Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Ποιμαντικά Ζητήματα στην Καππαδοκία και την Αρμενία
Αντιμετώπιση συκοφαντιών, προγραμματισμός συναντήσεων και εκκλησιαστικές διευθετήσεις στις επαρχίες της Μικράς Ασίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ποιμαντικά Ζητήματα στην Καππαδοκία και την Αρμενία
Αντιμετώπιση συκοφαντιών, προγραμματισμός συναντήσεων και εκκλησιαστικές διευθετήσεις στις επαρχίες της Μικράς Ασίας.
ΠΡΟΣ ΚΑΙΣΑΡΙΑΝ ΠΑΤΡΙΚΙΑΝ ΠΕΡΙ ΚΟΙΝΩΝΙΑΣ Καὶ τὸ κοινωνεῖν δὴ καθ᾽ ἑκάστην ἡμέραν καὶ μεταλαμβάνειν τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ καλὸν καὶ ἐπωφελές, αὐτοῦ σαφῶς λέγοντος· «Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον.» Τίς γὰρ ἀμφιβάλλει ὅτι τὸ μετέχειν συνεχῶς τῆς ζωῆς οὐδὲν ἄλλο ἐστὶν ἢ ζῆν πολλαχῶς; Ἡμεῖς μέντοιγε τέταρτον καθ᾽ ἑκάστην ἑβδομάδα κοινωνοῦμεν, ἐν τῇ Κυριακῇ, ἐν τῇ τετράδι καὶ ἐν τῇ Παρασκευῇ καὶ τῷ Σαββάτῳ, καὶ ἐν ταῖς ἄλλαις ἡμέραις, ἐὰν ᾖ μνήμη Ἁγίου τινός. Τὸ δὲ ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀναγκάζεσθαί τινα, μὴ παρόντος ἱερέως ἢ λειτουργοῦ, τὴν κοινωνίαν λαμβάνειν τῇ ἰδίᾳ χειρὶ μηδαμῶς εἶναι βαρὺ περιττόν ἐστιν ἀποδεικνύναι, διὰ τὸ καὶ τὴν μακρὰν συνήθειαν τοῦτο δι᾽ αὐτῶν τῶν πραγμάτων πιστώσασθαι.
Πάντες γὰρ οἱ κατὰ τὰς ἐρήμους μονάζοντες, ἔνθα μή ἐστιν ἱερεύς, κοινωνίαν οἴκοι κατέχοντες ἀφ᾽ ἑαυτῶν μεταλαμβάνουσιν. Ἐν Ἀλεξανδρείᾳ δὲ καὶ ἐν Αἰγύπτῳ ἕκαστος καὶ τῶν ἐν λαῷ τελούντων, ὡς ἐπὶ τὸ πλεῖστον, ἔχει κοινωνίαν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ὅτε βούλεται μεταλαμβάνει δι᾽ ἑαυτοῦ. Ἅπαξ γὰρ τὴν θυσίαν τοῦ ἱερέως τελειώσαντος καὶ δεδωκότος, ὁ λαβὼν αὐτὴν ὡς ὅλην ὁμοῦ, καθ᾽ ἑκάστην μεταλαμβάνων, παρὰ τοῦ δεδωκότος εἰκότως μεταλαμβάνειν καὶ ὑποδέχεσθαι πιστεύειν ὀφείλει. Καὶ γὰρ καὶ ἐν τῇ ἐκκλησίᾳ ὁ ἱερεὺς ἐπιδίδωσι τὴν μερίδα καὶ κατέχει αὐτὴν ὁ ὑποδεχόμενος μετ᾽ ἐξουσίας ἁπάσης καὶ οὕτω προσάγει τῷ στόματι τῇ ἰδίᾳ χειρί. Ταὐτὸν τοίνυν ἐστὶ τῇ δυνάμει, εἴτε μίαν μερίδα δέξεταί τις παρὰ τοῦ ἱερέως εἴτε πολλὰς μερίδας ὁμοῦ.
ΗΛΙᾼ ΑΡΧΟΝΤΙ ΤΗΣ ΕΠΑΡΧΙΑΣ Ὥρμησα μὲν καὶ αὐτὸς καταλαβεῖν σου τὴν τιμιότητα, ὡς ἂν μὴ τῇ ἀπολείψει ἔλαττόν τι ἔχοιμι τῶν διαβαλλόντων· ἀλλ᾽ ἐπειδὴ ἡ ἀρρωστία τοῦ σώματος διεκώλυσε, σφοδρότερον πολλῷ τῆς συνηθείας ἐπιθεμένη, ἀναγκαίως ἦλθον ἐπὶ τὸ γράμμα. Ἐγὼ τοίνυν, θαυμάσιε, συντυχὼν πρῴην τῇ τιμιότητί σου, ὥρμησα μὲν καὶ περὶ πάντων τῶν κατὰ τὸν βίον μου πραγμάτων ἀνακοινώσασθαί σου τῇ φρονήσει, ὥρμησα δὲ καὶ τῶν Ἐκκλησιῶν ἕνεκα ποιήσασθαί τινα λόγον, ὡς ἂν μὴ ταῖς μετὰ ταῦτα διαβολαῖς χώρα τις ὑπολείποιτο.
Ἀλλ᾽ ἐπέσχον ἐμαυτόν, λογιζόμενος περίεργον εἶναι παντελῶς καὶ πέρα τοῦ μέτρου φιλότιμον ἀνδρὶ τοσοῦτον πλῆθος πραγμάτων ἐξηρτημένῳ, ἔτι καὶ τὰς ἔξω τῶν ἀναγκαίων ἐπιβάλλειν φροντίδας Ὁμοῦ τε, εἰρήσεται γὰρ τἀληθές, καὶ ἄλλως ὤκνησα μήποτε εἰς ἀνάγκην ἔλθωμεν ταῖς κατ᾽ ἀλλήλων ἀντιλογίαις τρῶσαι τὴν ψυχήν σου, ὀφείλουσαν ἐν τῇ καθαρᾷ περὶ τὸν Θεὸν εὐλαβείᾳ τέλειον τὸν μισθὸν τῆς θεοσεβείας καρποῦσθαι. Τῷ ὄντι γάρ, ἐάν σε πρὸς ἑαυτοὺς ἐπιστρέψωμεν ἡμεῖς, ὀλίγην σοι σχολὴν πρὸς τὰ δημόσια καταλείψομεν καὶ παραπλήσιον ποιήσομεν ὥσπερ ἂν εἴ τις κυβερνήτην, νεοπαγῆ ναῦν ἐν μεγάλῳ κλύδωνι διευθύνοντα, τῇ προσθήκῃ τοῦ φόρτου καταβαρύνοι, δέον ἀφαιρεῖν τι τῶν ἀγωγίμων καὶ συνεπικουφίζειν ὡς δυνατόν. Ὅθεν μοι δοκεῖ καὶ Βασιλεὺς ὁ μέγας, τὴν πολυπραγμοσύνην ἡμῶν ταύτην καταμαθών, ἐᾶσαι ἡμᾶς ἐφ᾽ ἑαυτῶν τὰς Ἐκκλησίας οἰκονομεῖν.
Τοὺς μέντοι ταῖς ἀδόλοις ἀκοαῖς σου παρενοχλοῦντας ἐρωτηθῆναι βούλομαι τί χεῖρον ἔχει τὰ δημόσια παρ᾽ ἡμᾶς ἢ τί μικρὸν ἢ μεῖζον τῶν κοινῶν ἐκ τῆς ἡμετέρας περὶ τὰς Ἐκκλησίας οἰκονομίας ἠλάττωται, πλὴν εἰ μή τις λέγοι βλάβην τοῖς πράγμασι φέρειν οἶκον εὐκτήριον μεγαλοπρεπῶς κατεσκευασμένον ἀναστῆσαι τῷ Θεῷ ἡμῶν καὶ περὶ αὐτὸν οἴκησιν, τὴν μὲν ἐλευθέριον ἐξῃρημένην τῷ κορυφαίῳ, τὰς δὲ ὑποβεβηκυίας τοῖς θεραπευταῖς τοῦ θείου διανενεμημένας ἐν τάξει, ὧν ἡ χρῆσις κοινὴ πρός τε ὑμᾶς τοὺς ἄρχοντας καὶ τοὺς παρεπομένους ὑμῖν. Τίνα δὲ ἀδικοῦμεν καταγώγια τοῖς ξένοις οἰκοδομοῦντες, οἷς ἂν κατὰ πάροδον ἐπιφοιτῶσι καὶ τοῖς θεραπείας τινὸς διὰ τὴν ἀσθένειαν δεομένοις, καὶ τὴν ἀναγκαίαν τούτοις παραμυθίαν ἐγκαθιστῶντες, τοὺς νοσοκομοῦντας, τοὺς ἰατρεύοντας, τὰ νωτοφόρα, τοὺς παραπέμποντας; Τούτοις ἀνάγκη καὶ τέχνας ἕπεσθαι, τάς τε πρὸς τὸ ζῆν ἀναγκαίας καὶ ὅσαι πρὸς εὐσχήμονα βίου διαγωγὴν ἐφευρέθησαν, οἴκους πάλιν ἑτέρους ταῖς ἐργασίαις ἐπιτηδείους, ἅπερ πάντα τῷ μὲν τόπῳ κόσμος, τῷ δὲ ἄρχοντι ἡμῶν σεμνολόγημα, ἐπ᾽ αὐτὸν τῆς εὐφημίας ἐπανιούσης. Ὅς γε οὐδὲ τούτου ἕνεκεν πρὸς τὴν ἐπιστασίαν ἡμῶν ἐξεβιάσθης, ὡς μόνος ἐξαρκῶν τῷ μεγέθει τῆς γνώμης τά τε κατερρυηκότα τῷ χρόνῳ ἀναλαβεῖν καὶ οἰκίσαι τὰς ἀοικήτους καὶ ὅλως εἰς πόλεις τὰς ἐρημίας μετασκευάσαι.
Τὸν οὖν εἰς ταῦτα συνεργοῦντα ἐλαύνειν καὶ ὑβρίζειν, ἢ τιμᾶν καὶ περιέπειν ἀκολουθότερον ἦν; Καὶ μὴ οἰηθῇς, ὦ ἄριστε, λόγον εἶναι μόνον τὰ παρ᾽ ἡμῶν· ἤδη γάρ ἐσμεν ἐν τῷ ἔργῳ, τὰς ὕλας τέως συμποριζόμενοι. Τὰ μὲν οὖν πρὸς τὴν τοῦ ἄρχοντος ἀπολογίαν τοιαῦτα. Ἃ δὲ δεῖ πρὸς τὰς τῶν φιλαιτίων μέμψεις, ὡς χριστιανῷ καὶ φίλῳ πεφροντικότι ἡμῶν τῆς ὑπολήψεως, ἀποκρίνασθαι ἀναγκαῖον νῦν ἀποσιωπῆσαι, ὡς καὶ μακρότερα τοῦ μέτρου τῆς ἐπιστολῆς καὶ ἄλλως οὐκ ἀσφαλῆ γράμμασιν ἀψύχοις καταπιστεύεσθαι. Ἵνα δὲ μὴ τὸν πρὸ τῆς συντυχίας χρόνον, ταῖς διαβολαῖς τινων ὑπαχθείς, ὑφεῖναί τι τῆς περὶ ἡμᾶς εὐνοίας ἀναγκασθῇς, τὸ τοῦ Ἀλεξάνδρου ποίησον. Καὶ γὰρ ἐκεῖνόν φασι, διαβαλλομένου τινὸς τῶν συνήθων, τὴν μὲν ἑτέραν τῶν ἀκοῶν ἀνεῖναι τῷ διαβάλλοντι, τὴν δὲ ἑτέραν ἐπιμελῶς ἐπιφράξασθαι τῇ χειρί, ἐνδεικνύμενον ὅτι δέοι τὸν ὀρθῶς κρίνειν μέλλοντα μὴ ὅλον εὐθὺς τοῖς προλαβοῦσιν ἀπάγεσθαι, ἀλλὰ τὸ ἥμισυ τῆς ἀκροάσεως ἀκέραιον διασώζειν πρὸς ἀπολογίαν τῷ μὴ παρόντι.
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Πάλαι ἐπιστείλας τῇ θεοσεβείᾳ σου ἄλλων τέ τινων ἕνεκεν καὶ τοῦ συντυχεῖν ἡμᾶς ἀλλήλοις, διήμαρτον τῆς ἐλπίδος, οὐκ ἀφικομένων τῶν γραμμάτων εἰς τὰς χεῖρας τῆς σῆς τιμιότητος, τοῦ μακαρίου διακόνου Θεοφράστου δεξαμένου μὲν τὰ γράμματα ἡμῶν ἐπί τινα περιοδίαν ἀναγκαίως ἀποδημούντων, μὴ διαπεμψαμένου δὲ τῇ θεοσεβείᾳ σου, τῷ προκαταληφθῆναι τῇ ἀρρωστίᾳ ὑφ᾽ ἧς ἐτελεύτησεν.
Ὅθεν τοσοῦτον ὕστερος ἦλθον τοῦ καιροῦ πρὸς τὸ γράφειν ὥστε μηδὲ ὄφελός τι ἐλπίζειν ἐκ τῆς ἐπιστολῆς ἔσεσθαι ταύτης, εἰς στενὸν παντελῶς κατακλεισθέντος τοῦ χρόνου. Ὁ γάρ τοι θεοφιλέστατος ἐπίσκοπος Μελέτιος καὶ Θεόδοτος ἐπέταξαν ἡμῖν πρὸς αὐτοὺς διαβῆναι, ἀγάπης τε ἐπίδειγμα τὴν συντυχίαν ποιούμενοι καί τινα καὶ διόρθωσιν γενέσθαι τῶν νῦν παραλυπούντων βουλόμενοι. Ἀπέδειξάν τε ἡμῖν χρόνον μὲν τῆς συντυχίας τὰ μέσα τοῦ προσιόντος μηνὸς Ἰουνίου, τόπον δὲ Φαργαμοῦν τὸ χωρίον ἐπίσημον μαρτύρων περιφανείᾳ καὶ πολυανθρωπίᾳ συνόδου τῆς κατὰ ἔτος ἕκαστον παρ᾽ αὐτοῖς τελουμένης. Ἐπεὶ δὲ ἔδει με, μετὰ τὴν ἐπάνοδον μαθόντα τὴν κοίμησιν τοῦ μακαρίου διακόνου καὶ τὰς ἐπιστολὰς ἀργὰς παρ᾽ ἡμῖν κειμένας, μὴ ἡσυχάσαι, διὰ τὸ ἔτι ἡμέρας ἡμῖν τριάκοντα καὶ τρεῖς ἐπὶ τὴν προθεσμίαν ὑπολελεῖφθαι, ἀπέστειλα κατὰ σπουδὴν τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Εὐσταθίῳ τῷ συλλειτουργῷ ἡμῶν τὰ γράμματα ταῦτα, ὥστε δι᾽ αὐτοῦ παραπεμφθῆναί σου τῇ σεμνότητι καὶ πάλιν ἐν τάχει ἀνακομισθῆναι ἡμῖν τὰς ἀποκρίσεις. Εἰ μὲν γὰρ δυνατὸν ἢ ἄλλως ἀρέσκον σοι παραγενέσθαι, καὶ αὐτοὶ παρεσόμεθα· εἰ δὲ μή, αὐτοὶ μέν, ἂν ὁ Θεὸς θέλῃ, τὸ περυσινὸν ἀποτίσομεν χρέος τῆς συντυχίας, ἐὰν μή τι πάλιν ἐπιγένηται ἡμῖν ἐξ ἁμαρτιῶν κώλυμα, τὴν δὲ τῶν ἐπισκόπων ἔντευξιν εἰς ἕτερον χρόνον ὑπερθησόμεθα.
ΣΩΦΡΟΝΙῼ ΜΑΓΙΣΤΡῼ Καὶ τίς οὕτω φιλόπολις ὃς τὴν ἐνεγκοῦσαν καὶ θρεψαμένην πατρίδα ἴσα γονεῦσι τιμῶν, ὡς αὐτὸς σύ, κοινῇ τε πάσῃ τῇ πόλει καὶ ἰδίᾳ ἑκάστῳ τὰ ἀγαθὰ συνευχόμενος, καὶ οὐκ εὐχόμενος μόνον, ἀλλὰ καὶ βεβαιῶν τὰς εὐχὰς διὰ σαυτοῦ. Δύνασαι γάρ που, σὺν Θεῷ, τὰ τοιαῦτα καὶ δύναιό γε ἐπὶ μήκιστον, οὕτω χρηστὸς ὤν. Ἀλλ᾽ ὅμως ἐπὶ σοῦ ὄναρ ἐπλούτησεν ἡ πατρὶς ἡμῶν, ἄνδρα μὲν ἔχουσα τὸν τὴν ἐπιμέλειαν αὐτῆς ἐπιτραπέντα, οἷον οὔ φασιν ἄλλον οἱ τὰ παλαιότατα τῶν παρ᾽ ἡμῖν ἐπιστάμενοι ἐπὶ τῶν ἀρχικῶν θρόνων πρότερον ἀναβῆναι, ἐπηρείᾳ δέ τινων ἀφαιρεθεῖσα ταχέως, οἳ τὸ ἐλεύθερον τοῦ ἀνδρὸς καὶ ἀθώπευτον τοῦ πρὸς αὐτὸν πολέμου ἀφορμὴν ἐποιήσαντο καὶ διαβολὰς αὐτῷ κατεσκεύασαν, λαθόντες τὰς ἀκοὰς τῆς σῆς τελειότητος. Διὸ πανδημεὶ πάντες σκυθρωπάζομεν, ζημιωθέντες ἄρχοντα μόνον δυνάμενον εἰς γόνυ κλιθεῖσαν ἤδη τὴν πόλιν ἡμῶν ἀνορθῶσαι, ἀκριβῆ φύλακα τοῦ δικαίου, εὐπρόσιτον τοῖς ἀδικουμένοις, φοβερὸν τοῖς παρανομοῦσιν, ἴσον καὶ πένησι καὶ πλουσίοις, καί, τὸ μέγιστον, τὰ τῶν χριστιανῶν πράγματα πρὸς τὴν ἀρχαίαν ἐπανάγοντα τιμήν. Τὸ γὰρ ὅτι ἀδωρότατος ὧν ἴσμεν ἀνθρώπων καὶ οὐδὲν παρὰ τὸ δίκαιον χαριζόμενος, ὡς μικρότερα τῆς λοιπῆς ἀρετῆς τοῦ ἀνδρός, παρελίπομεν.
Ταῦτα ὀψὲ μὲν τοῦ καιροῦ μαρτυροῦμεν, ὥσπερ οἱ μονῳδοῦντες ἑαυτοὺς παραμυθούμενοι, οὐχὶ τοῖς πράγμασί τι ποιοῦντες χρήσιμον. Πλὴν οὐδὲ τοῦτο ἄχρηστον ἐν τῇ μεγάλῃ σου ψυχῇ τὴν μνήμην τοῦ ἀνδρὸς ἀποκεῖσθαι χάριν τε εἰδέναι ὡς εὐεργέτῃ τῆς ἐνεγκούσης, καί, εἴ τις ἐπιφύοιτο αὐτῷ τῶν διὰ τὸ μὴ προτιμηθῆναι τοῦ δικαίου χαλεπαινόντων, ὑπερμαχεῖν καὶ προΐστασθαι, πᾶσι ποιήσαντα φανερὸν ὅτι οἰκεῖον σεαυτῷ τὸν ἄνδρα τίθεσαι, ἀρκοῦσαν ἀφορμὴν εἰς οἰκειότητα τὴν ἀγαθὴν περὶ αὐτοῦ μαρτυρίαν τιθέμενος καὶ τὴν τῶν πραγμάτων πεῖραν οὐ κατὰ τὴν τῶν χρόνων ἀναλογίαν ὑπάρχουσαν. Ἃ γὰρ οὐδ᾽ ἂν ἐν πολλοῖς ἔτεσι παρ᾽ ἄλλου γένοιτο, ταῦτα ἐν ὀλίγῳ παρ᾽ αὐτοῦ κατώρθωται. Ἀρκοῦσα δ᾽ ἡμῖν χάρις καὶ τῶν συμβάντων παραμυθία, ἐὰν καὶ Βασιλεῖ συστήσῃς αὐτὸν καὶ τὰς ἐπενεχθείσας αὐτῷ διαβολὰς ἀποσκευάσῃ Ταῦτά σοι πᾶσαν οἴου τὴν πατρίδα διὰ μιᾶς τῆς ἡμετέρας φωνῆς διαλέγεσθαι καὶ κοινὴν εἶναι πάντων εὐχὴν γενέσθαι τι τῷ ἀνδρὶ διὰ τῆς σῆς τελειότητος δεξιόν.
Τῌ ΒΟΥΛῌ ΤΥΑΝΩΝ Ὁ ἀνακαλύπτων βαθέα καὶ φανερῶν βουλὰς καρδιῶν Κύριος ἔδωκε καὶ τοῖς ταπεινοῖς σύνεσιν τῶν δυσθεωρήτων, ὥς τινες οἴονται, τεχνασμάτων. Οὐδὲν οὖν ἡμᾶς ἔλαθεν οὐδὲ τῶν πεπραγμένων τι κεκρυμμένον. Ἀλλ᾽ ὅμως ἡμεῖς οὔτε ὁρῶμεν οὔτε ἀκούομεν ἄλλο τι ἢ τὴν εἰρήνην τοῦ Θεοῦ καὶ ὅσα πρὸς αὐτὴν φέρει. Εἰ γὰρ ἕτεροι δυνατοὶ καὶ μεγάλοι καὶ ἑαυτοῖς πεποιθότες, ἀλλ᾽ ἡμεῖς οἱ μηδὲν καὶ τοῦ οὐδενὸς ἄξιοι οὐκ ἄν ποτε τοσοῦτον ἑαυτοὺς ὑπολάβοιμεν ὥστε ἐν τῇ μονώσει δύνασθαι νομίσαι περιέσεσθαι τῶν πραγμάτων, ἀκριβῶς εἰδότες ὅτι πλέον ἡμεῖς τῆς ἑνὸς ἑκάστου τῶν ἀδελφῶν ἐπικουρίας δεόμεθα ἢ ὅσον ἡ ἑτέρα τῶν χειρῶν τῆς ἑτέρας. Ἐπεὶ καὶ ἐξ αὐτῆς τῆς τοῦ σώματος ἡμῶν κατασκευῆς τὸ ἀναγκαῖον τῆς κοινωνίας ὁ Κύριος ἡμᾶς ἐδίδαξεν. Ὅταν γὰρ πρὸς αὐτὰ ταῦτα ἀπίδω τὰ μέλη ἡμῶν, ὅτι ἓν οὐδὲν ἑαυτῷ πρὸς ἐνέργειαν αὔταρκες, πῶς ἐμαυτὸν λογίσομαι ἐξαρκεῖν ἑαυτῷ πρὸς τὰ τοῦ βίου πράγματα; Οὔτε γὰρ ἂν ποῦς ἀσφαλῶς βαδίσειε μὴ συνυποστηρίζοντος τοῦ ἑτέρου, οὔτ᾽ ἂν ὀφθαλμὸς ὑγιῶς ἴδοι μὴ κοινωνὸν ἔχων τὸν ἕτερον καὶ μετ᾽ αὐτοῦ συμφώνως προσβάλλων τοῖς ὁρατοῖς. Ἡ ἀκοὴ ἀκριβεστέρα, ἡ δι᾽ ἀμφοῖν τοῖν πόροιν τὴν φωνὴν δεχομένη, καὶ ἀντίληψις κραταιοτέρα τῇ κοινωνίᾳ τῶν δακτύλων.
Καὶ ἁπαξαπλῶς οὐδὲν οὔτε τῶν ἐκ φύσεως οὔτε τῶν ἐκ προαιρέσεως κατορθουμένων ὁρῶ ἄνευ τῆς τῶν ὁμοφύλων συμπνοίας ἐπιτελούμενον, ὅπου γε καὶ αὐτὴ ἡ προσευχὴ μὴ ἔχουσα τοὺς συμφωνοῦντας ἀδρανεστέρα ἐστὶ πολλῷ ἑαυτῆς καὶ ὁ Κύριος ἐπηγγείλατο μέσος γενήσεσθαι δύο ἢ τριῶν ἐπικαλουμένων αὐτὸν ἐν ὁμονοίᾳ. Καὶ αὐτὴν δὲ τὴν οἰκονομίαν ὁ Κύριος κατεδέξατο, ἵνα εἰρηνοποιήσῃ διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ εἴτε τὰ ἐπὶ τῆς γῆς εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. Ὥστε διὰ πάντα ταῦτα ἐν εἰρήνῃ μένειν τὰς λειπομένας ἡμῶν ἡμέρας εὐχόμεθα, ἐν εἰρήνῃ δὲ γενέσθαι τὴν κοίμησιν ἡμῶν αἰτοῦμεν. Ὑπὲρ ταύτης οὐδὲ πόνον ἐλλείπειν ὅντινα οὖν ἔγνωκα, οὐ ταπεινόν τι φθέγξασθαι ἢ ποιῆσαι, οὐχ ὁδοιπορίας μῆκος ὑπολογίσασθαι, οὐκ ἄλλο τι τῶν ὀχληρῶν ὑποστείλασθαι, ὥστε τῶν μισθῶν τῆς εἰρηνοποιΐας ἐπιτυχεῖν. Κἂν μὲν ἕπηταί τις ταῦτα καθηγουμένοις ἡμῖν, τοῦτο ἄριστον καὶ εὐχῆς τυγχάνει πέρας· ἐὰν δὲ πρὸς τὴν ἐναντίαν ἀφέλκῃ, ἐγὼ μὲν οὐδὲ οὕτω τῆς ἐμαυτοῦ κρίσεως ἀποστήσομαι. Αὐτὸς δὲ ἕκαστος τῆς οἰκείας ἐργασίας ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως τοὺς καρποὺς ἐπιγνώσεται.
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Πάνυ ὡρμημένος καταλαβεῖν τὴν Νικόπολιν, μετὰ τὸ δέξασθαι τὰ παρὰ τῆς κοσμιότητός σου γράμματα ἄρνησιν ἔχοντα τῆς ἀφίξεως παρείθην ὑπὸ τῆς ἀθυμίας καὶ πάσης ὁμοῦ τῆς ἀσθενείας ἀνεμνήσθην. Ἦλθε δέ μοι εἰς ἔννοιαν καὶ ἡ τῶν κεκληκότων ἀφοσίωσις, ὅτι, παροδικὴν πρὸς ἡμᾶς ποιησάμενοι τὴν κλῆσιν διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου τοῦ ἐξισοῦντος Ναζιανζόν, δεύτερον περὶ τῶν αὐτῶν ὑπομιμνήσκοντα ἢ ὁδηγοῦντα ἡμᾶς οὐ κατηξίωσαν ἀποστεῖλαι. Ἐπεὶ οὖν ὕποπτοι αὐτοῖς ἐσμεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐφοβήθημεν μή που τὸ φαιδρὸν αὐτοῖς τῆς πανηγύρεως τῇ παρουσίᾳ ἡμῶν ἐπιθολώσωμεν.
Μετὰ μὲν γὰρ τῆς σῆς μεγαλοφυΐας καὶ πρὸς τοὺς μεγάλους ἀποδύσασθαι πειρασμοὺς οὐκ ὀκνοῦμεν, ἄνευ δὲ σοῦ οὐδὲ ταῖς τυχούσαις θλίψεσιν ἀντιβλέπειν αὐτάρκως ἔχομεν. Ἐπεὶ οὖν ἐκκλησιαστικῶν ἕνεκεν γίνεσθαι ἡμῶν ἡ πρὸς αὐτοὺς ἔντευξις ἔμελλε, τὸν μὲν τῆς πανηγύρεως καιρὸν παρελίπομεν, εἰς ἡσυχίαν δὲ καὶ ἀτάραχον διαγωγὴν τὴν συντυχίαν ὑπερεθέμεθα καὶ προῃρήμεθα καταλαβόντες τὴν Νικόπολιν διαλεχθῆναι περὶ τῶν ταῖς Ἐκκλησίαις ἀναγκαίων τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ, εἰ μέλλοι παραιτεῖσθαι τὴν ἐπὶ Σαμόσατα ὁδόν· εἰ δὲ μή, αὐτοῦ συνδραμούμεθα, ἐὰν παρ᾽ ἀμφοτέρων τοῦτο ἡμῖν κατάδηλον γένηται, παρά τε αὐτοῦ ἐκείνου ἀντιγράψαντος ἡμῖν περὶ τούτων (ἐπεστείλαμεν γάρ) καὶ παρὰ τῆς σῆς θεοσεβείας.
Ἐπισκόποις δὲ τοῖς ἐκ τῆς δευτέρας Καππαδοκίας συντυγχάνειν ἐμέλλομεν· οἵ, ἐπειδὴ ἑτέρας ὠνομάσθησαν ἐπαρχίας, ἐνόμισαν ἀθρόως καὶ ἀλλοεθνεῖς καὶ ἀλλόφυλοι πρὸς ἡμᾶς γεγενῆσθαι· οἳ τοσοῦτον ἡμᾶς ἠγνόησαν ὅσον οἱ μηδὲ τὴν ἀρχὴν πεπειραμένοι μηδὲ εἰς λόγους ποτὲ ἀφικόμενοι. Προσεδοκᾶτο δὲ καὶ ἑτέρα συντυχία τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Εὐσταθίου, ἡ καὶ γενομένη ἡμῖν.
Διὰ γὰρ τὸ παρὰ πολλῶν καταβοᾶσθαι αὐτὸν ὡς περὶ τὴν πίστιν παραχαράσσοντά τι, ἀφικόμεθα αὐτῷ εἰς λόγους καὶ εὕρομεν σὺν Θεῷ πρὸς πᾶσαν ὀρθότητα εὐγνωμόνως ἀκολουθοῦντα. Τὰ δὲ τῶν ἐπισκόπων γράμματα παρὰ τὴν αἰτίαν αὐτῶν ἐκείνων οὐκ ἐκομίσθη τῇ τιμιότητί σου οὓς ἐχρῆν τὰ παρ᾽ ἡμῶν διαπέμψασθαι, ἀλλὰ καὶ ἐμὲ παρῆλθε τῇ συνεχείᾳ τῶν φροντίδων ἐκκρουσθέντα τῆς μνήμης.
Τὸν δὲ ἀδελφὸν Γρηγόριον κἀγὼ ἠβουλόμην οἰκονομεῖν Ἐκκλησίαν τῇ αὐτοῦ φύσει σύμμετρον. Αὕτη δὲ ἦν πᾶσα εἰς ἓν συναχθεῖσα ἡ ὑφ᾽ ἡλίῳ. Ἐπειδὴ δὲ τοῦτο ἀδύνατον, ἔστω ἐπίσκοπος, μὴ ἐκ τοῦ τόπου σεμνυνόμενος, ἀλλὰ τὸν τόπον σεμνύνων ἀφ᾽ ἑαυτοῦ. Ὄντως γὰρ μεγάλου ἐστὶν οὐ τοῖς μεγάλοις μόνον ἀρκεῖν, ἀλλὰ καὶ τὰ μικρὰ μεγάλα ποιεῖν τῇ ἑαυτοῦ δυνάμει. Τί δὲ δεῖ ποιῆσαι τῷ Παλματίῳ, μετὰ τοσαύτας παρακλήσεις τῶν ἀδελφῶν ἔτι ὑπηρετοῦντι τῷ Μαξίμῳ πρὸς τοὺς διωγμούς; Ἀλλ᾽ ὅμως οὐδὲ νῦν ὀκνοῦσιν ἐπιστεῖλαι· παραγενέσθαι γὰρ καὶ ὑπὸ ἀσθενείας σώματος καὶ ὑπὸ ἀσχολιῶν οἰκειακῶν οὐκ ἐπιτρέπονται.
Γίνωσκε μέντοι, θεοφιλέστατε Πάτερ, ὅτι πάνυ χρῄζει τῆς παρουσίας σου τὰ ἡμέτερα καὶ ἀνάγκη σε τὸ τίμιον γῆρας ἔτι ἅπαξ κινῆσαι, ὑπὲρ τοῦ στῆσαι περιφερομένην λοιπὸν καὶ ἐγγὺς πτώματος οὖσαν τὴν Καππαδοκίαν.
ΤΕΡΕΝΤΙῼ ΚΟΜΗΤΙ Πάνυ πολλὴν σπουδὴν ἐνστησάμενος πειθαρχῆσαι, μερικῶς γοῦν, καὶ τῷ βασιλικῷ προστάγματι καὶ τῷ φιλικῷ τῆς σῆς τιμιότητος γράμματι, οὗ ἐγὼ πάντα λόγον καὶ πᾶσαν γνῶσιν γέμειν ὀρθῆς προαιρέσεως καὶ ἀγαθῆς διανοίας πεπίστευκα, εἰς ἔργον ἀγαγεῖν τὴν προθυμίαν οὐκ ἐπετράπην.
Αἴτιον δέ, τὸ μὲν πρῶτον καὶ ἀληθέστατον αἱ ἐμαὶ ἁμαρτίαι, πανταχοῦ μοι προαπαντῶσαι καὶ ὑποσκελίζουσαί μου τὰ διαβήματα, ἔπειτα καὶ ἡ τοῦ δοθέντος ἡμῖν εἰς συνεργίαν ἐπισκόπου πρὸς ἡμᾶς ἀλλοτρίωσις. Οὐκ οἶδα γὰρ ὅ τι παθὼν ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Θεόδοτος, ὁ ἐπαγγειλάμενος ἡμῖν ἐξ ἀρχῆς πάντα συμπράξειν καὶ προθύμως ἡμᾶς ἀπὸ Γητασῶν ἐπὶ Νικόπολιν καταγαγών, ἐπειδὴ εἶδεν ἡμᾶς ἐπὶ τῆς πόλεως, οὕτως ἐβδελύξατο καὶ οὕτως ἐφοβήθη τὰς ἁμαρτίας ἡμῶν ὡς μήτε εἰς ἑωθινὴν εὐχὴν μήτε εἰς ἑσπερινὴν ἀνασχέσθαι ἡμᾶς παραλαβεῖν, δίκαια μὲν ποιῶν ὡς πρὸς ἡμᾶς καὶ πρέποντα τῷ ἐμῷ βίῳ, οὐ λυσιτελοῦντα δὲ τῇ κοινῇ καταστάσει τῶν Ἐκκλησιῶν βουλευόμενος. Τὴν δὲ αἰτίαν τούτων προέφερεν ἡμῖν ὅτι ἠνεσχόμεθα εἰς κοινωνίαν τὸν αἰδεσιμώτατον ἐπίσκοπον Εὐστάθιον παραδέξασθαι. Τὸ μέντοι γενόμενον παρ᾽ ἡμῶν τοιοῦτόν ἐστιν.
Ἡμεῖς κληθέντες εἰς σύνοδον παρὰ τοῦ ἀδελφοῦ Θεοδότου τελουμένην καὶ ὁρμήσαντες δι᾽ ἀγάπην ὑπακοῦσαι τῇ κλήσει, ἵνα μὴ δόξωμεν ἄπρακτον καὶ ἀργὴν ποιεῖσθαι τὴν συντυχίαν, ἐσπουδάσαμεν εἰς λόγους ἐλθεῖν τῷ προειρημένῳ ἀδελφῷ Εὐσταθίῳ. Καὶ προετείναμεν αὐτῷ τὰ περὶ τῆς πίστεως ἐγκλήματα ὅσα προφέρουσιν αὐτῷ οἱ περὶ τὸν ἀδελφὸν Θεόδοτον, καὶ ἠξιώσαμεν, εἰ μὲν ἕπεται τῇ ὀρθῇ πίστει, φανερὸν ἡμῖν καταστῆσαι, ὥστε ἡμᾶς εἶναι κοινωνικούς· εἰ δὲ ἀλλοτρίως ἔχει, ἀκριβῶς εἰδέναι ὅτι καὶ ἡμεῖς ἕξομεν πρὸς αὐτὸν ἀλλοτρίως. Πολλῶν τοίνυν γενομένων λόγων πρὸς ἀλλήλους καὶ πάσης ἐκείνης τῆς ἡμέρας ἐν τῇ περὶ τούτων σκέψει δαπανηθείσης, καταλαβούσης λοιπὸν τῆς ἑσπέρας διεκρίθημεν ἀπ᾽ ἀλλήλων εἰς οὐδὲν ὁμολογούμενον πέρας τὸν λόγον προαγαγόντες. Τῇ δὲ ἑξῆς πάλιν, ἕωθεν συγκαθεσθέντες, περὶ τῶν αὐτῶν διελεγόμεθα, ἐπελθόντος ἤδη καὶ τοῦ ἀδελφοῦ Ποιμενίου, τοῦ πρεσβυτέρου τῆς Σεβαστείας, καὶ σφοδρῶς ἡμῖν τὸν ἐναντίον γυμνάζοντος λόγον. Κατὰ μικρὸν οὖν ἡμεῖς τε ὑπὲρ ὧν ἔδοξεν ἡμῖν ἐγκαλεῖν ἀπελυόμεθα κἀκείνους εἰς τὴν τῶν ἐπιζητουμένων ὑφ᾽ ἡμῶν συγκατάθεσιν προσηγάγομεν, ὥστε χάριτι τοῦ Κυρίου εὑρεθῆναι ἡμᾶς μηδὲ εἰς τὸ μικρότατον πρὸς ἀλλήλους διαφερομένους. Οὕτω τοίνυν περὶ ἐνάτην που ὥραν ἀνέστημεν ἐπὶ τὰς προσευχὰς εὐχαριστήσαντες τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν τὸ αὐτὸ φρονεῖν καὶ τὸ αὐτὸ λέγειν.
Ἐπὶ τούτοις ἔδει με καὶ ἔγγραφόν τινα παρὰ τοῦ ἀνδρὸς ὁμολογίαν λαβεῖν, ὥστε καὶ τοῖς ἐναντιουμένοις αὐτῷ φανερὰν γενέσθαι τὴν συγκατάθεσιν καὶ τοῖς λοιποῖς ἱκανὴν εἶναι τοῦ ἀνδρὸς τῆς προαιρέσεως τὴν ἀπόδειξιν.
Ἀλλ᾽ ἠβουλήθην αὐτὸς ὑπὸ πολλῆς ἀκριβείας, τοῖς ἀδελφοῖς συντυχὼν τοῖς περὶ Θεόδοτον, παρ᾽ αὐτῶν λαβεῖν γραμματεῖον πίστεως καὶ αὐτὸ προτεῖναι τῷ προειρημένῳ, ἵνα ἀμφότερα γένηται, ἥ τε ὀρθὴ πίστις παρ᾽ αὐτοῦ ὁμολογηθῇ καὶ αὐτοὶ πληροφορηθῶσι, μηδεμίαν ἔχοντες ἀντιλογίας ὑπόθεσιν ἐκ τοῦ τὰς παρ᾽ αὐτῶν προτάσεις παραδεχθῆναι.
Ἀλλά, πρὶν μαθεῖν τίνος ἕνεκεν συνετύχομεν καὶ τί ἡμῖν ἐκ τῆς ὁμιλίας κατώρθωται, οἱ περὶ τὸν ἐπίσκοπον Θεόδοτον οὐκέτι ἡμᾶς εἰς τὴν σύνοδον προτρέψασθαι κατηξίωσαν. Ἀλλ᾽ ἀπὸ μέσης ἀνεζεύξαμεν τῆς ὁδοῦ, ἀθυμήσαντες ὅτι ἀτελεῖς ἡμῖν ποιοῦσι τοὺς ὑπὲρ τῆς εἰρήνης τῶν Ἐκκλησιῶν καμάτους.
Μετὰ ταῦτα τοίνυν, ἐπειδὴ κατέλαβεν ἡμᾶς ἡ ἀνάγκη τῆς ἐπὶ τὴν Ἀρμενίαν ὁδοῦ, εἰδὼς τοῦ ἀνδρὸς τὸ ἰδιότροπον καὶ βουλόμενος ἐπὶ μάρτυρι ἀξιοπίστῳ αὐτός τε ὑπὲρ τῶν πεπραγμένων ἀπολογήσασθαι κἀκεῖνον πληροφορῆσαι, ἦλθον ἐπὶ τὰ Γήτασα τὸν ἀγρὸν τοῦ θεοφιλεστάτου ἐπισκόπου Μελετίου, συμπαρόντος μοι καὶ αὐτοῦ τοῦ προειρημένου Θεοδότου· καὶ οὕτως ἐκεῖ, ἐπειδὴ ἐνεκλήθημεν παρ᾽ αὐτοῦ περὶ τῆς πρὸς Εὐστάθιον συναφείας, εἶπον τὸ ἐκ τῆς συντυχίας κατόρθωμα, ὅτι ἔλαβον αὐτὸν εἰς πάντα ἡμῖν ὁμοδοξοῦντα. Ὡς δὲ διεβεβαιοῦτο ἔξαρνον γεγενῆσθαι μετὰ τὴν ἀφ᾽ ἡμῶν ἀναχώρησιν καὶ διαβεβαιοῦσθαι αὐτὸν τοῖς ἰδίοις αὐτοῦ μαθηταῖς ἦ μὴν εἰς μηδὲν ἡμῖν περὶ τῆς πίστεως συντεθεῖσθαι, ἀπήντων ἐγὼ πρὸς ταῦτα (καὶ σκόπει, θαυμασιώτατε, εἰ μὴ δικαιοτάτας καὶ ἀναντιρρήτους ἐποιούμην πρὸς τοῦτο τὰς ἀποκρίσεις) ὅτι ἐγὼ μὲν πέπεισμαι, εἰκάζων ἐκ τῆς λοιπῆς εὐσταθείας τοῦ ἀνδρός, μὴ οὕτως αὐτὸν κούφως περιτρέπεσθαι πρὸς τὰ ἐναντία μηδὲ νῦν μὲν ὁμολογεῖν, νῦν δὲ ὑπὲρ ὧν εἶπεν ἀρνεῖσθαι, ἄνδρα καὶ τὸ ὑπὲρ τῶν τυχόντων ψεῦδος ὡς φοβερὸν ἀποφεύγοντα, μὴ ὅτι γε περὶ τῶν τηλικούτων πραγμάτων καὶ οὕτω παρὰ πᾶσι βεβοημένων ἑλέσθαι ἄν ποτε ἐναντιωθῆναι τῇ ἀληθείᾳ. Εἰ δὲ ἄρα καὶ ἀληθῆ εἶναι συμβῇ τὰ θρυλούμενα παρ᾽ ὑμῶν, προτεῖναι αὐτῷ γραμματεῖον πᾶσαν ἔχον τῆς ὀρθῆς πίστεως τὴν ἀπόδειξιν χρή.
Ἐὰν μὲν οὖν εὕρω αὐτὸν συντιθέμενον ἐγγράφως, ἐπιμενῶ τῇ κοινωνίᾳ· ἐὰν δὲ λάβω ἀναδυόμενον, ἀποστήσομαι αὐτοῦ τῆς συναφείας.
Ἀποδεξαμένου τὸν λόγον τοῦ ἐπισκόπου Μελετίου καὶ τοῦ ἀδελφοῦ Διοδώρου τοῦ συμπρεσβυτέρου (παρῆν γὰρ τοῖς γινομένοις), συνθέμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς Θεόδοτος ἐκεῖ καὶ παρακαλέσας ἡμᾶς κατελθεῖν ἐπὶ Νικόπολιν, ἵνα καὶ τὴν Ἐκκλησίαν αὐτοῦ ἐπισκεψώμεθα καὶ αὐτὸν λάβωμεν τῆς μέχρι Σατάλων ὁδοιπορίας συνέμπορον, καταλιπὼν ἡμᾶς ἐν Γητάσοις, ἐπειδὴ κατέλαβε τὴν Νικόπολιν, ἐπιλαθόμενος ὧν παρ᾽ ἐμοῦ ἤκουσεν ὧν τε συνέθετο ἡμῖν, ἐκείναις ταῖς ὕβρεσι καὶ ταῖς ἀτιμίαις ἃς μικρῷ πρόσθεν διηγησάμην καταισχύνας ἡμᾶς ἀπέπεμψε.
Πῶς οὖν ἦν δυνατόν μοι, τιμιωτάτη κεφαλή, ποιῆσαί τι τῶν προστεταγμένων καὶ δοῦναι ἐπισκόπους τῇ Ἀρμενίᾳ, οὕτω πρός με τοῦ κοινωνοῦ τῆς φροντίδος διατεθέντος; Παρ᾽ οὗ ἐγὼ προσεδόκων τοὺς ἐπιτηδείους ἄνδρας εὑρήσειν, διὰ τὸ εἶναι ἐν τῇ παροικίᾳ αὐτοῦ καὶ εὐλαβεῖς καὶ συνετοὺς καὶ τῆς γλώττης ἐμπείρους καὶ τὰ λοιπὰ ἰδιώματα τοῦ ἔθνους ἐπισταμένους· ὧν εἰδὼς τὰ ὀνόματα, ἑκὼν σιωπήσομαι, ἵνα μή τι ἐμπόδιον γένηται πρὸς τὸ ἐν ἑτέρῳ γοῦν χρόνῳ χρησιμευθῆναι τὴν Ἀρμενίαν. Καὶ νῦν γενόμενος μέχρι Σατάλων ἐν τοιούτῳ σώματι, τὰ μὲν λοιπὰ ἔδοξα τῇ τοῦ Θεοῦ χάριτι καθιστᾶν, εἰρηνεύσας τοὺς τῆς Ἀρμενίας ἐπισκόπους καὶ διαλεχθεὶς αὐτοῖς τὰ πρέποντα, ὥστε ἀποθέσθαι τὴν συνήθη διαφορὰν καὶ ἀναλαβεῖν τὴν γνησίαν τοῦ Κυρίου ὑπὲρ τῶν Ἐκκλησιῶν σπουδήν, δοὺς αὐτοῖς καὶ τύπους περὶ τῶν ἀδιαφόρως κατὰ τὴν Ἀρμενίαν παρανομουμένων, ὅπως αὐτοῖς προσῆκεν ἐπιμελεῖσθαι.
Ἐδεξάμην δὲ καὶ ψηφίσματα παρὰ τῆς Ἐκκλησίας Σατάλων, παράκλησιν ἔχοντα δοθῆναι αὐτοῖς παρ᾽ ἡμῶν ἐπίσκοπον. Ἐπιμελὲς δέ μοι ἐγένετο καὶ τὴν περιχεθεῖσαν βλασφημίαν τῷ ἀδελφῷ ἡμῶν Κυρίλλῳ, τῷ ἐπισκόπῳ Ἀρμενίας, ἀνερευνῆσαι, καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ εὕρομεν αὐτὴν ψευδῶς κινηθεῖσαν ἐκ διαβολῆς τῶν μισούντων αὐτόν· ἣν καὶ φανερῶς ὡμολόγησαν ἐφ᾽ ἡμῶν. Καὶ ἐδόξαμεν μετρίως ἡμεροῦν πρὸς αὐτὸν τὸν ἐν Σατάλοις λαόν, ὥστε μηκέτι αὐτοῦ τὴν κοινωνίαν φεύγειν. Εἰ δὲ μικρὰ ταῦτα καὶ οὐδενὸς ἄξια, ἀλλὰ παρ᾽ ἡμῶν οὐδὲν ἦν πλέον δυνατὸν γενέσθαι διὰ τὴν ἐκ τῆς τοῦ διαβόλου περιεργίας ἡμῶν αὐτῶν πρὸς ἀλλήλους ἀσυμφωνίαν. Ταῦτα ἔδει μὲν σιωπᾶν, ἵνα μὴ δόξω δημοσιεύειν ἐμαυτοῦ τὰ ὀνείδη, ἀλλ᾽, ἐπειδὴ οὐκ ἦν ἄλλως ἀπολογήσασθαί σου τῇ μεγαλοφυΐᾳ, εἰς ἀνάγκην ἦλθον πᾶσαν τῶν γεγονότων τὴν ἀλήθειαν διηγήσασθαι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.