Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιτίμια

Μέγας Βασίλειος

Συμπεριφορά, επικοινωνία και διακονήματα

Οδηγίες για την αποφυγή της αργολογίας και της συκοφαντίας, τον έλεγχο των μετακινήσεων και της αλληλογραφίας, καθώς και την ευταξία στο νοσοκομείο της μονής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 3

μγʹ Εἴ τις ποιεῖ τινα ἀπευλογίαν γενέσθαι ἀκαίρως, αὐτὸς γενέσθω ἀπευλογίας. μδʹ Εἴ τις εὑρεθῇ λαλῶν εἰς τὰ κέλλια, ἐκτὸς τῶν ἐνοικούντων αὐτὰ, ἢ τῶν ἡσυχαστῶν, γενέσθω ἀπευλογίας. μεʹ Εἴ τις εὐτράπελα λαλῶν ἢ ἀργολογῶν, γενέσθω ἀπευλογίας.

μϛʹ Εἴ τις εὑρεθῇ καταλαλῶν τινος, ἢ ἀκούων καταλαλούντων τινῶν, καὶ μὴ ἐπιτιμῶν αὐτῷ, ἢ μηνύων τῷ ἀρχιμανδρίτῃ, σὺν αὐτῷ ἀφοριζέσθω. μζʹ Εἴ τις εὑρεθῇ εἰς τὸν κῆπον λαλῶν μετά τινος, ἢ δευτερῶν ψαλμοὺς, ἢ κοιμώμενος, ἐκτὸς τῶν ἐργαζομένων, ἢ τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας.

μηʹ Εἴ τις ἐξέλθοι εἰς τὸ ὀστιάριον μὴ ἐπιτραπεὶς ἐκ τῶν ἐν τετυπωμένων, γενέσθω ἀπευλογίας· εἰ δὲ εἰς τὸ φρούριον ἐξέλθοι, ἀφοριζέσθω. μθʹ Εἴ τις διδοῖ ἔξω τι, ἢ λαμβάνει, παρὰ γνώμην τοῦ ἀρχιμανδρίτου, ἀφοριζέσθω.

νʹ Εἴ τις συντυχὼν ὁμιλήσει τινὶ τῶν ὑποστρεφόντων ξένων, πλὴν τοῦ δοῦναι τὴν εἰρήνην, ἐκτὸς τῶν ἐντετυπωμένων, γενέσθω ἀπευλογίας. ναʹ Εἴ τις ὀχλεῖ τῷ ἀρχιμανδρίτῃ προφάσει τῆς ἐφημερίας, πλὴν τοῦ κελλαρίου, ἢ τοῦ ἀρχιεβδομαρίου, γενέσθω ἀπευλογίας· ἵνα ἑκάστης ἐφημερίας ὁ ἀρχιεβδομάριος καὶ ὁ φροντιστὴς περὶ πάσης χρείας φροντίζωσιν ἐπιμελῶς, ἵνα μὴ τῷ κρίματι τῆς ἀμελείας συμπέσωσιν.

νβʹ Εἴ τις ἀκαίρως ἔρχεται εἰς τὸ ἑψητήριον ἢ εἰς τὸ κελλάριον ἐκτὸς τῶν ἐντετυπωμένων καὶ τῶν φροντιζόντων τῆς εὐταξίας, γενέσθω ἀπευλογίας. νγʹ Εἴ τις ἐξυπνισθεὶς παρά τινος λυπηθῇ ἐν τῷ καιρῷ τῆς ὑπηρεσίας ἢ τοῦ ἀναγνώσματος, ἀφοριζέσθω.

νδʹ Εἴ τις περισσῶς μετὰ τὴν ἐπίσκεψιν τὴν μετὰ τὰ ὀρθρινὰ εἰσέρχεται εἰς τὸ νοσοκομεῖον, ἐκτὸς τῶν ἡσυχαστῶν καὶ τὴν φροντίδα ἐγκεχειρισμένων, γενέσθω ἀπευλογίας. νεʹ Εἴ τις παρὰ γνώμην τοῦ νοσοκόμου εἰσελθὼν ἀναπαύει εἰς τὸ νοσοκομεῖον, γενέσθω ἀπευλογίας· εἰ δὲ θλίβεται ἢ ἀῤῥωστεῖ, δηλούτω πρῶτον τῷ νοσοκόμῳ.

νϛʹ Εἴ τις τῶν κακουμένων ἀλλάσσει τόπον, ὅπου κοιμᾶται, παρὰ γνώμην τοῦ νοσοκόμου, ἀφοριζέσθω. νζʹ Εἴ τις τῶν τετυπωμένων ὑπηρετῶν ἐν τῷ νοσοκομείῳ παρατιθεῖ τι ἀδελφῷ παρὰ γνώμην τοῦ νοσοκόμου, γενέσθω ἀπευλογίας.

νηʹ Εἴ τις τῶν ἀῤῥώστων εὑρεθῇ καταλλάσσων παρὰ γνώμην τοῦ νοσοκόμου, ἤ τινος τῶν ὑπηρετούντων, γενέσθω ἀπευλογίας. νθʹ Εἴ τίς εὑρεθῇ, ἐκτὸς τοῦ ἀρχιμανδρίτου, γράφων τινὶ ἢ δεχόμενος γράμματα, ἔστω ἀφωρισμένος.

ξʹ Εἴ τις πέμπει τινὶ εὐλογίαν, ἢ δέχεται τι ποτε, παρεκτὸς τοῦ ἀρχιμανδρίτου, γενέσθω ἀπευλογίας.