Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Εκκλήσεις προς τους Επισκόπους της Δύσεως εν μέσω Διωγμών

Περιγραφή των δεινών της Ανατολικής Εκκλησίας από τους Αρειανούς και αγωνιώδεις παρακλήσεις για αποστολή βοηθείας από τη Δύση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 31 από 40

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Ἐγὼ καὶ διὰ τοῦ βικαρίου τῆς Θρᾴκης ἐπέστειλα τῇ θεοσεβείᾳ σου, καὶ διά τινος πραιποσίτου τῶν κατὰ Φιλιππούπολιν θησαυρῶν ἐκ τῆς ἡμετέρας ἐπὶ τὴν Θρᾴκην διαβαίνοντος ἔγραψα ἑτέρας ἐπιστολάς, καὶ παρεκάλεσα αὐτὸν ἀνελέσθαι, ὅταν ἀπαίρῃ. Ἀλλ᾽ οὔτε ὁ βικάριος ὑπεδέξατο ἡμῶν τὰ γράμματα. Περιοδευόντων γὰρ ἡμῶν τὴν παροικίαν, ἐπιστὰς τῇ πόλει ἑσπέρας, ὄρθρου βαθέος πάλιν ἀπήλασεν, ὥστε τοὺς οἰκονόμους λαθεῖν τῆς ἐκκλησίας τὴν τοῦ ἀνδρὸς ἐπιδημίαν καὶ οὕτω μεῖναι παρ᾽ ἡμῖν τὰ γράμματα.

Ὁ δὲ πραιπόσιτος, τάχα ἀβουλήτου τινὸς αὐτὸν περιστάσεως κατασχούσης, ἐξώρμησε μήτε τὰς ἐπιστολὰς ἀνελόμενος μήτε ἡμᾶς θεασάμενος. Ἄλλου δὲ οὐδενὸς ἦν ἐπιτυχεῖν· ὅθεν ἐμείναμεν λυπούμενοι, ὅτι μήτε ἐπιστέλλειν ἡμῖν ἔξεστι μήτε δέχεσθαι παρὰ τῆς σῆς θεοσεβείας γράμματα. Καίτοι ἐβουλόμην, εἴ μοι ἦν δυνατόν, τὰ ἐφ᾽ ἑκάστης ἡμέρας συμπίπτοντα ἡμῖν διαγγέλλειν σοι. Οὕτω γὰρ πολλὰ καὶ παράδοξά ἐστι τὰ πράγματα, ὥστε ἱστορίας ἐφημερίδος χρῄζειν, ἣν καὶ συνέταξα, εὖ ἴσθι, εἰ μὴ τῇ συνεχείᾳ τῶν προσπιπτόντων τοὺς λογισμοὺς εἶχον τῶν προκειμένων ἐκκρουομένους.

Ἐπεδήμησεν ἡμῖν βικάριος, τὸ πρῶτον καὶ μέγιστον τῶν ἡμετέρων κακῶν· ἄνθρωπος, εἰ μὲν καὶ αἱρετικὸς τὸ φρόνημα οὐκ ἐπίσταμαι (οἶμαι γὰρ αὐτὸν παντὸς ἄπειρον εἶναι λόγου καὶ μηδὲ ἔχειν τινὰ σπουδὴν μηδὲ μελέτην περὶ τὰ τοιαῦτα· ἐν ἄλλοις γὰρ αὐτὸν ὁρῶ τῇ ψυχῇ καὶ τῇ σαρκὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἐνασχολούμενον), πλὴν ἀλλὰ φιλαιρετικὸς καὶ οὐ πλέον ἐκείνους φιλῶν ἢ πρὸς ἡμᾶς ἀπεχθῶς ἔχων. Συνεκρότησε μὲν γὰρ σύνοδον ἀθετούντων ἐν μέσῳ τῷ χειμῶνι ἐπὶ τῆς Γαλατίας· καὶ ἐξέβαλε μὲν τὸν Ὕψιν, ἀντικατέστησε δὲ τὸν Ἐκδίκιον. Ἀγώγιμον δὲ προσέταξε γενέσθαι τὸν ἀδελφὸν τὸν ἐμὸν ὑπὸ ἑνὸς ἀνθρώπου καὶ τούτου ἀσήμου, αἰτιαθέντα. Εἶτα μικρὸν ἀσχοληθεὶς περὶ τὸ στρατόπεδον πάλιν ἡμῖν ἐπῆλθε θυμοῦ καὶ φόνου πνέων, καὶ πάντας μὲν μιᾷ φωνῇ τοὺς ἱερατικοὺς τῆς ἐν Καισαρείᾳ Ἐκκλησίας παρέδωκε τῇ Βουλῇ. Ἐν δὲ Σεβαστείᾳ ἐκαθέσθη πολλὰς ἡμέρας φυλοκρινῶν, καὶ τοὺς μὲν ἡμῖν κοινωνοῦντας βουλευτὰς ὀνομάζων καὶ καταδικάζων τῇ ὑπηρεσίᾳ τῶν δημοσίων, τοὺς δὲ τῷ Εὐσταθίῳ προσκειμένους ταῖς μεγίσταις τιμαῖς περιέπων. Πάλιν σύνοδον περὶ Νύσσαν Γαλατῶν καὶ Ποντικῶν συγκροτηθῆναι προσέταξεν.

Οἱ δὲ ὑπήκουσαν καὶ συνδραμόντες ἔπεμψάν τινα ταῖς Ἐκκλησίαις, ὃν οὐκ ἂν ἑλοίμην ἐγὼ εἰπεῖν ὁποῖος, εἰκάζειν δὲ ἔξεστι τῇ σῇ φρονήσει ποταπὸν εἰκὸς εἶναι τὸν τοιαύταις προαιρέσεσιν ἀνθρώπων ὑπηρετούμενον. Καὶ νῦν ὅτε ταῦτα ἐπέστελλον, τὸ αὐτὸ τοῦτο σύνταγμα ἐπὶ τὴν Σεβάστειαν ὥρμησε, τῷ τε Εὐσταθίῳ συναφθῆναι καὶ μετ᾽ αὐτοῦ τὰ τῶν Νικοπολιτῶν καταστρέψασθαι· ὁ γὰρ μακάριος Θεόδοτος κεκοίμηται. Καὶ τέως μὲν τὰς πρώτας τοῦ βικαρίου προσβολὰς γενναίως καὶ καρτερῶς ἀπεκρούσαντο.

Πείθειν γὰρ αὐτοὺς ἐπειρᾶτο δέξασθαι τὸν Εὐστάθιον καὶ δι᾽ αὐτοῦ λαβεῖν τὸν ἐπίσκοπον. Ὡς δὲ εἶδεν αὐτοὺς ἑκόντας οὐκ ἐνδιδόντας, νῦν πειρᾶται βιαιοτέρᾳ χειρὶ ἐγκαταστῆσαι τὸν διδόμενον. Ὑποθρυλεῖται δέ τις καὶ συνόδου προσδοκία, καθ᾽ ἣν προαιροῦνται καλέσαντες ἡμᾶς ἢ λαβεῖν κοινωνοὺς ἢ χρήσασθαι τῇ συνηθείᾳ. Τὰ μὲν οὖν τῶν Ἐκκλησιῶν τοιαῦτα. Ἐγὼ δὲ αὐτὸς ὅπως διάκειμαι κατὰ τὸ σῶμα σιωπᾶν ἡγοῦμαι βέλτιον εἶναι ἢ γράφειν, διότι τὰ μὲν ἀληθῆ λέγων λυπήσω, ψεύσασθαι δὲ οὐκ ἀνέχομαι.

ΝΙΚΟΠΟΛΙΤΑΙΣ ΠΡΕΣΒΥΤΕΡΟΙΣ Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, καὶ οὐδὲν ἔσχον καινότερον τῶν ἐγνωσμένων ἤδη παρ᾽ αὐτῶν διδαχθῆναι. Καὶ γὰρ ἔφθασεν ἡ φήμη εἰς πᾶσαν τὴν περιοικίδα, τοῦ παρ᾽ ὑμῖν καταπεσόντος τὴν αἰσχύνην περιαγγέλλουσα, ὃς ἐπιθυμίᾳ δόξης κενῆς τὴν αἰσχίστην ἑαυτῷ συνήγαγεν ἀτιμίαν καὶ εὑρέθη τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν διὰ τὴν φιλαυτίαν ἐκπεσών, αὐτὸ δὲ τὸ δύστηνον δοξάριον, οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ, οὐκ ἔχων διὰ τὸ δίκαιον μῖσος τῶν φοβουμένων τὸν Κύριον. Ἀλλὰ ἐκεῖνος μὲν τοῦ παντὸς ἑαυτοῦ βίου ἐναργέστατον ἐξήνεγκε δεῖγμα ἐκ τῆς νῦν προαιρέσεως, ὅτι οὐδέποτε ἔζη ἐπ᾽ ἐλπίδι τῶν ἀποκειμένων ἡμῖν ἐπαγγελιῶν παρὰ τοῦ Κυρίου· ἀλλὰ εἴ τι αὐτῷ ἐπραγματεύετο τῶν ἀνθρωπίνων καὶ ῥήματα πίστεως καὶ πλάσμα εὐλαβείας, πάντα πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην ἐπετηδεύετο. Ὑμᾶς δὲ τί καταπονεῖ τὸ συμβάν; Τί χείρους ἑαυτῶν γεγόνατε παρὰ τοῦτο; Ἔλειψεν εἷς ἐκ τοῦ πληρώματος ὑμῶν· εἰ δὲ καὶ συναπῆλθέ που ἄλλος εἷς ἢ δεύτερος, ἐλεεινοὶ τοῦ πτώματος οὗτοι, ὑμῶν δὲ τὸ σῶμα ὁλόκληρόν ἐστι τῇ τοῦ Θεοῦ χάριτι. Καὶ γὰρ καὶ τὸ ἀχρειωθὲν ἀπερρύη καὶ οὐκ ἐκολοβώθη τὸ μένον. Εἰ δὲ ἀνιᾷ ὑμᾶς ὅτι τῶν τοίχων ἐξεβλήθητε, ἀλλ᾽ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεσθε καὶ ὁ ἄγγελος ὁ τῆς Ἐκκλησίας ἔφορος συναπῆλθεν ὑμῖν.

Ὥστε κενοῖς τοῖς οἴκοις ἐγκατακλίνονται καθ᾽ ἑκάστην ἡμέραν, ἐκ τῆς διασπορᾶς τοῦ λαοῦ βαρὺ ἑαυτοῖς τὸ κρίμα κατασκευάζοντες. Εἰ δέ τις καὶ κόπος ἐστὶν ἐν τῷ πράγματι, πέπεισμαι τῷ Κυρίῳ μὴ εἰς κενὸν ὑμῖν ἀποβήσεσθαι τοῦτο. Ὥστε ὅσῳ ἂν ἐν πλείοσι πειρατηρίοις γένησθε, τοσούτῳ πολυτελέστερον τὸν παρὰ τοῦ δικαίου Κριτοῦ μισθὸν ἀναμένετε. Μήτε οὖν δυσφορεῖτε τοῖς παροῦσι μήτε ἀποκάμνετε τῇ ἐλπίδι. Ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ἥξει πρὸς ὑμᾶς ὁ ἀντιλαμβανόμενος ὑμῶν καὶ οὐ χρονιεῖ.

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Ἔδωκεν ὁ Κύριος ἡμῖν καὶ νῦν διὰ τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Ἀντιόχου τοῦ συμπρεσβυτέρου προσφθέγξασθαί σου τὴν ὁσιότητα, καὶ σὲ μὲν παρακαλέσαι τὰ συνήθη ποιεῖν, προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἑαυτοῖς δὲ εὑρεῖν τινα τῆς μακρᾶς ἀπολείψεως παραμυθίαν ἐκ τῆς διὰ τοῦ γράμματος ὁμιλίας. Προσευχόμενος δὲ τοῦτο πρῶτον καὶ μέγιστον, παρακαλοῦμεν, αἴτει παρὰ τοῦ Κυρίου, ῥυσθῆναι ἡμᾶς ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οἳ τοσοῦτον κατεκράτησαν τῶν λαῶν ὥστε οὐδὲν ἕτερον νῦν ἢ τὰ τῆς Ἰουδαϊκῆς ἁλώσεως ἡμᾶς ἐνεικονίζεσθαι πράγματα.

Ὅσῳ γὰρ ἐπὶ τὸ ἀσθενέστερον ὑπορρέουσιν αἱ Ἐκκλησίαι, τοσούτῳ ἐπακμάζουσι τῶν ἀνθρώπων αἱ φιλαρχίαι. Καὶ εἰς δυστήνους ἀνθρώπους οἰκοτρίβων οἰκότριβας περιέστη νῦν τὸ τῆς ἐπισκοπῆς ὄνομα, οὐδενὸς αἱρουμένου ἀντεισάγειν ἑαυτὸν τῶν δούλων τοῦ Θεοῦ ἢ τῶν ἀπεγνωσμένων, ὁποῖοί εἰσιν οἱ νῦν ἐπιπεμφθέντες παρ᾽ Ἀνυσίου τοῦ θρέμματος Εὐιππίου καὶ Ἐκδικίου τοῦ Παρνασσηνοῦ, ὃν κακὸν ἑαυτῷ τῆς μελλούσης ζωῆς ἐφόδιον ἐναφῆκε ταῖς Ἐκκλησίαις ὁ καταστήσας. Οὗτοι νῦν ἐξήλασαν μὲν τῆς Νύσσης τὸν ἀδελφὸν τὸν ἐμὸν καὶ ἀντεισήγαγον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον, ὀλίγων ὀβολῶν ἄξιον, τὴν δὲ τῆς πίστεως διαφθορὰν ἐφάμιλλον τοῖς καταστήσασι. Δοάροις δὲ τῇ κώμῃ φθορὸν ἄνθρωπον, ὀρφανῶν οἰκέτην, ἀποδράντα μὲν τοὺς ἑαυτοῦ δεσπότας, διὰ δὲ κολακείας ἀθέου γυναίου, ἣ πρότερον μὲν Γεωργίῳ ἐκέχρητο πρὸς τὸ ἴδιον θέλημα, νῦν δὲ τοῦτον ἔσχε διάδοχον ἐκείνου, ἔπεμψαν τὸ ἐλεεινὸν τῆς ἐπισκοπῆς καθυβρίζοντες ὄνομα. Τὰ δὲ Νικοπολιτῶν τίς ἂν πρὸς ἀξίαν ὀδύραιτο, τοῦ ἀθλίου Φρόντωνος πρότερον μὲν δῆθεν τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν σχηματιζομένου, τελευταῖον δὲ αἰσχρῶς προδόντος καὶ τὴν πίστιν καὶ ἑαυτὸν καὶ μισθὸν τῆς προδοσίας λαβόντος ὄνομα ἀτιμίας;

Ἐδέξατο μὲν γὰρ παρ᾽ αὐτῶν ἐπισκοπῆς ἀξίωμα, ὡς οἴεται, γέγονε δὲ τῇ τοῦ Θεοῦ χάριτι κοινὸν βδέλυγμα πάσης τῆς Ἀρμενίας. Πλὴν ὅτι οὔτε αὐτοῖς ἀτόλμητόν τι οὔτε ἀποροῦσι τῶν ἀξίων αὐτοῖς συνεργῶν. Τὰ δὲ λοιπὰ τῆς Συρίας ἄμεινον ἡμῶν καὶ οἶδε καὶ διηγήσεται ὁ ἀδελφὸς Ἀντίοχος.

Τοῖς δὲ ἐκ τῆς Δύσεως αὐτὸς προενέτυχες διηγησαμένου πάντα τοῦ ἀδελφοῦ Δωροθέου, ᾧ ποταπὰς χρὴ δοῦναι πάλιν ἐπιστολὰς ἀπιόντι; Ἴσως γὰρ κοινωνήσει τῆς ὁδοῦ τῷ καλῷ Σαγκτησίμῳ, πολλὴν ἔχοντι σπουδὴν καὶ περιιόντι τὴν Ἀνατολὴν καὶ παρ᾽ ἑκάστου τῶν ἐπισήμων ὑπογραφὰς καὶ ἐπιστολὰς κομιζομένῳ. Τίνα οὖν δεῖ ἐπιστεῖλαι δι᾽ αὐτῶν ἢ τοῖς ἐπιστέλλουσι πῶς συνθέσθαι αὐτὸς μὲν ἀπορῶ· ἐὰν δὲ εὕρῃς ἐν τάχει τοὺς πρὸς ἡμᾶς ἀφικνουμένους, καταξίωσον ἡμῖν γνωρίσαι. Ἐμοὶ μὲν γὰρ τὸ τοῦ Διομήδους ἐπέρχεται λέγειν· «Μὴ ὄφελες λίσσεσθαι, διότι, φησίν, ἀγήνωρ ἐστὶν ὁ ἀνήρ.» Τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερήφανα ἤθη ἑαυτῶν ὑπεροπτικώτερα γίνεσθαι πέφυκε. Καὶ γὰρ ἐὰν μὲν ἱλασθῇ ὁ Κύριος ἡμῖν, ποίας ἑτέρας προσθήκης δεόμεθα; Ἐὰν δὲ ἐπιμείνῃ ἡ ὀργὴ τοῦ Θεοῦ, ποία βοήθεια ἡμῖν τῆς Δυτικῆς ὀφρύος; Οἳ τὸ ἀληθὲς οὔτε ἴσασιν οὔτε μαθεῖν ἀνέχονται, ψευδέσι δὲ ὑπονοίαις προειλημμένοι ἐκεῖνα ποιοῦσι νῦν ἃ πρότερον ἐπὶ Μαρκέλλῳ· πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλλοντας φιλονεικήσαντες, τὴν δὲ αἵρεσιν δι᾽ ἑαυτῶν βεβαιώσαντες.

Ἐγὼ μὲν γὰρ αὐτός, ἄνευ τοῦ κοινοῦ σχήματος, ἐβουλόμην αὐτῶν ἐπιστεῖλαι τῷ κορυφαίῳ· περὶ μὲν τῶν ἐκκλησιαστικῶν οὐδέν, εἰ μὴ ὅσον παραινίξασθαι ὅτι οὔτε ἴσασι τῶν παρ᾽ ἡμῖν τὴν ἀλήθειαν οὔτε τὴν ὁδὸν δι᾽ ἧς ἂν μανθάνοιεν καταδέχονται, καθόλου δὲ περὶ τοῦ μὴ δεῖν τοῖς ὑπὸ τῶν πειρασμῶν ταπεινωθεῖσιν ἐπιτίθεσθαι μηδὲ ἀξίωμα κρίνειν ὑπερηφανίαν, ἁμάρτημα καὶ μόνον ἀρκοῦν ἔχθραν ποιῆσαι εἰς Θεόν.

ΝΙΚΟΠΟΛΙΤΑΙΣ ΠΡΕΣΒΥΤΕΡΟΙΣ Καὶ ἐπιστείλαντες ἡμῖν καλῶς ἐποιήσατε καὶ διὰ τοιούτου ἀνδρὸς ἐπιστείλαντες, ὃς καὶ ἄνευ γραμμάτων ἐξήρκεσεν ἂν ἡμῖν τήν τε ἐπὶ ταῖς φροντίσι παραμυθίαν ἱκανὴν παρασχεῖν καὶ διδασκαλίαν ἀκριβῆ τῶν πραγμάτων ποιήσασθαι. Πολλὰ γὰρ ἦν ἃ ἐπεζητοῦμεν παρὰ τοῦ σαφέστατα ἐπισταμένου μαθεῖν, διὰ τὸ τὰς φήμας πεπλανημένως πρὸς ἡμᾶς διαβαίνειν, ἃ πάντα εὐσταθῶς καὶ ἐμπείρως διηγήσατο ἡμῖν ὁ ποθεινότατος καὶ τιμιώτατος ἀδελφὸς ἡμῶν Θεοδόσιος ὁ συμπρεσβύτερος. Ἃ τοίνυν ἑαυτοῖς συμβουλεύομεν, ταῦτα καὶ πρὸς τὴν ὑμετέραν εὐλάβειαν γράφομεν· ὅτι πολλοῖς συνέβη ταῦτα ἃ καὶ ὑμῖν, καὶ οὐ κατὰ τὸν παρόντα καιρὸν μόνον, ἀλλὰ καὶ ἐν τῷ παρελθόντι χρόνῳ μυρία τῶν τοιούτων τὰ ὑποδείγματα· τὰ μὲν ἐγγράφως αἱ ἱστορίαι καταλελοίπασι, τὰ δὲ τῇ ἀγράφῳ μνήμῃ παρὰ τῶν εἰδότων διεδεξάμεθα, ὅτι καὶ κατὰ ἄνδρα ἕκαστον καὶ κατὰ πόλεις πειρασμοὶ περιέσχον ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου τοὺς εἰς αὐτὸν ἠλπικότας. Ἀλλ᾽ ὅμως παρῆλθε πάντα καὶ οὐδὲν τῶν σκυθρωπῶν ἀθάνατον ἔσχε τὸ λυπηρόν. Ὡς αἱ χάλαζαι καὶ οἱ χείμαρροι καὶ ὅσα τῶν κακῶν αὐτοσχέδια τὰ μὲν μαλακὰ ῥᾳδίως ἔβλαψε καὶ διελυμήνατο, τοῖς δὲ ἀντιτύποις περιτυχόντα ἔπαθέ τι μᾶλλον ἢ ἔδρασεν· οὕτω καὶ οἱ λάβροι κατὰ τῆς Ἐκκλησίας πειρασμοὶ κινηθέντες ἀσθενέστεροι τοῦ στερεώματος τῆς εἰς Χριστὸν πίστεως διεδείχθησαν.

Ὡς οὖν παρῆλθε τῆς χαλάζης τὸ νέφος καὶ παρερρύη τὴν χαράδραν ὁ χείμαρρος (τὸ μὲν γὰρ εἰς αἰθρίαν διελύθη, ὁ δὲ ἐνηφανίσθη τῷ βυθῷ ξηρὰν καὶ ἄνικμον τὴν ὁδὸν δι᾽ ἧς ἐρρύη καταλιπών)· οὕτω καὶ τὰ νῦν ἡμᾶς χειμάζοντα μικρὸν ὕστερον οὐκ ἔσται.

Μόνον ἐὰν καταδεξώμεθα μὴ τὸ παρὸν ὁρᾶν, ἀλλὰ τοῖς μικρὸν πορρωτέρω ταῖς ἐλπίσιν ἐνατενίζειν. Εἴτε οὖν βαρὺς ὁ πειρασμός, ἀδελφοί, ὑπομείνωμεν τὰ ἐπίπονα. Οὐδεὶς γὰρ μὴ πληγεὶς ἐν ἀγῶσι μηδὲ κονισάμενος στεφανοῦται. Εἴτε κοῦφα ταῦτα τοῦ διαβόλου τὰ παίγνια καὶ οἱ ἐπιπεμφθέντες ἡμῖν ὀχληροὶ μέν, διότι τοιούτου εἰσὶν ὑπηρέται, εὐκαταφρόνητοι δέ, ὅτι τῇ πονηρίᾳ αὐτῶν ὁ Θεὸς ἀδυναμίαν συνῆψε, φυλαξώμεθα τὴν κατάγνωσιν ὡς ἐπὶ μικροῖς παθήμασι μεγάλα ὀδυρόμενοι. Ἓν γάρ ἐστιν ὀδύνης ἄξιον, ἡ αὐτοῦ ἐκείνου ἀπώλεια τοῦ, τῆς προσκαίρου ἕνεκεν δόξης (εἴπερ οὖν δόξαν χρὴ λέγειν τὸ δημοσίᾳ ἀσχημονεῖν), τῆς αἰωνίας τῶν δικαίων τιμῆς ἑαυτὸν ἀποστερήσαντος. Τέκνα ὁμολογητῶν καὶ τέκνα μαρτύρων ἐστὲ τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν. Τοῖς οἰκείοις ἕκαστος χρησάσθω ὑποδείγμασι πρὸς τὴν ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν. Οὐδεὶς ὑμῶν πληγαῖς κατεξάνθη, οὐδενὸς οἶκος ἐδημεύθη· οὐ τὴν ὑπερορίαν ᾠκήσαμεν, οὐ δεσμωτήριον ἐγνωρίσαμεν. Τί πεπόνθαμεν δεινόν; Εἰ μὴ τάχα τοῦτο λυπηρὸν ὅτι μηδὲν πεπόνθαμεν μηδὲ ἐνομίσθημεν ἄξιοι τῶν ὑπὲρ Χριστοῦ παθημάτων.

Εἰ δὲ ὅτι ὁ δεῖνα τὸν οἶκον κατέχει τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν τῷ ὑπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, τοῦτο ὑμᾶς ἀνιᾷ, ἐνθυμήθητε ὅτι οἱ μὲν ἕνδεκα μαθηταὶ ἐν τῷ ὑπερῴῳ ἦσαν ἀποκεκλεισμένοι, οἱ δὲ σταυρώσαντες τὸν Κύριον ἐν τῷ περιβοήτῳ ναῷ τὴν Ἰουδαϊκὴν λατρείαν ἐπλήρουν.

Ἰούδας γὰρ τὸν δι᾽ ἀγχόνης θάνατον τοῦ μετ᾽ αἰσχύνης ζῆν προτιμήσας ἔδειξε τάχα τῶν νῦν ἀπερυθριασάντων πρὸς πᾶσαν ἀνθρώπων κατάγνωσιν καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων ἑαυτὸν αἱρετώτερον.

Μόνον μὴ ἐξαπατηθῆτε ταῖς ψευδολογίαις αὐτῶν ἐπαγγελλομένων ὀρθότητα πίστεως. Χριστέμποροι γὰρ οἱ τοιοῦτοι καὶ οὐ χριστιανοί, τὸ ἀεὶ αὐτοῖς κατὰ τὸν βίον τοῦτον λυσιτελοῦν τοῦ κατ᾽ ἀλήθειαν ζῆν προτιμῶντες. Ὅτε ἐνόμισαν κτᾶσθαι τὴν κενὴν ταύτην ἀρχήν, προσέθεντο τοῖς ἐχθροῖς τοῦ Χριστοῦ· ὅτε εἶδον τοὺς λαοὺς ἀγριαίνοντας, σχηματίζονται πάλιν τὴν ὀρθότητα. Οὐκ οἶδα ἐπίσκοπον μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον.

Αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. Ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθ᾽ ἡμῶν μερίδα, ταὐτὰ ἡμῖν φρονήσετε δηλονότι· εἰ δὲ ἐφ᾽ ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἕκαστός ἐστι κύριος, ἡμεῖς ἀθῷοι ἀπὸ τοῦ αἵματος τούτου. Ταῦτα δὲ ἔγραψα οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τό τινων ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ γνώμην, ὡς μὴ προσληφθῆναί τινας εἰς κοινωνίαν μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης, βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι. Πάντα τὸν κλῆρον τόν τε κατὰ τὴν πόλιν καὶ τὸν ἐπὶ τῆς παροικίας, μετὰ παντὸς τοῦ λαοῦ τοῦ φοβουμένου τὸν Κύριον, ἀσπαζόμεθα διὰ σοῦ.

ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Οὐχ ὥστε πλείους ποιῆσαι τὰς ἀθυμίας, τῶν δυσχερῶν πολλάκις ἐν τοῖς πρὸς τὴν τιμιότητά σου γράμμασιν οὐ φειδόμεθα, ἀλλ᾽ ὥστε ἑαυτοῖς τέ τινα παραμυθίαν δοῦναι διὰ τῶν στεναγμῶν, οἳ πεφύκασί πως τὸ ἐν τῷ βάθει ἀλγεινὸν διαφορεῖν, ὅταν γίνωνται, καὶ τὴν σὴν μεγαλόνοιαν πρὸς ἐκτενεστέραν τὴν ὑπὲρ τῶν Ἐκκλησιῶν εὐχὴν παρορμῆσαι.

Ἐπεὶ καὶ Μωσῆς ηὔχετο μὲν ἀεὶ ὑπὲρ τοῦ λαοῦ δηλονότι, ὅτε μέντοι πρὸς τὸν Ἀμαλὴκ ἀγὼν αὐτῷ συνειστήκει, οὐ καθῆκε τὰς χεῖρας ἐξ ἕω μέχρις ἑσπέρας, ἀλλ᾽ ἡ ἔκτασις τῶν χειρῶν τοῦ ἁγίου τῷ τέλει τῆς μάχης συναπηρτίζετο.

ΤΟΙΣ ΔΥΤΙΚΟΙΣ Θεοῦ τοῦ ἁγίου τὴν ἐκ πάσης θλίψεως διέξοδον τοῖς ἐλπίζουσιν ἐπ᾽ αὐτὸν ὑποσχομένου, εἰ καὶ ἐν μέσῳ πελάγει κακῶν ἀπελήφθημεν καὶ τρικυμίαις ταῖς παρὰ τῶν πνευμάτων τῆς πονηρίας ἐγειρομέναις ἡμῖν βασανιζόμεθα, ὅμως ἀντέχομεν ἐν τῷ ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ καὶ οὐ παρελύσαμεν τὸν τόνον τῆς ὑπὲρ τῶν Ἐκκλησιῶν σπουδῆς, οὐδὲ ὥσπερ ἐν χειμῶνι τοῦ κλύδωνος ὑπερέχοντος ἀπογνόντες τῆς σωτηρίας τὴν διάλυσιν ἀναμένομεν, ἀλλ᾽ ἔτι ἐχόμεθα τῆς ἐνδεχομένης ἡμῖν σπουδῆς, εἰδότες ὅτι καὶ ὁ καταποθεὶς ὑπὸ τοῦ κήτους, διὰ τὸ μὴ ἀπογνῶναι ἑαυτοῦ, ἀλλὰ βοῆσαι πρὸς Κύριον, τῆς σωτηρίας κατηξιώθη. Οὕτω δὴ καὶ αὐτοὶ πρὸς ἔσχατον ἥκοντες τῶν κακῶν τῆς εἰς Θεὸν ἐλπίδος οὐκ ἀφιέμεθα, ἀλλὰ πανταχόθεν αὐτοῦ περισκοπούμεθα τὴν βοήθειαν. Ὅθεν καὶ πρὸς ὑμᾶς ἀπεβλέψαμεν νῦν, τιμιώτατοι ἡμῖν ἀδελφοί, οὓς πολλάκις μὲν ἐν καιρῷ τῶν θλίψεων ἐπιφανήσεσθαι ἡμῖν προσεδοκήσαμεν· ἀποπεσόντες δὲ τῆς ἐλπίδος εἴπομεν πρὸς ἑαυτοὺς καὶ ἡμεῖς ὅτι «Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρχεν, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον». Τοιαῦτα γὰρ ἡμῶν τὰ παθήματα ὡς καὶ τῶν περάτων ἐφικέσθαι τῆς καθ᾽ ἡμᾶς οἰκουμένης, καί, εἴπερ πάσχοντος μέλους ἑνὸς συμπάσχει πάντα τὰ μέλη, ἔπρεπε δήπου καὶ ἡμῖν ἐν πολλῷ χρόνῳ πεπονηκόσι συνδιατεθῆναι τὴν εὐσπλαγχνίαν ὑμῶν.

Οὐ γὰρ ἡ τῶν τόπων ἐγγύτης, ἀλλ᾽ ἡ κατὰ πνεῦμα συνάφεια ἐμποιεῖν πέφυκε τὴν οἰκείωσιν ἣν ἡμῖν εἶναι πρὸς τὴν ἀγάπην ὑμῶν πεπιστεύκαμεν.

Τί δήποτε οὖν οὐ γράμμα παρακλήσεως, οὐκ ἀδελφῶν ἐπίσκεψις, οὐκ ἄλλο τι τῶν ὀφειλομένων ἡμῖν παρὰ τοῦ θεσμοῦ τῆς ἀγάπης γεγένηται; Τρισκαιδέκατον γὰρ ἔτος ἐστὶν ἀφ᾽ οὗ ὁ αἱρετικὸς ἡμῖν πόλεμος ἐπανέστη, ἐν ᾧ πλείους γεγόνασι ταῖς Ἐκκλησίαις αἱ θλίψεις τῶν μνημονευομένων ἀφ᾽ οὗ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ καταγγέλλεται.

Ὧν τὰ καθ᾽ ἕκαστον διηγεῖσθαι ὑμῖν παραιτούμεθα, μή ποτε τὸ τοῦ λόγου ἡμῶν ἀσθενὲς τὴν ἐνάργειαν τῶν κακῶν ὑπεκλύσῃ· καὶ ἅμα οὐδὲ ἡγούμεθα ὑμᾶς διδασκαλίας προσδεῖσθαι τὴν ἀλήθειαν τῶν πραγμάτων πάλαι τῇ φήμῃ δεδιδαγμένους.

Κεφάλαιον δὲ τοῦ κακοῦ· οἱ λαοὶ τοὺς τῶν προσευχῶν καταλιπόντες οἴκους ἐν ταῖς ἐρήμοις συνάγονται. Θέαμα ἐλεεινόν· γυναῖκες καὶ παιδία καὶ γέροντες καὶ οἱ ἄλλως ἀσθενεῖς ἐν ὄμβροις λαβροτάτοις καὶ νιφετοῖς καὶ ἀνέμοις καὶ παγετῷ τοῦ χειμῶνος, ὁμοίως δὲ καὶ ἐν θέρει ὑπὸ τὴν φλόγα τὴν τοῦ ἡλίου, ἐν τῷ ὑπαίθρῳ ταλαιπωροῦντες.

Καὶ ταῦτα πάσχουσι διὰ τὸ τῆς πονηρᾶς ζύμης Ἀρείου γενέσθαι μὴ καταδέχεσθαι. Πῶς ἂν ὑμῖν ταῦτα λόγος ἐναργῶς παραστήσειεν, εἰ μὴ αὐτὴ ἡ πεῖρα καὶ ἡ διὰ τῶν ὀφθαλμῶν θέα κινήσειεν ὑμᾶς πρὸς συμπάθειαν; Ὥστε παρακαλοῦμεν ὑμᾶς νῦν γοῦν χεῖρα ὀρέξαι ταῖς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίαις εἰς γόνυ κλιθείσαις ἤδη, καὶ ἀποστεῖλαί τινας τοὺς τῶν μισθῶν ὑπομιμνήσκοντας τῶν ἀποκειμένων ἐπὶ τῇ ὑπομονῇ τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Οὐ γὰρ τοσοῦτον ὁ συνήθης λόγος ἐνεργεῖν πέφυκεν ὅσον ἡ ξένη φωνὴ ἐμποιεῖν τὴν παράκλησιν, καὶ ταῦτα παρὰ ἀνδρῶν γινομένη ἐπὶ τοῖς καλλίστοις τῇ τοῦ Θεοῦ χάριτι γνωριζομένων, ὁποίους ὑμᾶς ἡ φήμη πᾶσιν ἀνθρώποις περιαγγέλλει, ἀτρώτους κατὰ τὴν πίστιν διαμείναντας, ἄσυλον τὴν ἀποστολικὴν παρακαταθήκην διαφυλάξαντας. Ἀλλ᾽ οὐχὶ καὶ τὰ ἡμέτερα τοιαῦτα, ἀλλ᾽ ἔσχομέν τινας ἐπιθυμίᾳ δόξης καὶ τῇ μάλιστα καταστρεφούσῃ χριστιανῶν ψυχὰς φυσιώσει καταθαρσήσαντάς τινων καινοτομίας ῥημάτων, ὅθεν αἱ Ἐκκλησίαι, σαθρωθεῖσαι, ὥσπερ ἀγγεῖα ἀραιωθέντα τὴν αἱρετικὴν διαφθορὰν εἰσρυεῖσαν ἐδέξαντο. Ἀλλ᾽ ὑμεῖς, ὦ ἀγαπητοὶ ἡμῖν καὶ περιπόθητοι, γένεσθε τῶν μὲν τραυματιῶν ἰατροί, τῶν δὲ ὑγιαινόντων παιδοτρίβαι· τὸ μὲν νενοσηκὸς ὑγιάζοντες, τὸ δὲ ὑγιαῖνον ἀλείφοντες εἰς εὐσέβειαν.

ΠΡΟΣ ΙΤΑΛΟΥΣ ΚΑΙ ΓΑΛΛΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑΣΤΑΣΕΩΣ ΚΑΙ ΣΥΓΧΥΣΕΩΣ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ Τοῖς ὡς ἀληθῶς θεοφιλεστάτοις καὶ ποθεινοτάτοις ἀδελφοῖς καὶ ὁμοψύχοις συλλειτουργοῖς, τοῖς κατὰ τὴν Γαλλίαν καὶ Ἰταλίαν ἐπισκόποις, Βασίλειος ἐπίσκοπος Καισαρείας τῆς Καππαδοκίας. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σῶμα ἑαυτοῦ καταδεξάμενος ὀνομάσαι τὴν πᾶσαν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ τοὺς καθ᾽ ἕνα ἡμῶν ἀλλήλων ἀποδείξας μέλη, ἔδωκε καὶ ἡμῖν πᾶσι πρὸς πάντας ἔχειν οἰκείως κατὰ τὴν τῶν μελῶν συμφωνίαν. Διόπερ εἰ καὶ πλεῖστον ἀλλήλων διωρίσμεθα ταῖς οἰκήσεσιν, ἀλλὰ τῷ γε λόγῳ τῆς συναφείας ἐγγὺς ἀλλήλων ἐσμέν. Ἐπεὶ οὖν οὐ δύναται ἡ κεφαλὴ τοῖς ποσὶν εἰπεῖν· «Χρείαν ὑμῶν οὐκ ἔχω», πάντως οὐδὲ ὑμεῖς ἀνέξεσθε ἀποποιήσασθαι ἡμᾶς, ἀλλὰ τοσοῦτον συμπαθήσετε ἡμῶν ταῖς θλίψεσιν αἷς παρεδόθημεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅσον καὶ ἡμεῖς συγχαίρομεν ὑμῖν δοξαζομένοις ἐν τῇ εἰρήνῃ ᾗ ἐχαρίσατο ὑμῖν ὁ Κύριος. Ἤδη μὲν οὖν καὶ ἄλλοτε ἐπεβοησάμεθα τὴν ὑμετέραν ἀγάπην εἰς ἀντίληψιν ἡμῶν καὶ συμπάθειαν, ἀλλὰ πάντως διὰ τὸ μὴ ἀναπληρωθῆναι τὴν ἐκδίκησιν ἡμῶν οὐ συνεχωρήθητε διαναστῆναι πρὸς τὴν ἀντίληψιν.

Ἐπιζητοῦμεν γὰρ μάλιστα μὲν καὶ αὐτῷ τῷ κρατοῦντι τῆς καθ᾽ ὑμᾶς ἀρχομένης φανερὰν γενέσθαι διὰ τῆς ὑμετέρας εὐλαβείας τὴν ἡμετέραν σύγχυσιν· εἰ δὲ τοῦτο δύσκολον, ἀλλ᾽ ἐλθεῖν τινας παρ᾽ ὑμῶν εἰς ἐπίσκεψιν καὶ παραμυθίαν τῶν θλιβομένων, ἵν᾽ ὀφθαλμοῖς ὑποβάλωσι τὰ πάθη τῆς Ἀνατολῆς ἅπερ ἀκοαῖς ἀδύνατον παραδέξασθαι τῷ μηδένα λόγον εὑρίσκεσθαι ἐναργῶς παριστῶντα ὑμῖν τὰ ἡμέτερα.

Διωγμὸς κατείληφεν ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, καὶ διωγμῶν ὁ βαρύτατος. Διώκονται γὰρ ποιμένες, ἵνα διασκορπισθῶσι τὰ ποίμνια. Καὶ τὸ βαρύτατον, ὅτι οἱ μὲν κακούμενοι ἐν πληροφορίᾳ μαρτυρίου τὰ πάθη δέχονται, οἱ δὲ λαοὶ οὐκ ἐν μαρτύρων τάξει τοὺς ἀθλητὰς θεραπεύουσι διὰ τὸ Χριστιανῶν ὄνομα τοῖς διώκουσι περικεῖσθαι. Ἕν ἐστιν ἔγκλημα νῦν σφοδρῶς ἐκδικούμενον, ἡ ἀκριβὴς τήρησις τῶν πατρικῶν παραδόσεων. Διὰ τοῦτο ἀπελαύνονται μὲν τῶν πατρίδων οἱ εὐσεβεῖς, πρὸς δὲ τὰς ἐρημίας μετοικίζονται.

Οὐ πολιὰ παρὰ τοῖς κριταῖς τῆς ἀδικίας αἰδέσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐ πολιτεία κατὰ τὸ Εὐαγγέλιον ἐκ νεότητος εἰς γῆρας διανυσθεῖσα. Ἀλλὰ κακοῦργος μὲν οὐδεὶς ἄνευ ἐλέγχων καταδικάζεται, ἐπίσκοποι δὲ ὑπὸ μόνης συκοφαντίας ἑάλωσαν καὶ μηδεμιᾶς ἀποδείξεως τοῖς ἐγκλήμασιν ἐπενεχθείσης ταῖς τιμωρίαις ἐκδίδονται. Τινὲς δὲ οὔτε ἔγνωσαν κατηγόρους οὔτε εἶδον δικαστήρια οὔτε ἐσυκοφαντήθησαν τὴν ἀρχήν, ἀλλ᾽ ἀωρὶ τῶν νυκτῶν βιαίως ἀναρπασθέντες εἰς τὴν ὑπερορίαν ἐφυγαδεύθησαν ταῖς ἐκ τῆς ἐρημίας κακοπαθίαις παραδοθέντες εἰς θάνατον. Τὰ δὲ τούτοις ἑπόμενα γνώριμα παντί, κἂν ἡμεῖς σιωπήσωμεν· φυγαὶ πρεσβυτέρων, φυγαὶ διακόνων, παντὸς τοῦ κλήρου λεηλασία. Ἀνάγκη γὰρ ἢ προσκυνῆσαι τῇ εἰκόνι ἢ τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων παραδοθῆναι. Στεναγμὸς λαῶν, δάκρυον διηνεκὲς καὶ κατ᾽ οἴκους καὶ δημοσίᾳ, πάντων πρὸς ἀλλήλους ὀδυρομένων ἃ πάσχουσιν. Οὐδεὶς γὰρ οὕτω λίθινος τὴν καρδίαν ὥστε πατρὸς στερηθεὶς πράως φέρειν τὴν ὀρφανίαν.

Ἦχος θρηνούντων ἐν πόλει, ἦχος ἐν ἀγροῖς, ἐν ὁδοῖς, ἐν ἐρημίαις. Μία φωνὴ ἐλεεινὴ πάντων τὰ σκυθρωπὰ φθεγγομένων. Ἐξῆρται χαρὰ καὶ εὐφροσύνη πνευματική. Εἰς πένθος ἐστράφησαν ἡμῶν αἱ ἑορταί, οἶκοι προσευχῶν ἀπεκλείσθησαν, ἀργὰ τὰ θυσιαστήρια τῆς πνευματικῆς λατρείας. Οὐκέτι σύλλογοι Χριστιανῶν, οὐκέτι διδασκάλων προεδρίαι, οὐ διδάγματα σωτήρια, οὐ πανηγύρεις, οὐχ ὑμνῳδίαι νυκτεριναί, οὐ τὸ μακάριον ἐκεῖνο τῶν ψυχῶν ἀγαλλίαμα ὃ ἐπὶ ταῖς συνάξεσι καὶ τῇ κοινωνίᾳ τῶν πνευματικῶν χαρισμάτων ταῖς ψυχαῖς ἐγγίνεται τῶν πιστευόντων εἰς Κύριον. Ἡμῖν πρέπει λέγειν ὅτι· «Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων οὔτε προφήτης οὔτε ἡγούμενος οὔτε προσφορὰ οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου καὶ εὑρεῖν ἔλεος».

Ταῦτα εἰδόσιν ἐπιστέλλομεν, διότι οὐδὲν μέρος ἐστὶ τῆς οἰκουμένης ὃ τὰς ἡμετέρας λοιπὸν ἠγνόησε συμφοράς. Ὥστε οὐ διδασκαλίας ἕνεκεν τοὺς λόγους τούτους ἡμᾶς ποιεῖσθαι νομίζειν προσῆκεν οὐδὲ τοῦ ὑπομνῆσαι ὑμῶν τὴν ἐμμέλειαν. Οἴδαμεν γὰρ ὅτι οὐκ ἄν ποτε ἐπιλάθησθε ἡμῶν, οὐ μᾶλλόν γε ἢ ἡ μήτηρ τῶν ἐκγόνων τῆς κοιλίας αὐτῆς. Ἀλλ᾽ ἐπειδὴ ὥσπερ οἱ ὀδύνῃ τινὶ κατεχόμενοι διὰ τῶν στεναγμῶν κουφίζειν πως τὰς ἀλγηδόνας πεφύκασι, τοῦτο καὶ ἡμεῖς ποιοῦμεν, οἷον ἀποσκευαζόμεθα τῆς λύπης τὸ βάρος, δι᾽ ὧν πρὸς τὴν ὑμετέραν ἀγάπην τὰς πολυειδεῖς ἡμῶν συμφορὰς διαγγέλλομεν, εἴ πως ἂν σφοδρότερον εἰς τὰς ὑπὲρ ἡμῶν προσευχὰς κινηθέντες δυσωπήσητε τὸν Κύριον διαλλαγῆναι ἡμῖν. Εἰ μὲν οὖν αἱ θλίψεις ἦσαν μόναι αἱ καταπονοῦσαι ἡμᾶς, κἂν συνεβουλεύσαμεν ἑαυτοῖς τὴν ἡσυχίαν ἄγειν καὶ χαίρειν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν, ἐπειδὴ «Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθήσεσθαι εἰς ἡμᾶς». Νῦν δὲ φοβούμεθα μή ποτε αὐξανόμενον τὸ κακόν, ὥσπερ τις φλὸξ διὰ τῆς καιομένης ὕλης βαδίζουσα, ἐπειδὰν καταναλώσῃ τὰ πλησίον, ἅψηται καὶ τῶν πόρρω. Ἐπινέμεται γὰρ τὸ κακὸν τῆς αἱρέσεως, καὶ δέος ἐστὶ μὴ τὰς ἡμετέρας Ἐκκλησίας καταφαγοῦσα ἕρψῃ λοιπὸν καὶ ἐπὶ τὸ ὑγιαῖνον μέρος τῆς καθ᾽ ὑμᾶς παροικίας.

Τάχα μὲν οὖν διὰ τὸ παρ᾽ ἡμῖν πλεονάσαι τὴν ἁμαρτίαν πρῶτοι παρεδόθημεν εἰς κατάβρωμα τοῖς ὠμοφάγοις ὀδοῦσι τῶν ἐχθρῶν τοῦ Χριστοῦ.

Τάχα δέ, ὃ καὶ μᾶλλόν ἐστιν εἰκάσαι, ὅτι, ἐπειδὴ τὸ Εὐαγγέλιον τῆς βασιλείας ἀπὸ τῶν ἡμετέρων τόπων ἀρξάμενον εἰς πᾶσαν ἐξῆλθε τὴν οἰκουμένην, διὰ τοῦτο ὁ κοινὸς τῶν ψυχῶν ἡμῶν ἐχθρὸς τὰ τῆς ἀποστασίας ῥήματα, ἀπὸ τῶν αὐτῶν τόπων τὴν ἀρχὴν λαβόντα, εἰς πᾶσαν τὴν οἰκουμένην διαδοθῆναι φιλονεικεῖ. Ἐφ᾽ οὓς γὰρ ἔλαμψεν ὁ φωτισμὸς τῆς γνώσεως τοῦ Χριστοῦ, ἐπὶ τούτους ἐλθεῖν καὶ τὸ τῆς ἀσεβείας σκότος ἐπινοεῖ.

Ὑμέτερα οὖν λογίσασθε τὰ πάθη ἡμῶν ὡς γνήσιοι μαθηταὶ τοῦ Κυρίου. Οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ δόξης, οὐχ ὑπὲρ ἄλλου τινὸς τῶν προσκαίρων πολεμούμεθα, ἀλλ᾽ ὑπὲρ τοῦ κοινοῦ κτήματος, τοῦ πατρικοῦ θησαυροῦ τῆς ὑγιαινούσης πίστεως ἑστήκαμεν ἀγωνιζόμενοι. Συναλγήσατε ἡμῖν, ὦ φιλάδελφοι, ὅτι ἀποκέκλεισται μὲν παρ᾽ ἡμῖν τῶν εὐσεβούντων τὰ στόματα, ἠνοίγη δὲ πᾶσα θρασεῖα καὶ βλάσφημος γλῶσσα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀδικίαν.

Οἱ στῦλοι καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας ἐν διασπορᾷ· ἡμεῖς, οἱ διὰ σμικρότητα παροφθέντες, ἀπαρρησίαστοι. Ἀγωνιάσατε ὑπὲρ τῶν λαῶν, καὶ μὴ τὸ καθ᾽ ἑαυτοὺς σκοπεῖτε μόνον ὅτι ἐν λιμέσιν εὐδίοις ὁρμίζεσθε, τῆς τοῦ Θεοῦ χάριτος πᾶσαν ὑμῖν σκέπην χαριζομένης ἀπὸ τῆς ζάλης τῶν πνευμάτων τῆς πονηρίας. Ἀλλὰ καὶ ταῖς χειμαζομέναις τῶν Ἐκκλησιῶν χεῖρα ὀρέξατε, μήποτε ἐγκαταλειφθεῖσαι παντελὲς ὑπομείνωσι τῆς πίστεως τὸ ναυάγιον. Στενάξατε ἐφ᾽ ἡμῖν ὅτι ὁ Μονογενὴς βλασφημεῖται καὶ ὁ ἀντιλέγων οὐκ ἔστι. Τὸ Πνεῦμα τὸ Ἅγιον ἀθετεῖται, καὶ ὁ δυνάμενος ἐλέγχειν ἀποδιώκεται. Πολυθεΐα κεκράτηκε. Μέγας Θεὸς παρ᾽ αὐτοῖς καὶ μικρός. Ὁ Υἱὸς οὐχὶ φύσεως ὄνομα, ἀλλὰ τιμῆς τινος εἶναι προσηγορία νενόμισται· τὸ Πνεῦμα τὸ Ἅγιον οὐ συμπληρωτικὸν εἶναι τῆς Ἁγίας Τριάδος οὐδὲ κοινωνὸν τῆς θείας καὶ μακαρίας φύσεως, ἀλλ᾽ ἕν τι τῶν ἐκ τῆς κτίσεως, εἰκῆ καὶ ὡς ἔτυχε, Πατρὶ καὶ Υἱῷ προσερρῖφθαι.

Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὴν δακρύων; Καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας πολλάς, τὸν ταῖς πονηραῖς ταύταις διδασκαλίαις πρὸς τὴν ἀπώλειαν συνωθούμενον. Παρασύρονται τῶν ἀκεραιοτέρων αἱ ἀκοαί· εἰς συνήθειαν λοιπὸν ἦλθον τῆς αἱρετικῆς δυσσεβείας.

Συνεκτρέφεται τὰ νήπια τῆς Ἐκκλησίας τοῖς λόγοις τῆς ἀσεβείας. Τί γὰρ καὶ ποιήσωσι; Βαπτίσματα παρ᾽ ἐκείνων, προπομπαὶ τῶν ἐξοδευόντων, ἐπισκέψεις τῶν ἀσθενούντων, παράκλησις τῶν λυπουμένων, βοήθεια τῶν καταπονουμένων, ἀντιλήψεις παντοδαπαί, μυστηρίων κοινωνίαι· ἃ πάντα δι᾽ ἐκείνων ἐπιτελούμενα σύνδεσμος γίνεται τοῖς λαοῖς τῆς πρὸς αὐτοὺς ὁμονοίας· ὥστε μικροῦ χρόνου προελθόντος, μηδ᾽ εἰ γένοιτό τις ἄδεια, ἐλπίδα λοιπὸν εἶναι τοὺς ὑπὸ τῆς χρονίας ἀπάτης κατασχεθέντας πάλιν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ἀνακληθῆναι.

Τούτων ἕνεκεν πολλοὺς ἡμᾶς ἐχρῆν συνδραμεῖν πρὸς τὴν ὑμετέραν σεμνότητα καὶ ἕκαστον τῶν ἑαυτοῦ πραγμάτων ἐξηγητὴν γενέσθαι. Νῦν δὲ καὶ αὐτὸ τοῦτο δεῖγμα γενέσθω ὑμῖν τῆς κακοπαθίας ἐν ᾗ διάγομεν, ὅτι οὐδ᾽ ἀποδημίας ἐσμὲν κύριοι. Εἰ γάρ τις καὶ πρὸς τὸ βραχύτατον τῆς Ἐκκλησίας ἑαυτοῦ ἀποσταίη, ἐκδότους ἀφήσει τοὺς λαοὺς τοῖς ἐφεδρεύουσιν. Ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι ἕνα ἀπεστείλαμεν ἀντὶ πολλῶν, τὸν εὐλαβέστατον καὶ ἀγαπητὸν ἡμῶν ἀδελφὸν Δωρόθεον τὸν συμπρεσβύτερον· ὃς καὶ ὅσα διαπέφευγεν ἡμῶν τὰ γράμματα τῇ παρ᾽ ἑαυτοῦ διηγήσει δυνατός ἐστιν ἀναπληρῶσαι, παρηκολουθηκὼς πᾶσι μετὰ ἀκριβείας καὶ ζηλωτὴς ὑπάρχων τῆς ὀρθῆς πίστεως. Ὃν προσδεξάμενοι ἐν εἰρήνῃ διὰ ταχέων ἀποπέμψασθε ἀγαθὰ ἡμῖν εὐαγγέλια φέροντα τῆς σπουδῆς ὑμῶν ἣν ἔχετε πρὸς τὸ ἀντιλαμβάνεσθαι τῆς ἀδελφότητος.