Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Θεολογική Αλληλογραφία με τον Απολινάριο και Λοιπές Επιστολές

Δογματικά ερωτήματα προς τον Απολινάριο Λαοδικείας περί της θείας ουσίας και καταληκτικές επιστολές ποιμαντικού ενδιαφέροντος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 40 από 40

ΕΚ ΤΗΣ ΕΠΙΣΤΟΛΗΣ ΑΥΤΟΥ ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ ΤΟΝ ΠΑΡΑΒΑΤΗΝ Κατὰ τὴν θεόθεν ἐπικεκληρωμένην ἡμῖν ἀμώμητον πίστιν τῶν χριστιανῶν ὁμολογῶ καὶ συντίθημι πιστεύειν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, Θεὸν τὸν Πατέρα, Θεὸν τὸν Υἱόν, Θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον· ἕνα Θεόν, τὰ τρία προσκυνῶ καὶ δοξάζω. Ὁμολογῶ δὲ καὶ τὴν τοῦ Υἱοῦ ἔνσαρκον οἰκονομίαν καὶ Θεοτόκον τὴν κατὰ σάρκα τεκοῦσαν αὐτὸν ἁγίαν Μαρίαν. Δέχομαι δὲ καὶ τοὺς ἁγίους Ἀποστόλους, προφήτας καὶ μάρτυρας, καὶ εἰς τὴν πρὸς Θεὸν ἱκεσίαν τούτους ἐπικαλοῦμαι, τοῦ δι᾽ αὐτῶν, ἤγουν διὰ τῆς μεσιτείας αὐτῶν, ἵλεών μοι γενέσθαι τὸν φιλάνθρωπον Θεὸν καὶ λύτρον μοι τῶν πταισμάτων γενέσθαι καὶ δοθῆναι· ὅθεν καὶ τοὺς χαρακτῆρας τῶν εἰκόνων αὐτῶν τιμῶ καὶ προσκυνῶ, κατ᾽ ἐξαίρετον τούτων παραδεδομένων ἐκ τῶν ἁγίων Ἀποστόλων καὶ οὐκ ἀπηγορευμένων, ἀλλ᾽ ἐν πάσαις ταῖς ἐκκλησίαις ἡμῶν τούτων ἀνιστορουμένων.

ΑΠΟΛΙΝΑΡΙῼ Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ Ἀπολιναρίῳ Βασίλειος. Πρότερον μέν σοι περὶ τῶν ἐν ταῖς Γραφαῖς ἀσαφῶν ἐπεστέλλομεν καὶ ηὐφραινόμεθα οἷς τε ἔπεμπες καὶ οἷς ὑπισχνοῦ. Νῦν δὲ μείζων ἡμῖν ὑπὲρ μειζόνων ἡ φροντὶς προσελήλυθεν, εἰς ἣν οὐδένα ἕτερον ἔχομεν ἐν τοῖς νῦν ἀνθρώποις τοιοῦτον κοινωνὸν καὶ προστάτην ἐπικαλέσασθαι ὁποῖόν σε καὶ ἐν γνώσει καὶ ἐν λόγῳ ἀκριβῆ τε ὁμοῦ καὶ εὐπρόσιτον ὁ Θεὸς ἡμῖν ἐδωρήσατο. Ἐπεὶ οὖν οἱ πάντα φύροντες καὶ λόγων καὶ ζητημάτων τὴν οἰκουμένην ἐμπλήσαντες τὸ τῆς οὐσίας ὄνομα ὡς ἀλλότριον τῶν θείων λογίων ἐξέβαλον, καταξίωσον ἡμῖν σημᾶναι ὅπως τε οἱ Πατέρες αὐτῷ ἐχρήσαντο καὶ εἰ μηδαμοῦ εὗρες ἐν τῇ Γραφῇ κείμενον.

Τὸν γὰρ ἐπιούσιον ἄρτον καὶ τὸν λαὸν τὸν περιούσιον καὶ εἴ τι τοιοῦτον ὡς οὐδὲν ἔχοντα κοινὸν διαπτύουσιν. Ἔπειτα μέντοι καὶ περὶ αὐτοῦ τοῦ ὁμοουσίου (οὗ ἕνεκεν ἡγοῦμαι ταῦτα κατασκευάζειν αὐτοὺς βαθέως τὴν οὐσίαν διαβάλλοντας ὑπὲρ τοῦ μηδεμίαν χώραν τῷ ὁμοουσίῳ καταλιπεῖν) διαλαβεῖν ἡμῖν πλατύτερον βουλήθητι τίνα τὴν διάνοιαν ἔχει καὶ πῶς ἂν ὑγιῶς λέγοιτο ἐφ᾽ ὧν οὔτε γένος κοινὸν ὑπερκείμενον θεωρεῖται οὔτε ὑλικὸν ὑποκείμενον προϋπάρχον, οὐκ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον.

Πῶς οὖν χρὴ λέγειν ὁμοούσιον τὸν Υἱὸν τῷ Πατρὶ εἰς μηδεμίαν ἔννοιαν τῶν εἰρημένων καταπίπτοντας θέλησον ἡμῖν πλατύτερον διαρθρῶσαι. Ἡμεῖς μὲν γὰρ ὑπειλήφαμεν· ὅπερ ἂν εἶναι καθ᾽ ὑπόθεσιν ἡ τοῦ Πατρὸς οὐσία ληφθῇ, τοῦτο εἶναι πάντως ἀναγκαῖον καὶ τὴν τοῦ Υἱοῦ λαμβάνεσθαι.

Ὥστε εἰ φῶς νοητόν, ἀΐδιον, ἀγέννητον τὴν τοῦ Πατρὸς οὐσίαν τις λέγοι, φῶς νοητόν, ἀΐδιον, γεννητὸν καὶ τὴν τοῦ Μονογενοῦς οὐσίαν ἐρεῖ. Πρὸς δὲ τὴν τοιαύτην ἔννοιαν δοκεῖ μοι ἡ τοῦ ἀπαραλλάκτως ὁμοίου φωνὴ μᾶλλον ἤπερ ἡ τοῦ ὁμοουσίου ἁρμόττειν. Φῶς γὰρ φωτὶ μηδεμίαν ἐν τῷ μᾶλλον καὶ ἧττον τὴν διαφορὰν ἔχον ταὐτὸν μὲν οὐκ εἶναι, διότι ἐν ἰδίᾳ περιγραφῇ τῆς οὐσίας ἐστὶν ἑκάτερον, ὅμοιον δὲ κατ᾽ οὐσίαν ἀκριβῶς καὶ ἀπαραλλάκτως ὀρθῶς ἂν οἶμαι λέγεσθαι. Εἴτε οὖν ταύτας χρὴ διαλέγεσθαι τὰς ἐννοίας εἴτε ἑτέρας μείζους ἀντιλαβεῖν, ὡς σοφὸς ἰατρὸς (καὶ γὰρ ἐξεφήναμέν σοι τὰ ἐν τῇ καρδίᾳ) τὸ μὲν ἀρρωστοῦν ἴασαι, τὸ δὲ σαθρὸν ὑποστήριξον, παντὶ δὲ τρόπῳ βεβαίωσον ἡμᾶς. Τοὺς μετὰ τῆς εὐλαβείας σου ἀδελφοὺς ἀσπάζομαι καὶ ἀξιῶ μετὰ σοῦ εὔχεσθαι ὑπὲρ ἡμῶν, ἵνα σωθῶμεν.

Ὁ ἑταῖρος Γρηγόριος τὸν μετὰ τῶν γονέων ἑλόμενος βίον αὐτοῖς σύνεστιν. Ὑγιαίνων ἐπὶ πλεῖστον φυλαχθείης ἡμῖν ὠφελῶν ἡμᾶς καὶ ταῖς εὐχαῖς καὶ τῇ γνώσει.

ΒΑΣΙΛΕΙῼ ΑΠΟΛΙΝΑΡΙΟΣ Φιλοθέως πιστεύεις καὶ φιλολόγως ζητεῖς, καὶ παρ᾽ ἡμῶν τὸ πρόθυμον ὀφείλεται διὰ τὴν ἀγάπην, εἰ καὶ τὸ ἱκανὸν τῷ λόγῳ μὴ ἕποιτο διά τε τὸ ἡμέτερον ἐνδεὲς καὶ τὸ τοῦ πράγματος ὑπερφυές. Οὐσία μία οὐκ ἀριθμῷ μόνον λέγεται, ὥσπερ λέγεις, καὶ τὸ ἐν μιᾷ περιγραφῇ, ἀλλὰ καὶ ἰδίως ἀνθρώπων δύο καὶ ἄλλου ὁτουοῦν τῶν κατὰ γένος ἑνιζομένων, ὥστε ταύτῃ γε καὶ δύο καὶ πλείονα ταὐτὸν εἶναι κατὰ τὴν οὐσίαν, καθὸ καὶ πάντες ἄνθρωποι Ἀδάμ ἐσμεν εἷς ὄντες καὶ Δαβὶδ ὁ τοῦ Δαβὶδ υἱὸς ὡς ταὐτὸν ὢν ἐκείνῳ, καθὰ καὶ τὸν Υἱὸν λέγεις καλῶς τοῦτο εἶναι κατὰ τὴν οὐσίαν ὅπερ ὁ Πατήρ. Οὐδὲ γὰρ ἑτέρως ἂν ἦν Θεὸς ὁ Υἱός, ἑνὸς ὁμολογουμένου καὶ μόνου Θεοῦ τοῦ Πατρός, ὥς που καὶ εἷς Ἀδὰμ ὁ ἀνθρώπων γενάρχης καὶ εἷς Δαβὶδ ὁ τοῦ βασιλείου γένους ἀρχηγέτης. Ταύτῃ γέ τοι καὶ ἓν εἶναι γένος ὑπερκείμενον ἢ μίαν ὕλην ὑποκειμένην ἐπὶ Πατρὸς καὶ Υἱοῦ περιαιρεθήσεται τῶν ὑπονοιῶν, ὅταν τὴν γεναρχικὴν παραλάβωμεν ἰδιότητα τῆς ἀνωτάτω ἀρχῆς καὶ τὰ ἐκ τῶν γενάρχων γένη πρὸς τὸ ἐκ τῆς μιᾶς ἀρχῆς μονογενὲς γέννημα. Μετρίως γὰρ τὰ τοιαῦτα εἰς ὁμοίωσιν ἔρχεται.

Καθὸ μηδὲ τοῦ Ἀδὰμ ὡς θεοπλάστου καὶ ἡμῶν ὡς ἀνθρωπογεννήτων ἓν ὑπέρκειται γένος, ἀλλ᾽ αὐτὸς ἀνθρώπων ἀρχή· μήτε ὕλη κοινὴ αὐτοῦ τε καὶ ἡμῶν, ἀλλ᾽ αὐτὸς ἡ πάντων ἀνθρώπων ὑπόθεσις. Μήτε μὴν τοῦ Δαβὶδ καὶ τοῦ γένους τοῦ ἐκ Δαβὶδ προεπινοεῖται καθὸ Δαβίδ, ἐπείπερ ἡ τοῦ Δαβὶδ ἰδιότης ἀπὸ τοῦ Δαβὶδ ἄρχεται καὶ ἡ ὑπόθεσις τῶν ἐξ αὐτοῦ πάντων αὐτός, ἀλλ᾽ ἐπειδὴ ταῦτα ἀπολείπεται καθό εἰσιν ἕτεραι κοινότητες ἀνθρώπων ἁπάντων πρὸς ἀλλήλους, οἷαι ἂν ἀδελφῶν· ἐπὶ δὲ Πατρὸς καὶ Υἱοῦ τοιοῦτον οὐκ ἔστιν, ἀλλὰ τὸ ὅλον Πατὴρ ἀρχὴ καὶ Υἱὸς ἐκ τῆς ἀρχῆς. Οὐκοῦν οὐδὲ ἀπομερισμὸς τοῦ προτέρου εἰς τὸ δεύτερον ὥσπερ ἐπὶ σωμάτων, ἀλλ᾽ ἀπογέννησις. Οὐδὲ γὰρ ἡ Πατρὸς ἰδιότης καθάπερ εἰς Υἱὸν ἀπομεμέρισται, ἀλλ᾽ ἡ τοῦ Υἱοῦ ἐκ τῆς τοῦ Πατρὸς ἐκπέφηνε· ταὐτὸν ἐν ἑτερότητι καὶ ἕτερον ἐν ταὐτότητι, καθὸ λέγεται Πατέρα εἶναι ἐν Υἱῷ καὶ Υἱὸν ἐν Πατρί.

Οὔτε γὰρ ἡ ἑτερότης ἁπλῶς φυλάξει τὴν ἀλήθειαν τῆς υἱότητος οὔτε ἡ ταὐτότης αὖ τὸ ἀμέριστον τῆς ὑποστάσεως, ἀλλ᾽ ἑκάτερον σύμπλοκον καὶ ἑνοειδές· ταὐτὸν ἑτέρως καὶ ἕτερον ὡσαύτως, ἵνα τις τὰ ῥήματα, μὴ ἐφικνούμενα τῆς δηλώσεως, ἐκβιάσηται, βεβαιοῦντος ἡμῖν τοῦ Κυρίου τὴν ἔννοιαν καὶ ἐν τῷ μείζων μὲν ἰσότητι παριστάναι τὸν Πατέρα, τὸν δὲ Υἱὸν ἐν ὑποβάσει τὸ ἴσον ἔχοντα· ὅπερ ἐδίδαξεν ἐν ὁμοειδεῖ μέν, ὑφειμένῳ δὲ φωτὶ νοεῖν τὸν Υἱὸν μὴ τὴν οὐσίαν ἐξαλλάττοντας, ἀλλὰ τὸ αὐτὸ ὑπερβεβληκὸς καὶ ἐν ὑφέσει θεωροῦντας. Οἱ μὲν γὰρ τὴν οὐσίαν ἐν οὐδεμιᾷ ταὐτότητι παραδεξάμενοι τὴν ὁμοίωσιν ἔξωθεν φέροντες τῷ Υἱῷ προστιθέασιν, ὃ δὴ καὶ ἕως ἀνθρώπων διαβαίνει τῶν ὁμοιουμένων τῷ Θεῷ. Οἱ δὲ τὴν ὁμοίωσιν τοῖς ποιήμασι πρέπουσαν εἰδότες ἐν ταὐτότητι μὲν τὸν Υἱὸν συνάπτουσι Πατρί, ὑφειμένῃ δὲ τῇ ταὐτότητι, ἵνα μὴ αὐτὸς ὁ Πατὴρ ἢ μέρος Πατρός, ἃ δυνατῶς παρίσταται τῷ «ἄλλος Υἱός», οὕτω Θεός, οὐχ ὡς ἐκεῖνος, ἀλλ᾽ ὡς ἐξ ἐκείνου, οὐ τὸ πρωτότυπον, ἀλλ᾽ εἰκών. Οὗτος ὁμοούσιος ἐξῃρημένως παρὰ πάντα καὶ ἰδιαζόντως, οὐχ ὡς τὰ ὁμογενῆ, οὐχ ὡς τὰ ἀπομεριζόμενα, ἀλλ᾽ ὡς ἐκ τοῦ ἑνὸς γένους καὶ εἴδους τῆς θεότητος ἓν καὶ μόνον ἀπογέννημα ἀδιαιρέτῳ καὶ ἀσωμάτῳ προόδῳ, καθ᾽ ἣν μένον τὸ γεννῶν ἐν τῇ γεννητικῇ ἰδιότητι προῆλθεν εἰς τὴν γεννητικὴν ἰδιότητα.

ΑΠΟΛΙΝΑΡΙῼ Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ἀπολιναρίῳ Βασίλειος. Διημάρτομεν τῶν προφάσεων δι᾽ ὧν ἐνῆν προσειπεῖν σου τὴν εὐλάβειαν, καίτοιγε ἡδέως ἂν ἐπὶ τοῖς γράμμασιν ἐκείνοις ἐπιστείλαντες. Σὲ γὰρ ἐν σιωπῇ κατέχειν τὴν ἡδονὴν ἐπ᾽ ἐκείνοις ἥσθημεν. Ὄντως γὰρ ἡμῖν ἔδοξας οἶος πεπνύσθαι, τῶν ἑρμηνευόντων δὲ σκιαὶ ἀΐσσουσιν, οὕτως ἐπ᾽ ἀσφαλοῦς τῆς διανοίας τὴν ἐξήγησιν ἄγων.

Καὶ νῦν δὴ πλέον ὁ ἔρως τῆς γνώσεως τῶν θείων λογίων ἅπτεται τῆς ψυχῆς μου. Προβαλεῖν μὲν οὖν σοι τῶν ἀπορουμένων τινὰ ἀποκνῶ, μὴ δόξω πέρα τοῦ μέτρου ἐμφορεῖσθαι τῆς παρρησίας. Σιωπᾶν δὲ πάλιν οὐ καρτερῶ ὠδίνων καὶ ἔτι προσλαβεῖν ἐφιέμενος. Ἄριστον οὖν μοι κατεφάνη πυθέσθαι σου πότερον ἐφίης ἡμῖν, ὦ θαυμάσιε, ἐρωτᾶν τι τῶν ἀπορουμένων ἢ χρὴ τὴν ἡσυχίαν ἄγειν. Ὁπότερον δ᾽ ἂν ἀποκρίνῃ, τοῦτο φυλάξομεν τοῦ λοιποῦ. Ἐρρώμενόν τε καὶ εὔθυμον καὶ ὑπερευχόμενον ἔχοιμέν σε διὰ παντός.

ΒΑΣΙΛΕΙῼ ΑΠΟΛΙΝΑΡΙΟΣ Τῷ δεσπότῃ μου τῷ ποθεινοτάτῳ ἀδελφῷ Βασιλείῳ Ἀπολινάριος ἐν Κυρίῳ χαίρειν. Ποῦ μὲν ἤμην αὐτός, δέσποτα, ποῦ δὲ ἡ ποθεινοτάτη φωνὴ καὶ γράμμα τὸ σύνηθες; Τί δὲ οὐ παρὼν ἀμύνεις ἢ καὶ ἀπὼν παρακελεύεις, πολέμου τοσούτου κατὰ τῆς εὐσεβείας ἐρρωγότος καὶ ἡμῶν οἷον ἐν μέσῃ παρατάξει βοώντων πρὸς τοὺς ἑταίρους διὰ τὴν ἐκ τῶν πολεμίων βίαν; Σὲ δὲ οὐδ᾽ ὅπως ἂν ζητήσωμεν ἔχομεν, ἐπεὶ μηδὲ οὗ τυγχάνεις διατρίβων εὑρίσκομεν. Ἀλλ᾽ ἐζήτησα μὲν ἐν τῇ Καππαδοκῶν, ἐπεὶ καὶ οὕτως ἤγγελλον οἱ ἐν Πόντῳ σοι περιτυχόντες ἐπηγγέλθαι σε θᾶττον ἐπανήξειν, οὐχ εὗρον δὲ ἔνθα ἤλπιζον. Νῦν δὲ ἔτι σε κατὰ τὴν αὐτὴν διάγοντα χώραν ἀκούσας εὐθὺς τῷ μηνυτῇ καὶ τὸ γράμμα ἐνεχείρισα. Ὅπερ δεξάμενος μὴ καὶ τοῦ ἀντιγράφειν ἀπόσχῃ ὡς καὶ τούτου συναποδημοῦντος. Ἴσθι δὲ ὡς ἐν τῷ μεταξὺ γέγονεν ἐπισκόπων ἐπιδημία τῶν ἀπ᾽ Αἰγύπτου καὶ γράμματα διεδόθη σύμφωνα παλαιοῖς γράμμασιν τοῖς τε θείοις αὐτοῖς καὶ τοῖς καθ᾽ ὁμοφωνίαν τῶν θείων ἐν Νικαίᾳ γραφεῖσιν.

Ἀναγκαία δὲ ἦν ἡ μετ᾽ ἐξηγήσεως τῶν αὐτῶν ἐπανάληψις, διὰ τὴν οὐχ ὑγιῆ τῶν κειμένων παρεξήγησιν ἣν εἰσῆγον οἱ πάλαι μὲν ἄντικρυς ἀντιλέγοντες, νῦν δὲ τὴν ἀντιλογίαν ἐξηγήσεως σχήματι μεθοδεύσαντες· ἔνθα ἦν ἡ τοῦ ὁμοουσίου κακοῦργος ἀναίρεσις ὡς οὐκ ὀφείλοντος νοεῖσθαι κατ᾽ οὐδεμίαν ἄρνησιν Ἑλληνικήν· ἀντεισαγωγὴ δὲ τοῦ ὁμοουσίου τὸ ὅμοιον κατ᾽ οὐσίαν, ὅπερ ἐπετηδεύθη χυδαίως ὀνομασθὲν καὶ κακοήθως νοηθέν, ἐπειδὴ ἡ ὁμοιότης τῶν ἐν οὐσίᾳ ἐστίν, οὐ τῶν οὐσιωδῶν, ἵνα δὴ οὕτως ὡμοιωμένη οὐσία νοῆται, οἷος ἂν εἴη καὶ ἀνδριὰς πρὸς Βασιλέα. Πρὸς ἅπερ ἀντεγράφη τὸ ὑπὸ τῶν εὐσεβεῖν εἰδότων καὶ βουλομένων, ὅτι οὐχ ὅμοιον Θεῷ, ἀλλὰ Θεὸν δηλοῖ τὸ ὁμοούσιον, ὡς ἂν γέννημα γνήσιον καὶ τῆς αὐτῆς οὐσίας τῷ γεγεννηκότι.

Συνεισήγετο δὲ καὶ τὸ περὶ Πνεύματος ὡς ὑπὸ τῶν Πατέρων ἐν τῇ αὐτῇ πίστει τῷ Θεῷ καὶ τῷ Υἱῷ κειμένου, ὅτι ἐστὶν ἐν τῇ αὐτῇ θεότητι. Τὴν οὖν τῆς εὐσεβείας ταύτης πρεσβείαν τίνα εἰκὸς ἦν οὕτω μετεῖναι ὡς τὸν σπουδαιότατον ἅμα τῷ δεσπότῃ μου Γρηγορίῳ, ὃς οὐδ᾽ αὐτὸς οὐδαμόθεν γράφει οὐδὲ σημαίνει καθάπαξ οὐδέν; Ἔρρωσο, δέσποτα ποθεινότατε.

ΒΑΣΙΛΕΙΟΣ Τῼ ΜΕΓΑΛῼ ΒΑΣΙΛΕΙ ΘΕΟΔΟΣΙῼ Πάθος ἀπήντησε τῇ καθ᾽ ἡμᾶς χώρᾳ οὐκ ἐκ σωματικῆς περιπετείας, ἀλλ᾽ ἐξ ὑδάτων ἐπιρρύσεως. Πόθεν δὲ τοῦτο δηλώσω. Γέγονε καταβολὴ χιόνος πολλὴ τῇ καθ᾽ ἡμᾶς λίμνῃ. Μήπω δὲ αὐτῆς κρυστάλλῳ παγείσης ἐπιγίνεται πνεῦμα θερμὸν καὶ ὄμβρος νότιος συμπίπτει αὐτῇ. Ἀθρόας οὖν γενομένης τῆς τήξεως ἀνείκαστα ἐκινήθη ῥεύματα ἀενάῳ ποταμῷ συνεπιμιγνύμενα, τῷ ἅλυι ἐναύλῳ τε ὄντι ὑπερβάλλοντα γλώσσῃ καὶ ὀφθαλμῷ. Οὗτος ὁ λαχὼν ἡμῖν γείτων ποταμός· ἐκβλύζων μὲν ἐκ τῆς τῶν Ἀρμενίων, ἐμβιβαζόμενος δὲ ἐν τῇ ἱερωτάτῃ λίμνῃ τῶν Σεβαστηνῶν, εἰς ἣν οἱ φερώνυμοι καὶ γενναῖοι τεσσαράκοντα τοῦ Χριστοῦ στρατιῶται βορέου δεινοῦ ἐπιπνεύσαντος ἐνεπάρησαν. Κἀκεῖθεν (δέξαι με τὸ ἀληθὲς λέγοντα, κράτιστε) οὗτος ὁ περικυκλῶν ἡμᾶς ὥσπερ ἔθνος πολέμιον τῶν φοβερῶν οὐ μικρῶς ἡμᾶς ἐκφοβεῖ. Ποσὶ γὰρ μηδέπω περώμενος κατά τινα τρόπον ἢ χρόνον τὰς ἀναγκαίας ἡμῖν καὶ λυσιτελεῖς πατρίδας οὐ συγχωρεῖ διακομίζειν τὰ ἐμπορευόμενα ἐπιτήδεια. Λέγω δὴ τῶν Γαλατῶν καὶ Παφλαγόνων καὶ Ἑλληνοποντίων, δι᾽ ὧν καὶ ἐξ ὧν τὰ ἀναγκαῖα ἡμῖν πρόσεστι, μάλιστα ἡ τοῦ ἄρτου δαψίλεια, κρυμώδους οὔσης τῆς περικύκλῳ γῆς καὶ ἐκ τοῦ περιέχοντος ἀέρος, ἐκ τῆς ἀστραποβροντοχαλαζορειθροδαμάστου ὀργῆς δεσμουμένης. Οὐ μικρῶς δὲ ἀπειλεῖ καὶ ἡ τοῦ πατρίου ἄλγους Ἀργέου ὑπεροψία.

Σὺ οὖν ἐκδυσωπηθείς, κράτιστε, φιλοτιμεῖσθαι θέλησον τὴν ὑπόφορόν σου γῆν, ἵν᾽ οὕτω τούτῳ ἐν ἀφθονίᾳ γεφύρας περαιοῦσθαι ἐφαρμοσάμενος δείξῃς αὐτὸν νέαν Ἐρυθρὰν ὁδοιπόριστον. Καὶ γὰρ τὸν πολυστένακτον βίον τῶν Ἰουδαίων σπλαγχνισθεὶς ὁ Κύριος τούτους ἀβρόχοις ποσὶ βαδίζειν εὐδόκησεν ὡς διὰ ξηρᾶς ἐν τῇ Ἐρυθρᾷ δεδωκὼς αὐτοῖς προηγήτορα τὸν Μωσέα. Πολὺς ἦν ἡμῖν ὁ τοῦ ποταμοῦ τρόπος· ἀνθρώποις μὲν γέγονεν ὄλεθρος, ἄνω δὲ πελαγίζοντος αὐτοῦ καὶ πᾶσαν χλοηφόρον γῆν ἐκθλίβοντος καὶ ἐκ τῆς ἰλύος σκεπομένης τῆς ἀρούρας ἀνάγκη λιμώττειν τὸν ἀροτῆρα βοῦν καὶ πάντα τὰ ὑποζύγια τῆς περικύκλῳ γῆς. Καὶ εἰ μὲν ἦν ἄνθρωπος ἄνθρωπον ἀδικῶν, οὐκ ἂν ἐπαυσάμεθα τοῖς δικαστηρίοις χρώμενοι. Τὸν δὲ νόμοις μὴ πειθόμενον μέγιστον ποταμὸν τί ἂν ἄρα δέοι τις ἐφαρμόσασθαι; Σοὶ οὖν εὔχεσθαι δεῖ, κράτιστε, τῷ ἐν μιᾷ καιροῦ ῥοπῇ ἀναστεῖλαι δυναμένῳ τὸν τῶν ὁδοιπόρων κίνδυνον.

ΒΑΣΙΛΕΙΟΣ ΠΡΟΣ ΟΥΡΒΙΚΙΟΝ ΜΟΝΑΖΟΝΤΑ ΠΕΡΙ ΕΓΚΡΑΤΕΙΑΣ Καλῶς ποιεῖς ὅρους ἡμῖν εὐθεῖς ὁρίζων, ἵνα μὴ μόνον ἐγκράτειαν ἴδωμεν, ἀλλὰ καὶ τὸν καρπὸν αὐτῆς. Ἔστιν οὖν ὁ καρπὸς αὐτῆς Θεοῦ μετουσία. Τὸ γὰρ μὴ φθείρεσθαι Θεοῦ μετέχειν ἐστίν, ὥσπερ τὸ φθείρεσθαι βίου μετουσία. Ἐγκράτεια γάρ ἐστιν σώματος ἄρνησις καὶ ὁμολογία πρὸς Θεόν.

Ἀποβαίνει τοῦ θνητοῦ παντός, ὥσπερ σῶμα ἔχουσα τοῦ Θεοῦ τὸ Πνεῦμα, καὶ Θεῷ μίσγεσθαι ποιεῖ οὔτε ζῆλον ἔχουσα οὔτε φθόνον. Ὁ γὰρ ἐρῶν σώματος ἑτέρῳ διαφθονεῖται· ὁ δὲ μὴ κομισάμενος εἰς καρδίαν τῆς φθορᾶς τὴν νόσον ἔρρωται λοιπὸν πόνῳ παντί, καίπερ ἀποθανὼν μὲν τῷ σώματι, ζῶν δὲ τῇ ἀφθαρσίᾳ. Καί μοι τελείως καταμανθάνοντι ἐγκράτεια δοκεῖ ὁ Θεὸς εἶναι, ὅτι μηδενὸς ἐπιθυμεῖ, ἀλλὰ πάντα ἔχει ἐν ἑαυτῷ, καὶ οὐδενὸς ὀρέγεται οὐδὲ ἔχει πάθος περὶ τοὺς ὀφθαλμοὺς οὐδὲ περὶ τὰ ὦτα, ἀλλὰ ἀνενδεὴς ὢν πλήρης δι᾽ ὅλου ἐστίν. Ἐπιθυμία νόσος ἐστὶ ψυχῆς, ὑγεία δὲ ἐγκράτεια. Οὐ μόνον δὲ περὶ ἓν εἶδος τὴν ἐγκράτειαν δεῖ ὁρᾶν οἷον ἕνεκεν ἀφροδισίων, ἀλλὰ καὶ περὶ τὰ ἄλλα ὅσα ἐπιθυμεῖ ἡ ψυχὴ κακῶς οὐκ ἀρκουμένη τοῖς ἀναγκαίοις· γίνεται φθόνος διὰ χρυσίον καὶ ἀδικήματα μυρία δι᾽ ἑτέρας ἐπιθυμίας. Καὶ τὸ μὴ μεθύειν ἐγκράτειά ἐστιν καὶ τὸ μὴ διαρρήγνυσθαι ὑπερεμπιμπλάμενον. Καὶ τὸ κρατεῖν τοῦ σώματος ἐγκράτειά ἐστιν καὶ τὸ κυριεύειν λογισμῶν πονηρῶν.

Ποσάκις ἐτάραξεν ψυχὴν ἔννοια οὐκ ἀγαθὴ οὖσα οὔτε ἀληθὴς καὶ καρδίαν ἐμέρισεν εἰς πολλὰ φροντίζειν κενῶς; Πάντως ἐλευθεροῖ ἡ ἐγκράτεια ἅμα θεραπεύουσα καὶ δύναμις οὖσα· οὐ γὰρ διδάσκει σωφροσύνην, ἀλλὰ παρέχει. Χάρις ἐστὶν Θεοῦ ἐγκράτεια. Ἰησοῦς ἐγκράτεια ἐφάνη καὶ γῇ καὶ θαλάσσῃ κοῦφος γενόμενος. Οὔτε γὰρ γῆ ἐβάστασεν αὐτὸν οὔτε πελάγη, ἀλλ᾽ ὥσπερ ἐπάτησεν θάλασσαν, οὕτως οὐκ ἐβάρησεν τὴν γῆν. Εἰ γὰρ ἐκ τοῦ φθείρεσθαι τὸ ἀποθανεῖν, ἐκ δὲ τοῦ φθορὰν μὴ ἔχειν τὸ μὴ ἀποθανεῖν, θεότητα ὁ Ἰησοῦς εἰργάζετο, οὐ θνητότητα. Ἤσθιεν καὶ ἔπινεν ἰδίως οὐκ ἀποδιδοὺς τὰ βρώματα· τοσαύτη ἐν αὐτῷ ἡ ἐγκράτεια δύναμις ἦν ὥστε μὴ φθαρῆναι τὴν τροφὴν ἐν αὐτῷ, ἐπεὶ τὸ φθείρεσθαι αὐτὸς οὐκ εἶχεν. Ὀλίγον τι ἐν ἡμῖν ἐὰν ᾖ ἐγκράτεια, ἀνώτεροι ἁπάντων ἐσμέν. Καὶ γὰρ ἀγγέλους ἠκούσαμεν ἀκρατεῖς γενομένους κατασπασθέντας οὐρανοῦ δι᾽ ἐπιθυμίαν.

Ἑάλωσαν γάρ, οὐχὶ κατέβησαν· τί γὰρ ἔπραττεν ἐκεῖ αὕτη ἡ νόσος, εἰ μή τις ἐκεῖ τοιοῦτος ὀφθαλμὸς ἦν; Διὰ τοῦτο ἔφην· Ὀλίγον ἐγκράτειαν ἐὰν ἔχωμεν καὶ τοῦ βίου μὴ ἐρασθῶμεν, ἀλλ᾽ αἰώνων τῶν ἀνωτέρων, ἐκεῖ εὑρεθησόμεθα ὅπου ἀναπέμπομεν τὸν νοῦν. Δοκεῖ γὰρ ὀφθαλμὸν εἶναι τοῦτον τὸν τὰ ἀφανῆ ἰδεῖν δυνάμενον. Καὶ γὰρ λέγεται· Νοῦς ὁρᾷ καὶ νοῦς ἀκούει. Ταῦτά σοι ὀλίγα δοκοῦντα πολλὰ γέγραφα, ὅτι ἑκάστη λέξις νοῦς ἐστιν, καὶ οἶδα ὅτι ἀναγνοὺς αἰσθηθήσῃ.