Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Υπεράσπιση του Ασκητικού Βίου και Αναίρεση του Σαβελλιανισμού
Έλεγχος των Νεοκαισαρέων, υπεράσπιση της μοναχικής πολιτείας και της ψαλμωδίας, και αντίκρουση των σαβελλιανικών πλανών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Υπεράσπιση του Ασκητικού Βίου και Αναίρεση του Σαβελλιανισμού
Έλεγχος των Νεοκαισαρέων, υπεράσπιση της μοναχικής πολιτείας και της ψαλμωδίας, και αντίκρουση των σαβελλιανικών πλανών.
ΤΟΙΣ ΚΑΤΑ ΝΕΟΚΑΙΣΑΡΕΙΑΝ ΚΛΗΡΙΚΟΙΣ Ἡ μὲν συμφωνία τοῦ καθ᾽ ἡμῶν μίσους καὶ τὸ μέχρις ἑνὸς πάντας ἀκολουθῆσαι τῷ προεστῶτι τοῦ καθ᾽ ἡμῶν πολέμου ἔπειθέ με ὁμοίως ἀποσιωπᾶν πρὸς ἅπαντας, καὶ μήτε γράμματος φιλικοῦ μήτε τινὸς ὁμιλίας κατάρχειν, ἀλλ᾽ ἐν ἡσυχίᾳ πέσσειν τὴν ἐμαυτοῦ λύπην. Ἐπειδὴ δὲ χρὴ μήτε πρὸς τὰς διαβολὰς ἀποσιωπᾶν, οὐχ ἵνα διὰ τῆς ἀντιλογίας ἡμᾶς αὐτοὺς ἐκδικῶμεν, ἀλλ᾽ ἵνα μὴ συγχωρήσωμεν εὐοδωθῆναι τῷ ψεύδει καὶ τοὺς ἠπατημένους μὴ ἐναφῶμεν τῇ βλάβῃ, ἀναγκαῖον ἐφάνη μοι καὶ τοῦτο προσθεῖναι τοῖς πᾶσι καὶ ἐπιστεῖλαι ὑμῶν τῇ συνέσει, εἰ καὶ ὅτι πρῴην κοινῇ παντὶ τῷ πρεσβυτερίῳ γράψαντες οὐδεμιᾶς παρ᾽ ὑμῶν ἀποκρίσεως ἠξιώθημεν. Μὴ κολακεύετε, ἀδελφοί, τοὺς τὰ πονηρὰ δόγματα ταῖς ψυχαῖς ὑμῶν ἐπάγοντας, μηδὲ καταδέξησθε περιορᾶν ἐν γνώσει ὑμετέρᾳ τὸν λαὸν τοῦ Θεοῦ διὰ τῶν ἀσεβῶν διδαγμάτων καταστρεφόμενον. Σαβέλλιος ὁ Λίβυς καὶ Μάρκελλος ὁ Γαλάτης μόνοι ἐκ πάντων ἐτόλμησαν καὶ διδάξαι ταῦτα καὶ γράψαι ἅπερ νῦν παρ᾽ ὑμῖν, ὡς ἴδια ἑαυτῶν εὑρήματα, ἐπιχειροῦσι προφέρειν οἱ καθηγούμενοι τοῦ λαοῦ βαμβαίνοντες τῇ γλώσσῃ καὶ οὐδὲ εἰς πιθανὴν κατασκευὴν ἀγαγεῖν τὰ σοφίσματα ταῦτα καὶ τοὺς παραλογισμοὺς ἐξαρκοῦντες. Οὗτοι ῥητὰ καὶ ἄρρητα καθ᾽ ἡμῶν δημηγοροῦσι καὶ πάντα τρόπον τὰς συντυχίας ἡμῶν ἐκκλίνουσι.
Τίνος ἕνεκεν; Οὐχὶ τὸν ἐν τοῖς πονηροῖς ἑαυτῶν διδάγμασιν ἔλεγχον ὑφορώμενοι; Οἵ γε ἐπὶ τοσοῦτον ἡμῶν κατηναισχύντησαν ὥστε καὶ ὀνείρους τινὰς ἐφ᾽ ἡμᾶς συμπλάσαι διαβάλλοντες ἡμῶν τὰς διδασκαλίας ὡς βλαβεράς· οἵ, κἂν πάντα τὰ τῶν φυλλοχόων μηνῶν φαντάσματα ταῖς ἑαυτῶν κεφαλαῖς ὑποδέξωνται, οὐδεμίαν ἡμῖν βλασφημίαν δυνήσονται προστρίψασθαι, πολλῶν ὄντων ἐφ᾽ ἑκάστης Ἐκκλησίας μαρτυρούντων τῇ ἀληθείᾳ.
Κἂν τὴν αἰτίαν ἐρωτηθῶσι τοῦ ἀκηρύκτου τούτου καὶ ἀσπόνδου πολέμου, ψαλμοὺς λέγουσι καὶ τρόπον μελῳδίας τῆς παρ᾽ ὑμῖν κεκρατηκυίας συνηθείας παρηλλαγμένον, καὶ τοιαῦτά τινα ἐφ᾽ οἷς ἐχρῆν αὐτοὺς ἐγκαλύπτεσθαι.
Ἐγκαλούμεθα δὲ ὅτι καὶ ἀνθρώπους ἔχομεν τῆς εὐσεβείας ἀσκητάς, ἀποταξαμένους τῷ κόσμῳ καὶ πάσαις ταῖς βιωτικαῖς μερίμναις ἃς ἀκάνθαις παρεικάζει ὁ Κύριος, εἰς καρποφορίαν ἐλθεῖν τὸν λόγον μὴ συγχωρούσαις.
Οἱ τοιοῦτοι τὴν νεκρότητα τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρουσι καὶ ἄραντες τὸν ἑαυτῶν σταυρὸν ἕπονται τῷ Θεῷ. Ἐγὼ δὲ παντὸς ἂν τιμησαίμην τοῦ ἐμαυτοῦ βίου ἐμὰ εἶναι τὰ ἀδικήματα ταῦτα καὶ ἔχειν ἄνδρας παρ᾽ ἐμαυτῷ, ὑπ᾽ ἐμοὶ διδασκάλῳ, τὴν ἄσκησιν ταύτην προελομένους Νῦν δὲ ἐν Αἰγύπτῳ μὲν ἀκούω τοιαύτην εἶναι ἀνδρῶν ἀρετήν, καὶ τάχα τινὲς καὶ ἐπὶ τῆς Παλαιστίνης τὴν κατὰ τὸ Εὐαγγέλιον πολιτείαν κατορθοῦσιν.
Ἀκούω δέ τινας καὶ ἐπὶ τῆς Μέσης τῶν ποταμῶν τελείους καὶ μακαρίους ἄνδρας. Ἡμεῖς δὲ παῖδές ἐσμεν πρός γε τὴν τῶν τελείων σύγκρισιν. Εἰ δὲ καὶ γυναῖκες εὐαγγελικῶς ζῆν προελόμεναι παρθενίαν μὲν γάμου προτιμῶσαι, δουλαγωγοῦσαι δὲ τὸ φρόνημα τῆς σαρκὸς καὶ ἐν πένθει ζῶσαι τῷ μακαριζομένῳ, μακάριαι τῆς προαιρέσεως, ὅπου ἂν ὦσι τῆς γῆς. Παρὰ δὲ ἡμῶν μικρὰ ταῦτα στοιχειουμένων ἔτι καὶ εἰσαγομένων πρὸς τὴν εὐσέβειαν.
Εἰ δέ τινα ἀκοσμίαν τῷ βίῳ τῶν γυναικῶν ἐπιφέρουσιν, ἀπολογεῖσθαι μὲν ὑπὲρ αὐτῶν οὐ καταδέχομαι. Ἐκεῖνο δὲ ὑμῖν διαμαρτύρομαι, ὅτι, ἃ μέχρι νῦν ὁ Σατανᾶς ὁ πατὴρ τοῦ ψεύδους εἰπεῖν οὐ κατεδέξατο, ταῦτα αἱ ἄφοβοι καρδίαι καὶ τὰ ἀχαλίνωτα στόματα φθέγγεται ἀδεῶς.
Γινώσκειν δὲ ὑμᾶς βούλομαι ὅτι ἡμεῖς εὐχόμεθα καὶ ἀνδρῶν καὶ γυναικῶν συντάγματα ἔχειν, ὧν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, τῶν τὴν σάρκα σταυρωσάντων σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις, οἳ οὐ μεριμνῶσι περὶ βρωμάτων καὶ ἐνδυμάτων, ἀλλ᾽ ἀπερίσπαστοι ὄντες καὶ εὐπάρεδροι τῷ Κυρίῳ νυκτὸς καὶ ἡμέρας προσμένουσι ταῖς δεήσεσιν. Ὧν τὸ στόμα οὐ λαλεῖ τὰ ἔργα τῶν ἀνθρώπων, ἀλλὰ ψάλλουσιν ὕμνους τῷ Θεῷ ἡμῶν διηνεκῶς, ἐργαζόμενοι ταῖς ἑαυτῶν χερσίν, ἵνα ἔχωσι μεταδιδόναι τοῖς χρείαν ἔχουσι.
Πρὸς δὲ τὸ ἐπὶ ταῖς ψαλμῳδίαις ἔγκλημα, ᾧ μάλιστα τοὺς ἁπλουστέρους φοβοῦσιν οἱ διαβάλλοντες ἡμᾶς, ἐκεῖνο εἰπεῖν ἔχω, ὅτι τὰ νῦν κεκρατηκότα ἔθη πάσαις ταῖς τοῦ Θεοῦ Ἐκκλησίαις συνῳδά ἐστι καὶ σύμφωνα. Ἐκ νυκτὸς γὰρ ὀρθρίζει παρ᾽ ἡμῖν ὁ λαὸς ἐπὶ τὸν οἶκον τῆς προσευχῆς, καὶ ἐν πόνῳ καὶ ἐν θλίψει καὶ συνοχῇ δακρύων ἐξομολογούμενοι τῷ Θεῷ, τελευταῖον ἐξαναστάντες τῶν προσευχῶν εἰς τὴν ψαλμῳδίαν καθίστανται. Καὶ νῦν μὲν διχῆ διανεμηθέντες ἀντιψάλλουσιν ἀλλήλοις, ὁμοῦ μὲν τὴν μελέτην τῶν Λογίων ἐντεῦθεν κρατύνοντες, ὁμοῦ δὲ καὶ τὴν προσοχὴν καὶ τὸ ἀμετεώριστον τῶν καρδιῶν ἑαυτοῖς διοικούμενοι. Ἔπειτα πάλιν ἐπιτρέψαντες ἑνὶ κατάρχειν τοῦ μέλους οἱ λοιποὶ ὑπηχοῦσι· καὶ οὕτως ἐν τῇ ποικιλίᾳ τῆς ψαλμῳδίας τὴν νύκτα διενεγκόντες μεταξὺ προσευχόμενοι, ἡμέρας ἤδη ὑπολαμπούσης πάντες κοινῇ, ὡς ἐξ ἑνὸς στόματος καὶ μιᾶς καρδίας, τὸν τῆς ἐξομολογήσεως ψαλμὸν ἀναφέρουσι τῷ Κυρίῳ, ἴδια ἑαυτῶν ἕκαστος τὰ ῥήματα τῆς μετανοίας ποιούμενοι. Ἐπὶ τούτοις εἰ ἡμᾶς ἀποφεύγετε, φεύξεσθε μὲν Αἰγυπτίους, φεύξεσθε δὲ Λιβύας ἀμφοτέρους, Θηβαίους, Παλαιστίνους, Ἄραβας, Φοίνικας, Σύρους καὶ τοὺς πρὸς τῷ Εὐφράτῃ κατῳκισμένους, καὶ πάντας ἁπαξαπλῶς παρ᾽ οἷς ἀγρυπνίαι καὶ προσευχαὶ καὶ αἱ κοιναὶ ψαλμῳδίαι τετίμηνται.
Ἀλλ᾽ οὐκ ἦν, φησί, ταῦτα ἐπὶ τοῦ μεγάλου Γρηγορίου. Ἀλλ᾽ οὐδὲ αἱ λιτανεῖαι ἃς ὑμεῖς νῦν ἐπιτηδεύετε. Καὶ οὐ κατηγορῶν ὑμῶν λέγω· ηὐχόμην γὰρ πάντας ὑμᾶς ἐν δάκρυσι ζῆν καὶ μετανοίᾳ διηνεκεῖ, ἐπεὶ καὶ ἡμεῖς οὐδὲν ἕτερον ἢ λιτανεύομεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, πλὴν ὅσον οὐκ ἀνθρωπίνοις ῥήμασιν, ὥσπερ ὑμεῖς, ἀλλὰ τοῖς λογίοις τοῦ Πνεύματος τὸν Θεὸν ἡμῶν ἐξιλεούμεθα. Ὅτι δὲ οὐκ ἦν ταῦτα ἐπὶ τοῦ θαυμαστοῦ Γρηγορίου τίνας ἔχετε μαρτυρίας; Οἵ γε οὐδὲν τῶν ἐκείνου μέχρι νῦν διεσώσασθε. Γρηγόριος οὐ κατεκαλύπτετο ἐπὶ τῶν προσευχῶν.
Πῶς γάρ; Ὅ γε τοῦ Ἀποστόλου μαθητὴς γνήσιος τοῦ εἰπόντος· «Πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ», καὶ «Ἀνὴρ μὲν οὐκ ὀφείλει κατακαλύπτεσθαι εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων». Ἔφευγε τοὺς ὅρκους ἡ καθαρὰ ἐκείνη ψυχὴ καὶ ἀξία τῆς τοῦ Ἁγίου Πνεύματος κοινωνίας, ἀρκουμένη τῷ ναὶ καὶ τῷ οὒ διὰ τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· «Ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως». Οὐκ ἠνείχετο εἰπεῖν τὸν ἀδελφὸν ἑαυτοῦ μωρὸν ἐκεῖνος· ἐφοβεῖτο γὰρ τὴν ἀπειλὴν τοῦ Κυρίου. Θυμὸς καὶ ὀργὴ καὶ πικρία ἐκ τοῦ στόματος ἐκείνου οὐκ ἐξεπορεύετο. Λοιδορίαν ἐμίσει ὡς εἰς βασιλείαν οὐρανῶν οὐκ εἰσάγουσαν.
Φθόνος καὶ ὑπερηφανία τῆς ἀδόλου ψυχῆς ἐκείνης ἀπελήλατο. Οὐκ ἂν παρέστη τῷ θυσιαστηρίῳ πρὶν καταλλαγῆναι τῷ ἀδελφῷ. Ψευδῆ λόγον καὶ τεχνικὸν ἐπὶ διαβολῇ τινων μεμηχανημένον οὕτως ἐβδελύσσετο ὡς εἰδὼς ὅτι τὸ ψεῦδος ἐκ τοῦ διαβόλου γεγέννηται καὶ ὅτι Κύριος ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Τούτων εἰ μηδέν ἐστιν ἐν ὑμῖν, ἀλλὰ καθαρεύετε πάντων· τῷ ὄντι ἐστὲ μαθηταὶ τοῦ μαθητοῦ τῶν ἐντολῶν τοῦ Κυρίου. Εἰ δὲ μή, σκοπεῖτε μὴ τὸν κώνωπα διυλίζετε, περὶ μὲν ἤχου φωνῆς τοῦ κατὰ τὰς ψαλμῳδίας ἀκριβολογούμενοι, τὰς δὲ μεγίστας τῶν ἐντολῶν παραλύοντες. Εἰς τούτους με τοὺς λόγους ἤγαγεν ἡ ἀνάγκη τῆς ἀπολογίας, ἵνα διδαχθῆτε ἐκβάλλειν τὴν δοκὸν τῶν ὀφθαλμῶν ὑμῶν καὶ τότε ἐξαίρειν τὰ ἀλλότρια κάρφη. Πλὴν ἀλλὰ πάντα συγχωροῦμεν, εἰ καὶ ὅτι οὐδὲν ἀνεξέταστον παρὰ Θεῷ. Μόνον ἐρρώσθω τὰ προηγούμενα καὶ τὰς περὶ τὴν πίστιν καινοτομίας κατασιγάσατε. Τὰς ὑποστάσεις μὴ ἀθετεῖτε. Τὸ ὄνομα τοῦ Χριστοῦ μὴ ἀπαρνεῖσθε. Τὰς Γρηγορίου φωνὰς μὴ παρεξηγεῖσθε. Εἰ δὲ μή, ἕως ἂν ἐμπνέωμεν καὶ δυνώμεθα φθέγγεσθαι, ἀμήχανον ἡμᾶς ἐπὶ τοσαύτῃ λύμῃ ψυχῶν σιωπᾶν.
ΕΥΛΑΓΚΙῼ Μακρὸν ἀπεσιώπησας χρόνον, καὶ ταῦτα λαλίστατος ὢν καὶ μελέτην τοῦτο καὶ τέχνην ποιησάμενος, ἀεί τι λαλεῖν καὶ σεαυτὸν δεικνύναι διὰ τῶν λόγων. Ἀλλ᾽ ἔοικεν ἡ Νεοκαισάρεια αἰτία εἶναί σοι τῆς πρὸς ἡμᾶς σιωπῆς. Καὶ ἐοίκαμεν ἀντὶ χάριτος δέχεσθαι τὸ μνημονεύεσθαι παρὰ τοῖς αὐτοῦ, ἐπειδὴ ἡ μνήμη οὐκ ἀγαθή ἐστιν, ὡς ὁ τῶν ἀκουόντων λόγος. Ἀλλὰ σὺ πάλαι τῶν μισουμένων ἦσθα δι᾽ ἡμᾶς, οὐ τῶν δι᾽ ἑτέρους ἡμᾶς μισεῖν ἀνεχομένων. Ὁ αὐτὸς τοίνυν ἔσο καὶ ἐπιστέλλων οὗπερ ἂν ᾖς καὶ μεμνημένος ἡμῶν τὰ εἰκότα, εἴ τί σοι μέλει τοῦ δικαίου.
Δίκαιον δέ που τῆς ἀγάπης τοῖς ἴσοις ἀμείβεσθαι τοὺς ὑπάρξαντας.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΠΟΛΟΓΙᾼ Συνεκληρώθης ταῖς λύπαις καὶ τοῖς ὑπὲρ ἡμῶν ἀγῶσι. Τοῦτο δὲ ἀπόδειξιν ἔχει νεανικῆς ψυχῆς. Ὁ γὰρ τὰ ἡμέτερα οἰκονομῶν Θεὸς τοῖς τὰ μεγάλα διαφέρειν δυναμένοις ἀγωνίσματα μείζονας ὑποθέσεις εὐδοκιμήσεων προξενεῖ.
Καὶ σὺ τοίνυν βάσανον τῆς περὶ τοὺς φίλους ἀρετῆς, ὥσπερ τὴν κάμινον τῷ χρυσίῳ, τὸν σαυτοῦ βίον προέθηκας. Εὐχόμεθα οὖν τῷ Θεῷ καὶ τοὺς λοιποὺς βελτίους γενέσθαι καί σε ὅμοιον ἑαυτῷ διαμεῖναι· καὶ τὰ τοιαῦτα ἐγκαλοῦντα μὴ παύσασθαι οἷα νῦν ἐνεκάλεσας, τὴν τῶν γραμμάτων ἔνδειαν ἀντὶ μεγίστης ἀδικίας ἡμῖν προφέρων. Φίλου γὰρ τὸ ἔγκλημα, καὶ ἀνάμενε τὸ τὰ τοιαῦτα ἀπαιτεῖν ὀφλήματα.
Οὐ γὰρ οὕτω τις ἄτοπός εἰμι φιλίας χρήστης.
ΤΟΙΣ ΚΑΤΑ ΝΕΟΚΑΙΣΑΡΕΙΑΝ ΛΟΓΙΩΤΑΤΟΙΣ Ὅλως μὲν οὐδὲν ἐδεόμην τὴν ἐμαυτοῦ γνώμην δημοσιεύειν ὑμῖν οὐδὲ τὰς αἰτίας λέγειν δι᾽ ἃς ἐγὼ νῦν ἐπὶ τῶν τόπων εἰμὶ τούτων. Καὶ γὰρ οὐδὲ ἄλλως τῶν φανητιώντων ἐγώ, οὐδὲ τὸ πρᾶγμα τοσούτων μαρτύρων ἄξιον. Ἀλλ᾽ οἶμαι, οὐχ ἃ βουλόμεθα ποιοῦμεν, ἀλλ᾽ ἐφ᾽ ἃ προκαλοῦνται ἡμᾶς οἱ καθηγούμενοι, ἐπεὶ ἔμοιγε τὸ παντελῶς ἀγνοεῖσθαι πλέον ἐσπούδασται ἢ τοῖς φιλοδόξοις τὸ διαφαίνεσθαι. Ἐπεὶ δὲ πάντων, ὡς ἀκούω, τῶν κατὰ τὴν ὑμετέραν πόλιν τὰ ὦτα διατεθρύληται, καί εἰσί τινες λογοποιοί, δημιουργοὶ τοῦ ψεύδους πρὸς αὐτὸ τοῦτο μεμισθωμένοι, οἳ τὰ ἐμὰ ὑμῖν ἐξηγοῦνται, οὐκ ᾠήθην δεῖν περιιδεῖν ὑμᾶς γνώμῃ πονηρᾷ καὶ φωνῇ ῥυπώσῃ διδασκομένους, ἀλλ᾽ αὐτὸς εἰπεῖν τὰ ἐμαυτοῦ ὅπως ἔχει. Ἐγὼ καὶ διὰ τὴν ἐκ παιδός μοι πρὸς τὸ χωρίον τοῦτο συνήθειαν (ἐνταῦθα γὰρ ἐτράφην παρὰ τῇ ἐμαυτοῦ τήθῃ), καὶ διὰ τὴν μετὰ ταῦτα ἐπὶ πλεῖστον διατριβήν, ὅτε φεύγων τοὺς πολιτικοὺς θορύβους, ἐπιτήδειον ἐμφιλοσοφῆσαι διὰ τὴν ἐκ τῆς ἐρημίας ἡσυχίαν τὸ χωρίον τοῦτο καταμαθών, πολλῶν ἐτῶν ἐφεξῆς ἐνδιέτριψα χρόνον, καὶ διὰ τὴν νῦν τῶν ἀδελφῶν ἐνοίκησιν, βραχείας ἀναπνοῆς ἐκ τῶν κατεχουσῶν ἡμᾶς ἀσχολιῶν ἐπιτυχών, ἄσμενος ἦλθον ἐπὶ τὴν ἐσχατιὰν ταύτην, οὐχ ὡς ἑτέροις ἐντεῦθεν παρέξων πράγματα, ἀλλ᾽ ὡς αὐτὸς τὴν ἐμαυτοῦ θεραπεύσων ἐπιθυμίαν.
Τί οὖν χρὴ πρὸς ὀνείρους καταφεύγειν καὶ ὀνειροσκόπους μισθοῦσθαι καὶ ἐν ταῖς πανδήμοις ἑστιάσεσιν ἡμᾶς ποιεῖσθαι παροίνιον διήγημα; Ἐγὼ γάρ, εἰ καὶ παρ᾽ ἄλλοις τισὶν ἦσαν αἱ διαβολαί, ὑμᾶς ἂν τῆς ἐμαυτοῦ γνώμης μάρτυρας παρεστησάμην. Καὶ νῦν ἀξιῶ αὐτῶν ἕκαστον τῶν παλαιῶν ἐκείνων ἀναμνησθῆναι, ὅτε ἐκάλει μὲν ἡμᾶς ἡ πόλις ἐπὶ τὴν τῶν νέων ἐπιμέλειαν, πρεσβεία δὲ παρῆν τῶν παρ᾽ ὑμῖν ἀνδρῶν, οἱ ἐν τέλει· μετὰ δὲ ταῦτα ὅπως πανδημεὶ πάντες περιχυθέντες ἡμᾶς· τί μὲν οὐχὶ διδόντες;
Τί δὲ οὐχ ὑπισχνούμενοι; Ὅμως κατασχεῖν ἡμᾶς οὐκ ἠδυνήθησαν. Πῶς οὖν ὁ τότε καλούμενος οὐχ ὑπακούων, νῦν ἐπεχείρουν ἄκλητος εἰσωθίζεσθαι; Πῶς δὲ ὁ τοὺς ἐπαινοῦντάς με καὶ θαυμάζοντας ἀποφεύγων, ἔμελλον νῦν διώκειν τοὺς διαβάλλοντας; Μὴ οἰηθῆτε, ὦ ἄριστοι· οὐχ οὕτως εὔωνα τὰ ἡμέτερα. Οὔτε γὰρ ἄν τις ἀκυβερνήτου πλοίου σωφρονῶν ἐπιβαίη οὔτε Ἐκκλησίᾳ παραβάλοι ᾗ τὸν κλύδωνα καὶ τὴν ζάλην αὐτοὶ οἱ ἐπὶ τῶν οἰάκων καθεζόμενοι ἐμποιοῦσι. Πόθεν γὰρ γέγονε θορύβου πλήρης ἡ πόλις, ὅτε οἱ μὲν ἔφευγον οὐδενὸς διώκοντος, οἱ δὲ ὑπεξῄεσαν οὐδενὸς ἐπιόντος, χρησμολόγοι δὲ καὶ ὀνειροσκόποι πάντες ἐμορμολύττοντο; Πόθεν ἄλλοθεν ταῦτα; Ἢ οὐχὶ καὶ παιδὶ γνώριμον ὅτι ἐκ τῶν ἡγουμένων τοῦ πλήθους; Ὧν τὰς αἰτίας τῆς ἔχθρας ἐμοὶ μὲν οὐκ εὐπρεπὲς λέγειν, ὑμῖν δὲ συνορᾶν καὶ πάνυ ῥᾴδιον. Ὅταν γὰρ ἡ μὲν πικρία καὶ ἡ διάστασις μηδεμίαν ἔχῃ ὑπερβολὴν εἰς χαλεπότητα, ἡ δὲ τῆς αἰτίας ἐξήγησις ἀνυπόστατος παντελῶς καὶ καταγέλαστος ᾖ, δῆλόν ἐστι τῆς ψυχῆς τὸ ἀρρώστημα ἀλλοτρίοις μὲν ἀγαθοῖς ἐπισυμβαῖνον, οἰκεῖον δὲ καὶ πρῶτον κακὸν ὑπάρχον τῷ κεκτημένῳ. Οἷς καὶ ἄλλο δή τι χάριεν πρόσεστιν.
Ἀμυσσόμενοι γὰρ ἐν τῷ βάθει καὶ ὀδυνώμενοι ἐκλαλῆσαι τὴν συμφορὰν ὑπὸ τῆς αἰσχύνης οὐκ ἐπιτρέπονται. Τοῦτο μὲν οὖν οὐκ ἐκ τῶν πρὸς ἡμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ λοιποῦ βίου γνώριμόν ἐστι τῆς ψυχῆς αὐτῶν τὸ πάθημα. Εἰ δὲ καὶ ἀγνοοῖτο, οὐ μεγάλη ζημία τοῖς πράγμασι.
Τὴν δὲ ἀληθεστάτην αἰτίαν δι᾽ ἣν φευκτὴν ἡμῶν τὴν συντυχίαν τίθενται, λανθάνουσαν ἴσως τοὺς πολλοὺς ὑμῶν, ἐγὼ διδάξω. Ἀλλ᾽ ἀκούσατε. Πίστεως διαστροφὴ παρ᾽ ὑμῖν μελετᾶται ἐχθρὰ μὲν τοῖς ἀποστολικοῖς καὶ εὐαγγελικοῖς δόγμασιν, ἐχθρὰ δὲ τῇ παραδόσει τοῦ μεγάλου ὡς ἀληθῶς Γρηγορίου καὶ τῶν ἐφεξῆς ἀπ᾽ ἐκείνου μέχρι τοῦ μακαρίου Μουσωνίου οὗ τὰ διδάγματα ἔναυλά ἐστιν ἔτι καὶ νῦν ὑμῖν δηλονότι. Τὸ γὰρ τοῦ Σαβελλίου κακὸν πάλαι μὲν κινηθέν, κατασβεσθὲν δὲ παρὰ τῶν Πατέρων, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθ᾽ ἡμῶν ὀνείρους πλάττοντες.
Ἀλλ᾽ ὑμεῖς τὰς οἰνοβαρεῖς κεφαλάς, ἃς ὁ ἐκ τῆς κραιπάλης ἀναφερόμενος ἀτμός, εἶτα ἐγκυμαίνων, καταφαντάζει, χαίρειν ἀφέντες, παρὰ τῶν ἐγρηγορότων ἡμῶν καὶ διὰ τὸν τοῦ Θεοῦ φόβον μὴ δυναμένων ἡσυχάζειν τὴν βλάβην ὑμῶν ἀκούσατε. Ἰουδαϊσμός ἐστιν ὁ Σαβελλισμὸς ἐν προσχήματι Χριστιανισμοῦ τῷ εὐαγγελικῷ κηρύγματι ἐπεισαγόμενος.
Ὁ γὰρ ἓν πρᾶγμα πολυπρόσωπον λέγων Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ μίαν τῶν τριῶν τὴν ὑπόστασιν ἐκτιθέμενος, τί ἄλλο ποιεῖ ἢ οὐχὶ ἀρνεῖται μὲν τὴν προαιώνιον τοῦ Μονογενοῦς ὕπαρξιν; Ἀρνεῖται δὲ καὶ τὴν οἰκονομικὴν αὐτοῦ πρὸς ἀνθρώπους ἐπιδημίαν, τὴν εἰς ᾅδου κάθοδον, τὴν ἀνάστασιν, τὴν κρίσιν· ἀρνεῖται δὲ καὶ τὰς ἰδιαζούσας τοῦ Πνεύματος ἐνεργείας. Παρὰ δὲ ὑμῖν νῦν καὶ νεανικώτερα ἀκούω τολμᾶσθαι τοῦ ματαιόφρονος Σαβελλίου. Λέγουσι γάρ, ὡς οἱ ἀκηκοότες φασί, διατείνεσθαι τοὺς παρ᾽ ὑμῖν σοφοὺς καὶ λέγειν ὅτι ὄνομα τοῦ Μονογενοῦς οὐ παραδέδοται, ὄνομα δὲ τοῦ ἀντικειμένου ἐστί, καὶ ἐπὶ τούτῳ γάνυσθαι μὲν καὶ μέγα φρονεῖν ὡς ἐπὶ οἰκείῳ εὑρήματι. Εἴρηται γάρ, φησίν· «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου καὶ οὐκ ἐλάβετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ἰδίῳ ὀνόματι, ἐκεῖνον λήψεσθε». Καὶ διὰ τὸ εἰρῆσθαι· «Μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος», δῆλόν ἐστι, φασίν, ὅτι ἕν ἐστιν ὄνομα. Οὐ γὰρ εἴρηται ὅτι εἰς τὰ ὀνόματα, ἀλλ᾽ εἰς τὸ ὄνομα.
Ταῦτα ἐρυθριῶν ἔγραφον ὑμῖν, ὅτι ἀφ᾽ αἵματος ἡμετέρου εἰσὶν οἱ τούτοις ἔνοχοι, καὶ καταστενάζων τῆς ἐμαυτοῦ ψυχῆς, ὅτι ἀναγκάζομαι, ὥσπερ οἱ πρὸς δύο πυκτεύοντες, τὰς ἐφ᾽ ἑκάτερα τοῦ λόγου παρατροπὰς κρούων τοῖς ἐλέγχοις καὶ καταβάλλων, τὴν προσήκουσαν ἰσχὺν ἀποδιδόναι τῇ ἀληθείᾳ. Ἐντεῦθεν γὰρ ἡμᾶς ὁ Ἀνόμοιος σπαράσσει, ἑτέρωθεν δέ, ὡς ἔοικεν, ὁ Σαβέλλιος.
Ἀλλ᾽ ὑμᾶς παρακαλῶ τοῖς βδελυροῖς τούτοις καὶ μηδένα παρατρέψαι δυναμένοις σοφίσμασι μὴ προσέχειν τὸν νοῦν· εἰδέναι δὲ ὅτι ἐστὶ τὸ ὄνομα τοῦ Χριστοῦ, τὸ ὑπὲρ πᾶν ὄνομα, αὐτὸ τὸ καλεῖσθαι αὐτὸν Υἱὸν τοῦ Θεοῦ, καὶ κατὰ τὸν Πέτρου λόγον «Οὐδέ ἐστιν ἕτερον ὄνομα ὑπὸ τὸν οὐρανόν, τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς». Πρὸς δὲ τὸ ὅτι «Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου», ἐκεῖνο εἰδέναι χρὴ ὅτι ἀρχὴν ἑαυτοῦ καὶ αἰτίαν ἐπιγραφόμενος τὸν Πατέρα ταῦτα λέγει. Εἰ δὲ εἴρηται· «Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος», οὐ παρὰ τοῦτο χρὴ νομίζειν ἓν ἡμῖν ὄνομα παραδεδόσθαι.
Ὡς γὰρ ὁ εἰπὼν Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τρία μὲν εἶπεν ὀνόματα, συνέδησε δὲ αὐτὰ ἀλλήλοις διὰ τῆς συλλαβῆς· οὕτως ὁ εἰπὼν «ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος», τρία εἰπὼν συνέπλεξεν αὐτὰ τῷ συνδέσμῳ, ἑκάστῳ ὀνόματι ἴδιον ὑποβεβλῆσθαι τὸ σημαινόμενον ἐκδιδάσκων, διότι πραγμάτων ἐστὶ σημαντικὰ τὰ ὀνόματα. Τὰ δὲ πράγματα ἰδιάζουσαν καὶ αὐτοτελῆ τὴν ὕπαρξιν ἔχειν οὐδεὶς τῶν καὶ μικρὸν μετεχόντων τοῦ φρονεῖν ἀμφιβάλλει. Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος φύσις μὲν ἡ αὐτὴ καὶ θεότης μία, ὀνόματα δὲ διάφορα περιωρισμένας καὶ ἀπηρτισμένας τὰς ἐννοίας ἡμῖν παριστῶντα.
Ἀμήχανον γάρ, μὴ ἐν τοῖς ἑκάστου ἰδιώμασι τὴν διάνοιαν γενομένην ἀσύγχυτον, δυνηθῆναι Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι τὴν δοξολογίαν ἀποπληρῶσαι. Ἐὰν μὲν οὖν ἀρνῶνται μὴ λέγειν ταῦτα μηδὲ διδάσκειν οὕτω, κατώρθωται ἡμῖν τὰ σπουδαζόμενα. Καίτοι χαλεπὴν αὐτοῖς οὖσαν ὁρῶ τὴν ἄρνησιν, διὰ τὸ πολλοὺς ἔχειν τῶν λόγων τούτων τοὺς μάρτυρας. Πλὴν ἀλλ᾽ οὐ σκοποῦμεν τὰ παρελθόντα, τὰ παρόντα μόνον ὑγιαινέτωσαν. Ἐὰν δὲ τοῖς αὐτοῖς ἐπιμένωσιν, ἀνάγκη καὶ πρὸς ἄλλας Ἐκκλησίας ἐκβοῆσαι ἡμᾶς τὴν καθ᾽ ὑμᾶς συμφορὰν καὶ ποιῆσαι παρὰ πλειόνων ἐπισκόπων γράμματα ὑμῖν ἀφικέσθαι, τὸ μέγεθος τοῦτο τῆς ὑποκατασκευαζομένης ἀσεβείας καταρρηγνύντα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.