Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἢ ἐξορκισμοί

Μέγας Βασίλειος

Δεύτερη ευχή και εξορκισμός

Εκτενής εξορκισμός με αναδρομή στα γεγονότα της θείας Οικονομίας και άμεση επιτίμηση προς τα ακάθαρτα πνεύματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 3

Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ. Τοῦ Κυρίου δεηθῶμεν. Ἐξορκίζω σε τὸν ἀρχέκακον τῆς βλασφημίας, τὸν ἀρχηγὸν τῆς ἀνταρσίας, καὶ αὐτουργὸν τῆς πονηρίας. Ἐξορκίζω σε τὸν ἐκριφθέντα ἐκ τῆς ἄνω φωτοφορίας, καὶ σκότῳ βυθοῦ κατενεχθέντα διὰ τὴν ἔπαρσιν. Ἐξορκίζω σε καὶ πᾶσαν τὴν ἐκπεσοῦσαν δύναμιν τῆς σῆς ἀκόλουθον προαιρέσεως. Ὁρκίζω σε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ Θεοῦ Σαβαὼθ, καὶ πάσης στρατιᾶς ἀγγέλων Θεοῦ, Ἀδωναῒ, Ἐλωῒ, Θεοῦ παντοκράτορος· ἔξελθε, καὶ ἐπαναχώρησον ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ τοῦδε.

Ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ πάντα λόγῳ κτίσαντος, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, τοῦ πρὸ τῶν αἰώνων ἀῤῥήτως καὶ ἀπαθῶς ἐξ αὐτοῦ γεννηθέντος, τοῦ τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν δημιουργήσαντος, τοῦ κατ᾽ εἰκόνα ἰδίαν τὸν ἄνθρωπον πλαστουργήσαντος, τοῦ νόμῳ πρότερον φυσικῶς ταῦτα παιδαγωγήσαντος, καὶ ἀγγέλων ἐπιστασίᾳ φυλάξαντος, τῷ ὕδατι τὴν ἁμαρτίαν κατακλύσαντος ἄνωθεν, καὶ τὰς ὑπ᾽ οὐρανὸν ἀβύσσους ἀναστομώσαντος, καὶ γίγαντας ἀσεβήσαντας καταφθείραντος, καὶ πύργον τῶν βεβήλων κατασείσαντος, καὶ γῆν Σοδόμων καὶ Γομόῤῥων πυρὶ θείῳ τεφρώσαντος, οὗ μάρτυς καπνὸς ἀκοίμητος ἐξατμίζεται, τῇ ῥάβδῳ πέλαγος ῥήξαντος, καὶ λαὸν ἀβρόχοις ποσὶ περάσαντος, καὶ τύραννον Φαραὼ καὶ στρατὸν θεομάχον εἰς αἰῶνα τοῖς κύμασι καταλύσαντος τῆς ἀσεβείας πόλεμον, τοῦ ἐπ᾽ ἐσχάτων ἐκ Παρθένου ἁγνῆς σαρκωθέντος ἀνεκλαλήτως καὶ σώας τὰς σφραγῖδας τῆς ἁγνείας φυλάξαντος, τοῦ πλῦναι βαπτίσματι τὸν παλαιὸν ἡμῶν ῥύπον εὐδοκήσαντος, ὃν ἡμεῖς διὰ τῆς παραβάσεως ἐπεσπασάμεθα.

Ἐξορκίζω σε κατὰ τοῦ βαπτισθέντος ἐν Ἰορδάνῃ, καὶ τύπον ἡμῖν ἀφθαρσίας ἐν ὕδατι κατὰ χάριν παρεχόμενον, ὃν ἄγγελοι καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν κατεπλάγησαν, τὸν σαρκωθέντα Θεὸν βλέπουσαι μετριάσαντα, ὅτε ὁ ἄναρχος Πατὴρ τὴν ἄναρχον γέννησιν τοῦ Υἱοῦ ἀπεκάλυψε, καὶ τοῦ ἁγίου Πνεύματος ἡ κατάβασις τῆς Τριάδος τὴν ἕνωσιν ἐμαρτύρησεν.

Ὁρκίζω σε κατ᾽ ἐκείνου τοῦ ἄνεμον ἐπιτιμήσαντος, καὶ κλύδωνα θαλάσσης πραΰναντος, τὸ στῖφος δαιμόνων ἐκδιώξαντος, καὶ κόρας ὀμμάτων ἀπὸ μήτρας λειπούσας πηλῷ τυφλοῖς ἀναβλέψαι ἐναρμόσαντος, καὶ τὴν ἀρχαίαν τοῦ γένους ἡμῶν διάπλασιν ἀνακαινίσαντος, καὶ ἀλάλοις τὸ λαλεῖν ἀνορθώσαντος, τοῦ στίγματα λέπρας ἀποσμήξαντος, καὶ νεκροὺς ἐκ τῶν τάφων ἀναστήσαντος, τοῦ μέχρι ταφῆς τοῖς ἀνθρώποις ὁμιλήσαντος, καὶ τὸν ᾅδην ἐγέρσει σκυλεύσαντος, καὶ πᾶσαν τὴν ἀνθρωπότητα ἀνάλωτον τῷ θανάτῳ κατασκευάσαντος. Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ παντοκράτορος, τοῦ τῇ θεοπνεύστῳ φωνῇ τοὺς ἀνθρώπους ἐμπνεύσαντος, καὶ τοῖς ἀποστόλοις συμπράξαντος, καὶ πᾶσαν τὴν οἰκουμένην εὐσεβείας πληρώσαντος.

Φοβήθητι, φύγε, δραπέτευσον, ἀναχώρησον, δαιμόνιον ἀκάθαρτον καὶ ἀναγὲς, καταχθόνιον, βύθιον, ἀπατηλὸν, ἄμορφον, θεατὸν δι᾽ ἀναίδειαν, ἀθέατον διὰ τὴν ὑπόκρισιν, ὅπου ἂν τυγχάνῃς, ἢ ἀπέρχῃ· ἢ αὐτὸς εἶ Βεελζεβοὺβ, ἢ κατασείων, ἢ δρακοντοειδὴς, ἢ θηριοπρόσωπος, ἢ ὡς ἀτμὶς, ἢ ὡς πετεινὸν, ἢ νυκτίλαλον, ἢ κωφὸν, ἢ ἄλαλον, ἢ ἐκφοβοῦν ἐξ ἐπιδρομῆς, ἢ σπαράσσον, ἢ ἐπιβουλεῦον, ἢ ἐν ὕπνῳ βαρεῖ, ἢ ἐν νόσῳ, ἢ ἐν μαλακίᾳ, ἢ ἐν γέλωτι ῥέμβον, ἢ δάκρυα φιλήδονα ἐμποιοῦν, ἢ λάγνον, ἢ δυσῶδες, ἢ ἐπιθυμητικὸν, ἢ ἡδονικὸν, ἢ φαρμακόφιλον, ἢ ἐρωτομανὲς, ἢ ἀστρομαγικὸν, ἢ ἐνοικηματικὸν, ἢ ἀναιδὲς, ἢ φιλόνεικον, ἢ ἀκατάστατον, ἢ τῇ σελήνῃ συναλλοιούμενον, ἢ χρόνῳ τινὶ συντρεπόμενον, ἢ ὀρθρινὸν, ἢ μεσημβρινὸν, ἢ μεσονυκτικὸν, ἢ ἀωρίας τινὸς, ἢ αὐγῆς, ἢ αὐτομάτως συνήντησας, ἢ ἐπέμφθης ὑπό τινος, ἢ προσεπέλασας ἄφνω, ἢ ἐν θαλάσσῃ, ἢ ἐν ποταμῷ, ἢ ὑπὸ γῆς, ἢ φρέατος, ἢ κρημνοῦ, ἢ ἐκ λάκκου, ἢ λίμνης, ἢ καλαμῶνος, ἢ ὕλης, ἢ ἀπογαίου, ἢ ἀκαθάρτου, ἢ ἄλσους, ἢ δρυμῶνος, ἢ δένδρου, ἢ ὀρνέου, ἢ βροντῆς, ἢ ἐκ στέγης λουτροῦ, ἢ ἐν κολυμβήθρᾳ ὑδάτων, ἢ ἐκ μνήματος εἰδωλικοῦ, ἢ ὅθεν ἴσμεν, καὶ οὐκ ἴσμεν, γνωστὸν, ἢ ἄγνωστον, καὶ ἐξ ἀπερισκέπτου τόπου· μερίσθητι καὶ ἀπαλλάγηθι, αἰσχύνθητι τὴν εἰκόνα τῇ χειρὶ Θεοῦ πλασθεῖσαν καὶ μορφωθεῖσαν.

Φοβήθητι τοῦ σαρκωθέντος Θεοῦ τὸ ὁμοίωμα, καὶ μὴ ἐγκρυβῇς εἰς τὸν δοῦλον τοῦ Θεοῦ τόνδε, ἀλλὰ ῥάβδος σιδηρᾶ καὶ κάμινος πυρὸς, καὶ τάρταρος, καὶ ὀδόντων βρυγμὸς, ἄμυνα τῆς παρακοῆς σε περιμένει. Φοβήθητι, φιμώθητι, φύγε, μὴ ἀποστρέψῃς, μὴ ὑποκρυβῇς μεθ᾽ ἑτέρας πονηρίας πνευμάτων ἀκαθάρτων· ἀλλὰ ἄπελθε εἰς γῆν ἄνυδρον, ἔρημον, ἀγεώργητον, ἣν ἄνθρωπος οὐκ οἰκεῖ, Θεὸς μόνος ἐπισκοπεῖ, ὁ δεσμεύων πάντας τοὺς βασκαίνοντας καὶ ἐπιβουλεύοντας τῇ αὐτοῦ εἰκόνι, καὶ σειραῖς ζόφου ταρταρώσας εἰς μακρὰν νύκτα καὶ ἡμέραν σὲ πάντων τῶν κακῶν πεπειραμένον, καὶ ἐφευρετὴν διάβολον. Ὅτι μέγας ὁ φόβος τοῦ Θεοῦ, καὶ μεγάλη ἡ δόξα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.