Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Αλληλογραφία με τον Αυτοκράτορα Ιουλιανό τον Παραβάτη
Η προσέγγιση του αυτοκράτορα Ιουλιανού και ο αυστηρός έλεγχος του Μεγάλου Βασιλείου για την αποστασία και τις παράλογες απαιτήσεις του.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Αλληλογραφία με τον Αυτοκράτορα Ιουλιανό τον Παραβάτη
Η προσέγγιση του αυτοκράτορα Ιουλιανού και ο αυστηρός έλεγχος του Μεγάλου Βασιλείου για την αποστασία και τις παράλογες απαιτήσεις του.
ΙΟΥΛΙΑΝΟΣ ΒΑΣΙΛΕΙῼ Ἡ μὲν παροιμία φησίν· «Οὐ πόλεμον ἀγγέλλεις», ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας· «Ὦ χρυσὸν ἀγγείλας ἐπῶν.» Ἴθι οὖν, ἔργοις αὐτὸ δεῖξον καὶ σπεῦδε παρ᾽ ἡμᾶς. Ἀφίξῃ γὰρ φίλος παρὰ φίλον. Ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς πάρεργον αὐτὸ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοὶ καὶ πάντως ἱκανοὶ πρὸς πάντα. Δίδωμι οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι.
Σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως μόνης ἧς οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθ᾽ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλους ἐλευθερίας ἐξελέγχοντές τε, ὅταν δέῃ, καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων. Ἔνθεν ἔξεστιν ἡμῖν (ἀπείη δὲ φθόνος) ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς, ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα.
Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα παθών τι βλακῶδες (ἐπῄνεσα γὰρ ἐμαυτὸν ὥσπερ Ἀστυδάμας), ἀλλ᾽ ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν, ἅτε ἀνδρὸς ἔμφρονος, ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ ταῦτα ἐπέστειλα. Σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησόμενος δρόμῳ. Συνδιατρίψας δὲ ἡμῖν ἐφ᾽ ὅσου σοι φίλον, οἵπερ ἂν θέλῃς ὑφ᾽ ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιῇ.
ΙΟΥΛΙΑΝΟΣ ΒΑΣΙΛΕΙῼ Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον ἐπιδεικνύμενος μέχρι τοῦ παρόντος ὑπηκόους ἐκομισάμην τοὺς οἰκοῦντας τὴν ὑφ᾽ ἥλιον. Ἰδοὺ γὰρ πᾶν γένος βαρβάρων μέχρις ὁρίων Ὠκεανοῦ δῶρά μοι κομίζον ἧκεν.
Ὁμοίως δὲ καὶ οἱ Σαγάδαρες οἱ περὶ τὸν Δανούβιον ἐκτραφέντες, οἱ εὐμορφοποικιλοκαθαρόμορφοι, οἷς οὐκ ἔστι θέα ἀνθρώπων, ἀλλὰ μορφὴ ἀγριαίνουσα, καὶ αὐτοὶ προκυλινδοῦνται τοῖς ἴχνεσι τοῖς ἐμοῖς ὑπισχνούμενοί μοι ἐκεῖνα ποιεῖν ἅπερ τῇ ἐμῇ βασιλείᾳ ἁρμόζει. Αὐτὸς δὲ ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας εὐλάβειαν μὲν λέγων ἐνδεδύσθαι, ἀναίδειαν δὲ προσλαβόμενος πανταχοῦ διαφημίζειν ἀνάξιόν με τῆς Ῥωμαίων βασιλείας γεγονέναι. Ἦ οὐκ οἶδας; Κῶνστα τοῦ κρατίστου ἀπόγονος τυγχάνω καὶ τούτων λεχθέντων μοι σοῦ ἕνεκα οὐδὲ ἐπὶ τοῦ παρόντος ἐξίσταμαι τῆς πρὸς σὲ διαθέσεως ἧς ἐγώ τε καὶ σὺ ἔτι νέοι ὄντες ἅμα μετεσχήκαμεν τὰ βέλτιστα γράμματα. Καὶ νῦν ἰδοὺ γαληνῷ τῷ φρονήματι θεσπίζω χιλιάδα λιτρῶν χρυσίου ἐξαποσταλῆναί μοι παρὰ σοῦ ἐπὶ τὸν Περσικὸν μέλλοντι διοδεύειν πόλεμον, ἔτι μου κατὰ τὴν λεωφόρον ὑπάρχοντος.
Τοῦ οὖν ἐξονομασθέντος χρυσίου ἐξαριθμοκαμπανοτρυτανίσας ἔκπεμψον δι᾽ οἰκείου σου πιστοῦ δακτυλίῳ τῷ σῷ ἐκσφραγισάμενος, ὥστε, κἂν ὀψέ, ποτε γαληνότερόν σοι γενέσθαι περὶ τὰ ἀπεσταλμένα, ἑτοίμως ἔχοντός μου ἐξανασκαλεῦσαι πᾶσαν τὴν Καίσαρος πόλιν καὶ καταστρέψαι αὐτῆς τὰ ἐγηγερμένα καλλιεργήματα καὶ κατὰ τόπον ναοὺς καὶ βωμοὺς ἐξαναστῆσαι καὶ πεῖσαι τοὺς ἐν αὐτῇ οἰκοῦντας εἴκειν βασιλεῖ Ῥωμαίων καὶ μὴ ὑπεραίρεσθαι.
Ἃ γὰρ ἀνέγνων κατέγνων.
ΒΑΣΙΛΕΙΟΣ ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ Μικρά σου τὰ τῆς παρούσης τύχης ἀνδραγαθήματα, καὶ φαῦλα τὰ τῆς ἀριστείας ἧς αὐτὸς ἠρίστευσας οὐ καθ᾽ ἡμῶν, ἀλλὰ καθ᾽ ἑαυτοῦ. Ἐγὼ μὲν γὰρ τρόμῳ πολλῷ συνέχομαι ὅταν λάβω κατὰ νοῦν πορφυρίδα σε περιβεβλῆσθαι, στεφάνῳ δέ σου κοσμεῖσθαι τὴν ἄτιμον κεφαλήν, ὅπερ δίχα εὐσεβείας οὐκ ἔντιμον, ἀλλ᾽ ἄτιμον τὴν βασιλείαν καθίστησιν. Καταγελαστότερον δέ σου οὐδεὶς τεθέαται πώποτε, ὥστε σε ἐπανελθόντα καὶ ὑπερμεγέθη γεγονότα, ὅθεν φαῦλοι καὶ μισόκαλοι δαίμονες εἵλκυσάν σε εἰς τοῦτο μὴ μόνον τὸ ὑπὲρ πᾶσαν φύσιν φρονεῖν, ἀλλὰ καὶ εἰς Θεὸν ὑπεραίρεσθαι, καὶ τὴν πάντων μητέρα τιτθίον Ἐκκλησίαν παρυβρίζειν ἐπιχειρεῖν, μηνύσει χρησάμενος πρός με τὸν εὐτελέστατον δέκα σοι ἑκατοντάδας λιτρῶν χρυσίου ἐξαποσταλῆναι παρ᾽ ἡμῶν. Καὶ ἡ ὁλκὴ τοῦ χρυσίου οὐκ ἐξέπληξέ μου τὴν διάνοιαν, εἰ καὶ μάλα πολλὴ καθέστηκε, δακρῦσαι δέ με πικρῶς παρεσκεύασεν ἐπὶ τῇ ταχίστῃ σου ἀπωλείᾳ. Ἐντεθύμημαι γὰρ ἐγὼ πῶς ἐγώ τε καὶ σὺ ἀναμεμαθήκαμεν τὰ κάλλιστα γράμματα, κοινῇ δὲ διεξήλθομεν τὰς θεοπνεύστους Γραφάς, καὶ τότε ἐλάνθανέ σε οὐδέν, ἐπὶ δὲ τοῦ παρόντος ἀκόσμητος καθέστηκας ὑπὸ τοιούτου φρονήματος στρατοπεδευθείς. ᾜδεις γὰρ ἡμᾶς κατὰ τὴν χθὲς ἐπ᾽ ἀπληστίᾳ χρημάτων μὴ πεπονθότας, καὶ νῦν ἰδοῦ κατὰ τὴν ἐνεστῶσαν ἐπεζήτησας παρ᾽ ἡμῶν χιλιάδα λιτρῶν χρυσίου ἐξαποσταλῆναί σοι.
Φείσασθαι ἡμῶν τοίνυν θέλησον, ἀγαθότατε, τοσαῦτα κεκτημένων ὅσα, ἂν θελήσωμεν φαγεῖν, οὐκ ἐξαρκέσει ἡμῖν. Ἀργεῖ γὰρ παρ᾽ ἡμῖν τέχνη μαγείρων, μάχαιρα δὲ τούτων αἵματι οὐ προσομιλεῖ. Τὰ βέλτιστα τῶν παρ᾽ ἡμῖν βρωμάτων λαχάνων φύλλα σὺν ἄρτῳ βραχυτάτῳ καὶ ἐξεστηκότι οἴνῳ, ὥστε μὴ ἐκθαμβούμενα ἡμῶν τὰ αἰσθητήρια ὑπὸ τῆς γαστριμαργίας ἐπ᾽ ἀπληστίᾳ πολιτεύεσθαι.
Ἀπήγγειλε δὲ ἡμῖν Λαῦσος ὁ περίβλεπτός σου τριβοῦνος, ὁ κληρωθείς σοι πρὸς τὰ σπουδαζόμενα, ὡς γυνή τις προσέλευσιν ἐποιήσατο πρὸς τὴν ὑμετέραν γαληνότητα ἐπ᾽ ἀπωλείᾳ παιδὸς αὐτῆς φαρμακευθέντος, καὶ ὡς κέκριται παρ᾽ ὑμῶν φαρμακοὺς μὲν μηδαμοῦ εἶναι καὶ ὄντας ἀναιρεῖσθαι, ἐκείνους δὲ μόνον ζῆν οἷς ἡ μάχη πρὸς τὰ θηρία. Καὶ τοῦτο ὀρθῶς κριθὲν παρ᾽ ὑμῶν ξένον μοι πέφηνε. Γέλωτος γὰρ ἀνάμεστον τυγχάνει τὸ τοιοῦτον πῶς τὰ μέγιστα τῶν τραυμάτων ἀλγεινὰ μικροῖς φαρμάκοις ἰατρεύειν ἐπιχειρεῖς. Θεὸν γὰρ τολμήσας παρυβρίσαι μάτην χηρῶν καὶ ὀρφανῶν πρόνοιαν ποιεῖ. Τὸ μὲν γὰρ μανικὸν καὶ ἐπικίνδυνον, τὸ δὲ φιλοικτίρμονος καὶ λογιστικοῦ.
Ἐπαχθὲς δὲ ἡμῖν που λέγειν πρὸς Βασιλέα ἰδιώτας ὄντας, ἐπαχθέστερον δέ σοι τοῦτο γενήσεται τὸ λέγειν πρὸς Θεόν. Τίς γὰρ Θεοῦ καὶ ἀνθρώπων μεσίτης εὑρεθείη;
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.