Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Επιστολές Συστάσεως και Πνευματικής Μεσιτείας
Παρακλήσεις προς αξιωματούχους για την παροχή βοηθείας, προστασίας και ευνοϊκής μεταχείρισης αδελφών και κληρικών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Επιστολές Συστάσεως και Πνευματικής Μεσιτείας
Παρακλήσεις προς αξιωματούχους για την παροχή βοηθείας, προστασίας και ευνοϊκής μεταχείρισης αδελφών και κληρικών.
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Εἰ πάσας ἐφεξῆς γράφοιμι τὰς αἰτίας ὑφ᾽ ὧν μέχρι τοῦ παρόντος κατεσχέθην, καὶ πάνυ ὡρμημένος πρὸς τὴν σὴν θεοσέβειαν, ἱστορίας ἂν μῆκος ἀπέραντον ἐκπληρώσαιμι. Νόσους μὲν ἐπαλλήλους καὶ χειμῶνος ἐπάχθειαν καὶ πραγμάτων συνοχὴν παρίημι λέγειν, γνώριμα ὄντα καὶ ἤδη προδεδηλωμένα τῇ τελειότητί σου. Νῦν δὲ καὶ ἣν μόνην εἶχον τοῦ βίου παραμυθίαν τὴν μητέρα, καὶ ταύτην ἀφῃρέθην ὑπὸ τῶν ἁμαρτιῶν. Καὶ μὴ καταγελάσῃς μου ὡς ἐν τούτῳ τῆς ἡλικίας ὀρφανίαν ὀδυρομένου, ἀλλὰ σύγγνωθί μοι ψυχῆς χωρισμὸν ἀνεκτῶς μὴ φέροντι, ἧς οὐδὲν ἀντάξιον ἐν τοῖς λειπομένοις ὁρῶ. Πάλιν οὖν μοι ὑπέστρεψε τὰ ἀρρωστήματα καὶ πάλιν ἐπὶ κλίνης κατάκειμαι, ἐπὶ μικρᾶς παντελῶς τῆς δυνάμεως σαλεύων καὶ μόνον οὐχὶ ἐφ᾽ ἑκάστης ὥρας τὸ ἀναγκαῖον πέρας τῆς ζωῆς ἐκδεχόμενος. Αἱ δὲ Ἐκκλησίαι σχεδόν τι παραπλησίως τῷ σώματί μου διάκεινται, ἀγαθῆς μὲν ἐλπίδος οὐδεμιᾶς ὑποφαινομένης, ἀεὶ δὲ πρὸς τὸ χεῖρον τῶν πραγμάτων ὑπορρεόντων. Τέως δὲ ἡ Νεοκαισάρεια καὶ ἡ Ἄγκυρα ἔδοξαν ἔχειν διαδόχους τῶν ἀπελθόντων, καὶ μέχρι τοῦ νῦν ἡσυχάζουσιν. Ἀλλ᾽ οὐδὲ ἡμῖν οἱ ἐπιβουλεύοντες ποιῆσαί τι τοῦ θυμοῦ καὶ τῆς πικρίας ἄξιον μέχρι τοῦ παρόντος συνεχωρήθησαν. Καὶ τούτου τὴν αἰτίαν ταῖς σαῖς ὑπὲρ τῶν Ἐκκλησιῶν πρεσβείαις προδήλως ἡμεῖς ἀνατίθεμεν.
Ὥστε μὴ ἀποκάμῃς προσευχόμενος ὑπὲρ τῶν Ἐκκλησιῶν καὶ δυσωπῶν τὸν Θεόν. Τοὺς καταξιωθέντας ἐξυπηρετεῖσθαι τῇ ὁσιότητί σου πάμπολλα πρόσειπε.
ΕΥΣΕΒΩΝᾼ ΕΠΙΣΚΟΠῼ Οὔπω ἡμᾶς ὁ λιμὸς ἀνῆκε, διόπερ ἀναγκαία ἡμῖν ἐστιν ἡ ἐπὶ τῆς πόλεως διαγωγή, ἢ οἰκονομίας ἕνεκεν, ἢ συμπαθείας τῶν θλιβομένων. Ὅθεν οὐδὲ νῦν ἠδυνήθην κοινωνῆσαι τῆς ὁδοῦ τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ὑπατίῳ, ὃν οὐκ αὐτὸ δὴ τοῦτο εὐφημίας ἕνεκεν ἀδελφὸν ἔχω προσαγορεύειν, ἀλλὰ διὰ τὴν ὑποῦσαν ἡμῖν ἐκ φύσεως οἰκειότητα.
Αἵματος γάρ ἐσμεν τοῦ αὐτοῦ. Ὃς ὁποῖα μὲν κάμνει οὐδὲ τὴν σὴν ἔλαθε τιμιότητα. Λυπεῖ δὲ ἡμᾶς ὅτι πᾶσα παραμυθίας ἐλπὶς ἐπ᾽ αὐτῷ περικέκοπται, τῶν ἐχόντων τὰ τῆς ἰάσεως χαρίσματα οὐδὲν ἐπ᾽ αὐτοῦ τῶν συνήθων ἐνεργῆσαι συγχωρηθέντων. Διὸ πάλιν τῶν σῶν προσευχῶν τὴν βοήθειαν ἐπικαλεῖται. Σὺ δὲ τὰ συνήθη προστῆναι, καὶ διὰ τὴν σεαυτοῦ περὶ τοὺς κάμνοντας εὐσπλαγχνίαν καὶ δι᾽ ἡμᾶς τοὺς ὑπὲρ αὐτοῦ πρεσβεύοντας, παρακλήθητι, καί, εἰ μὲν οἷόν τε, πρὸς ἑαυτὸν μεταστεῖλαι τοὺς εὐλαβεστάτους τῶν ἀδελφῶν, ὥστε ὑπὸ ταῖς σαῖς ὄψεσι προσαχθῆναι αὐτῷ τὴν ἐπιμέλειαν, εἰ δὲ τοῦτο ἀδύνατον, μετὰ γραμμάτων αὐτὸν προπέμψαι καὶ συστῆσαι τοῖς ἔμπροσθεν καταξίωσον.
ΣΩΦΡΟΝΙῼ ΜΑΓΙΣΤΡῼ Ἀπολαύει τοῦ καιροῦ καὶ ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν Γρηγόριος ὁ ἐπίσκοπος. Ὀδυνᾶται γὰρ μετὰ πάντων καὶ αὐτὸς ἐπηρείαις ἐπαλλήλοις, ὥσπερ τισὶ πληγαῖς ἀπροσδοκήτοις, τυπτόμενος. Ἄνθρωποι γὰρ μὴ φοβούμενοι τὸν Θεόν, τάχα που καὶ ὑπὸ τοῦ μεγέθους τῶν κακῶν βιαζόμενοι, ἐπηρεάζουσιν αὐτῷ ὡς χρήματα Καισαρίου παρ᾽ αὐτῶν εἰληφότος. Καὶ οὐ τὸ τῆς ζημίας βαρύ· πάλαι γὰρ ἔμαθε χρημάτων ὑπερορᾶν, ἀλλ᾽ ὅτι, μικρὰ παντελῶς δεξάμενοι τῶν ἐκείνου, διὰ τὸ ἐπὶ οἰκέταις αὐτοῦ γενέσθαι τὸν βίον καὶ ἀνθρώποις οὐδὲν οἰκετῶν αἱρετωτέροις τὸν τρόπον, οἵ, κατὰ πολλὴν ἄδειαν τὰ πλείστου ἄξια διανειμάμενοι, ἐλάχιστα παντελῶς ἀπέσωσαν τούτοις· ἃ νομίζοντες μηδενὶ ὑποκεῖσθαι, εὐθὺς ἀνάλωσαν εἰς τοὺς δεομένους, καὶ διὰ τὴν ἑαυτῶν προαίρεσιν καὶ διὰ τὴν φωνὴν τοῦ κατοιχομένου. Λέγεται γὰρ τοῦτο εἰπεῖν ἀποθνήσκων, ὅτι τὰ ἐμὰ πάντα βούλομαι γενέσθαι τῶν πτωχῶν. Ὡς οὖν διάκονοι τῆς ἐντολῆς τοῦ κυρίου εὐθὺς αὐτὰ ᾠκονόμησαν συμφερόντως, καὶ νῦν περιέστηκε πενία μὲν χριστιανοῦ, πολυπραγμοσύνη δὲ τῶν ἀγοραίων ἑνός.
Διὸ ἐπῆλθε πάντα τῇ ἐπαινετῇ σου καλοκἀγαθίᾳ δηλῶσαι, ἵνα, καὶ τὸν ἄνδρα τιμῶν ὃν ἐκ παλαιοῦ γνωρίζεις, καὶ τὸν Κύριον δοξάζων τὸν εἰς ἑαυτὸν ἀναδεχόμενον τὰ τοῖς δούλοις αὐτοῦ γινόμενα, καὶ ἡμᾶς τιμῶν τοὺς ἐξαιρέτους σεαυτοῦ· καὶ διαλεχθῇς τῷ Κόμητι τῶν θησαυρῶν περὶ αὐτοῦ τὰ εἰκότα, καὶ τρόπον ἐπινοήσῃς τῇ μεγάλῃ σαυτοῦ συνέσει ἀπαλλαγῆς τῶν ἐφυβρίστων τούτων καὶ ἀφορήτων ὀχλήσεων.
Πάντως δὲ οὐδεὶς οὕτως ἀγνοεῖ τὸν ἄνδρα ὥστε περὶ αὐτοῦ τι τῶν ἀπρεπῶν ὑπολαβεῖν, ὡς ἄρα τῶν χρημάτων περιεχόμενος σχηματίζεται τὰ τοιαῦτα. Ἐγγύθεν γὰρ τῆς ἐλευθεριότητος αὐτοῦ ἡ ἀπόδειξις. Ἡδέως ἐξίσταται τῶν λειψάνων τῆς οὐσίας αὐτοῦ τῷ ταμιείῳ, ὥστε ὑποδεχθῆναι μὲν αὐτοῦ τὴν οὐσίαν, τὸν δὲ συνήγορον τοῦ ταμιείου λέγοντα πρὸς τοὺς ἐπιφυομένους καὶ ἀπαιτεῖν τὰς ἀποδείξεις, διὰ τὸ ἡμέτερον πρὸς τὰ τοιαῦτα ἀνεπιτήδειον.
Ἔξεστι γὰρ μαθεῖν τῇ τελειότητί σου ὅτι, ἕως ἐξῆν, οὐδεὶς ἀπῆλθεν ἀποτυχὼν ὧν ἐβούλετο, ἀλλὰ τὸ ἐπιζητούμενον ἀπονητὶ ἕκαστος ἐκομίσατο, ὥστε καὶ μεταμέλειν τοῖς πολλοῖς διότι μὴ πλέον ᾔτησαν ἀπ᾽ ἀρχῆς· ὃ καὶ μάλιστα πολλοὺς ἐποίησε τοὺς ἐπηρεαστάς. Πρὸς γὰρ τὸ τῶν προλαβόντων ὑπόδειγμα ἀφορῶντες, ἄλλος ἄλλον διαδέχεται συκοφαντῶν. Πρὸς οὖν πάντα ταῦτα τὴν σὴν σεμνότητα παρακαλοῦμεν στῆναι καὶ ὥσπερ τι ῥεῦμα ἐπισχεῖν, καὶ διακόψαι τῶν κακῶν τὴν συνέχειαν Οἶδας δὲ ὅπως βοηθήσῃς τῷ πράγματι, ὥστε μὴ ἀναμένειν παρ᾽ ἡμῶν διδαχθῆναι τὸν τρόπον, οἵ, δι᾽ ἀπειρίαν τῶν τοῦ βίου πραγμάτων, καὶ αὐτὸ τοῦτο ἀγνοοῦμεν, πῶς ἂν γένοιτο ἡμῖν τῆς ἀπαλλαγῆς τυχεῖν. Καὶ σύμβουλος οὖν καὶ προστάτης αὐτὸς γενοῦ, τὸ εἶδος τῆς βοηθείας διὰ τῆς μεγάλης σεαυτοῦ φρονήσεως ἐξευρίσκων.
ΑΒΟΥΡΓΙῼ Καὶ τίς οὕτω παλαιὰν ἑταιρείαν οἶδε τιμᾶν καὶ ἀρετὴν αἰδεῖσθαι καὶ κάμνουσι συναλγεῖν, ὡς αὐτὸς σύ; Ἐπεὶ οὖν τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν, Γρηγόριον τὸν ἐπίσκοπον, κατέλαβε πράγματα, οὔτε ἄλλως φορητὰ καὶ μάλιστα τῷ ἤθει αὐτοῦ ὑπεναντία, ἔδοξεν ἡμῖν κράτιστον εἶναι ἐπὶ τὴν σὴν καταφυγεῖν προστασίαν καὶ παρὰ σοῦ τινα εὑρέσθαι λύσιν τῶν συμφορῶν. Συμφορὰ γάρ ἐστιν ἀφόρητος πράγματα ἀναγκάζεσθαι λέγειν τὸν μὴ πεφυκότα μηδὲ βουλόμενον, καὶ χρήματα ἀπαιτεῖσθαι τὸν πένητα, καὶ ἕλκεσθαι εἰς τὸ μέσον καὶ δημοκοπεῖσθαι τὸν πάλαι δι᾽ ἡσυχίας τὸν βίον παρελθεῖν κρίναντα. Εἴτε οὖν τῷ Κόμητι τῶν θησαυρῶν διαλεχθῆναι χρήσιμον εἶναι κρίνῃς, εἴτε τισὶν ἑτέροις, τῆς σῆς ἂν εἴη συνέσεως.
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ Πῶς ἂν σιωπήσαιμεν ἐπὶ τοῖς παροῦσιν ἤ, τοῦτο καρτερεῖν μὴ δυνάμενοι, ἄξιόν τινα λόγον τῶν γινομένων εὕροιμεν, ὥστε μὴ στεναγμῷ προσεοικέναι τὴν φωνὴν ἡμῶν, ἀλλὰ θρήνῳ τοῦ κακοῦ τὸ βάρος ἀρκούντως διασημαίνοντι;
Οἴχεται ἡμῖν καὶ ἡ Ταρσός. Καὶ οὐ τοῦτο μόνον δεινόν, καίπερ ἀφόρητον ὄν· ἔστι γὰρ τούτου χαλεπώτερον πόλιν τοσαύτην, οὕτως ἔχουσαν εὐκληρίας ὥστε Ἰσαύρους καὶ Κίλικας καὶ Καππαδόκας καὶ Σύρους δι᾽ ἑαυτῆς συνάπτειν, ἑνὸς ἢ δυοῖν ἀπονοίαις ἀνθρώπων ὀλέθρου γενέσθαι πάρεργον, μελλόντων ὑμῶν καὶ βουλευομένων καὶ πρὸς ἀλλήλους ἀποσκοπούντων. Κράτιστον οὖν, κατὰ τὴν τῶν ἰατρῶν ἐπίνοιαν (πάντως δέ μοι πολλὴ ἀφθονία, διὰ τὴν σύνοικον ἀρρωστίαν, τῶν τοιούτων παραδειγμάτων), οἵ, ἐπειδὰν τὸ τῆς ὀδύνης μέγεθος ὑπερβάλλῃ, ἀναισθησίαν τῇ ἐπινοίᾳ ἐπιτεχνῶνται τῷ κάμνοντι, καὶ ταῖς ἡμετέραις αὐτῶν ψυχαῖς, ὡς μὴ ταῖς ἀφορήτοις ὀδύναις συνέχεσθαι, ἀναλγησίαν τῶν κακῶν συνεύξασθαι. Οὐ μὴν ἀλλά, καίπερ οὕτως ἀθλίως ἔχοντες, μιᾷ παραμυθίᾳ κεχρήμεθα πρὸς τὴν σὴν ἀπιδεῖν ἡμερότητα καὶ ἐκ τῆς σῆς ἐννοίας καὶ μνήμης πραῧναι τῆς ψυχῆς τὸ λυπούμενον. Ὥσπερ γὰρ τοῖς ὀφθαλμοῖς, ἐπειδάν ποτε συντόνως τὰ λαμπρὰ καταβλέψωσι, φέρει τινὰ ῥᾳστώνην πρὸς τὰ κυανὰ καὶ χλοάζοντα τῶν χρωμάτων ἐπανελθεῖν, οὕτω καὶ ταῖς ἡμετέραις ψυχαῖς οἷον πραεῖά τις ἐπαφὴ τὸ ὀδυνηρὸν ἐξαιροῦσα ἡ μνήμη τῆς σῆς πραότητος καὶ ἐμμελείας ἐστί, καὶ μάλιστα ὅταν ἐνθυμηθῶμεν ὅτι τὸ κατὰ σεαυτὸν ἅπαν ἐπλήρωσας.
Ἐξ ὧν ἱκανῶς καὶ ἡμῖν τοῖς ἀνθρώποις, ἐὰν εὐγνωμόνως τὰ πράγματα κρίνωμεν, ὡς οὐδὲν ἐκ τῆς σῆς αἰτίας ἀπόλωλεν ἐνεδείξω, καὶ παρὰ Θεῷ τῆς τῶν καλῶν προθυμίας μέγαν σεαυτῷ τὸν μισθὸν κατεκτήσω.
Χαρίσαιτο δέ σε ἡμῖν καὶ ταῖς ἑαυτοῦ Ἐκκλησίαις ὁ Κύριος, ἐπ᾽ ὠφελείᾳ τοῦ βίου καὶ διορθώσει τῶν ψυχῶν ἡμῶν, καὶ καταξιώσειε πάλιν τῆς ἐπωφελοῦς συντυχίας σου.
ΑΝΕΠΙΓΡΑΦΟΣ, ΥΠΕΡ ΛΕΟΝΤΙΟΥ Περὶ πολλῶν μὲν ὡς διαφερόντων μοι ἐπέστειλά σοι, περὶ πλειόνων δὲ καὶ ἐπιστελῶ. Οὔτε γὰρ τοὺς δεομένους ἐπιλιπεῖν δυνατόν, οὔτε ἡμᾶς ἀρνεῖσθαι τὴν χάριν οἷόν τε. Οὐ μήν ἐστί τις οἰκειότερός μοι, οὔτε μᾶλλον ἀναπαῦσαί με ἐφ᾽ οἷς ἂν εὖ τι πάθοι δυνάμενος, τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Λεοντίου· οὗ τὴν οἰκίαν οὕτω διάθες ὡς ἂν εἰ αὐτὸν ἐμὲ καταλάβοις, μὴ ἐν τῇ πενίᾳ ταύτῃ ἐν ᾗ νῦν εἰμι σὺν Θεῷ, ἀλλ᾽ εὐπορίας τινὸς ἐπειλημμένον καὶ ἀγροὺς κεκτημένον. Δῆλον γὰρ ὅτι οὐκ ἂν ἐποίησάς με πένητα, ἀλλ᾽ ἐφύλαξας ἂν τὰ παρόντα ἢ ἐπέτεινας τὴν εὐπορίαν.
Τοῦτο οὖν ποιῆσαί σε καὶ ἐν τῇ προειρημένῃ μοι οἰκίᾳ τοῦ ἀνδρὸς παρακαλοῦμεν. Μισθὸς δέ σοι ὑπὲρ πάντων ὁ συνήθης παρ᾽ ἐμοῦ, εὐχὴ πρὸς τὸν ἅγιον Θεὸν ὑπὲρ ὧν κάμνεις, καλός τε καὶ ἀγαθὸς ὢν καὶ προλαμβάνων τὰς αἰτήσεις τῶν δεομένων.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΠΙΚΟΥΡΙᾼ Ὁ πρεσβύτερος τοῦ χωρίου τοῦδε οἶμαι ὅτι πάλαι ἔγνωσται τῇ εὐγενείᾳ σου ὅτι ἐστὶν ἐμοὶ σύντροφος. Τί οὖν ἄλλο δεῖ με εἰπεῖν πρὸς τὸ δυσωπῆσαί σου τὴν χρηστότητα οἰκείως αὐτὸν ἰδεῖν καὶ βοηθῆσαι αὐτῷ εἰς τὰ πράγματα; Εἰ μὲν γὰρ ἐμὲ ἀγαπᾷς, ὥσπερ οὖν ἀγαπᾷς, δηλονότι καὶ οὓς ἀντ᾽ ἐμαυτοῦ ἔχω ἀναπαῦσαι πάσῃ δυνάμει προαιρῇ. Τί οὖν ἐστιν ὃ παρακαλῶ; Φυλαχθῆναι αὐτῷ τὴν παλαιὰν ἀπογραφήν. Καὶ γὰρ καὶ κάμνει οὐ μετρίως ἡμῖν ὑπηρετῶν πρὸς τὸν βίον, διὰ τὸ ἡμᾶς, ὡς αὐτὸς ἐπίστασαι, μηδὲν κεκτῆσθαι ἴδιον, ἀλλὰ τοῖς τῶν φίλων καὶ συγγενῶν ἀρκεῖσθαι. Ὡς οὖν ἐμὸν οἶκον, μᾶλλον δὲ ὡς ἑαυτοῦ, οὕτω θέασαι τὸν τοῦ ἀδελφοῦ τοῦδε, καὶ ἀντὶ τῆς εἰς αὐτὸν εὐποιίας παρέξει Θεὸς καὶ σοὶ καὶ οἴκῳ καὶ γένει παντί σου τὴν συνήθειαν. Γίνωσκε δέ μοι πάνυ ἐπιμελὲς εἶναι μηδὲ ἐκ τῆς ἐξισώσεως ἐπηρεασθῆναι τὸν ἄνθρωπον.
ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΣΥΝΤΡΟΦΟΥ Ὑφορῶμαι λοιπὸν τῶν ἐπιστολῶν τὸ πλῆθος. Βιαίως μὲν καὶ μὴ φέρων τὴν ἐπάχθειαν τῶν ἀπαιτούντων ἡμᾶς ἐκφωνεῖν ἀναγκάζομαι. Γράφω δ᾽ οὖν ὅμως, ἄλλον ἀπαλλαγῆς τρόπον ἐπινοεῖν οὐκ ἔχων ἢ διδοὺς αὐτοῖς τὰς ἐπιστολὰς ἃς αἰτοῦσιν ἑκάστοτε παρ᾽ ἡμῶν. Φοβοῦμαι τοίνυν μή, ἐπειδὴ πολλοὶ προσκομίζουσι γράμματα, εἷς τῶν πολλῶν νομισθῇ καὶ ὁ ἀδελφὸς ὁ δεῖνα. Ἐγὼ γὰρ πολλοὺς φίλους καὶ συγγενεῖς ἔχειν ἐπὶ τῆς πατρίδος ὁμολογῶ, καὶ αὐτὸς εἰς τὴν πατρικὴν τάξιν τετάχθαι διὰ τὸ σχῆμα τοῦτο εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. Σύντροφον δὲ τῆς θρεψαμένης με υἱὸν τοῦτον ἔχω ἕνα, καὶ εὔχομαι τὸν οἶκον ἐν ᾧ ἀνετράφην ἐπὶ τῆς ὁμοίας καταστάσεως διαμεῖναι, ἵνα μή τι ἡ πάντας εὐεργετοῦσα ἐπιδημία τῆς σῆς κοσμιότητος ἀφορμὴ πρὸς λύπην τῷ ἀνδρὶ γένηται.
Ἀλλ᾽ ἐπειδὴ ἔτι καὶ νῦν ἐκ τοῦ αὐτοῦ διατρέφομαι οἴκου, οὐδὲν ἔχων τῶν ἐμαυτοῦ, ἀρκούμενος δὲ τοῖς τῶν ἀγαπητῶν, παρακαλῶ οὕτω φείσασθαι τῆς οἰκίας ᾗ ἐνετράφην ὡς ἐμοὶ τῆς τροφῆς τὴν χορηγίαν διασώζοντα. Καί σε ὁ Θεὸς ἀντὶ τούτων τῆς αἰωνίου ἀναπαύσεως ἀξιώσειεν.
Ἐκεῖνό γε μὴν πάντων ἀληθέστατον γινώσκειν σου τὴν κοσμιότητα βούλομαι, ὅτι τῶν ἀνδραπόδων τὰ πλεῖστα παρ᾽ ἡμῶν ὑπῆρξεν αὐτῷ μισθὸς τῆς τροφῆς ἡμῶν, τῶν γονέων ἡμῶν παρασχομένων. Ὁ δὲ μισθὸς οὐ παντελής ἐστι δωρεά, ἀλλὰ χρῆσις διὰ βίου. Ὥστε, ἐάν τι βαρὺ περὶ αὐτὰ γένηται, ἔξεστιν αὐτῷ πρὸς ἡμᾶς ἀποπέμψαι, καὶ ἐσόμεθα ἡμεῖς δι᾽ ἑτέρας ὁδοῦ ὑπεύθυνοι τελέσμασι καὶ ἀπαιτηταῖς πάλιν γινόμενοι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.