Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Σύντομες Επιστολές Φιλίας, Συστάσεως και Πρακτικών Ζητημάτων
Αλληλογραφία με διάφορα πρόσωπα σχετικά με την υγεία του, τη διευθέτηση τοπικών υποθέσεων και τη χρήση καλλιγράφων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Σύντομες Επιστολές Φιλίας, Συστάσεως και Πρακτικών Ζητημάτων
Αλληλογραφία με διάφορα πρόσωπα σχετικά με την υγεία του, τη διευθέτηση τοπικών υποθέσεων και τη χρήση καλλιγράφων.
ΚΗΝΣΙΤΟΡΙ Οἶδας τὰς ἐκ τῶν κήνσων καὶ ὠφελείας καὶ βλάβας τὰς γινομένας τοῖς ἀνθρώποις. Ὥστε σύγγνωθι τῷδε πολλὴν ποιησαμένῳ σπουδὴν μηδεμίαν ὑπομεῖναι βλάβην καὶ συνάρασθαι αὐτῷ κατὰ δύναμιν πρὸς τὸ δίκαιον προθυμήθητι.
ΚΗΝΣΙΤΟΡΙ Οὐκ ἔστι πόρρωθεν ἰδεῖν τὰς οἰκονομίας τὰς τοῦ Θεοῦ, ἀλλ᾽ ὑπὸ μικροψυχίας οἱ ἄνθρωποι πρὸς τὸ ἐν ποσὶν ἀποβλέπομεν καὶ πολλάκις ἐπὶ ἀγαθὸν πέρας ἀγόμενοι δυσχεραίνομεν, ἀνεχομένου ἡμῶν τῆς ἀμαθίας τοῦ πάντα ἐν τῇ ἑαυτοῦ σοφίᾳ διοικοῦντος Δεσπότου. Μέμνησαι γὰρ δή που ὅσον ἐδυσχεραίνομεν τότε πρὸς τὴν ἐπιτεθεῖσαν ἡμῖν φροντίδα, ὅσους παρελάβομεν τῶν φίλων εἰς τὸ δι᾽ αὐτῶν ἀπώσασθαι τὴν ἐπήρειαν. Οὕτω γὰρ ὠνομάζομεν τὸ πρᾶγμα.
Ἀλλὰ νῦν ὁρᾷς ὁποῖα τὰ παρόντα. Παρέσχε γάρ σοι ὁ Θεὸς ἀφορμὴν τοῦ τὴν καλοκἀγαθίαν τῶν τρόπων εἰς φανερὸν ἀγαγεῖν καὶ παντὶ τῷ ἐφεξῆς βίῳ ἀγαθῆς μνήμης ἀφορμὰς ἐναφεῖναι. Ὁποῖαι γὰρ ἂν ὦσιν αἱ ἀποτιμήσεις αὗται, τοιαύτη καὶ ἡ ἐπ᾽ αὐταῖς μνήμη παρὰ τῶν ἐπιγινομένων διασώζεσθαι πέφυκεν, ἐπεὶ δὲ οὐδὲ εὐχομένοις Γαλάταις ὑπῆρξεν ἂν φιλανθρωποτέρου ἤθους ἐπιτυχεῖν, ἀκριβῶς ἐγὼ πέπεισμαι. Ἔχω δὲ οὐ Γαλάτας μακαρίζειν τῆς σῆς ἐπιστασίας μόνον, ἀλλὰ καὶ αὐτὸς ἑαυτόν. Ἔστι γὰρ κἀμοὶ οἶκος ἐν Γαλατίᾳ καὶ οἴκων γε ὁ λαμπρότατος σὺν Θεῷ, εἰς ὃν εἰ τύχοιμι παρὰ σοῦ τινος βοηθείας (τεύξομαι δὲ ἕως ἂν φιλία τὴν οἰκείαν ἰσχὺν ἔχῃ), μεγάλην εἴσομαι τῷ Θεῷ τὴν χάριν. Εἰ οὖν τις λόγος παρὰ τῇ σῇ τιμιότητι τῆς ἐμῆς φιλίας, ὁμολογουμένην τινὰ ὠφέλειαν παρασχέσθαι τῷ οἴκῳ τοῦ θαυμασιωτάτου ἄρχοντος Οὐλπικίου ἡμῶν ἕνεκεν παρακλήθητι, ὥστε ὑφελεῖν τι τῆς νῦν οὔσης ἀπογραφῆς μάλιστα μὲν ἀξιόλογον καὶ τῆς σῆς μεγαλονοίας ἄξιον, προσθήσω δὲ ὅτι καὶ τῆς ἡμετέρας πρεσβείας τῶν ἀγαπώντων σε. Εἰ δὲ μή, ἀλλ᾽ ὅσον οἵ τε καιροὶ συγχωροῦσι καὶ ἡ τῶν πραγμάτων ἐπιδέχεται φύσις, πάντως δὲ ὑφελεῖν καὶ μὴ ἐᾶσαι ἐπὶ τῆς ταὐτότητος, ὥστε ἡμᾶς μυρίων ὧν ἔχομεν παρὰ τοῦ ἀγαθοῦ ἄρχοντος εὐεργεσιῶν μίαν χάριν ταύτην διὰ τῆς σῆς σεμνότητος ἀντεκτίσαι.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΙΚΕΤῌ Καὶ πῶς ἔμελλον ἐγὼ γραμμάτων οἰκείαν ἀφορμὴν παρόψεσθαι καὶ προσερεῖν τὴν σὴν τιμιότητα τοῦδε πρὸς ὑμᾶς ἀφικνουμένου; Ὃς ἐξήρκει μὲν καὶ ἀφ᾽ ἑαυτοῦ εἰπεῖν τὰ ἡμέτερα καὶ τὴν τῆς ἐπιστολῆς πληρῶσαι χρείαν, ἠβουλήθη δὲ καὶ γραμμάτων διάκονος γενέσθαι διὰ τὸ σφόδρα ἡμᾶς ἀγαπᾶν καὶ ἐξ ὅλης ψυχῆς προσκεῖσθαι ἡμῖν. Παντὶ τρόπῳ καὶ τὰ ὑμέτερα ῥήματα ἐπικομίζεσθαι βούλεται καὶ ὑμῖν διακονεῖσθαι. Ἐδώκαμεν οὖν αὐτῷ τὴν ἐπιστολὴν δι᾽ ἧς πρῶτον μὲν ὑμῖν εὐχόμεθα πάντα τὰ ἀγαθὰ ἅ τε ὁ βίος οὗτος ἔχει καὶ ὅσα τῶν ἐν ταῖς ἐπαγγελίαις τὸν μακαρισμὸν ἀποκείμενον φυλάσσει, ἔπειτα καὶ δεόμεθα Θεοῦ τοῦ ἁγίου οἰκονομηθῆναι δεύτερον ἡμῖν τὴν συντυχίαν ὑμῶν, ἕως ἐσμὲν ὑπὲρ γῆς. Τὴν δὲ εἰς τὸν προειρημένον ἀδελφὸν ἀγάπην ὅτι πολυπλασιάσεις ἡμῶν ἕνεκεν οὐκ ἀμφιβάλλω.
Ὥστε παρακλήθητι ἔργῳ αὐτῷ παρασχέσθαι τὴν πεῖραν.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΣΥΓΓΕΝΟΥΣ Πάνυ πεπεισμένος μηδὲν διαμαρτήσεσθαι περὶ ὧν ἂν μετὰ τοῦ δικαίου παρακαλέσω τὴν τιμιότητά σου, προθύμως ἦλθον ἐπὶ τὸ δοῦναι τὴν ἐπιστολὴν τῇ κοσμιωτάτῃ τῇδε ὀρφανῶν προεστώσῃ καὶ οἰκίαν οἰκούσῃ ὕδρας τινὸς πολυκεφάλου χαλεπωτέραν. Ἐπὶ πᾶσι δὲ τούτοις ὑπάρχει ἡμῖν τὸ καὶ οἰκείως ἔχειν ἀλλήλοις κατὰ γένος. Διὸ παρακαλοῦμέν σου τὴν εὐγένειαν καὶ ἡμᾶς τιμῶντα καὶ τῷ πάππῳ τῶν ὀρφανῶν τὴν ὀφειλομένην ἀποσώζοντα τιμὴν παρασχέσθαι τινὰ βοήθειαν, ὥστε φορητὴν τοῦ λοιποῦ τὴν κτῆσιν αὐτοῖς καταστῆσαι.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΚΑΤΑΠΟΝΟΥΜΕΝΟΥ Πάνυ πεπεισμένος μηδὲν δεῖσθαι γραμμάτων τοὺς πρὸς τὴν σὴν χρηστότητα ἀφικομένους, διὰ τὸ πλεῖον ποιεῖν ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας ἢ ὅσον ἄν τις παρακαλέσας προτρέψαιτό σε πρὸς τὸ ἀγαθόν, ὅμως διὰ τὸ καθ᾽ ὑπερβολὴν φροντίζειν τοῦ υἱοῦ τοῦδε ἐπιστεῖλαι τῇ καθαρᾷ σου καὶ ἀδόλῳ ψυχῇ προήχθην συνιστῶν σοι τὸν ἄνδρα καὶ παρακαλῶν, ἐν οἷς ἂν ᾖ δυνατόν, παρασχέσθαι αὐτῷ εἰς τὰ προκείμενα τὴν κατὰ δύναμίν σοι ἐπικουρίαν. Ὅτι δὲ οὐδενὸς ἑτέρου δεηθήσεται προστάτου, σοῦ καταξιώσαντος πάσῃ δυνάμει ἣν ἔδωκέ σοι ὁ Κύριος χρήσασθαι εἰς τὴν ὑπὲρ αὐτοῦ προστασίαν, ἀκριβῶς ἐπίσταμαι.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΕΝΔΕΟΥΣ Σπανίας ἡμῖν τὰς πρὸς τὴν σὴν τιμιότητα κατασκευάζει ἐπιστολὰς τὸ σπάνιον τῶν αὐτόθι ἀποκρίσεων. Δεῖγμα γὰρ ποιούμεθα ὄχλον ἡμῶν τὸ γράμμα φέρειν τῇ τιμιότητί σου τὸ μὴ δέχεσθαι ἐφ᾽ οἷς ἂν ἑκάστοτε γράφωμεν τὰς ἀποκρίσεις.
Πάλιν δὲ εἰς ἑτέραν μεθίστησι διάνοιαν ἡ ἔννοια τοῦ πλήθους τῶν περὶ σὲ πραγμάτων καὶ συγγνώμην ἔχομεν τῷ τοσαῦτα διὰ χειρὸς ἔχοντι ἐπιλανθανομένῳ ἡμῶν, ὧν οὐδὲ εἰ πᾶσα ἦν σχολὴ καὶ ἡσυχία διὰ τὸ ταπεινὸν τοῦ βίου μεμνῆσθαι ῥᾴδιον. Σὲ μὲν οὖν ὁ Ἅγιος καὶ ἐπὶ μείζονα τῆς περιφανείας ἀγάγοι καὶ τῇ παρούσῃ λαμπρότητι συντηρήσοι τῇ ἑαυτοῦ χάριτι. Ἡμεῖς δὲ πᾶσαν πρόφασιν ἀμειβόμεθα γράμμασιν, οὐχ ἥκιστα δὲ τὴν παροῦσαν διὰ τόνδε ὃν καὶ παρακατατιθέμεθά σοι καὶ ἀξιοῦμεν λαβεῖν τινα αὐτὸν τῆς τῶν γραμμάτων ἡμῶν διακονίας αἴσθησιν.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΠΑΤΡΕΩΤΟΥ Τοὺς ἐκ τῆς πατρίδος ἡμῶν ἀφικομένους συνίστησί σοι αὐτὸ τὸ τῆς πατρίδος δίκαιον, εἰ καὶ ὅτι τῇ τοῦ τρόπου χρηστότητι πάντας ὑπὸ τὴν ἑαυτοῦ ἄγεις πρόνοιαν τοὺς ὁπωσοῦν δεομένους τινὸς ἀντιλήψεως. Καὶ τὸν ἐγχειρίζοντα τοίνυν τὴν ἐπιστολὴν τῇ κοσμιότητί σου, τὸν υἱὸν τοῦδε δέξαι καὶ ὡς πατρεώτην καὶ ὡς δεόμενον ἀντιλήψεως καὶ ὡς παρ᾽ ἡμῶν συνιστάμενόν σοι, καὶ ἐκ πάντων τούτων ἓν αὐτῷ ὑπαρξάτω, τυχεῖν τῆς ἐνδεχομένης παρὰ σοῦ βοηθείας εἰς τὰ προκείμενα. Δῆλον δὲ ὅτι ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις αἱ ἀνταποδόσεις οὐ παρ᾽ ἡμῶν τῶν μικρῶν, ἀλλὰ παρὰ τοῦ Κυρίου τοῦ τὰς ἀγαθὰς προαιρέσεις ἀμειβομένου.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΞΕΝΟΥ Κατὰ πόδας τῆς ἀναχωρήσεώς σου ἐπέστη ἡμῖν ὁ υἱὸς οὗτος ὁ τὴν ἐπιστολήν σοι ταύτην ἀποδιδοὺς χρείαν ἔχων, ὡς ἀνὴρ ἐν ἀλλοδαπῇ διάγων, πάσης τῆς παρὰ τῶν χριστιανῶν ὀφειλομένης τοῖς ξένοις παραμυθίας. Τὸ μὲν οὖν πρᾶγμα οὗτός σοι ἐναργέστερον διηγήσεται, τὴν δὲ βοήθειαν αὐτὸς παρέξεις τήν σοι κατὰ δύναμιν καὶ ἀναγκαίαν τοῖς προκειμένοις. Ἐὰν μὲν οὖν παρῇ ὁ ἡγεμών, αὐτὸς ξεναγήσεις πρὸς αὐτὸν δηλονότι. Ἐπεί, διὰ τῶν πολιτευομένων παρέξεις αὐτῷ τὰ σπουδαζόμενα. Οὐ γὰρ μικρῶς μοι μέλει τὸ πάντα αὐτὸν κατὰ γνώμην πράξαντα ἐπανελθεῖν.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΡΟΣΗΓΟΡΙᾼ Διὰ μακροῦ ἡμῖν ὑπῆρξε προσειπεῖν τὴν τιμιότητά σου τῷ τὸν ἀνακομίζοντα τὰς ἀποκρίσεις πολὺν χρόνον ἐνδιατρίψαι τῇ ἡμετέρᾳ καὶ ἀνδράσι καὶ πράγμασι δυσχερεστέροις περιπεσεῖν. Ἐνιαυτὸν γὰρ ὅλον ἀπεξενώθη τῆς ἐνεγκούσης.
Ἀπάταις ἀνθρώπων καὶ διαλύσεσιν ὑπαχθείς, εἰ τῆς παρούσης αὐτῷ κακουργίας κρατήσειε, τοῦ παντὸς περιέσεσθαι, ὀψὲ τοῦ κεφαλαίου τῆς ζημίας ἐπῄσθετο ἐν τῇ κατὰ μικρὸν ἀπάτῃ τῆς αἰσθήσεως κλεπτομένης. Ἐπεὶ οὖν ἐπάνεισι τῶν τε τοῦ ἀέρος ὀχληρῶν καὶ τῆς τῶν ἀνδρῶν μοχθηρίας ἀπαλλαγείς, ἀσπαζόμεθά σε δι᾽ αὐτοῦ παρακαλοῦντες μεμνῆσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν (πολλῆς γὰρ τῆς ἐκ τῶν εὐχῶν βοηθείας δεόμεθα) καὶ ἅμα σημαίνομεν ὅτι οἱ ὑπεύθυνοι καταλειφθέντες πρὸς τὴν τοῦ ὀφλήματος ἔκτισιν παρὰ τοῦ μακαρίου ἐπισκόπου ἐπιμνησθέντος ἐν ταῖς διαθήκαις αὐτοῦ τε τοῦ χρέους καὶ ὅθεν προσῆκεν ἐκτισθῆναι καὶ διὰ τίνων, ὑπεριδόντες τῶν φιλικῶν ὑπομνήσεων τὰς ἐκ τῶν δικαστηρίων ἀνάγκας ἐκδέχονται. Διὸ ἄπρακτος ἐπανῆλθεν ὁ ἑταῖρος ἡμῶν καὶ ταῦτα αὐτὰ ἠξίωσεν αὐτὸν παρ᾽ ἡμῶν μαρτυρηθῆναι, ὡς μὴ ἀργίας μηδὲ ῥᾳθυμίας ἔγκλημα σχεῖν παρὰ τῇ τιμιότητί σου. Ταῦτα μὲν εἰς τοσοῦτον. Τὰ δὲ τῶν Ἐκκλησιῶν ὅπως ἔχει, εἴτε συγκεχώρηται μένειν ἐπὶ τῆς ὁμοιότητος, εἴτε καὶ πρὸς τὸ χεῖρον ἐκπέπτωκεν, ἤ τινα ἐλπίδα τῆς ἐπὶ τὸ βέλτιον ἔχει μεταβολῆς, γνωρίσαι ἡμῖν διά τινος τῶν γνησίων ἀδελφῶν καταξίωσον.
ΘΕΚΛῌ Τὸ παριππεῦσαν ἔτος κρυμὸς γεγένηται τῇ πατρίδι βαρὺς καὶ τῶν ἀμπέλων τὰς βλεφαρίδας πρὸς ὠδῖνας λυομένας ἀνέκοψεν· αἱ δὲ ἀπομείνασαι στεῖραι αὐχμηρὰς ἡμῶν καὶ ἀβρόχους τὰς φιάλας εἰργάσαντο. Τί δήποτ᾽ οὖν σοι τῶν φυτῶν τὴν ἀκαρπίαν ἐκτραγῳδῶ; Ἵνα ἡμῖν, κατὰ τὸν Σολομῶντα, αὐτὴ γένῃ ἄμπελος κυπρίζουσα καὶ κατάκαρπος κληματίς, οὐ βότρυν ἐξανθήσασα, ἀλλὰ τῶν βοτρύων ἐξοινώσασα τοῖς πόνοις τὴν δρόσον. Εἰσί τινες παρ᾽ ἡμῖν ἄνδρες οἱ τὸν περίβολον τῆς συνόδου τειχίζοντες. Τούτους ὀρεινῷ μεθύσματι ποτίζειν οὐκ ἔχων ἐγὼ ἐπὶ τὴν πολυστάφυλόν σου κεχώρηκα δεξιάν, ἵν᾽ ἡμῖν ἐκ ποταμίας τοὺς τῶν σῶν κελεύσῃς ἐπιρρεῦσαι κρουνούς. Τοῦτο γὰρ ποιήσασα τάχος πολλῶν μὲν ἀναπαύσεις ψυχάς, εὐφρανεῖς δὲ ὡς ἔνι μάλιστα καὶ τὸν ἀττικιστὴν ἐπαίτην ἐμέ.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΦΙΛῼ ΣΥΜΠΑΣΧΑΣΑΙ Δεξάμενος τὰ γράμματα τῆς σῆς τιμιότητος ἥσθην, ὡς εἰκός, καὶ εὐχαρίστησα τῷ Κυρίῳ καὶ προθύμως εἶχον ἀντιφθέγξασθαι, ἐάν τις κατὰ καιρὸν περὶ ἀντιγράφων ὑπέμνησε. Τὸ γὰρ πρᾶγμα ὑπὲρ οὗ ἐπέταξας ἡμῖν χρόνῳ ἐλάμβανε τὴν κατάστασιν. Οὐκ ἐνῆν δὲ πρὸ τοῦ πέρατος ἀσφαλὲς οὐδὲν ἀποκρίνασθαι. Αὕτη ἡ αἰτία τῆς σιωπῆς ἡμῶν· οὐ γὰρ δὴ ῥᾳθυμία οὐδὲ ἄγνοια τοῦ προσήκοντος. Εἰ γὰρ καὶ ὅλως ῥᾴθυμοι, ἐσπουδάσαμεν πάντως ἐπὶ τῆς σῆς τιμιότητος συσκιάσαι ἡμῶν τὰ ἐλαττώματα. Νῦν δὲ οὐκ ἔστιν ἡμῶν ἐπιλαθέσθαι σου οὐδὲ τὸ βραχύτατον (ἢ πρότερον ἄν τις ἑαυτὸν ἀγνοήσειεν), ἀλλά, κἂν ἐπιστέλλωμεν κἂν μή, ἐνιδρυμένον σε ταῖς καρδίαις ἑαυτῶν περιφέρομεν καὶ πρὸς τὴν μακρὰν ἀπόληψιν τοῦ χειμῶνος οὕτω δυσκόλως ἔχομεν ὥστε εὔχεσθαι, εἰ μὴ αὐτῷ σοι δυνατὸν διὰ τὰς ἀκουομένας ἀσχολίας καταλιπεῖν τοὺς ἀγροίκους, ἡμῖν ἐγγενέσθαι πρόφασιν ἐπιστῆναι τοῖς τόποις καὶ τῆς ἀληθινῆς εὐσταθείας τῶν σῶν τρόπων καὶ τῆς κοσμιότητος ἀπολαῦσαι. Πάντως δὲ τὴν σωτήριον ἡμέραν τοῦ Πάσχα μεθ᾽ ἡμῶν ποιῆσαι προθυμηθήσῃ μετὰ τῆς κοσμιωτάτης συμβίου σου, ἣν καὶ προσαγορεύομεν διὰ σοῦ καὶ παρακαλοῦμεν συμπρᾶξαι ἡμῖν εἰς τὸ ἐπεῖξαί σε πρὸς ἡμᾶς.
ΦΙΛΑΓΡΙῼ ΑΡΚΗΝῼ Χάρις τῷ ἁγίῳ Θεῷ· οὐ γὰρ ἂν εἴποιμι χάριν ἔχειν τοῖς ἠδικηκόσι σε, ὅτι μοι γεγόνασι γραμμάτων ὑπόθεσις. Ἀλλ᾽ ὁ πανταχόθεν εὐεργετῶν ἡμᾶς Κύριος οἶδε καὶ διὰ τῶν λυπηρῶν πληροῦν πολλάκις τὰς παρακλήσεις. Ὅθεν καὶ ἡμῖν τὴν σκαιότητα τῶν ἀποδράντων σε εὐφροσύνης ἐποίησεν ἀφορμήν. Ἀλλὰ γράφοις ἡμῖν διὰ πάσης προφάσεως, τοιαῦτα γράφων οὕτω μὲν ἀπὸ χρηστῆς γνώμης, οὕτω δὲ ἀπὸ γλώττης κεκαθαρμένης. Καὶ γὰρ εἰ μή φαμεν προσποιεῖσθαι τὸ ἐν τῇ λέξει τερπνόν, ἀλλ᾽ οὖν φυσικῶς πως κατακηλούμεθα παρ᾽ αὐτοῦ καὶ ἄγετε ἡμᾶς οἱ τὸν λόγον χαρίεντες, ὥσπερ οἱ τὰς μελίσσας διὰ τῶν κρουμάτων.
Πολλάς γε οὖν πέμπε τὰς ἐπιστολὰς καὶ μακρὰς ὡς ἔνι μάλιστα· οὐ γὰρ δὴ ἀρετὴ ἐπιστολῆς ἡ βραχύτης, οὐ μᾶλλόν γε ἢ ἀνθρώπου. Γράφε δὲ ἡμῖν τά τε κατὰ τὸν οἶκον ὅπως διάκειται καὶ αὐτό σοι τὸ σῶμα ὅπως ὑγείας ἔχει, καὶ εἰ τὰ τῶν Ἐκκλησιῶν ἡσυχάζει. Μέλει γάρ σοι καὶ τούτων καλῶς ποιοῦντι. Καὶ μέντοι καὶ εἴ τις δύναμις συμπονεῖν τῇ εἰρήνῃ καὶ τῇ ἑνώσει τῶν διεστηκότων, μὴ παραιτοῦ. Ὁ δὲ χρηστὸς Κυριακὸς ἥψατο πρότερον τῆς σπουδῆς καὶ τότε ἡμῖν ἀπέδωκε τὴν ἐπιστολήν, ἐπὶ δὲ τὰ λείψανα τοῦ πράγματος ἔσχε συναιρομένους τὰ ἡμῖν δυνατά. Ἐπεστείλαμεν γὰρ τῷ χωρεπισκόπῳ τῶν τόπων, ὃς ἐὰν ποιήσῃ τι τῶν προστεταγμένων αὐτὰ γνωρίσει τὰ πράγματα.
ΠΑΣΙΝΙΚῼ ΙΑΤΡῼ Δεῖγμα τοῦ μὴ παρέργως ἔχειν περὶ ἡμᾶς τὸ εὐθὺς ἀπ᾽ αὐτῶν, ὡς εἰπεῖν, τῶν θυρῶν τῆς εἰσόδου προσφθέγγεσθαι ἡμᾶς. Ἔστι μὲν οὖν καὶ αὐτὸ σπουδῆς ἄξιον τὸ ἐντυχεῖν γράμμασι φιλικοῖς· ἐὰν δὲ καὶ τὴν ἐπὶ τοῖς μεγίστοις χρείαν ἀνύῃ τὰ γραφόμενα, πολλῷ πλείονος ἄξια γίνεται δηλονότι.
Εὖ τοίνυν ἴσθι ὅτι ὁ πάντα ἄριστος ἀνὴρ Πατρίκιος τοσαῦτα ἐπὶ τῶν χειλέων αὐτοῦ τῆς πειθοῦς φέρει τὰ φάρμακα ὥστε μὴ ὅτι σὺ ἐπέστειλας, ἀλλὰ κἂν Σαυρομάτην τινὰ ἢ Σκύθην λάβῃ, πείσῃ ἂν ῥᾳδίως περὶ ὧν ἐθελήσειεν. Οὐ μὴν ἀπὸ καρδίας ἐστὶ τὰ τῆς εὐφροσύνης ἐκεῖνα ῥήματα. Πάλαι γὰρ ἐπιτετήδευται τὸ σχῆμα τοῦτο· μέχρι φωνῆς εἶναι χρηστοὺς καὶ ἀπειροκάλους δῆθεν καὶ ἑτοίμους εἶναι ἐπιτρέπειν παντὶ δικαστηρίῳ τὰ καθ᾽ ἑαυτούς, ἐπειδὰν δὲ ἐπ᾽ αὐτῶν γένωνται τῶν πραγμάτων, μὴ σύ γε ἐκεῖ τύχοις. Ἀλλὰ ταῦτα μέν μοι πρὸς σὲ εἰρήσθω, ἵν᾽ αὐτός τε εἰδῇς καὶ τὸν ἄνδρα οὔτε ἄλλως ὄντα εὐπαράγωγον, ἔτι καὶ παρὰ σεαυτοῦ πεισθῇς μὴ τῇ τῶν ῥημάτων προσέχειν εὐπρεπείᾳ, ἀλλὰ τοὺς ἐκ τῶν πραγμάτων ἀναμένειν ἐλέγχους.
ΜΑΓΝΙΝΙΑΝῼ Ἐξήρκει καὶ τὸ γράμμα τῆς σεμνότητός σου πᾶσαν ἡμῖν ἐξεργάσασθαι εὐφροσύνην. Νυνὶ δὲ καὶ ἡ κοσμιωτάτη γυναικῶν Εἰκέλιον, ἡ κοινὴ θυγάτηρ ἡμῶν, τὴν ἐπιστολὴν ἀποδοῦσα πλέον ἢ εἰς τὸ διπλάσιον τὴν εὐφροσύνην ἐπηύξησεν οὐ μόνον τῷ ἔμψυχος εἰκὼν εἶναι τῆς ὑμετέρας καλοκἀγαθίας, ἀλλὰ καὶ τῷ παρ᾽ ἑαυτῆς ἐπιδεικνύναι πᾶσαν ἀρετῆς ἐπιμέλειαν. Ὥστε πρότερον αὐτὴν ἀσμένως δεξάμενοι διὰ σέ, ὕστερον ἀναστρέψαντες ἐμακαρίσαμέν σε δι᾽ αὐτήν, ὅτι τοιαύτης τεκνοτροφίας μισθοί σε μένουσι παρὰ τοῦ Δεσπότου Θεοῦ. Ἀλλ᾽ ἴδοιμέν ποτε καὶ αὐτὸν σὲ καὶ τῶν ἐν σοὶ καλῶν ἀπολαύσαιμεν μήτε ἀρρωστίας μήτε ἑτέρας τινὸς δυσχερείας ἐμποδιζούσης ἡμῶν τῇ συντυχίᾳ.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΝΟΥΘΕΣΙᾼ Ἔδωκεν ἡμῖν ὁ ἅγιος Θεὸς οἰκειοτάτην γραμμάτων ὑπόθεσιν τὸν ἀδελφὸν τόνδε γνωρίσας ἡμῖν, τὸν ἄνδρα ᾧ κατὰ τὴν ἐπάνοδον τὴν πρὸς τὴν σὴν τιμιότητα ἐχρησάμεθα τῆς ἐγγράφου ταύτης ὁμιλίας ἡμῶν διακόνῳ, εὐχόμενοι τῷ Θεῷ ἐπὶ μεῖζόν σε περιφανείας καὶ δόξης προϊόντα κοσμεῖν καὶ ἡμᾶς καὶ τὴν πατρίδα πᾶσαν τῇ οἰκείᾳ σεαυτοῦ ἀρετῇ.
Παρακαλοῦμεν δέ σε παρὰ πάντα τὸν βίον μεμνῆσθαι τοῦ κτίσαντός σε Θεοῦ καὶ τιμήσαντος, ἵνα πρὸς τῇ τοῦ βίου τούτου λαμπρότητι ἔτι καὶ τῆς οὐρανίου δόξης ἀξιωθῇς, ἧς ἕνεκεν πάντα ποιητέον ἡμῖν τοῖς πρὸς τὴν μακαρίαν ἐλπίδα τὴν ζωὴν ἡμῶν ἀπευθύνουσιν.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΠΑΡΑΚΛΗΣΕΙ Ὑπὲρ ὧν παρόντας ἡμᾶς ἐτίμησας καὶ ἀπόντας μεμνῆσθαι καταξιοῖς (ἦλθε γὰρ ὡς ἡμᾶς ἡ ἀκοὴ) παρὰ τοῦ ἀγαθοῦ Δεσπότου γένοιτό σοι ἀντίδοσις, καί σε ἴδοιμεν ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς δικαιοκρισίας τοῦ Θεοῦ ἡμῶν ἐπὶ ἔργοις ἀγαθοῖς εὐδόκιμον, ἵνα, ὥσπερ τῆς ἐνταῦθα περιφανείας ἠξίωσαι, οὕτω καὶ παρὰ τῷ οὐρανίῳ Βασιλεῖ σεμνότητος ἀπολαύσῃς. Παρακαλοῦμεν οὖν προηγουμένως τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ διαρκῆ παρασχέσθαι τὴν σπουδήν, ἔπειτα καὶ τὸ εἰς ἡμᾶς εὐμενὲς ἐπαυξῆσαι μνήμης τε πάσης καὶ προστασίας ἡμᾶς ἀξιοῦντα, σεμνῦναι δὲ ἡμᾶς καὶ γράμμασιν, ὥστε ἀπόδειξιν ἡμᾶς ἔχοντας ὅτι οὐ βαρύνῃ ἡμᾶς ἐπιστέλλοντας συνεχέστερόν σου τῇ μεγαλονοίᾳ καταθαρρήσειν.
ΥΠΕΡΕΧΙῼ Καὶ προσαγορεύω τὴν τιμιότητά σου καὶ εὔχομαί σοι τὰ ἀγαθά, ἐμαυτὸν δὲ καταμηνύω σπουδὴν ἔχοντι πάντως εἰδέναι τὰ καθ᾽ ἡμᾶς μηδὲν ἄμεινον τῆς συνηθείας πράττοντα. Τῶν γὰρ δυσφημοτέρων φείδομαι, ὡς ἂν μὴ πάνυ λυποίην τὸν τὰ βέλτιστα ἡμῖν συνευχόμενον.
ΦΑΛΕΡΙῼ Πάνυ ἡδέως ἐτέρφθην τοῖς ποταμίοις ἰχθύσι μνησικακήσας αὐτῶν τὴν φυγὴν ἣν ἔφυγον ὑποδραμόντες τὴν σκέπην τὴν ἐκ τοῦ κρύους. Ἰχθύων δὲ ἡμῖν τιμιώτερά σου τὰ γράμματα. Ὥστε ἐπίστελλε μᾶλλον ἢ ἀπόστελλε. Εἰ δὲ ἥδιόν σοι σιωπᾶν, σὺ δὲ ἀλλ᾽ εὐχόμενος ὑπὲρ ἡμῶν μὴ διαλείπῃς.
ΑΝΕΠΙΓΡΑΦΟΣ Ὅτι σε φιλῶ, οἷς ἐπιστέλλω μάθε. Ὅτι με μισεῖς, οἷς σιωπᾷς ἔγνων. Γράφε δὲ κἂν τοῦ λοιποῦ, καλάμῳ καὶ μέλανι καὶ βραχεῖ χάρτῃ φιλοῦντας φιλῶν.
ΑΝΕΠΙΓΡΑΦΟΣ Μάταιόν ἐστι δὶς περὶ τῶν αὐτῶν ἐπιστέλλειν. Ἢ γὰρ φύσιν οὐκ ἔχει διορθώσεως τὸ πρᾶγμα καὶ μάτην ἡμῖν ἐνοχλοῦσιν οἱ προσιόντες, ἢ οἱ δεχόμενοι τὰς ἐπιστολὰς παρορῶσιν ἡμῶν καὶ οὕτω ματαιοφρονοῦμεν τοῖς καταφρονηταῖς ἐπιστέλλοντες. Ἐπεὶ οὖν ἤδη περὶ τοῦ αὐτοῦ ἐδέξω γράμματα, ἠναγκάσθημεν δὲ καὶ δεύτερον ἐπιστεῖλαι, ἢ διόρθωσαι, εἴ σοι δύναμις, ἢ γνώρισον ἡμῖν τὴν αἰτίαν δι᾽ ἣν πάλαι οὐ γέγονε τὰ προστεταγμένα.
ΑΛΛΗ ΑΝΕΠΙΓΡΑΦΟΣ Ἓν γνώρισμα τοῦ ζῇν ὁ λόγος. Πῶς γὰρ σὺ ὑπὲρ γῆς εἶναι νομισθείης μηδέποτε φθεγξάμενος; Ἀλλ᾽ ἄπωσαι τὴν σιωπήν σου γράψας ἡμῖν καὶ ἐμφανίσας σεαυτὸν ὅτιπερ ζῇς.
ΝΟΤΑΡΙῼ Οἱ λόγοι τὴν φύσιν ὑπόπτερον ἔχουσι. Διὰ τοῦτο σημείων χρῄζουσιν, ἵνα ἱπταμένων αὐτῶν λάβῃ τὸ τάχος ὁ γράφων. Σὺ οὖν, ὦ παῖ, τὰ χαράγματα τέλεια ποίει καὶ τοὺς τόπους ἀκολούθως κατάστιζε. Ἐν γὰρ μικρᾷ πλάνῃ πολὺς ἡμάρτηται λόγος, τῇ δὲ ἐπιμελείᾳ τοῦ γράφοντος κατορθοῦται τὸ λεγόμενον.
ΠΡΟΣ ΚΑΛΛΙΓΡΑΦΟΝ Ὀρθὰ γράφε καὶ χρῶ τοῖς στίχοις ὀρθῶς καὶ μήτε ἐωρείσθω πρὸς ὕψος ἡ χεὶρ μήτε φερέσθω κατὰ κρημνῶν. Μηδὲ βιάζου τὸν κάλαμον λοξὰ βαδίζειν ὥσπερ τὸν παρ᾽ Αἰσώπῳ καρκίνον, ἀλλ᾽ εὐθὺ χώρει ὥσπερ ἐπὶ στάθμης βαδίζων τεκτονικῆς ἣ πανταχοῦ φυλάττει τὸ ἴσον καὶ πᾶν ἀναιρεῖ τὸ ἀνώμαλον. Τὸ γὰρ λοξὸν ἀπρεπές, τὸ δὲ εὐθὺ τερπνὸν τοῖς ὁρῶσιν οὐκ ἐῶν ἀνανεύειν καὶ κατανεύειν, ὥσπερ τὰ κηλώνεια, τοὺς ὀφθαλμοὺς τῶν ἀναγινωσκόντων, ὁποῖόν τι κἀμοὶ συμβέβηκε τοῖς γράμμασιν ἐντυχόντι τοῖς σοῖς. Τῶν γὰρ στίχων κειμένων κλιμακηδόν, ἡνίκα ἔδει μεταβαίνειν ἐφ᾽ ἕτερον ἀφ᾽ ἑτέρου, ἀνάγκη ἦν ἐξορθοῦν πρὸς τὸ τέλος τοῦ προσιόντος. Ἐν ᾧ μηδαμοῦ φαινομένης τῆς ἀκολουθίας ἀνατρέχειν ἔδει πάλιν καὶ τὴν τάξιν ἐπιζητεῖν ἀναποδίζοντα καὶ παρεπόμενον τῷ αὔλακι, καθάπερ τὸν Θησέα τῷ μίτῳ τῆς Ἀριάδνης φασί. Γράφε τοίνυν ὀρθῶς καὶ μὴ πλάνα τὸν νοῦν τῷ πλαγίῳ καὶ λοξῷ τῶν γραφομένων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.