χριστὸν μηδὲν παρὰ τὴν ἀρχαίαν περιεργάζεσθαι πίστιν, ἀλλ᾽ ὡς πιστεύομεν, οὕτω καὶ βαπτίζεσθαι, ὡς δὲ βαπτιζόμεθα, οὕτω καὶ δοξολογεῖν, ὀνόματα δὲ ἀρκεῖν ἡμῖν ἐκεῖνα ὁμολογεῖν ἃ παρελάβομεν παρὰ τῆς Ἁγίας Γραφῆς καὶ τὴν ἐπὶ τούτοις καινοτομίαν διαφεύγειν. Οὐ γὰρ ἐν τῇ ἐφευρέσει τῶν προσηγοριῶν ἡ σωτηρία ἡμῶν, ἀλλ᾽ ἐν τῇ ὑγιεῖ περὶ τῆς Θεότητος εἰς ἣν πεπιστεύκαμεν ὁμολογίᾳ.
ΑΜΦΙΛΟΧΙῼ ΕΠΙΣΚΟΠῼ ΙΚΟΝΙΟΥ Παράσχοι ὁ ἅγιος Θεὸς ἐρρωμένῳ σοι τὸ σῶμα καὶ ἀπὸ πάσης ἀσχολίας ἀνειμένῳ καὶ πάντα πράττοντι κατὰ νοῦν τὴν ἐπιστολὴν ἡμῶν ταύτην εἰς χεῖρας ἐλθεῖν, ἵνα μὴ ἄπρακτος ἡμῶν ἡ παράκλησις γένηται ἣν παρακαλοῦμεν νῦν ἐπιφανῆναί σε ἡμῶν τῇ πόλει ἐπὶ τῷ σεμνοτέραν γενέσθαι τὴν πανήγυριν ἣν δι᾽ ἔτους ἄγειν ἐπὶ τοῖς μάρτυσιν ἔθος ἐστὶν ἡμῶν τῇ Ἐκκλησίᾳ. Πέπεισο γάρ, τιμιώτατέ μοι καὶ ποθεινότατε ὡς ἀληθῶς, ὅτι, πολλῶν εἰς πεῖραν ἐλθὼν ὁ παρ᾽ ἡμῖν λαός, τῆς οὐδενὸς οὕτως ἀντέχεται ἐπιτυχίας ὡς τῆς σῆς παρουσίας, τοιοῦτον κέντρον ἀγάπης ἐκ τῆς μικρᾶς ἐκείνης συντυχίας ἐναφῆκας.
Ἵνα οὖν καὶ ὁ Κύριος δοξασθῇ καὶ λαοὶ εὐφρανθῶσι καὶ τιμηθῶσι μάρτυρες καὶ ἡμεῖς οἱ γέροντες τῆς ὀφειλομένης ἡμῖν παρὰ τέκνου γνησίου τύχωμεν θεραπείας, καταξίωσον ἀόκνως μέχρις ἡμῶν διαβῆναι καὶ προλαβεῖν τὰς ἡμέρας τῆς συνόδου, ὥστε ἐπὶ σχολῆς ἡμᾶς ἀλλήλοις συγγενέσθαι καὶ συμπαρακληθῆναι διὰ τῆς κοινωνίας τῶν πνευματικῶν χαρισμάτων. Ἔστι δὲ ἡ ἡμέρα τῇ πέμπτῃ τοῦ Σεπτεμβρίου. Διὸ παρακαλοῦμεν πρὸ τριῶν ἡμερῶν ἐπιστῆναι, ἵνα καὶ τοῦ πτωχοτροφείου τὴν μνήμην μεγάλην ποιήσῃς τῇ παρουσίᾳ. Ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου διαφυλαχθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ χάριτι τοῦ Κυρίου.
ΣΩΦΡΟΝΙῼ ΜΑΓΙΣΤΡῼ Καταλέγειν μὲν πάντας τοὺς δι᾽ ἡμῶν εὐεργετηθέντας παρὰ τῆς σῆς μεγαλονοίας οὐ ῥᾴδιον, οὕτω πολλοὺς σύνισμεν ἑαυτοῖς εὐπεποιηκόσι διὰ τῆς μεγάλης σου χειρὸς ἣν ὁ Κύριος ἡμῖν σύμμαχον ἐπὶ τῶν μεγίστων καιρῶν ἐχαρίσατο. Δικαιότατος δὲ πάντων καὶ ὁ νῦν προσαγόμενος διὰ τοῦ γράμματος ἡμῶν τυγχάνει, ὁ αἰδεσιμώτατος ἡμῶν ἀδελφὸς Εὐσέβιος, παραλόγῳ συκοφαντίᾳ περιπεσών, ἣν ἀποσκεδάσαι μόνης ἐστὶ τῆς σῆς ὀρθότητος. Διὸ παρακαλοῦμεν καὶ τῷ δικαίῳ χαριζόμενον καὶ πρὸς τὸ ἀνθρώπινον ἀφορῶντα καὶ ἡμῖν τὰς συνήθεις παρεχόμενον χάριτας ἀντὶ πάντων γενέσθαι τῷ ἀνδρὶ καὶ προστῆναι αὐτοῦ μετὰ τῆς ἀληθείας. Ἔχει γὰρ οὐ μικρὰν συμμαχίαν τὴν ἀπὸ τοῦ δικαίου· ἥν, εἰ μὴ ὁ παρὼν καιρὸς καταβλάψειε, πάνυ ῥᾴδιον σαφῶς καὶ ἀναντιρρήτως ἐπιδειχθήσεται.
ΑΒΟΥΡΓΙῼ Πολλοὺς οἶδα πολλάκις συστήσας τῇ τιμιότητί σου καὶ γενόμενος ἐπὶ μεγίστων καιρῶν χρήσιμος ἱκανῶς τοῖς καταπονουμένοις. Οὐ μὴν τιμιώτερόν γε ἐμοὶ οὐδ᾽ ὑπὲρ μειζόνων ἀγωνιζόμενον οἶδα πρότερον παραπέμψας τῇ κοσμιότητί σου, τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου, τοῦ νῦν τὴν ἐπιστολὴν ταύτην ἐγχειρίζοντός σοι παρ᾽ ἡμῶν. Ὃς ποταπῷ μὲν συμπέπλεκται πράγματι αὐτός, ἂν τύχοι τινὸς καιροῦ, διηγήσεταί σου τῇ σεμνότητι. Ἃ δὲ παρ᾽ ἡμῶν λεχθῆναι προσῆκε ταῦτά ἐστι· μὴ παρασυρῆναι τὸν ἄνδρα μηδέ, τῷ πολλοὺς πεφηνέναι τοὺς ἐπὶ ταῖς χαλεπωτάταις πράξεσιν ἑαλωκότας, καὶ αὐτόν τι τῆς τῶν πολλῶν ὑπονοίας παραπολαῦσαι, ἀλλὰ τυχεῖν δικαστηρίου καὶ εἰς ἐξέτασιν αὐτοῦ τὸν βίον ἀχθῆναι. Ῥᾷστα γὰρ οὕτω καὶ ἡ συκοφαντία φανερὰ γενήσεται καὶ ὁ ἀνὴρ τυχὼν τῆς δικαιοτάτης προστασίας κήρυξ ἔσται διηνεκὴς τῶν ὑπηργμένων αὐτῷ παρὰ τῆς σῆς ἡμερότητος.
ΑΡΙΝΘΑΙῼ Καὶ φιλελεύθερόν σε εἶναι καὶ φιλάνθρωπον τό τε τῆς φύσεως εὐγενὲς καὶ τὸ πρὸς πάντας κοινωνικὸν ἱκανῶς ἡμᾶς ἐκδιδάσκει. Διὸ θαρρούντως πρεσβεύομεν ὑπὲρ ἀνδρὸς λαμπροῦ μὲν ἄνωθεν ἐκ προγόνων, πλείονος δὲ δι᾽ ἑαυτὸν τιμῆς καὶ αἰδοῦς ἀξίου διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ τῶν τρόπων ἡμερότητα· ὥστε σε παρακληθέντα ὑφ᾽ ἡμῶν παραστῆναι αὐτῷ ἀγωνιζομένῳ δίκην τῆς μὲν ἀληθείας ἕνεκεν εὐκαταφρόνητον, ἐναγώνιον δὲ ἄλλως διὰ τὸ τῆς συκοφαντίας βαρύ. Μεγάλη γὰρ ἂν γένοιτο ῥοπὴ αὐτῷ πρὸς σωτηρίαν, εἰ καταξιώσειάς τι ῥῆμα φιλάνθρωπον ὑπὲρ αὐτοῦ προέσθαι προηγουμένως μὲν τῷ δικαίῳ χαριζόμενος, ἔπειτα καὶ ἡμῖν τοῖς ἐξαιρέτοις σου τὴν συνήθη τιμὴν καὶ χάριν καὶ ἐν τούτῳ χαριζόμενος.
ΣΩΦΡΟΝΙῼ ΜΑΓΙΣΤΡῼ ΕΥΜΑΘΙΟΥ ΕΝΕΚΕΝ Ἀνδρὶ ἀξιολόγῳ περιτυχὼν περιστάσει οὐκ ἀνεκτῇ κεχρημένῳ ἔπαθον τὴν ψυχήν. Τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὤν, ἀνθρώπῳ ἐλευθέρῳ παρ᾽ ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν; Καὶ βουλευσάμενος πῶς ἂν γενοίμην αὐτῷ χρήσιμος μίαν εὗρον λύσιν τῆς κατεχούσης αὐτὸν δυσχερείας, εἰ τῇ σῇ κοσμιότητι ποιήσαιμι γνώριμον. Σὸν οὖν τὸ ἐφεξῆς τὴν σαυτοῦ σπουδήν, ἣν εἰς πολλοὺς ὑφ᾽ ἡμῖν μάρτυσιν ἐπιδέδειξαι, καὶ αὐτῷ παρασχέσθαι. Τὸ δὲ πρᾶγμα γνωρίσει ἡ ἐπιδοθεῖσα παρ᾽ αὐτοῦ δέησις τοῖς Βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας καὶ συμπράξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. Καὶ γὰρ χριστιανῷ χαρίζῃ καὶ εὐγενεῖ καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ.
Ἐὰν δὲ προσθῶμεν ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐτὸν εὐποιίας ὑποδεχόμεθα χάριν, πάντως, κἂν μικρὸν ᾖ ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῇ σῇ σεμνότητι ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθ᾽ ἡμᾶς ἀνεχομένῃ οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.
ΟΤΡΗΙῼ ΕΠΙΣΚΟΠῼ ΜΕΛΙΤΙΝΗΣ Οἶδα ὅτι καὶ τῆς σῆς εὐλαβείας τοσοῦτον ἅπτεται ὁ χωρισμὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου ὅσον καὶ ἡμῶν αὐτῶν. Ἐπεὶ οὖν ἀμφότεροι χρῄζομεν παρακλήσεως, ἀλλήλοις γινόμεθα παραμυθία. Καὶ σύ τε ἡμῖν ἐπίστελλε τὰ ἐκ Σαμοσάτων, ἡμεῖς τε ἅπερ ἂν μάθωμεν ἀπὸ τῆς Θρᾴκης ἀπαγγελοῦμεν. Φέρει γὰρ ἐμοὶ μὲν τὸ γινώσκειν τοῦ λαοῦ τὴν ἔνστασιν οὐ μικρὰν ῥᾳστώνην ἐκ τῶν παρόντων λυπηρῶν, τῇ δὲ σῇ χρηστότητι τὸ διδάσκεσθαι ἐν οἷς ἐστιν ὁ κοινὸς ἡμῶν πατήρ. Ἀμέλει καὶ νῦν οὐ γράμματι σημαίνειν ἔχομεν, ἀλλ᾽ αὐτὸν παρεστήσαμέν σοι τὸν ἀκριβῶς εἰδότα καὶ ἀπαγγέλλοντα ἐν οἷς αὐτὸν κατέλιπε καὶ ὅπως φέροντα τὰ συμπίπτοντα. Εὔχου τοίνυν καὶ ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ταχεῖαν ἐπαγάγῃ τῶν δεινῶν τούτων τὴν λύσιν.
ΠΑΥΛΙΝῼ ΠΡΕΣΒΥΤΕΡῼ Ὅσον λυπούμεθα ἐνθυμούμενοι τὴν ἐρημίαν τῆς Ἐκκλησίας, τοσοῦτον μακαρίζομεν ὑμᾶς εἰς τοῦτο φθάσαντας τὸ μέτρον τῆς ἀθλήσεως, ὃ παράσχοι ὑμῖν ὁ Κύριος μακροθύμως παρελθεῖν, ἵνα καὶ τῆς πιστῆς οἰκονομίας καὶ τῆς γενναίας ἐνστάσεως ἣν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπεδείξασθε τὸν μέγαν μισθὸν ὑποδέξησθε.
ΠΟΛΙΤΕΥΟΜΕΝΟΙΣ ΣΑΜΟΣΑΤΩΝ Ὅταν ἀπίδω ὅτι ὁ μὲν πειρασμὸς κατὰ πάσης ἤδη κέχυται τῆς οἰκουμένης καὶ αἱ μέγισται τῶν ἐπὶ Συρίας πόλεων τῶν ἴσων ὑμῖν πεπείρανται παθημάτων, οὐ πανταχοῦ δὲ οὕτω δόκιμον καὶ διαπρεπὲς ἐπ᾽ ἀγαθοῖς ἔργοις τὸ βουλευτήριον ὡς τὸ ὑμέτερον νῦν ἐπὶ τῇ σπουδῇ τῶν ἀγαθῶν ἔργων διαβεβόηται, ἐγγύς εἰμι καὶ χάριν ἔχειν ἐπὶ τοῖς οἰκονομηθεῖσιν. Εἰ γὰρ μὴ ἐγεγόνει ἡ θλίψις αὕτη, οὐκ ἂν ὑμῶν διεφάνη τὸ δόκιμον. Ὥστε ἔοικεν, ὅπερ ἐστὶ κάμινος χρυσῷ, τοῦτο εἶναι ἡ ὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος θλίψις τοῖς ἀντιποιουμένοις τινὸς ἀρετῆς. Ἄγε οὖν, ὦ θαυμάσιοι, ὅπως τοῖς προπεπονημένοις ἄξια ἐπαγάγητε τὰ ἑπόμενα καὶ φανῆτε μεγάλῃ κρηπῖδι ἀξιολογωτέραν ἐπιτιθέντες τὴν κορυφὴν καὶ περίστητε μὲν τὸν ποιμένα τῆς Ἐκκλησίας, ὅταν δῷ ὁ Κύριος αὐτὸν ἐπὶ τῶν ἰδίων φανῆναι θρόνων, ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ὑμῖν διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος κατὰ τὴν ἀναλογίαν τῶν πεπονημένων παρὰ τοῦ μεγαλοδώρου Θεοῦ δεχόμενοι τὴν ἀντίδοσιν. Ἡμῶν δὲ μεμνημένοι καὶ ἐπιστέλλοντες ὁσάκις ἂν ᾖ δυνατὸν δίκαιά τε ποιήσετε τοῖς ἴσοις ἡμᾶς ἀμειβόμενοι καὶ ἅμα οὐ μικρῶς ἡμᾶς εὐφρανεῖτε, τῆς ἡδίστης ἡμῖν φωνῆς ὑμῶν ἐναργῆ σύμβολα διὰ τῶν γραμμάτων διαπεμπόμενοι.
ΕΥΣΤΑΘΙῼ ΕΠΙΣΚΟΠῼ ΙΜΜΕΡΙΑΣ Οἶδα ὅτι στυγνοποιὸν πρᾶγμα ἡ ὀρφανία καὶ πολυάσχολον, διὰ τὸ ἐρημίαν ἐπάγειν τῶν προεστώτων. Ὅθεν λογίζομαι καὶ τὴν σὴν εὐλάβειαν ἐπιστυγνάζουσαν τοῖς συμβεβηκόσι μὴ ἐπιστέλλειν ἡμῖν, καὶ ὁμοῦ ἐν πλείονι εἶναι νῦν ἀσχολίᾳ· περιτρέχειν τὰ τοῦ Χριστοῦ ποίμνια διὰ τὴν πανταχόθεν τῶν ἐχθρῶν ἐπανάστασιν. Ἀλλ᾽ ἐπειδὴ πάσης λύπης παρηγορία ἡ πρὸς τοὺς ὁμοψύχους ἐστὶν ὁμιλία, καταξίου, ὁσάκις ἂν δυνατόν σοι, ἐπιστέλλειν ἡμῖν καὶ αὐτός τε ἀναπαύεσθαι ἐν τῷ φθέγγεσθαι πρὸς ἡμᾶς καὶ ἡμᾶς παρηγορεῖν ἐν τῷ μεταδιδόναι ἡμῖν τῶν σεαυτοῦ ῥημάτων. Τοῦτο δὲ καὶ ἡμεῖς σπουδάσομεν ποιῆσαι, ὁσάκις ἂν ἡμῖν ἐνδιδῷ τὰ πράγματα. Εὔχου δὲ καὶ αὐτὸς καὶ πᾶσαν τὴν ἀδελφότητα παρακάλεσον σπουδαίως δυσωπεῖν τὸν Κύριον, ἵνα δείξῃ ποτὲ ἡμῖν λύσιν τῆς περιεχούσης ἡμᾶς κατηφείας.
ΘΕΟΔΟΤῼ ΕΠΙΣΚΟΠῼ ΒΕΡΟΙΑΣ Οἶδα ὅτι εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλ᾽ ἐν τῇ καρδίᾳ σου ὑπάρχει ἡ μνήμη ἡμῶν. Καὶ τοῦτο τεκμαίρομαι οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλ᾽ ὅτι ἡ σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. Πλὴν ἀλλ᾽, ὅσον δυνατόν σοι, ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. Οὗτος γάρ ἐστιν ὁ τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοις τῷ σώματι, ὁ δι᾽ ἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. Παράσχοι δὲ ὁ Κύριος καὶ τὴν κατ᾽ ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν καὶ τὴν εἰς τὸν Δεσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν ἐπὶ μείζοσι ταῖς παρ᾽ αὐτοῦ δωρεαῖς.
ΑΝΤΙΠΑΤΡῼ ΗΓΕΜΟΝΙ Ὡς καλὴ ἡ φιλοσοφία τά τε ἄλλα καὶ ὅτι οὐδὲ ἰατρεύεσθαι πολυτελῶς τοῖς τροφίμοις αὐτῆς ἐπιτρέπει, ἀλλὰ τὸ αὐτὸ καὶ ὄψον ἐστὶ παρ᾽ αὐτῇ καὶ πρὸς ὑγείαν ἀρκεῖ. Τὰς γάρ τοι ὀρέξεις ἀποκαμούσας, ὡς ἐπυθόμην, κράμβαις ἐν ὄξει ταριχευθείσαις ἀνεκαλέσω, ἃς ἐγὼ πρότερον μὲν ἐδυσχέραινον καὶ διὰ τὴν παροιμίαν καὶ ὅτι ὑπόμνημα ἦσαν τῆς συντρόφου πενίας. Νῦν δέ μοι δοκῶ καὶ ἐμαυτὸν μεταπείσειν καὶ τῆς παροιμίας καταγελάσεσθαι ὁρῶν αὐτὴν οὕτως ἀγαθὴν κουροτρόφον, ἣ τὸν ἄρχοντα ἡμῶν εἰς ἀκμὴν ἐπανήγαγε. Καὶ οὐδὲν εἶναι τοῦ λοιποῦ κατ᾽ αὐτὴν ἡγήσομαι, οὐχ ὅπως τὸν Ὁμηρικὸν λωτόν, ἀλλ᾽ οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην, ἥτις ποτ᾽ ἄρα ἦν, ἡ τοὺς Ὀλυμπίους χορτάζουσα.
ΑΝΤΙΠΑΤΡΟΣ ΒΑΣΙΛΕΙῼ Δὶς κράμβη θάνατος, ἡ βάσκανός φησι παροιμία. Ἐγὼ δὲ πολλάκις αἰτήσας ἅπαξ ἀποθανοῦμαι, πάντως δὲ καὶ μὴ αἰτήσας. Εἰ δὲ πάντως, μὴ κατόκνει ἐσθίειν ὄψον ἡδύ, μάτην ὑπὸ τῆς παροιμίας λοιδορηθέν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.