Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Οδηγίες προς τους Χωρεπισκόπους και Εκκλησιαστική Πειθαρχία
Αυστηρές συστάσεις προς τον κατώτερο κλήρο για την αποφυγή της σιμωνίας, την τήρηση των κανόνων και την εξέταση των υποψηφίων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οδηγίες προς τους Χωρεπισκόπους και Εκκλησιαστική Πειθαρχία
Αυστηρές συστάσεις προς τον κατώτερο κλήρο για την αποφυγή της σιμωνίας, την τήρηση των κανόνων και την εξέταση των υποψηφίων.
ΧΩΡΕΠΙΣΚΟΠΟΙΣ Τὸ τοῦ πράγματος ἄτοπον περὶ οὗ γράφω, διότι μὲν ὅλως ὑπωπτεύθη καὶ ἐλαλήθη, ὀδύνης ἐπλήρωσέ μου τὴν ψυχήν, τέως δὲ ἐφάνη μοι ἄπιστον. Τὸ οὖν περὶ αὐτοῦ γράμμα, ὁ μὲν συνεγνωκὼς ἑαυτῷ δεξάσθω ὡς ἴαμα, ὁ δὲ μὴ συνεγνωκὼς ὡς προφυλακτήριον, ὁ δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφ᾽ ὑμῖν εὑρεθῆναι, ὡς διαμαρτυρίαν. Τί δέ ἐστιν ὃ λέγω; Φασί τινές τινας ὑμῶν παρὰ τῶν χειροτονουμένων λαμβάνειν χρήματα, ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας. Τοῦτο δὲ χεῖρόν ἐστιν. Ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. Ταῦτα εἰ οὕτως ἔχει, τοῦ λοιποῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω, ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον ὅπερ ἐρρήθη παρὰ τῶν Ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος Ἁγίου μετουσίαν ὠνήσηται· «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν». Κουφότερος γὰρ ὁ δι᾽ ἀπειρίαν ὠνήσασθαι θέλων, ἢ ὁ πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν. Πρᾶσις γὰρ ἐγένετο, καί, ὃ σὺ δωρεὰν ἔλαβες, ἐὰν πωλῇς, ὡσανεὶ πεπραμένος τῷ Σατανᾷ ἀφαιρεθήσῃ τοῦ χαρίσματος. Καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευματικοῖς καὶ τῇ Ἐκκλησίᾳ, ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ. Ταῦτα οὕτω γίνεσθαι οὐ χρή. Ὃ δέ ἐστι τὸ τέχνασμα, λέγω.
Νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ προλαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν.
Λαβεῖν δὲ ἔστιν ὅτε δή ποτε τὸ λαβεῖν. Παρακαλῶ οὖν, ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν ἀπόθεσθε, καὶ μή, τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἅγια μυστήρια. Σύγγνωτε δέ μοι.
Πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα δὲ ὡς πεισθεὶς ἀπειλῶ. Εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τι τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων ἀναχωρήσει, ζητήσει δὲ ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύναται.
Ἡμεῖς γὰρ καὶ αἱ Ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν. Ἓν δὲ προσθεὶς παύσομαι. Διὰ φιλαργυρίαν γίνεται ταῦτα. Ἡ δὲ φιλαργυρία καὶ ῥίζα πάντων τῶν κακῶν ἐστι καὶ ὀνομάζεται εἰδωλολατρεία. Μὴ οὖν τοῦ Χριστοῦ προτιμήσητε τὰ εἴδωλα διὰ μικρὸν ἀργύριον, μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι προδιδόντες δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα. Ἐπεὶ καὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτους δεχομένων Ἀκελδαμὰ κληθήσονται.
ΧΩΡΕΠΙΣΚΟΠΟΙΣ Πάνυ με λυπεῖ ὅτι ἐπιλελοίπασι λοιπὸν οἱ τῶν Πατέρων κανόνες καὶ πᾶσα ἀκρίβεια τῶν Ἐκκλησιῶν ἀπελήλαται, καὶ φοβοῦμαι μή, κατὰ μικρὸν τῆς ἀδιαφορίας ταύτης ὁδῷ προϊούσης, εἰς παντελῆ σύγχυσιν ἔλθῃ τὰ τῆς Ἐκκλησίας πράγματα. Τοὺς ὑπηρετοῦντας τῇ Ἐκκλησίᾳ ἡ πάλαι ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις ἐμπολιτευομένη συνήθεια μετὰ πάσης ἀκριβείας δοκιμάζουσα παρεδέχετο· καὶ ἐπολυπραγμονεῖτο πᾶσα αὐτῶν ἡ ἀναστροφή, εἰ μὴ λοίδοροί εἰσιν, εἰ μὴ μέθυσοι, εἰ μὴ πρόχειροι πρὸς τὰς μάχας, εἰ παιδαγωγοῦσιν ἑαυτῶν τὴν νεότητα, ὥστε κατορθοῦν δύνασθαι τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καὶ τοῦτο ἐξήταζον μὲν πρεσβύτεροι καὶ διάκονοι οἱ συνοικοῦντες αὐτοῖς, ἐπανέφερον δὲ τοῖς χωρεπισκόποις, οἵ, τὰς παρὰ τῶν ἀληθινῶς μαρτυρούντων δεξάμενοι ψήφους καὶ ὑπομνήσαντες τὸν ἐπίσκοπον, οὕτως ἐνηρίθμουν τὸν ὑπηρέτην τῷ τάγματι τῶν ἱερατικῶν. Νῦν δὲ πρῶτον μὲν ἡμᾶς παρωσάμενοι καὶ μηδὲ ἐπαναφέρειν ἡμῖν καταδεχόμενοι, εἰς ἑαυτοὺς τὴν ὅλην περιεστήσατε αὐθεντίαν. Ἔπειτα καταρρᾳθυμοῦντες τοῦ πράγματος, πρεσβυτέροις καὶ διακόνοις ἐπετρέψατε οὓς ἂν ἐθέλωσιν ἀπὸ ἀνεξετάστου βίου, κατὰ προσπάθειαν, ἢ τὴν ἀπὸ συγγενείας, ἢ τὴν ἐξ ἄλλης τινὸς φιλίας, ἐπεισάγειν τῇ Ἐκκλησίᾳ τοὺς ἀναξίους.
Διὸ πολλοὶ μὲν ὑπηρέται ἀριθμοῦνται καθ᾽ ἑκάστην κώμην, ἄξιος δὲ λειτουργίας θυσιαστηρίου οὐδείς, ὡς ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ἀποροῦντες ἀνδρῶν ἐν ταῖς ψηφοφορίαις.
Ἐπεὶ οὖν ὁρῶ τὸ πρᾶγμα λοιπὸν εἰς ἀνήκεστον προϊόν, μάλιστα νῦν, τῶν πλείστων φόβῳ τῆς στρατολογίας εἰσποιούντων ἑαυτοὺς τῇ ὑπηρεσίᾳ, ἀναγκαίως ἦλθον εἰς τὸ ἀνανεώσασθαι τοὺς τῶν Πατέρων κανόνας, καὶ ἐπιστέλλω ὑμῖν ἀποστεῖλαί μοι τὴν ἀναγραφὴν ἑκάστης κώμης τῶν ὑπηρετούντων καὶ ὑπὸ τίνος εἰσῆκται ἕκαστος καὶ ἐν ποίῳ βίῳ ἐστίν. Ἔχετε δὲ καὶ αὐτοὶ παρ᾽ ἑαυτοῖς τὴν ἀναγραφήν, ὥστε συγκρίνεσθαι τοῖς παρ᾽ ἡμῖν ἀποκειμένοις γράμμασι τὰ ὑμέτερα καὶ μηδενὶ ἐξεῖναι ἑαυτὸν ὅτε βούλεται παρεγγράφειν. Οὕτω μέντοι μετὰ τὴν πρώτην ἐπινέμησιν εἴ τινες ὑπὸ πρεσβυτέρων εἰσήχθησαν, ἐπὶ τοὺς λαϊκοὺς ἀπορριφῶσιν. Ἄνωθεν δὲ γένηται αὐτῶν παρ᾽ ὑμῶν ἐξέτασις, κἂν μὲν ἄξιοι ὦσι, τῇ ὑμετέρᾳ ψήφῳ παραδεχθήτωσαν.
Ἐπικαθαρίσατε τὴν Ἐκκλησίαν τοὺς ἀναξίους αὐτῆς ἀπελαύνοντες, καὶ τοῦ λοιποῦ ἐξετάζετε μὲν τοὺς ἀξίους καὶ παραδέχεσθε, μὴ ἀριθμεῖτε δὲ πρὶν εἰς ἡμᾶς ἐπανενεγκεῖν, ἢ γινώσκετε ὅτι λαϊκὸς ἔσται ὁ ἄνευ ἡμετέρας γνώμης εἰς ὑπηρεσίαν παραδεχθείς.
ΓΡΗΓΟΡΙῼ ΠΡΕΣΒΥΤΕΡῼ Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσης μακροθυμίας, καὶ ἐθαύμασα πῶς, δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορουμένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. Οὔτε πρῶτοι οὔτε μόνοι, ὦ Γρηγόριε, ἐνομοθετήσαμεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν. Ἀλλ᾽ ἀνάγνωθι τὸν κανόνα τὸν ἐξενεχθέντα παρὰ τῶν ἁγίων Πατέρων ἡμῶν ἐν τῇ συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγόρευσε συνεισακτοὺς μὴ εἶναι. Ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικῶν διαγωγῆς.
Ὡς, ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι ἔργῳ τὰ τῶν ταῖς γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθ᾽ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος. Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἶξαι ἡμῶν τῇ ἀξιώσει ὅσῳπερ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. Οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς συνοικεῖν γυναικί, οὔτε ὡς ἐπιγενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν ἃ καὶ ὡρίσαμεν, ἀλλ᾽ ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ Ἀποστόλου μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον.
Οἴδαμεν δὲ ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρξει. Τούτου ἕνεκεν προσετάξαμεν, ἑπόμενοι τῇ διαταγῇ τῶν ἁγίων Πατέρων, χωρισθῆναί σε τοῦ γυναίου. Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; Τί δὲ ἡμᾶς καταμέμφῃ ὡς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸ τὰς διαβολὰς προσίεσθαι, ἀλλ᾽ οὐχὶ σεαυτῷ μὴ ἀνεχομένῳ ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; Ἔκβαλε τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. Ἔστω ἐκείνη μετὰ παρθένων καὶ σὺ ὑπηρετοῦ ὑπὸ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι᾽ ἡμᾶς βλασφημῆται. Ἕως ἂν ταῦτα ποιῇς, αἱ μυριάδες ἅσπερ συγγράφεις διὰ τῶν ἐπιστολῶν οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦ ἀργίας. Ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσει παντὶ τῷ λαῷ καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.