Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Ποιμαντικές και Μεσιτικές Επιστολές προς Άρχοντες και Φίλους
Παρακλήσεις προς κρατικούς λειτουργούς και φίλους για την προστασία αδικημένων και την ανακούφιση καταπονουμένων πόλεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ποιμαντικές και Μεσιτικές Επιστολές προς Άρχοντες και Φίλους
Παρακλήσεις προς κρατικούς λειτουργούς και φίλους για την προστασία αδικημένων και την ανακούφιση καταπονουμένων πόλεων.
ΓΡΗΓΟΡΙῼ ΝΑΖΙΑΝΖΗΝῼ Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας σου διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου, καὶ ὅσα ἐνέφηνας ἡμῖν αὐτός, ταῦτα γυμνῶς διηγησαμένου ἀκούσαντες, ὅπως μὲν διετέθημεν οὐκ ἀμφιβάλλεις πάντως. Πλὴν ἀλλ᾽ ἐπειδὴ ἐκρίναμεν πάσης λύπης ἀνωτέραν ποιεῖσθαι τὴν πρὸς σὲ ἀγάπην, ἐδεξάμεθα καὶ ταῦτα ὡς ἦν προσῆκον, καὶ εὐχόμεθα τῷ ἁγίῳ Θεῷ τὰς λειπομένας ἡμέρας ἢ ὥρας οὕτω διαφυλαχθῆναι ἐν τῇ περὶ σὲ διαθέσει ὡς καὶ ἐν τῷ κατόπιν χρόνῳ, ἐν ᾧ οὐδὲν ἡμῖν αὐτοῖς οὔτε μικρὸν οὔτε μεῖζον ἐλλελοιπόσι συνέγνωμεν. Εἰ δὲ ὁ δεῖνα ἄρτι παρακύψαι φιλοτιμούμενος πρὸς τὸν βίον τῶν χριστιανῶν, εἶτα οἰόμενος αὐτῷ σεμνότητά τινα φέρειν τὸ ἡμῖν συνανατρίβεσθαι, ἅ τε οὐκ ἤκουσε κατασκευάζει καὶ ἃ μὴ ἐνόησεν ἐξηγεῖται, θαυμαστὸν οὐδέν. Ἀλλ᾽ ἐκεῖνο θαυμαστὸν καὶ παράδοξον, ὅτι τούτων ἀκροατὰς ἔχει τοὺς γνησιωτάτους μοι τῶν παρ᾽ ὑμῖν ἀδελφῶν, καὶ οὐκ ἀκροατὰς μόνον, ἀλλὰ καὶ μαθητάς, ὡς ἔοικεν. Εἰ γὰρ καὶ ἄλλως ἦν παράδοξον τοιοῦτον μὲν εἶναι τὸν διδάσκοντα, τοιούτους δὲ τοὺς ἀνεχομένους, ἐμὲ δὲ τὸν διασυρόμενον, ἀλλ᾽ οὖν τῶν καιρῶν ἡ καταστροφὴ ἐπαίδευσεν ἡμᾶς πρὸς μηδὲν δυσκολαίνειν. Πάλαι γὰρ τὰ τούτων ἀτιμότερα συνήθη ἡμῖν γέγονε διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἐγὼ τοίνυν, εἰ μὲν οὐδέπω τοῖς αὐτοῦ ἀδελφοῖς δέδωκα πεῖραν τῆς ἐμαυτοῦ περὶ τὸν Θεὸν προαιρέσεως, οὐδὲ νῦν ἔχω τι ἀποκρίνασθαι.
Οὓς γὰρ οὐκ ἔπεισεν ὁ μακρὸς χρόνος, πῶς συμπείσει ἐπιστολὴ βραχεῖα; Εἰ δὲ ἐκεῖνα αὐτάρκη, λῆροι νομιζέσθωσαν τὰ παρὰ τῶν διαβαλλόντων. Πλήν γε ὅτι, ἐὰν ἐπιτρέψωμεν στόμασιν ἀχαλινώτοις καὶ καρδίαις ἀπαιδεύτοις λαλεῖν περὶ ὧν ἂν ἐθέλωσιν καὶ ἕτοιμα ἔχωμεν πρὸς ὑποδοχὴν τὰ ὦτα, οὐ μόνον ἡμεῖς τὰ τῶν ἄλλων παραδεξόμεθα, ἀλλὰ καὶ ἕτεροι τὰ ἡμέτερα.
Τούτων δὲ αἴτιον ἐκεῖνο, ὃ πάλαι μὲν παρεκάλουν μὴ γίνεσθαι, νῦν δὲ ἀπαγορεύσας σιωπῶ, τὸ μὴ συντυγχάνειν ἡμᾶς ἀλλήλοις. Εἰ γὰρ κατά τε τὰς ἀρχαίας συνθήκας καὶ κατὰ τὴν ὀφειλομένην νῦν ταῖς Ἐκκλησίαις παρ᾽ ἡμῶν ἐπιμέλειαν τὰ πολλὰ τοῦ ἐνιαυτοῦ μετ᾽ ἀλλήλων διήγομεν, οὐκ ἂν ἐδώκαμεν πάροδον τοῖς διαβάλλουσι. Σὺ δέ, εἰ δοκεῖ, τούτους μὲν ἔα χαίρειν, αὐτὸς δὲ παρακλήθητι συγκαμεῖν ἡμῖν εἰς τὸν προκείμενον ἡμῖν ἀγῶνα καὶ συντυχεῖν μεθ᾽ ἡμῶν τῷ καθ᾽ ἡμῶν στρατευομένῳ. Ἢ γὰρ ὀφθεὶς μόνον ἐφέξεις αὐτοῦ τὴν ὁρμήν, ἢ τοὺς συγκροτουμένους ἐπὶ τῷ καταστρέψασθαι τὰ τῆς πατρίδος πράγματα διαλύσεις γνώριμον αὐτοῖς καταστήσας ὅτι αὐτός, τῇ τοῦ Θεοῦ χάριτι, τοῦ καθ᾽ ἡμᾶς συλλόγου κατάρξεις, καὶ φράξεις πᾶν ἄδικον στόμα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀνομίαν. Κἂν ταῦτα γένηται, αὐτὰ τὰ πράγματα δείξει τίς μὲν ὁ κατακολουθῶν σοι ἐπὶ τὰ καλά, τίς δὲ ὁ μετοκλάζων καὶ προδιδοὺς δειλίᾳ τὸν λόγον τῆς ἀληθείας.
Ἐὰν δὲ τὰ τῆς Ἐκκλησίας προδιδόμενα ᾖ, ὀλίγος μοι λόγος διὰ ῥημάτων πείθειν τοὺς τοσούτου με τιθεμένους ἄξιον ὅσου ἂν τιμήσωνται ἄνθρωποι οὔπω ἑαυτοὺς μετρεῖν δεδιδαγμένοι. Μετ᾽ οὐ πολὺ γάρ, τῇ τοῦ Θεοῦ χάριτι, ἡ διὰ τῶν ἔργων ἀπόδειξις τὰς συκοφαντίας ἐλέγξει, διότι προσδοκῶμεν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας τάχα μέν τι καὶ μεῖζον πείσεσθαι· εἰ δὲ μή, πάντως γε τῶν Ἐκκλησιῶν καὶ τῶν πατρίδων ἀπελαθήσεσθαι. Ἐὰν δὲ καὶ μηδὲν τῶν ἐλπιζομένων γένηται, οὐ μακράν ἐστι τὸ Χριστοῦ δικαστήριον. Ὥστε, τὴν συντυχίαν εἰ μὲν διὰ τὰς Ἐκκλησίας ἐπιζητεῖς, ἕτοιμος συνδραμεῖν ὅπουπερ ἂν προκαλῇ· εἰ δὲ ἵνα τὰς συκοφαντίας διαλύσω, οὐ σχολή μοι νῦν ἀποκρίνασθαι περὶ τούτων.
ΗΣΥΧΙῼ Οἶδά σου καὶ τὴν περὶ ἡμᾶς ἀγάπην καὶ τὴν περὶ τὰ καλὰ σπουδήν· διόπερ, χρῄζων δυσωπῆσαι τὸν ποθεινότατον υἱὸν Καλλισθένην, ἡγησάμην, εἰ κοινωνόν σε λάβοιμι τῆς φροντίδος, ῥᾷον κατορθώσειν τὸ σπουδαζόμενον. Λελύπηται ὁ ἀνὴρ κατὰ τοῦ λογιωτάτου Εὐστοχίου, καὶ λελύπηται δικαίαν λύπην. Ἐγκαλεῖ αὐτοῦ τοῖς οἰκέταις θράσος κατ᾽ αὐτοῦ καὶ ἀπόνοιαν. Τοῦτον ἀξιοῦμεν παρακληθῆναι, ἀρκεσθέντα τῷ φόβῳ ὃν ἐφόβησεν αὐτούς τε τοὺς θρασυνομένους καὶ τοὺς τούτων δεσπότας, καταλῦσαι τὴν φιλονεικίαν δόντα τὴν χάριν. Οὕτω γὰρ ἀμφότερα ὑπάρχει· καὶ τὸ παρὰ ἀνθρώποις σεμνὸν καὶ τὸ παρὰ Θεῷ εὐδόκιμον, ἐὰν τῷ φόβῳ θελήσῃ τὸ μακρόθυμον ἀναμίξαι.
Αὐτός τε οὖν, εἴ τίς σοι προυπάρχει φιλία πρὸς τὸν ἄνδρα καὶ συνήθεια, αἴτησον παρ᾽ αὐτοῦ τὴν χάριν ταύτην, καί, οὓς ἐὰν γνῷς ἐν τῇ πόλει δυναμένους αὐτὸν δυσωπῆσαι, κοινωνοὺς λαβὲ τῆς φροντίδος εἰπὼν αὐτοῖς ὅτι τὸ γινόμενον ἐμοὶ μάλιστα κεχαρισμένον ἔσται. Καὶ ἀπόπεμψαι τὸν συνδιάκονον πράξαντα ὧν ἕνεκεν ἀπεστάλη.
Αἰσχύνομαι γάρ, καταφυγόντων πρός με τῶν ἀνθρώπων, μὴ δυνηθῆναι αὐτοῖς γενέσθαι τι χρήσιμον.
ΚΑΛΛΙΣΘΕΝΕΙ Ηὐχαρίστησα τῷ Θεῷ τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου, πρῶτον μὲν ὅτι ἀνδρὸς τιμᾶν ἡμᾶς προαιρουμένου ἀφίκετό μοι προσηγορία (καὶ γὰρ πολλοῦ μὲν ἀξίαν τιθέμεθα τῶν ἀρίστων ἀνδρῶν τὴν συντυχίαν), δεύτερον δὲ εἰς εὐφροσύνην, τὸ μνήμης ἀγαθῆς τυγχάνειν.
Σύμβολον δὲ μνήμης γράμματα, ἅπερ ἐπειδὴ ἐδεξάμην καὶ κατέμαθον τὸν ἐν αὐτοῖς νοῦν, ἐθαύμασα ὅπως, τῷ ὄντι, κατὰ τὴν πάντων ὑπόληψιν, πατρικὴν ἡμῖν ἀπένειμας τὴν αἰδῶ. Τὸ γὰρ φλεγμαίνοντα καὶ ὠργισμένον καὶ ὁρμήσαντα πρὸς τὴν τῶν λελυπηκότων ἄμυναν παραλῦσαι μὲν τὸ πολὺ τῆς σφοδρότητος, ἡμᾶς δὲ τοῦ πράγματος κυρίους ποιήσασθαι, ἔδωκεν ἡμῖν εὐφρανθῆναι ὡς ἐπὶ τέκνῳ πνευματικῷ. Ἀντὶ οὖν τούτων τί ἄλλο λειπόμενόν ἐστιν ἢ εὔχεσθαί σοι τὰ ἀγαθά; Φίλοις μέν σε ἥδιστον εἶναι, ἐχθροῖς δὲ φοβερόν, πᾶσι δὲ ὁμοίως αἰδέσιμον, ἵνα καὶ οἱ τῶν προσηκόντων τί ἐλλελοιπότες, αἴσθησιν λαβόντες τῆς ἐν σοὶ πραότητος, ἑαυτῶν καθάψωνται ὅτι εἰς τοιοῦτόν σε ὄντα ἐξήμαρτον.
Ἐπειδὴ δὲ προσέταξας τοὺς οἰκέτας ἐπὶ τὸν τόπον ἐν ᾧ τὴν ἀταξίαν ἐπεδείξαντο διαχθῆναι, ἀξιῶ τὸν σκοπὸν μαθεῖν καθ᾽ ὃν ἐπιζητεῖ τοῦτο ἡ χρηστότης σου. Εἰ μὲν γὰρ αὐτὸς παρέσει, καὶ αὐτὸς εἰσπράξει τῶν τετολμημένων τὴν δίκην, παρέσονται μὲν οἱ παῖδες. Τί γὰρ ἄλλο δεῖ γενέσθαι, εἰ τοῦτό σοι κέκριται; Πλὴν ἀλλ᾽ ἡμεῖς οὐκ οἴδαμεν ποίαν ἔτι χάριν εἰληφότες ἐσόμεθα, ἐάνπερ μὴ ἐξαρκέσωμεν ἐξελέσθαι τοὺς παῖδας τῆς τιμωρίας. Εἰ δὲ αὐτόν σε ἡ ἐπὶ τῆς λεωφόρου ἀσχολία καθέξει, τίς ὁ ὑποδεχόμενος ἐκεῖ τοὺς ἀνθρώπους; Τίς δὲ ὁ μέλλων αὐτοὺς ἀντὶ σοῦ ἀμύνεσθαι; Ἀλλ᾽ εἰ δοκεῖ σοι ἐλθεῖν αὐτοὺς εἰς ὄψιν καὶ τοῦτο πάντως κέκριται, μέχρι Σασίμων κέλευσον γενέσθαι αὐτῶν τὴν παράστασιν καὶ αὐτοῦ δεῖξον σεαυτοῦ τὸ πρᾶον τοῦ ἤθους καὶ μεγαλόθυμον.
Λαβὼν γὰρ ὑποχειρίους τοὺς παροξύναντας, καὶ ἐν τούτῳ τὸ ἀκαταφρόνητον τῆς σεαυτοῦ ἀξίας ἐπιδειξάμενος, ἄφες αὐτοὺς ἀβλαβεῖς, ὡς ἐν τοῖς προτέροις γράμμασι παρεκαλέσαμεν, ἡμῖν μὲν διδοὺς τὴν χάριν, παρὰ δὲ Θεοῦ τὴν ἐφ᾽ οἷς ποιεῖς ἀντίδοσιν ἐκδεχόμενος.
Καὶ ταῦτα λέγω οὐχ ὡς οὕτως ὀφείλοντος τελεσθῆναι τοῦ πράγματος, ἀλλὰ συνενδιδοὺς τῇ ὁρμῇ σου, καὶ φοβούμενος μή τι ὑπολείπηται ἄπεπτον τοῦ θυμοῦ, καὶ ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ὀφθαλμῶν καὶ τὰ ἁπαλώτατα τῶν βοηθημάτων ὀδυνηρὰ φαίνεται, οὕτω καὶ νῦν ὁ ἡμέτερος λόγος ἐξαγριάνῃ σε μᾶλλον ἢ καταστείλῃ. Ἐπεὶ τὸ εὐπρεπέστατον ἦν καὶ σοὶ μέγιστον κόσμον ἐνεγκεῖν δυνάμενον καὶ ἐμοὶ ἀρκοῦν πρὸς τοὺς ἐμαυτοῦ φίλους καὶ ἡλικιώτας εἰς σεμνολόγημα, τὸ ἡμῖν ἐπιτραπῆναι τὴν ἐκδίκησιν. Πάντως δὲ εἰ καὶ ὀμώμοσταί σοι δοῦναι αὐτοὺς εἰς τιμωρίαν κατὰ τοὺς νόμους, οὔτε ἡ παρ᾽ ἡμῶν ἐπιτίμησις ἐλάττων ἐστὶν εἰς ἐκδίκησιν, οὔτε ὁ θεῖος νόμος ἀτιμότερος τῶν ἐμπολιτευομένων τῷ βίῳ νομίμων. Ἀλλ᾽ ἦν δυνατὸν αὐτοὺς ἐνταῦθα ἐπιστραφέντας τοῖς ἡμετέροις νομίμοις, ἐν οἷς καὶ αὐτὸς τὴν ἐλπίδα ἔχεις τῆς σωτηρίας, καὶ σὲ τῆς ἐπὶ τῷ ὅρκῳ ἀνάγκης ἐλευθερῶσαι, καὶ αὐτοὺς σύμμετρον τοῖς ἡμαρτημένοις ἐκπληρῶσαι τὴν δίκην· Ἀλλὰ πάλιν μακρὰν ποιῶ τὴν ἐπιστολήν. Ὑπὸ γὰρ τοῦ σφόδρα σπουδάζειν πίθανός σοι γενέσθαι, οὐδὲν τῶν εἰς διάνοιαν ἐρχομένων ἀποσιωπῆσαι ἀνέχομαι· φοβούμενος μὴ παρὰ τοῦτο ἄπρακτός μοι ἡ αἴτησις γένηται, ἐλλειπῶς μου τὴν διδασκαλίαν ποιησαμένου.
Ἀλλ᾽, ὦ τιμιώτατε καὶ γνήσιον θρέμμα τῆς Ἐκκλησίας, βεβαίωσον καὶ ἐμοὶ τὰς ἐλπίδας, ἃς ἔχω νῦν ἐπὶ σοί, καὶ τὰς πάντων συμφώνως περὶ τῆς σῆς ἐμμελείας καὶ πραότητος μαρτυρίας, καὶ ἐπίστειλον τῷ στρατιώτῃ ἀπαλλαγῆναι ἡμῶν ἐν τάχει, ὃς νῦν γε οὐδὲν ἐπαχθείας οὐδὲ ὕβρεως ἐλλέλοιπε, μᾶλλον αἱρούμενός σε μὴ λυπῆσαι ἢ πάντας ἡμᾶς οἰκείους ἔχειν καὶ φίλους.
ΜΑΡΤΙΝΙΑΝῼ Ἐμὲ τί οἴει, πόσου ποτ᾽ ἂν τιμήσασθαι τὸ εἰς ταὐτόν ποθ᾽ ἡμᾶς ἀλλήλοις ἐλθεῖν καὶ ἐπὶ πλεῖόν σοι συγγενέσθαι ὥστε πάντων ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν; Καὶ γάρ, εἰ μέγα πρὸς μαρτυρίαν παιδεύσεως τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νόον γνῶναι, τοῦτο οἶμαι δι᾽ ὀλίγου χαρίζεσθαι τὴν σὴν ὁμιλίαν. Τί γὰρ διαφέρει πολλοὺς ἰδεῖν κατὰ μέρος ἢ ἕνα τὸν πάντων ὁμοῦ τὴν πεῖραν ἀναδεξάμενον; Μᾶλλον δὲ ἐγὼ καὶ πλεῖστον ἂν ἔχειν εἴποιμι τὸ διάφορον ὅσα ἀταλαίπωρον τὴν γνῶσιν τῶν καλῶν προξενεῖ καὶ καθαρὰν τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας συνάγει τὴν ἱστορίαν τῆς ἀρετῆς. Εἴτε γὰρ πρᾶξις ἀρίστη, εἴτε λόγος μνήμης ἄξιος, εἴτε πολιτεῖαι ἀνδρῶν ὑπερπεφυκότων τοὺς ἄλλους, πάντα σου τῷ ταμιείῳ τῆς ψυχῆς ἐναπόκειται. Ὥστε οὐκ εἰς ἐνιαυτὸν μόνον, ὡς ὁ Ἀλκίνους τοῦ Ὀδυσσέως, ἀλλ᾽ εἰς πάντα μου τὸν βίον εὐξαίμην ἄν σου ἀκούειν, καὶ μακρὸν ἄν μοι γενέσθαι τούτου γε ἕνεκα τοῦτον, καὶ ταῦτα δυσχερῶς πρὸς αὐτὸν διακείμενος, Τί δήποτ᾽ οὖν ἐπιστέλλω νῦν, παρεῖναι δέον;
Ὅτι με κάμνουσα ἡ πατρὶς ἐπείγει πρὸς ἑαυτήν. Οἷα γὰρ πέπονθεν οὐκ ἀγνοεῖς, ὦ ἄριστε· ὅτι Πενθέως τρόπον Μαινάδες ὄντως τινές, δαίμονες, αὐτὴν διεσπάσαντο. Διαιροῦσι γὰρ αὐτὴν καὶ ἐπιδιαιροῦσιν, ὥσπερ οἱ κακοὶ τῶν ἰατρῶν χαλεπώτερα τὰ ἕλκη ποιοῦντες τῇ παρ᾽ ἑαυτῶν ἀπειρίᾳ. Ἐπεὶ οὖν κέκμηκε κατατεμνομένη, λείπεται αὐτὴν θεραπεύειν ὡς ἀρρωστοῦσαν. Ἐπέστειλαν οὖν ἐπείγοντες ἡμᾶς οἱ πολῖται, καὶ ἀνάγκη ἀπαντᾶν, οὐχ ὥς τι ὄφελος ἐσομένους τοῖς πράγμασιν, ἀλλὰ τὴν ἐκ τῆς ἀπολείψεως μέμψιν ἐκκλίνοντας. Οἶσθα γὰρ ὡς εὔκολοι μὲν ἐλπίσαι οἱ ἀμηχανοῦντες, εὔκολοι δέ που καὶ καταμέμψασθαι, ἐπὶ τὸ παρεθὲν ἀεὶ τρέποντες τὰς αἰτίας.
Καίτοι ἔγωγε καὶ αὐτοῦ τούτου ἕνεκεν ἐδεόμην σοι συνελθεῖν καὶ δοῦναι γνώμην, μᾶλλον δὲ παρακαλέσαι ἐνθυμηθῆναί τι νεανικὸν καὶ πρέπον τῷ σεαυτοῦ φρονήματι καὶ εἰς γόνυ κλιθεῖσαν τὴν πατρίδα ἡμῶν μὴ περιιδεῖν, ἀλλὰ καταλαβόντα τὸ Στρατόπεδον εἰπεῖν μετὰ παρρησίας τῆς σῆς μήτοι νομίζειν αὐτοὺς δύο κεκτῆσθαι ἀντὶ μιᾶς ἐπαρχίας· οὐ γὰρ ἐξ ἄλλης τινὸς οἰκουμένης ἐπεισήγαγον τὴν ἑτέραν, ἀλλὰ παραπλήσιόν τι πεποιήκασιν ὥσπερ ἂν εἴ τις ἵππον ἢ βοῦν κεκτημένος, εἶτα δίχα διελών, δύο νομίζοι ἔχειν ἀνθ᾽ ἑνός· οὔτε γὰρ δύο ἐποίησε καὶ τὸν ἕνα διέφθειρεν· εἰπεῖν δὲ καὶ τοῖς παραδυναστεύουσι μὴ τοῦτον αὔξειν τὸν τρόπον τὴν Βασιλείαν· οὐ γὰρ ἐν ἀριθμῷ εἶναι τὴν δύναμιν, ἀλλ᾽ ἐν τοῖς πράγμασιν· ἐπεὶ νῦν γε ἡγούμεθα τοὺς μὲν ἀγνοίᾳ τῆς ἀληθείας ἴσως, τοὺς δὲ τῷ μὴ βούλεσθαι λυπεῖν τοῖς ῥήμασι, τοὺς δὲ καὶ οὐ μέλον αὐτοῖς, περιορᾶν τὰ γινόμενα. Εἰ μὲν οὖν ἦν δυνατὸν αὐτὸν ἐλθεῖν πρὸς Βασιλέα, τοῦτο κράτιστον μὲν τοῖς πράγμασι, πρέπον δέ σου τῇ ὅλῃ τοῦ βίου προαιρέσει. Εἰ δὲ βαρὺ ἄλλως καὶ διὰ τὴν ὥραν τοῦ ἔτους καὶ διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἔφης, σύντροφον ἔχουσαν ἐν ἑαυτῇ τὸν ὄκνον, ἀλλὰ τό γε ἐπιστεῖλαι πόνος οὐδείς.
Ὥστε, τὴν ἀπὸ τῶν γραμμάτων βοήθειαν χαρισάμενος τῇ πατρίδι, πρῶτον μὲν σαυτῷ συνειδήσεις μηδὲν τῶν εἰς δύναμιν ἡκόντων ἐλλελοιπότι, ἔπειτα μέντοι καὶ τοῖς κάμνουσιν, αὐτῷ τῷ φαίνεσθαι συναλγῶν, ἀρκοῦσαν δώσεις παραμυθίαν. Ἀλλ᾽ εἴθε γὰρ ἦν οἷόν τε αὐτὸν ἐπιστάντα τοῖς πράγμασιν ὄψει λαβεῖν τὰ σκυθρωπά. Οὕτω γὰρ ἂν ἴσως ἀπ᾽ αὐτῆς τῆς ἐναργείας τῶν ὁρωμένων συγκινηθεὶς ἀφῆκάς τινα φωνὴν πρέπουσαν καὶ τῇ σῇ μεγαλονοίᾳ καὶ τῇ κατηφείᾳ τῆς πόλεως. Σὺ δὲ ἀλλ᾽ ἡμῖν διηγουμένοις μὴ ἀπιστήσῃς ὅτι Σιμωνίδου ὄντως ἤ τινος τοιούτου μελοποιοῦ ἐδεόμεθα, ἐναργῶς εἰδότος ἐπιστενάζειν τοῖς πάθεσι. Καίτοι τί λέγω Σιμωνίδην, δέον Αἰσχύλον εἰπεῖν ἢ εἰ δή τις ἕτερος παραπλησίως ἐκείνῳ, συμφορᾶς μέγεθος ἐναργῶς διαθέμενος, μεγαλοφώνως ὠδύρατο;
Σύλλογοι μὲν γὰρ ἐκεῖνοι καὶ λόγοι, αἱ κατ᾽ ἀγορὰν συντυχίαι τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὅσα πρότερον ἐποίει τὴν ἡμετέραν ὀνομαστὴν πόλιν ἡμᾶς ἐπιλελοίπασιν. Ὥστε τῶν περὶ παιδείαν καὶ λόγους ἧττον ἂν φανείη νῦν τις ἐμβαλὼν τῇ ἀγορᾷ ἢ Ἀθήνησι πρότερον οἱ ἀτιμίαν κατεγνωσμένοι ἢ τὰς χεῖρας ὄντες μὴ καθαροί. Ἀντεισῆκται δὲ τούτοις Σκυθῶν τινων ἢ Μασσαγετῶν ἀμουσία.
Μία δὲ φωνὴ ἀπαιτούντων καὶ ἀπαιτουμένων καὶ ξαινομένων ταῖς μάστιξι. Στοαὶ δ᾽ ἑκατέρωθεν σκυθρωπὸν ἐπηχοῦσαι οἷον οἰκείαν δοκοῦσιν ἀφιέναι φωνὴν τοῖς γινομένοις ἐπιστενάζουσαι. Γυμνάσια δὲ κεκλεισμένα καὶ νύκτας ἀλαμπεῖς οὐκ ἐᾷ ἡμᾶς λογίζεσθαι ἡ περὶ τοῦ ζῆν ἀγωνία. Κίνδυνος γὰρ οὐχ ὁ τυχών, τῶν κρατούντων ὑφαιρεθέντων, ὥσπερ ἐρείσμασι πεσοῦσι συγκατενεχθῆναι τὰ πάντα. Καὶ τίς ἂν λόγος τῶν κακῶν τῶν ἡμετέρων ἐφίκοιτο; Οἳ μὲν οἴχονται φεύγοντες, μέρος τῆς βουλῆς ἡμῶν, οὐ τὸ φαυλότατον, τὴν ἀειφυγίαν Ποδανδοῦ προτιμήσαντες. Ὅταν δὲ Ποδανδὸν εἴπω, τὸν Κεάδαν με οἴου λέγειν τὸν Λακωνικὸν ἢ εἴ που τῆς οἰκουμένης εἶδες βάραθρον αὐτοφυές, ἃ δὴ καὶ Χαρώνειά τισι προσαγορεύειν αὐτομάτως ἐπῆλθεν, ἀέρα φθοροποιὸν ἀναπνέοντα.
Τοιούτῳ τινὶ ἐοικὸς νόμισον καὶ τὸ Ποδανδοῦ κακόν. Τριῶν τοίνυν μοιρῶν, οἳ μὲν φεύγουσιν αὐταῖς γυναιξὶ καὶ ἑστίαις ἀπαναστάντες· οἳ δὲ ἀπάγονται ὥσπερ αἰχμάλωτοι, οἱ πλεῖστοι τῶν ἐν τῇ πόλει ἄριστοι, ἐλεεινὸν φίλοις θέαμα, ἐχθροῖς δὲ εὐχὴν ἐκπληροῦντες, εἰ δή τις γέγονεν ὅλως τοσοῦτον ἡμῖν ἐπαρασάμενος.
Τριτάτη δέ που μοῖρα λέλειπται. Οὗτοι δὲ τήν τε ἀπόλειψιν τῶν συνήθων οὐ φέροντες καὶ ἅμα τῆς χρείας ἀτονώτεροι ἀπελεγχόμενοι πρὸς αὐτὸ τὸ ζῆν ἀπειρήκασι. Ταῦτά σε φανερὰ ποιῆσαι πᾶσι παρακαλοῦμεν τῇ σεαυτοῦ φωνῇ καὶ τῇ σεαυτοῦ παρρησίᾳ τῇ δικαίᾳ, ἣν ἔχεις ἀπὸ τοῦ βίου, ἐκεῖνο σαφῶς προειπόντα ὅτι, ἐὰν μὴ ταχὺ μεταβουλεύσωνται, οὐδ᾽ ἕξουσιν εἰς οὓς τὴν φιλανθρωπίαν ἐνδείξονται. Ἢ γὰρ ἐγένου τι ὄφελος τοῖς κοινοῖς ἢ τό γε τοῦ Σόλωνος πεποιηκὼς ἔσει, ὃς ἀμύνειν αὐτοῖς τῇ ἐλευθερίᾳ οὐκ ἔχων, τῆς ἀκροπόλεως ἤδη κατεχομένης, τὰ ὅπλα ἐνδὺς πρὸ τῶν θυρῶν ἐκαθέζετο, εὔδηλος ὢν τῷ σχήματι τοῖς γινομένοις μὴ συντιθέμενος. Ἐκεῖνο δ᾽ ἀκριβῶς οἶδα, ὅτι, καὶ εἴ τίς σου νῦν τὴν γνώμην μὴ ἀποδέχοιτο, μικρὸν ὕστερον εὐνοίας τε ὁμοῦ καὶ συνέσεως τὴν μεγίστην δόξαν προσθήσει, ὅταν ἴδῃ τὰ πράγματα κατὰ τὴν πρόρρησιν ἀπαντήσαντα.
ΑΒΟΥΡΓΙῼ Πολλῶν ὄντων ἃ τὸ σὸν ἦθος ὑπὲρ τοὺς ἄλλους εἶναι πεποίηκεν οὐδὲν οὕτως ἴδιόν ἐστι σὸν ὡς ἡ περὶ τὴν πατρίδα σπουδή, δικαίας αὐτῇ ἀποδιδόντος σου τὰς ἀμοιβάς, ἐξ ἧς ὁρμηθεὶς τοσοῦτος ἐγένου ὥστε διὰ πάσης τῆς οἰκουμένης γνώριμον εἶναί σου τὴν περιφάνειαν.
Αὕτη τοίνυν ἡ πατρίς, ἥ σε ἐνεγκοῦσα καὶ θρεψαμένη, εἰς τὴν τῶν παλαιῶν διηγημάτων ἀπιστίαν περιελήλυθεν, καὶ οὐκ ἄν τις ἐπιστὰς ἡμῶν τῇ πόλει, οὐδὲ τῶν πάνυ συνήθων, αὐτὴν γνωρίσειεν. Οὕτως εἰς πᾶσαν ἐρημίαν ἀθρόως μετεσκεύασται, πολλῶν μὲν καὶ πρότερον αὐτῆς ἀφαιρεθέντων τῶν πολιτευομένων, νῦν δὲ σχεδὸν ἁπάντων εἰς τὴν Ποδανδὸν μετοικισθέντων. Ὧν ἀκρωτηριασθέντες οἱ λειπόμενοι καὶ αὐτοὶ εἰς πᾶσαν ἀπόγνωσιν καταπεπτώκασι, καὶ πᾶσι τοσοῦτον ἐνεποίησαν ἀθυμίας ὥστε σπανίζειν λοιπὸν καὶ τῶν οἰκητόρων τὴν πόλιν καὶ γεγενῆσθαι τὰ τῇδε ἐρημίαν δεινήν, ἐλεεινὸν μὲν φίλοις θέαμα, πολλὴν δὲ χαρὰν καὶ εὐθυμίαν φέρον τοῖς πάλαι ἐφεδρεύουσιν ἡμῶν τῷ πτώματι. Τίνος οὖν ἐστι χεῖρα ἡμῖν ὀρέξαι ἢ τίνος συμπαθὲς ἐφ᾽ ἡμῖν ἀφεῖναι δάκρυον; Ἀλλ᾽ οὐχὶ τῆς σῆς ἡμερότητος, ὃς καὶ ἀλλοτρίᾳ συμπαθοῖς πόλει τοιαῦτα καμνούσῃ, μὴ ὅτι τῇ σε παραγαγούσῃ εἰς τὸν βίον; Εἴ τις οὖν δύναμις, ταύτην νῦν ἐπὶ τῆς παρούσης χρείας ἡμῖν ἐπίδειξαι. Πάντως δὲ μεγάλην ἔχεις τὴν παρὰ τοῦ Θεοῦ ῥοπήν, ὃς ἐπ᾽ οὐδενὸς καιροῦ καταλέλοιπέ σε καὶ πολλὰς ἔδωκέ σοι τῆς παρ᾽ ἑαυτοῦ εὐμενείας τὰς ἀποδείξεις· μόνον ἐὰν θελήσῃς ὅλως διαναστῆναι πρὸς τὴν ἐπιμέλειαν ἡμῶν καὶ τῇ παρούσῃ σοι δυνάμει χρήσασθαι εἰς τὴν ὑπὲρ τῶν πολιτῶν βοήθειαν.
ΣΩΦΡΟΝΙῼ ΜΑΓΙΣΤΡῼ Τὸ μὲν μέγεθος τῶν καταλαβουσῶν συμφορῶν τὴν πατρίδα ἡμῶν αὐτὸν ἐμὲ ἠνάγκαζε, καταλαβόντα τὸ Στρατόπεδον, τῇ τε σῇ μεγαλοφυΐᾳ διηγήσασθαι τὴν κατέχουσαν ἡμῶν τὴν πόλιν κατήφειαν καὶ τοῖς λοιποῖς ὅσοι ἐπὶ μεγίστης ἐστὲ δυνάμεως τῶν πραγμάτων. Ἐπειδὴ δὲ ἥ τε τοῦ σώματος ἀρρωστία καὶ ἡ τῶν Ἐκκλησιῶν ἐπιμέλεια κατέχει με, τέως διὰ γράμματος ἀποδύρασθαι πρὸς τὴν σὴν μεγαλόνοιαν ἠπείχθην, γνωρίζων ὅτι οὔτε σκάφος ἐν πελάγει πνεύμασι βιαίοις καταβαπτισθὲν οὕτως ἀθρόως ἠφανίσθη ποτέ, οὐ σεισμοῖς ἐκτριβεῖσα πόλις, οὐχ ὕδασιν ἐπικλυσθεῖσα εἰς ἀπώλειαν ἐχώρησε παντελῆ οὕτως ὡς ἡ ἡμετέρα, τῇ καινῇ ταύτῃ τῶν πραγμάτων οἰκονομίᾳ καταποθεῖσα, εἰς ἀθρόον ἦλθεν ἀφανισμόν. Καὶ μῦθος γέγονε τὰ ἡμέτερα. Οἴχεται μὲν γὰρ τὸ Πολίτευμα, πᾶν δὲ τὸ πολιτικὸν σύνταγμα, τῇ περὶ τοὺς κρατοῦντας ἀθυμίᾳ καταλιπὸν τὴν ἐν τῇ πόλει οἴκησιν, διὰ τῆς ἀγροικίας πλανᾶται. Ἐπιλέλοιπε δὲ λοιπὸν καὶ ἡ τῶν ἀναγκαίων διάθεσις, καὶ ὅλως ἀωρότατον θέαμα γεγένηται ἡ πρότερον ἀνδράσι τε λογίοις ἐπαγαλλομένη καὶ τοῖς λοιποῖς οἷς εὐθηνοῦνται πόλεις ἀνενδεῶς διάγουσα. Μίαν δὲ ἐνομίσαμεν, ὡς ἐν δεινοῖς, παραμυθίαν εἶναι τὸ ἐπιστενάξαι τοῖς πάθεσιν ἡμῶν πρὸς τὴν σὴν ἡμερότητα καὶ παρακαλέσαι, εἴ τις δύναμις, χεῖρα ὀρέξαι τῇ πόλει ἡμῶν εἰς γόνυ κλιθείσῃ.
Τὸν δὲ τρόπον δι᾽ οὗ ἂν γένοιο ἐν καιρῷ τοῖς πράγμασιν αὐτὸς μὲν εἰσηγεῖσθαι οὐκ ἔχω.
Σοὶ δὲ πάντως καὶ εὑρεῖν διὰ τὴν σύνεσιν ῥᾴδιον καὶ χρήσασθαι τοῖς εὑρεθεῖσι, διὰ τὴν παρὰ Θεοῦ δεδομένην σοι δύναμιν, οὐ χαλεπόν.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΘΗΡΑΣΙΟΥ Ἓν καὶ τοῦτο τῆς ἀγαθῆς ἀρχῆς τοῦ μεγάλου ἀπελαύσαμεν Θηρασίου, τῆς σῆς λογιότητος τὴν ἐπιδημίαν συνεχῶς ἡμῖν γινομένην. Τὸ αὐτὸ δὲ τοῦτο ἐζημιώθημεν στερηθέντες τοῦ ἄρχοντος. Ἀλλ᾽ ἐπειδὴ τὰ ἅπαξ ἡμῖν παρὰ τοῦ Θεοῦ χαρισθέντα μένει βέβαια καὶ ταῖς ψυχαῖς ἀλλήλων ἐνοικούμενα διὰ τῆς μνήμης, εἰ καὶ τοῖς σώμασι διωρίσμεθα, γράφωμεν γοῦν συνεχῶς καὶ φθεγγώμεθα πρὸς ἀλλήλους τὰ ἀναγκαῖα, καὶ μάλιστα νῦν, ὅτε ὁ χειμὼν τὴν ὀλιγοχρόνιον ταύτην ἐκεχειρίαν ἐσπείσατο. Ἐλπίζομεν δὲ μὴ ἀπολείψεσθαί σε τοῦ θαυμασιωτάτου ἀνδρὸς Θηρασίου, πρέπον εἶναι κρίναντα κοινωνεῖν τῷ ἀνδρὶ τοιούτων φροντίδων, ἤγουν μὲν οὐ καὶ μάτην πρόφασιν ἀσμενίζοντα παρέχουσάν σε ἰδεῖν τε τοὺς φίλους καὶ παρ᾽ αὐτῶν θεαθῆναι.
Πολλὰ δὲ ἔχων εἰπεῖν καὶ περὶ πολλῶν, εἰς τὴν συντυχίαν ὑπερεθέμην, οὐκ ἀσφαλὲς εἶναι ἡγούμενος ἐπιστολαῖς τὰ τοιαῦτα καταπιστεύειν.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΕΛΠΙΔΙΟΥ Οὐκ ἔλαθεν ἡμᾶς ἡ ἀγαθή σου σπουδὴ περὶ τὸν αἰδεσιμώτατον ἑταῖρον ἡμῶν Ἐλπίδιον, ὅπως τῇ συνήθει σεαυτοῦ συνέσει ἔδωκας καιρὸν φιλανθρωπίας τῷ ἄρχοντι. Ταύτην οὖν τὴν χάριν νῦν σε τελειῶσαι παρακαλοῦμεν διὰ τοῦ γράμματος, καὶ ὑπομνῆσαι τὸν ἄρχοντα οἰκείῳ προστάγματι ἐπὶ τῆς πατρίδος ἡμῶν καταστῆναι τὸν ἄνδρα πᾶσαν σχεδὸν τὴν φροντίδα τῶν δημοσίων ἐξηρτημένον.
Ὥστε πολλὰς ἕξεις καὶ εὐπροσώπους ὑποβάλλειν προφάσεις τῷ ἄρχοντι, ἐξ ὧν ἀναγκαίως ἐπιμένειν αὐτὸν τῇ πατρίδι ἡμῶν προστάξει. Οἷα δὲ τὰ ἐνταῦθα καὶ ὅσου ἄξιος τοῖς πράγμασιν ὁ ἀνὴρ πάντως οὐδὲν δεήσῃ παρ᾽ ἡμῶν διδαχθῆναι, αὐτὸς τῇ ἑαυτοῦ συνέσει ἀκριβῶς ἐπιστάμενος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.