Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Κατὰ Σαβελλιανῶν καὶ Ἀρείου καὶ Ἀνομοίων

Μέγας Βασίλειος

Ο διμέτωπος αγώνας κατά του Σαβελλιανισμού και των Ανομοίων

Ανασκευή των αιρετικών θέσεων μέσω ευαγγελικών και αποστολικών χωρίων, τα οποία επιβεβαιώνουν την ετερότητα των υποστάσεων και την ομοτιμία Πατρός και Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 5

ΟΜΙΛΙΑ ΚΔʹ. Κατὰ Σαβελλιανῶν, καὶ Ἀρείου, καὶ τῶν Ἀνομοίων. Μάχεται Ἰουδαϊσμὸς Ἑλληνισμῷ, καὶ ἀμφότεροι Χριστιανισμῷ, ὥσπερ Αἰγύπτιοι καὶ Ἀσσύριοι καὶ ἀλλήλοις ἦσαν πολέμιοι καὶ τῷ Ἰσραήλ· ὡς καὶ ἐπὶ τῆς κακίας εὑρίσκομεν δειλίαν καὶ θράσος καὶ ἀλλήλοις ἀντικείμενα, καὶ τῇ ἀνδρίᾳ. Τοιαύτη τίς ἐστι καὶ πρὸς τὴν ὀρθότητα τῆς ὁμολογίας ἑκατέρωθεν παρακειμένη μάχη· ἐντεῦθεν μὲν Σαβελλίου, ἑτέρωθεν δὲ τῶν τὸ ἀνόμοιον κηρυσσόντων. Ἡμεῖς δὲ, ὥσπερ ἀπεφύγομεν Ἕλληνας, καὶ τὴν πονηρὰν εἰδωλολατρείαν ἐξετράπημεν, καὶ τὸ πολύθεον αὐτῶν ἄθεον εἶναι κατέγνωμεν· οὕτως ἀπεφύγομεν καὶ τὴν τῶν Ἰουδαίων βλασφημίαν τῶν τὸν Υἱὸν τοῦ Θεοῦ ἀρνουμένων, φοβηθέντες ἐκείνην τὴν ἀπειλήν· Ὃς ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀπαρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Φεύγωμεν δὴ οὖν, ὡς τὸ εἰκὸς, καὶ τοὺς τὰ συγγενῆ τούτοις κατὰ τοῦ λόγου τῆς ἀληθείας ἐπεξευρίσκοντας. Ἐπειδὴ γὰρ εἶδεν ὁ σοφὸς τοῦ κακοποιῆσαι διάβολος τὴν πρὸς Ἕλληνας καὶ Ἰουδαίους τῶν Χριστιανῶν ἀλλοτρίωσιν, καὶ ὅτι εὐθὺς ἐκ τῶν ὀνομάτων ἔχομεν πρὸς αὐτοὺς πολεμίως, τὸ ἡμέτερον ἐπιθεὶς ἑκατέροις ὄνομα, οὕτως ἐπεισάγειν ἐπιχειρεῖ πάλιν τὴν Ἰουδαϊκὴν ἄρνησιν, καὶ τὴν Ἑλληνικὴν πολυθεΐαν.

Οἱ μὲν γὰρ ἔργον Θεοῦ εἶναι λέγοντες τὸν Μονογενῆ, καὶ ποίημα, εἶτα προσκυνοῦντες καὶ θεολογοῦντες, ἐκ τοῦ λατρεύειν τῇ κτίσει, καὶ μὴ τῷ κτίσαντι, τὰ τῶν Ἑλλήνων ἄντικρυς ἐπεισάγουσιν· οἱ δὲ τὸν ἐκ Θεοῦ Θεὸν ἀρνούμενοι, καὶ ὀνόματι μὲν ὁμολογοῦντες Υἱὸν, ἔργῳ δὲ καὶ ἀληθείᾳ τὴν ὕπαρξιν ἀθετοῦντες, τὸν Ἰουδαϊσμὸν πάλιν ἀνανεοῦνται.

Καὶ γὰρ ὅταν ὁμολογῶσι Λόγον, τῷ ἐνδιαθέτῳ αὐτὸν παρεικάζουσι· καὶ σοφίαν λέγοντες, ὁμοίαν εἶναι λέγουσι τῇ ἕξει τῇ ἐν ψυχῇ τῶν πεπαιδευμένων συνισταμένῃ· καὶ διὰ τοῦτο πρόσωπον ἓν Πατρὸς καὶ Υἱοῦ, ἐπειδὴ καὶ ἄνθρωπος εἷς λέγεται, οὐ διαιρούμενος ἀπὸ τοῦ ἐνυπάρχοντος αὐτῷ λόγου καὶ τῆς σοφίας. Καίτοι ὁ εὐαγγελιστὴς εὐθὺς ἐκ προοιμίων βοᾷ· Καὶ Θεὸς ἦν ὁ Λόγος, ἰδίαν ὕπαρξιν διδοὺς τῷ Υἱῷ. Εἰ γὰρ ἐν καρδίᾳ ἦν ὁ Λόγος, πῶς ἂν ἐνοήθη Θεός; πῶς δ᾽ ἂν ἦν πρὸς τὸν Θεόν; Ἐπειδὴ οὔτε ὁ ἐν ἀνθρώπῳ λόγος ἄνθρωπος, οὔτε πρὸς αὐτὸν εἶναι λέγεται, ἀλλ᾽ ἐν αὐτῷ. Οὔτε γὰρ ζῶν ἐστιν, οὔτε ὑφεστώς· ὁ δὲ τοῦ Θεοῦ Λόγος ζωή ἐστι καὶ ἀλήθεια. Καὶ ὁ μὲν λόγος ὁ ἡμέτερος ὁμοῦ τε ἐλέχθη καὶ οὐκ ἔστι· περὶ δὲ τοῦ Θεοῦ Λόγου τί φησιν ὁ ψαλμός; Εἰς τὸν αἰῶνα, Κύριε, ὁ Λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.

Καὶ ἐντεῦθεν μὲν οὗτος ὁ πόλεμος· ἑτέρωθεν δὲ τίς καὶ ποῖός ἐστιν ὁ κατὰ τῆς ἀληθείας ἀγών; Τὴν μὲν ὕπαρξιν συγχωροῦσι, καὶ ἴδιον εἶναι πρόσωπον Υἱοῦ, καὶ ἴδιον Πατρὸς συντίθενται· ἀνομοιότητα δὲ τῆς φύσεως παρεισάγουσι. Καὶ τὸ τοῦ Υἱοῦ ὄνομα μέχρι φωνῆς συγχωροῦσι, τῇ δὲ ἀληθείᾳ πρὸς τὴν κτίσιν αὐτὸ κατάγουσιν· οὐ δυσωπούμενοι τὴν φωνὴν τοῦ Κυρίου, ἑαυτὸν προδεικνύντος τῷ πρὸς τὴν τοῦ Πατρὸς θεωρίαν ἐπειγομένῳ. Ὁ ἑωρακὼς γὰρ ἐμὲ, φησὶν, ἑώρακε τὸν Πατέρα. Αὕτη δὲ ἡ φωνὴ ὀρθῶς λογιζομένοις ἀμφοτέρων ἐμφράττει τὰς βλασφημίας.

Οὔτε γὰρ ἑαυτὸν εἶναι τὸν Πατέρα φάσκει, ὅς γε διαιρεῖ τὰ πρόσωπα φανερῶς ἐν τῷ λέγειν· Ὁ ἑωρακὼς ἐμέ. Δείκνυσι γὰρ ἐκ τούτου τὸ ἴδιον αὐτοῦ πρόσωπον· Ἑώρακε τὸν Πατέρα, ἀναφέρων ἐπὶ τὸ πατρικὸν πρόσωπον, καὶ διαιρῶν ἀφ᾽ ἑαυτοῦ προδήλως, καὶ ἐν τῷ λέγειν· Εἰ ἐγνώκειτέ με, καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε. Οὐ γὰρ σύγχυσιν τῶν προσώπων ἐμφαίνει ταῦτα, ἀλλὰ τὸ ἀπαράλλακτον τῆς θεότητος παρίστησιν. Ἀκουέτωσαν δὲ τὸν αὐτὸν λόγον καὶ οἱ ἐναντίοι· ὅτι ὁ τῆς τοῦ Υἱοῦ κατηξιωμένος κοινωνίας οὐκ ἀπεστέρηται τοῦ Πατρός.

Οὐ γὰρ ἀλλοῖον ὁ γεννήτωρ ἐγέννα, ἀλλὰ τοιοῦτον οἷος αὐτός ἐστιν. Ἄκουε, ὁ Ἀνόμοιος· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἄκουε καὶ σὺ, ὁ Σαβέλλιος· Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον, καὶ πρὸς αὐτὸν ὑπάγω. Καὶ ἑκάτερος ὑμῶν τὸ ἴδιον τραῦμα ἐκ τοῦ εὐαγγελικοῦ διδασκαλίου θεραπευέσθω. Καὶ σὺ μὲν τὴν ἑνότητα λάμβανε ἐπὶ τὸ τῆς φύσεως ἀπαράλλακτον· σὺ δὲ τὸ, Ἀπ᾽ αὐτοῦ ἐξῆλθον, καὶ πρὸς αὐτὸν πορεύομαι, ἐπὶ τὸ τῶν προσώπων διάφορον.

Συμβῶμεν οὖν ἐπὶ τούτοις, καὶ εἰρηνεύσωμεν, καὶ καταθώμεθα τὸν μακρὸν κατὰ τῆς εὐσεβείας πόλεμον· ῥίψαντες μὲν τὰ ἠκονημένα ταῦτα τῆς ἀσεβείας ὅπλα, καὶ μεταχαλκεύσαντες τὰς ζιβύνας εἰς ἄροτρα, καὶ τὰς μαχαίρας εἰς δρέπανα. Μήτε σὺ λέγε μόνον, ἀλλ᾽ ἀκολούθει τῷ λέγοντι· Οὐκ εἰμὶ μόνος, ὅτι ὁ πέμψας με Πατὴρ μετ᾽ ἐμοῦ ἐστιν.

Ἄλλος οὖν ὁ πέμψας Πατὴρ, καὶ ἄλλος ὁ πεμφθεὶς Υἱός. Καὶ πάλιν, Ἐγὼ, φησὶ, μαρτυρῶ περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ. Καὶ, Ἐν τῷ νόμῳ δὲ, φησὶ, τῷ ὑμετέρῳ γέγραπται, ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. Ἀρίθμησον, εἰ βούλει, τὰ πρόσωπα. Ἐγὼ, φησὶν, εἰμὶ ὁ μαρτυρῶν. Εἷς. Καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με. Δύο. Καὶ οὐκ ἐγὼ οὕτω τολμηρῶς ἀριθμῶ, ἀλλ᾽ αὐτὸς ὁ Κύριος ἐδίδαξεν, εἰπών· Ἐν τῷ νόμῳ τῷ ὑμετέρῳ γέγραπται, ὅτι ἀνθρώπων δύο ἡ μαρτυρία ἀληθής ἐστι. Καὶ σὺ δὲ, ὁ κατ᾽ ἄλλο εἶδος τῆς ἀσεβείας θεομαχῶν, ὁ ἀνόμοιον εἶναι λέγων τῇ φύσει τὸν Υἱὸν τῷ Θεῷ, ὁ τὴν ἰσότητα μὴ διδοὺς, ὁ διάστασιν ζωῆς ἐμποιῶν δυσωπήθητι Παῦλον λέγοντα· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· καὶ δὸς τῇ ζώσῃ εἰκόνι ἀπαραλλάκτως ἔχειν πρὸς τὴν ζωὴν τὴν ἀρχέτυπον.

Ὁμολόγει Πατέρα Υἱοῦ, μὴ κτίσματος, δημιουργόν. Καὶ ἐν τῇ ἀληθινῇ τοῦ Πατρὸς ὁμολογίᾳ δὸς τὴν τοῦ γεννηθέντος πρὸς αὐτὸν ὁμοτιμίαν, μνησθεὶς τῆς τοῦ εὐαγγελιστοῦ μαρτυρίας, ὅτι Πατέρα ἔλεγεν ἑαυτοῦ τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Τὸ δὲ ἰσάζειν τῷ γεγεννηκότι κατὰ τὴν φύσιν νοεῖται, οὐ κατὰ μεγέθους σωματικοῦ παραμέτρησιν.

Πῶς δὲ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, εἰ, ὡς σὺ βλασφημεῖς, οὐδέποτε ἴσος; Πῶς δὲ καὶ ἐν μορφῇ Θεοῦ ὑπῆρχεν ὁ, κατὰ τὸν σὸν λόγον, μηδέποτε ὅμοιος; Ἀλλ᾽ ὁ μὲν πόλεμος ἑκατέρωθεν ἡμῖν τοιοῦτος· ἡ δὲ ἀλήθεια τίς; Μήτε σὺ φοβοῦ τὴν τῶν προσώπων ὁμολογίαν, ἀλλὰ λέγε Πατέρα, λέγε καὶ Υἱὸν, μὴ ἑνὶ πράγματι δύο ὀνόματα ἐπιφθεγγόμενος, ἀλλ᾽ ἐξ ἑκατέρας τῆς προσηγορίας ἰδίαν ἔννοιαν διδασκόμενος.

Δεινὴ γὰρ ἀγνωμοσύνη μὴ καταδέχεσθαι τὰ διδάγματα τοῦ Κυρίου, εὐκρινῶς διιστῶντος ἡμῖν τῶν προσώπων τὴν ἑτερότητα. Ἐὰν γὰρ ἀπέλθω, φησὶ, παρακαλέσω τὸν Πατέρα, καὶ ἄλλον πέμψει Παράκλητον ὑμῖν. Οὐκοῦν Υἱὸς μὲν ὁ παρακαλῶν, Πατὴρ δὲ ὁ παρακαλούμενος, Παράκλητος δὲ ὁ ἀποστελλόμενος. Ἆρ᾽ οὖν οὐ φανερῶς ἀναισχυντεῖς ἀκούων, Ἐγὼ περὶ τοῦ Υἱοῦ, Ἐκεῖνος δὲ περὶ τοῦ Πατρὸς, Ἄλλος περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, καὶ πάντα φύρων, καὶ πάντα συγχέων, καὶ ἑνὶ πράγματι τὰς πάσας προσηγορίας περιτιθείς;