Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος Α': Η τήρηση των εντολών, το αυτεξούσιο και η αρετή

Αναφορά στην αναγκαιότητα πλήρους υπακοής στις θείες εντολές, την ελεύθερη προαίρεση της ψυχής και την υπεροχή της αρετής έναντι της ματαιότητας των εγκοσμίων απολαύσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 1 από 24

ΗΘΙΚΟΙ ΛΟΓΟΙ ΚΔʹ ΕΚΛΕΧΘΕΝΤΕΣ ΔΙΑ ΣΥΜΕΩΝ ΤΟΥ ΜΑΓΙΣΤΡΟΥ ΚΑΙ ΛΟΓΟΘΕΤΟΥ Ἐκ πασῶν τῶν πραγματειῶν τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου ἀρχιεπισκόπου Καισαρείας τῆς Καππαδοκίας. ΠΕΡΙ ΑΡΕΤΗΣ ΚΑΙ ΚΑΚΙΑΣ. ΛΟΓΟΣ Αʹ. Ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοῖς ἀποστόλοις, Πορευθέντες, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς, οὐχὶ τὰ μὲν τηρεῖν, τῶν δὲ ἀμελεῖν, ἀλλὰ τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, τουτέστι μηδὲ μικρόν τι παρεῖναι τῶν διατεταγμένων. Εἰ γὰρ μὴ πάντα ἡμῖν πρὸς τὸν τῆς σωτηρίας σκοπὸν ἀναγκαῖα ἦν, οὔτ᾽ ἂν ἐγράφησαν πᾶσαι αἱ ἐντολαὶ, οὔτ᾽ ἂν πάσας φυλαχθῆναι διηγορεύθη.

Ἡμεῖς δὲ μίαν που τῶν ἐντολῶν πεποιηκέναι νομίσαντες (οὐ γὰρ ἂν φαίην ὅτι ποιήσαντες· πᾶσαι γὰρ ἀλλήλων ἔχονται, κατὰ τὸν ὑγιῆ τοῦ σκοποῦ λόγον, ὡς ἐν τῇ λύσει τῆς μιᾶς καὶ τὰς λοιπὰς ἐξ ἀνάγκης συγκαταλύεσθαι), οὐκ ἐπὶ τοῖς παρεθεῖσι τὴν ὀργὴν ἐκδεχόμεθα, ἀλλ᾽ ἐπὶ τῷ κατορθωθέντι δῆθεν τὰς τιμὰς ἀναμένομεν· οὐκ εἰδότες, ὡς ὁ ἐκ τῶν δέκα ταλάντων τῆς παρακαταθήκης ἕν που ἢ δύο κατασχὼν, τὰ δὲ λοιπὰ ἀποτίσας, οὐχὶ εὐγνώμων διὰ τὴν ἀπότισιν τῶν πλειόνων γνωρίζεται, ἀλλ᾽ ἄδικος καὶ πλεονέκτης ἐπὶ τῇ τῶν ἐλαττόνων ἀποστερήσει ἐλέγχεται. Τί δὲ λέγω ἀποστερήσει; ὁπότε ὁ τὸ ἓν τάλαντον πιστευθεὶς, εἶτα ἀποδοὺς ἐκεῖνο αὐτὸ ὁλόκληρον καὶ ἀκέραιον ὃ ὑπεδέξατο, ὅτι μὴ προσειργάσατο τῷ δοθέντι, κατακρίνεται· καὶ ὁ δέκα ἔτη τὸν πατέρα τιμήσας, μίαν δὲ πληγὴν ὕστερον ἐμβαλὼν μόνην, οὐχ ὡς εὐεργέτης τιμᾶται, ἀλλ᾽ ὡς πατραλοίας καταδικάζεται. Ὁ τοίνυν ἐν προκοπῇ γενόμενος ἀγαθῶν ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συνήθειαν, οὐ μόνον τὸν ἐπὶ τοῖς προπεπονημένοις μισθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως, ὅτι γευσάμενος καλὸν Θεοῦ ῥῆμα, καὶ γνώσεως μυστηρίου ἀξιωθεὶς, πάντα προέδωκεν, ἡδονῇ βραχείᾳ δελεασθείς.

Δέον οὖν ἡμᾶς, εἴπερ ἐθέλοιμεν ἀσφαλῶς τὴν ὑποκειμένην ὁδὸν τοῦ βίου διαδραμεῖν, καὶ παραστῆσαι Χριστῷ τὴν ψυχήν τε ὁμοῦ καὶ τὸ σῶμα τῆς ἐκ τῶν τραυμάτων αἰσχύνης ἐλεύθερα, καὶ τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους λαβεῖν, ἐγρηγορότας περιάγειν ἀεὶ τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καὶ πάντα ὑποπτεύειν ὅσα τερπνὰ, καὶ μηδενὶ προσερείδειν τὴν ἔννοιαν, μηδὲ εἰ χρυσὸς φαίνοιτο χύδην προκείμενος, ἕτοιμος εἰς τὰς τῶν βουλομένων χεῖρας ἐλθεῖν (Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ)· μηδὲ εἰ γῆ βλαστάνουσα πᾶσαν τρυφὴν, καὶ πολυτελεῖς δεικνύουσα σκηνάς (Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανῷ, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Χριστόν)· μηδὲ εἰ χορεῖαι, καὶ κῶμοι, καὶ μέθαι, καὶ καταυλούμεναι τράπεζαι (Ματαιότης γὰρ, φησὶ, ματαιοτήτων, τὰ πάντα ματαιότης)· μηδὲ εἰ σωμάτων κάλλη προτείνοιτο, παρὰ πονηρῶν ψυχῶν ἐνοικούμενα (Ἀπὸ προσώπου γὰρ γυναικὸς ὡς ἀπὸ προσώπου ὄφεως φεῦγε, φησὶν ὁ σοφός)· μηδὲ εἰ δυναστεῖαι καὶ τυραννίδες, καὶ δορυφόρων ἢ κολάκων ἐσμοὶ, μηδὲ εἰ θρόνος ὑψηλὸς καὶ λαμπρὸς, ὑποζεύξας ἔθνη καὶ πόλεις εἰς δουλείαν ἀκούσιον· Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε.

Τούτοις γὰρ δὴ πᾶσι τοῖς οὕτω τερπνοῖς ὁ κοινὸς ὑποκάθηται δυσμενὴς, ἀναμένων πότε τοῖς ὁρωμένοις δελεασθέντες, τῆς μὲν εὐθείας ἐκτραπῶμεν ὁδοῦ, πρὸς δὲ τὸν ἐκείνου λόχον ἑαυτοὺς ἀποκλίνωμεν. Καὶ δέος πολὺ, μή ποτε προσδραμόντες ἀφυλάκτως αὐτοῖς, καὶ τὴν ἐκ τῆς ἀπολαύσεως τέρψιν οὐδὲν ἡγησάμενοι βλαβερὸν, ἐγκεκρυμμένον τῇ πρώτῃ γεύσει τὸ τοῦ διαβόλου καταπίωμεν ἄγκιστρον· εἶτα ὑπὸ τούτου, τὰ μὲν ἑκόντες, τὰ δὲ ἄκοντες, προσδεθῶμεν αὐτοῖς, καὶ πρὸς τὸ φοβερὸν τοῦ λῃστοῦ καταγώγιον, τὸν θάνατον, λάθωμεν ἑλκυσθέντες ὑπὸ τῶν ἡδονῶν. Αἱ μὲν γὰρ ἀρεταὶ, ὅταν ἐξ ἐπιμελείας συναφθῶσι τῇ φύσει, ἡμέτερα κτήματα γίνεται, καὶ οὔτε ἐπὶ γῆς μοχθοῦντας ἡμᾶς ἀπολιμπάνειν ἐθέλουσιν (ἢν μὴ πρὸς βίαν αὐτὰς ἑκόντες ἀποδιώξωμεν ταῖς τῶν χειρόνων ἐπαγωγαῖς), ἐκεῖσέ τε ἐπειγομένων προτρέχουσι, καὶ τοῖς ἀγγέλοις τοὺς κτησαμένους συνάπτουσι, καὶ λάμπουσι δι᾽ αἰῶνος ὑπὸ τοῖς τοῦ κτίσαντος ὀφθαλμοῖς. Πλοῦτος δὲ, καὶ δυναστεία, καὶ περιφάνεια, καὶ τρυφὴ, καὶ πᾶς ὁ τοιοῦτος ὄχλος, ὁ καθ᾽ ἡμέραν ἐκ τῆς ἡμετέρας ἀνοίας αὐξανόμενος, οὔτε συμπροῆλθε πρὸς τὸν βίον ἡμῖν, οὔτε συναπῆλθέ τισιν· ἀλλὰ τὸ τῷ δικαίῳ πάλαι ῥηθὲν, ἐπὶ παντὸς ἀνθρώπου πέπηγε καὶ κρατεῖ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι.

Τί οὖν σοι λυσιτελέστερον; τὴν πρόσκαιρον ἑλέσθαι ζωὴν, καὶ δι᾽ αὐτῆς τὸν αἰώνιον λαβεῖν θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπάθειαν, ταύτῃ προξένῳ χρήσασθαι τῆς αἰωνίου ζωῆς; Τὰ μὲν γὰρ τοῦ σώματος βάρη, ταῖς ἐπὶ τῆς τρυτάνης ῥοπαῖς δοκιμάζομεν· τὰ δὲ τοῦ βίου ἐκλεκτὰ, τῷ αὐτεξουσίῳ τῆς ψυχῆς διακρίνομεν· ὃ καὶ ζυγὸν ὠνόμασεν ἡ Γραφὴ, διὰ τὸ ἴσην δύνασθαι λαμβάνειν τὴν ῥοπὴν ἐφ᾽ ἑκάτερα. Οἷόν τι λέγω, πορνεία καὶ σωφροσύνη παρὰ σοὶ κρίνεται, καὶ ὑψηλὸς προκαθέζεταί σοι ὁ νοῦς, πεπιστευμένος τὸ δικαστήριον· καὶ ἡ μὲν ἡδονὴ συνηγορεῖ τῇ πορνείᾳ, ὁ δὲ φόβος τοῦ Θεοῦ τῇ σωφροσύνῃ συνίσταται. Ἐὰν μὲν οὖν καταδικάσῃς τὴν ἁμαρτίαν, δῷς δὲ νικῆσαι τὴν σωφροσύνην, εὐθεῖαν ἐποιήσω τὴν κρίσιν τοῦ πράγματος· ἐὰν δὲ τῇ ἡδονῇ δοὺς τὴν ῥοπὴν, προτιμοτέραν ἀποφήνῃς τὴν ἁμαρτίαν, σκολιὸν ἐποιήσω τὸ κρῖμα, ὑπόδικος γενόμενος τῇ ἀρᾷ τοῦ εἰπόντος· Οὐαὶ, οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν· οἱ λέγοντες τὸ φῶς σκότος, καὶ τὸ σκότος φῶς.

Ἐπεὶ οὖν πᾶσα ἀρετὴ πρὸς πᾶσαν κακίαν διαδικάζεται, τότε δὴ ἐπίδειξαι τὴν εὐθύτητα τῶν κριμάτων ἐν τῷ κρυπτῷ σου τῆς ψυχῆς κριτηρίῳ, καὶ οἱονεὶ πάρεδρον σεαυτῷ τὴν ἐντολὴν ποιησάμενος, δεῖξον τὸ μισοπόνηρον, ἀποστρεφόμενος μὲν τὰς ἁμαρτίας, ὑπερτιμῶν δὲ τὰς ἀρετάς. Ἐὰν γὰρ ἐφ᾽ ἑκάστης πράξεως νικᾷν ποιήσῃς παρὰ σοὶ τὰ βελτίονα, μακάριος ἔσῃ Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν κρίνῃ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ Εὐαγγέλιον ἡμῶν· καὶ, Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων, ἢ καὶ ἀπολογουμένων, οὐκ ἀπέρχῃ καταδεδικασμένος διὰ τὴν πρὸς τὰ φαῦλα ῥοπὴν, ἀλλὰ τοῖς τῆς δικαιοσύνης τιμηθήσῃ στεφάνοις, οἷς παρὰ πάντα σου τὸν βίον τὴν ἀρετὴν ἐστεφάνωσας.

Ὥσπερ γὰρ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἀπευθύνει τὸ βέλος, οὔτε ὑπερβολαῖς, οὔτε ἐλλείψεσιν, οὔτε ταῖς ἐφ᾽ ἑκάτερα παρατροπαῖς ἀποπλανῶν τὴν τοξείαν· οὕτως ὁ κριτὴς ὀφείλει τοῦ δικαίου καταστοχάζεσθαι, οὔτε πρόσωπα λαμβάνων (Γνωρίζειν γὰρ πρόσωπον ἐν κρίσει οὐ καλὸν), οὔτε ποιῶν κατὰ πρόσκλισιν, ἀλλ᾽ εὐθείας καὶ ἀδιαστρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο κρινομένων παρ᾽ αὐτῷ, τοῦ τε πλεονεκτοῦντος, καὶ τοῦ τὸ ἔλαττον ἔχοντος, ὀφείλει αὐτὸς ἵστασθαι ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττούμενον εὑρίσκει τὸν ἀδικούμενον.

Τὰ μὲν γὰρ ἄλλα τῶν κτημάτων, οὐ μᾶλλον τῶν ἐχόντων ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιτυχόντων ἐστὶν ὥσπερ ἐν παιδιᾷ κύβων, τῇδε κἀκεῖσε μεταβαλλόμενα· μόνη δὲ κτημάτων ἡ ἀρετὴ ἀναφαίρετον, καὶ ζῶντι καὶ τελευτήσαντι παραμένουσα.

Ὅθεν δὴ καὶ Σόλων μοι δοκεῖ πρὸς τοὺς εὐπόρους εἰπεῖν τὸ,

Ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα Τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεὶ, Χρήματα δ᾽ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει. Διὸ ἀρετῆς ὑμῖν ἐπιμελητέον, ὦ ἄνθρωποι, ἣ καὶ ναυαγήσαντι συνεκνήχεται, καὶ ἐπὶ τῆς χέρσου γενόμενον γυμνὸν τιμιώτερον ἀποδείξει τῶν εὐδαιμόνων.

Καὶ οὕτω βιώσωμεν, ὡς μηδέποτε τὰ παρελθόντα κρείττονα εἶναι τῶν μελλόντων· Μηδὲ εἴπωμεν, ὅτι αἱ ἡμέραι αἱ πρότερον ἀγαθαὶ ἦσαν ὑπὲρ ταύτας. Ἐὰν γὰρ αἱ προάγουσαι ἡμέραι βελτίους ὦσι τῶν μετὰ ταῦτα, λεχθήσεται ἡμῖν· Τοσαῦτα ἐπάθετε εἰκῆ, ἀμαυρουμένων τῶν καλῶν ὑπὸ τῆς ἐν τοῖς ὕστερον ἀμελείας. Ὥσπερ γὰρ ὁ τελειούμενος τοῖς ἔμπροσθεν ἐπεκτείνεται, οὕτως ὁ ἁμαρτάνων εἰς τὸ κατόπιν ἀναποδίζει. Τίς δὲ μείζων κακίας ἀπόδειξις, ἢ ἡ τοῦ ἀγαθοῦ ἐγκατάλειψις; Καὶ πονηρίας ὑπερβολὴ, τὸ παροξῦναι τὸν ἀγαθὸν καὶ πρᾶον. Τὸ γὰρ ἔσχατον ἐν πονηρίᾳ, καὶ πρὸς ἑαυτό ἐστιν ἀσύμφωνον· καὶ ἔοικε τὸ κακὸν, οὐ τῷ ἀγαθῷ ἐναντιοῦσθαι μόνον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ. Ὥσπερ οὖν ἡττᾶται σκότος τῇ τοῦ φωτὸς παρουσίᾳ, καὶ νικᾶται νόσος τῇ τῆς ὑγείας ἐπιδημίᾳ, καὶ ἡ κατ᾽ ἀρετὴν προκοπὴ ἐπὶ τὸ μεῖζον ἀπὸ τῶν ἐλαττόνων τὴν αὔξησιν ἔχει· οὕτω καὶ ἡ τῆς κακίας χύσις ἀπὸ τῶν ὑποδεεστέρων τῶν ἐξ ἀρχῆς ἐπὶ τὸ ἀνήκεστον φέρεται.

Ἀρχὴ δὲ πρὸς τὴν ἀνάληψιν τῶν καλῶν, ἡ ἀναχώρησις τῶν κακῶν. Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Εἰ γὰρ εὐθὺς προσέβαλέ σοι τὰ τέλεια, ἀπώκνησας ἂν πρὸς τὴν ἐγχείρησιν· νυνὶ δὲ τοῖς εὐληπτοτέροις σε προσεθίζει, ἵνα κατατολμήσῃς τῶν ἐφεξῆς. Ὡς γὰρ ἐπὶ τῆς κλίμακος πρώτη ἀνάβασις, ἡ τῆς γῆς ἀναχώρησις· οὕτως ἐπὶ τῆς κατὰ Θεὸν πολιτείας, ἀρχὴ προκοπῆς, ὁ τῶν κακῶν χωρισμός. Ἕως μὲν οὖν νήπιός ἐστιν ἕκαστος ἡμῶν, τὸ ἐν τῷ παρόντι ἡδὺ διώκων, οὐδεμίαν τοῦ μέλλοντος κηδεμονίαν ποιεῖται· ἀνὴρ δὲ γενόμενος, μετὰ τὸν ἀπαρτισμὸν τῶν ἐννοιῶν, οἷον ὁρᾷν δοκεῖ τὸν βίον αὐτῷ σχιζόμενον πρὸς ἀρετὴν καὶ κακίαν· καὶ πυκνὸν πρὸς ἑκάτερον τὸ ὄμμα τῆς ψυχῆς μεταστρέφων, παράλληλα κρίνει τὰ ἑκατέρῳ προσόντα.

Καὶ ὁ μὲν τῶν ἁμαρτωλῶν βίος πάντα δείκνυσι τὰ τοῦ παρόντος αἰῶνος τερπνά· ὁ δὲ τῶν δικαίων μόνα ὑποφαίνει τὰ τοῦ μέλλοντος ἀγαθά. Καὶ ἡ μὲν τῶν σωζομένων ὁδὸς, ὅσον καλὰ ὑπισχνεῖται τὰ μέλλοντα, τοσοῦτον ἐπίπονα παρέχεται τὰ παρόντα· ὁ δὲ ἡδὺς καὶ ἀκόλαστος βίος οὐχὶ προσδοκωμένην εἰς ὕστερον, ἀλλ᾽ ἤδη παροῦσαν προτείνεται τὴν ἀπόλαυσιν.

Μακάριος οὖν ὁ μὴ περιτραπεὶς ἐκ τῶν τῆς ἡδονῆς δελεασμάτων πρὸς τὴν ἀπώλειαν, καὶ ἐν τῇ ἐκλογῇ τῶν ὁδῶν ἑκατέρων μὴ ἐπιβὰς τῆς ὁδοῦ τῆς ἀγούσης ἐπὶ τὰ χείρονα. Μακάριος ὁ πάσης ἐλπίδος τῶν κατὰ τὸν κόσμον τοῦτον ἑαυτὸν ἀποστήσας, καὶ μόνην ἔχων ἑαυτοῦ ἐλπίδα τὸν Θεόν. Ὡς γὰρ ἐπικατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον· οὕτως εὐλογημένος ὁ ἐπιστηριζόμενος τῷ Κυρίῳ. Οὐ γὰρ ἐπιδέχεται ἐπαμφοτερισμὸν ἡ εἰς Θεὸν ἐλπὶς, οὐδὲ καταδέχεται ὁ Κύριος ὁλόκληρον τὴν παρ᾽ ἑαυτοῦ παρέχειν βοήθειαν τῷ ποτὲ μὲν ἐπὶ χρήμασιν ἠλπικότι, καὶ δόξῃ ἀνθρωπίνῃ, καὶ δυνάμει τῇ κατὰ κόσμον, ποτὲ δὲ αὐτὸν ὡς ἐλπίδα ἑαυτοῦ προβαλλόμενον· ἀλλὰ δεῖ ἀληθινῶς ἐπαναπαύεσθαι τῇ παρὰ τοῦ Θεοῦ βοηθείᾳ.

Ἀμαθεῖς δὲ ἄνθρωποι, καὶ φιλόκοσμοι, ἀγνοοῦντες αὐτοῦ τοῦ ἀγαθοῦ τὴν φύσιν, μακαρίζουσι πολλάκις τὰ μηδενὸς ἄξια, πλοῦτον, ὑγείαν, περιφάνειαν βίου, ὧν οὐδέν ἐστιν ἀγαθὸν τῇ ἑαυτοῦ φύσει, οὐ μόνον καθότι ῥᾳδίαν ἔχει τὴν πρὸς τὰ ἐναντία περιτροπὴν, ἀλλ᾽ ὅτι μηδὲ ἀγαθοὺς δύναται τοὺς κεκτημένους ἀποτελεῖν. Ὁ μὲν οὖν ἐν τῷ βίῳ τυγχάνων, οὔπω μακαριστὸς, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως· ὁ δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατακλείσας, οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Καὶ οἱ μὲν τὸ ἀγαθὸν ἐργαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ εὐαπόδεκτον ἔχουσιν· οἱ δὲ τὸ κακὸν φεύγοντες, οὐκ ἐὰν ἅπαξ ἢ δεύτερον ἐκκλίνωσιν, ὦσιν ἂν ἐπαινετοὶ, ἀλλ᾽ ἐὰν δυνηθῶσι τοῦ κακοῦ τὴν πεῖραν εἰς τὸ παντελὲς διαδρᾶναι. Εἰ οὖν δέοι βίον μὲν ἄριστον ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾷν τῇ συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς βελτίστοις. Αἰσχρὸν γὰρ τὸν παρόντα καιρὸν προεμένους, ὕστερόν ποτ᾽ ἀνακαλεῖσθαι τὸ παρελθὸν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις. Τῷ ὄντι γὰρ ἀμήχανόν ἐστι χωρητικοὺς γενέσθαι ἡμᾶς τῆς θείας χάριτος, μὴ τὰ ἀπὸ κακίας πάθη προκατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας. Εἶδον ἰατροὺς ἐγὼ μὴ πρότερον διδόντας τὰ σωτήρια φάρμακα, πρὶν ἐμέτοις ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπέθεντο.

Ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον ὑπό τινος ὑγροῦ δυσώδους, μὴ ἐκπλυθὲν, οὐ μὴ δέξηται τοῦ μύρου τὴν ἐπιῤῥοήν. Δεῖ τοίνυν ἐκχυθῆναι τὰ προϋπάρχοντα, ἵνα δυνηθῇ χωρηθῆναι τὰ ἐπαγόμενα. Πᾶσι μὲν γὰρ πάρεστι τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλὰ τοῖς μὲν καθαρεύουσι τῶν παθῶν, τὴν ἰδίαν ἐμφέρει δύναμιν· τοῖς δὲ τὸ ἡγεμονικὸν συγκεχυμένον ἔχουσιν ἀπὸ τῶν τῆς ἁμαρτίας σπίλων, οὐκ ἔτι.

Ἀδύνατον γὰρ, εἰς διαφόρους φροντίδας τοῦ νοῦ μεριζομένου, κατορθοῦσθαι τὸ σπουδαζόμενον· καθὼς ὁ Κύριος ἀπεφήνατο, εἰπών· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· καὶ πάλιν· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Οὔτε γὰρ ἄλλης τινὸς ἐντολῆς τήρησιν, οὔτε αὐτὴν τὴν πρὸς Θεὸν ἀγάπην, οὔτε τὴν πρὸς τοὺς πλησίον δυνάμεθα κατορθῶσαι, ἄλλοτε περὶ ἄλλα ταῖς διανοίαις ἀποπλανώμενοι.

Οὔτε γὰρ τέχνην ἢ ἐπιστήμην ἀκριβῶς καταλαβεῖν δυνατὸν, ἄλλοτε ἐπ᾽ ἄλλην μεταβαίνοντα· οὔτε μὴν μιᾶς περιγενέσθαι, μὴ τὰ οἰκεῖα τοῦ τέλους γνωρίσαντα. Δεῖ γὰρ ἀκολούθους εἶναι τῷ σκοπῷ καὶ τὰς πράξεις, ὡς οὐδενὸς τῶν κατὰ λόγον διὰ τῶν ἀνοικείων κατορθουμένου. Ἐπεὶ οὔτε χαλκευτικῆς τέλος διὰ τῶν ἔργων τῆς κεραμείας περιγενέσθαι πέφυκεν, οὔτε ἀθλητικοὶ στέφανοι ἐκ τῆς περὶ τὸ αὐλεῖν σπουδῆς κατορθοῦνται· ἀλλ᾽ ἑκάστῳ τέλει οἰκεῖος ὁ πόνος καὶ συναρμόζων ἐπιζητεῖται. Ὥσπερ οὖν καὶ ἡ ἄσκησις τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ πρὸς Θεὸν εὐαρεστήσεως, ἐν τῇ ἀναχωρήσει τῶν μεριμνῶν τοῦ κόσμου, καὶ τῇ παντελεῖ ἀλλοτριώσει τῶν περισπασμῶν κατορθοῦται. Λυθῆναι οὖν δεῖ τῶν δεσμῶν τῆς προσπαθείας τοῦ βίου, τόνγε ἀληθινῶς ἀκολουθεῖν μέλλοντα τῷ Θεῷ· τοῦτο δὲ οὐκ ἄλλως, ἢ διὰ παντελοῦς ἀναχωρήσεως, καὶ λήθης τῶν παλαιῶν ἠθῶν κατορθοῦται. Ὡς εἰ μὴ ἀποξενώσαιμεν ἑαυτοὺς καὶ συγγενείας σαρκικῆς καὶ κοινωνίας βίου, οἱονεὶ πρὸς ἕτερον κόσμον διὰ τῆς σχέσεως μεταβαίνοντες, ἀμήχανον ἡμᾶς περιγενέσθαι τοῦ σκοποῦ τῆς πρὸς Θεὸν εὐαρεστήσεως.

Ὁ τοίνυν πρὸς τὴν ἀγγελικὴν ἀξίαν μεταταξάμενος, εἰ τοῖς ἀνθρωπίνοις ἐμμολύνοιτο πάθεσιν, ὅμοιός ἐστι δορᾷ παρδάλεως, ἧς οὔτε λευκὴ παντελῶς ἡ θρὶξ, οὔτε μέλαινα διόλου, ἀλλὰ τῇ μίξει τῶν ἑτεροχροούντων διεστιγμένη, οὔτε ἐν τοῖς μέλασιν, οὔτε ἐν τοῖς λευκοῖς ἀριθμεῖται.

Ὥσπερ οὖν οἱ ζωγράφοι, ὅταν ἀπὸ εἰκόνων εἰκόνας γράφωσι, πυκνὰ πρὸς τὸ παράδειγμα ἀποβλέποντες, τὸν ἐκεῖθεν χαρακτῆρα πρὸς τὸ ἑαυτῶν σπουδάζουσι μεταθεῖναι φιλοτέχνημα· οὕτω δεῖ καὶ τὸν ἐσπουδακότα ἑαυτὸν πᾶσι τοῖς μέρεσι τῆς ἀρετῆς ἀπεργάσασθαι τέλειον, οἱονεὶ πρὸς ἀγάλματά τινα κινούμενα καὶ ἔμπρακτα τοὺς βίους τῶν ἁγίων ἀποβλέπειν, καὶ τὸ ἐκείνων ἀγαθὸν οἰκεῖον ποιεῖσθαι διὰ μιμήσεως.

Εἰ γὰρ βοῦς μὲν συνεργὸς ἡμῖν εἰς γεωργίαν παραδοθεὶς, καὶ φωνῆς τοῦ τρέφοντος ἐπαισθάνεται, καὶ τὸν συνήθως αὐτῷ προσφέροντα τὴν τροφὴν ἐπιγινώσκει· ὄνος δὲ αὐτομάτως ἐπὶ τοὺς συνήθεις τῆς καταλύσεως τόπους ὁρμᾷ, καὶ τοσαύτη τοῖς ἀλόγοις πρὸς τὸν ἐπιμελούμενον ἡ συνήθεια· πόσον ἡ λογικὴ φύσις τῆς πρὸς Θεὸν ἀγάπης τὸ μέτρον ἀπαιτηθήσεται;

Οὐδὲ γὰρ μία πρᾶξις τελειοῖ τὸν σπουδαῖον ἀλλὰ παντὶ προσήκει τῷ βίῳ τὰς κατ᾽ ἀρετὴν ἐνεργείας συμπαρατείνεσθαι. Καὶ καθάπερ οἱ ἐπὶ τὸ λουτρὸν εἰσιόντες, γυμνοῦνται παντὸς περιβλήματος· οὕτω χρὴ καὶ τοὺς τῇ ἀσκητικῇ προσερχομένους ζωῇ, πάσης ὕλης βιωτικῆς γυμνωθέντας, ἐντὸς τοῦ κατὰ φιλοσοφίαν γενέσθαι βίου. Γίνεσθε γὰρ, φησὶ, φρόνιμοι ὡς οἱ ὄφεις· ὃς ἐπειδὰν ἀποδύεσθαι δέῃ τὴν λεβήριδα, στενῷ τόπῳ καὶ ἀκριβῶς περισφίγγοντι τὸ σῶμα ἐπιδοὺς ἑαυτὸν, φρονίμως καὶ συνετῶς ἀποδύεται τὸ γῆρας. Ὅπερ οὖν καὶ ἡμᾶς βούλεται ὁ Λόγος, διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ πορευομένους, ἀποδύεσθαι μὲν τὸν παλαιὸν ἄνθρωπον, ἐνδύεσθαι δὲ τὸν νέον, ὥστε καὶ ἡμῶν ἀνακαινισθῆναι, ὡς ἀετοῦ τὴν νεότητα. Φωτὸς γὰρ ἀναφανέντος, ἀφανίζεται σκότος· καὶ ὑγείας παρούσης, τὰ ὀχληρὰ τῆς νόσου πέπαυται· καὶ ἀληθείας ἀποδειχθείσης, τοῦ ψεύδους ἡ φύσις ἐλέγχεται.

Ἀλλ᾽ οἱ πολλοὶ τῶν ἀνθρώπων ταῖς νεφέλαις ἐοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατ᾽ ἄλλο μέρος τοῦ ἀέρος ἐκφερομέναις· καὶ οἷς μὲν εὔκολος πρὸς μεταβολὴν ἡ διάνοια, τούτοις οὐδὲν ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τεταγμένον· οἷς δὲ πεπηγυῖα ἡ γνώμη, καὶ ἀεὶ ἑστῶσα, καὶ ἡ αὐτὴ, τούτοις ἀκόλουθον συμφώνως τῇ προαιρέσει τὴν ζωὴν διεξάγειν. Πολλοὶ δὲ καὶ τὰς πονηρὰς πράξεις ἀποδεχόμενοι, χαρίεντα μὲν τὸν εὐτράπελον λέγουσι· τὸν δὲ αἰσχρολόγον, πολιτικόν· καὶ τὸν πικρὸν καὶ ὀργίλον, ἀκαταφρόνητον ὀνομάζουσι· τὸν φειδωλὸν καὶ ἀκοινώνητον, ὡς οἰκονομικὸν, ἐπαινοῦσι· τὸν ἄσωτον, ὡς ἐλευθέριον· τὸν πόρνον καὶ ἀσελγῆ, ἀπολαυστικόν τινα καὶ ἀνειμένον· καὶ ἁπαξαπλῶς πᾶσαν κακίαν ἐκ τῆς παρακειμένης ἀρετῆς ὑποκορίζονται.

Οἱ τοιοῦτοι τῷ στόματι μὲν εὐλογοῦσι, κατὰ τὸν Δαβὶδ, τῇ δὲ καρδίᾳ καταρῶνται. Ἐν γὰρ τῇ τῶν ῥημάτων εὐφημίᾳ πᾶσαν κατάραν ἐπάγουσιν αὐτῶν τῇ ζωῇ, ὑποδίκους αὐτοὺς τῇ αἰωνίᾳ κατακρίσει δι᾽ ὧν ἀποδέχονται καθιστῶντες. Ὥσπερ οὖν οὐκ ἔστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλ᾽ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτῖσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιεῖν τῷ ὑποδείγματι· οὕτω καὶ ὁ τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῶν, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ.

Φευκτέον οὖν τῷ σωφρονοῦντι τὸ πρὸς δόξαν ζῇν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα περισκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου, ὥστε κἂν πᾶσιν ἀνθρώποις ἀντιλέγειν, κἂν ἀδοξεῖν καὶ κινδυνεύειν ὑπὲρ τοῦ καλοῦ δέῃ, μηδὲν αἱρεῖσθαι τῶν ὀρθῶς ἐγνωσμένων παρακινεῖν. Τὸν γὰρ μὴ οὕτως ἔχοντα, τί τοῦ Αἰγυπτίου σοφιστοῦ φήσομεν ἀπολείπειν, ὃς φυτὸν ἐγένετο καὶ θηρίον, ὁπότε βούλοιτο, καὶ πῦρ καὶ ὕδωρ καὶ πάντα χρήματα· εἴπερ δὴ καὶ αὐτὸς νῦν μὲν τὸ δίκαιον ἐπαινέσεται παρὰ τοῖς τοῦτο τιμῶσι· νῦν δὲ τοὺς ἐναντίους ἀφήσει λόγους, ὅταν τὴν ἀδικίαν εὐδοκιμοῦσαν αἴσθηται, ὅπερ δίκην ἐστὶ κολάκων, καὶ τῆς Ἀρχιλόχου ἀλώπεκος τὸ κερδαλέον τε καὶ ποικίλον ζηλοῦν; Ὁ μὲν γὰρ ἀληθὴς λόγος, καὶ ἀπὸ ὑγιοῦς διανοίας προϊὼν, ἁπλοῦς ἐστι καὶ μονότροπος, τὰ αὐτὰ λέγων περὶ τῶν αὐτῶν πάντοτε· ὁ δὲ ποικίλος καὶ ἔντεχνος, πολὺ τὸ ἐπίπλοκον καὶ ἐγκατάσκευον ἔχων, μυρία κατασχηματίζεται, καὶ στρέφεται στροφὰς ἀμυθήτους, πρὸς τὸ τῶν ἐντυγχανόντων ἀρέσκον μεταμορφούμενος.

Ὅταν γὰρ ἄλλως μὲν φύσεως ἔχῃ τὰ πράγματα, ἄλλως δ᾽ οἱ λόγοι περὶ αὐτῶν ἀναπείθωσι, στροφή τίς ἐστι, μᾶλλον δὲ διαστροφὴ, ὑπὸ τοῦ λόγου περὶ τὴν ἀλήθειαν γινομένη. Καὶ ὁ ἄλλως μὲν φαινόμενος, ἄλλως δὲ ὢν κατὰ ἀλήθειαν, στροφαῖς κέχρηται λόγων, ἀπατῶν τοὺς συνόντας, ὥσπερ τοὺς κύνας λαγωοὶ καὶ ἀλώπεκες, ἑτέραν δεικνύοντες, καὶ ἑτέραν τρεπόμενοι. Ἡ δὲ πρὸς τοὺς φαύλους τῶν λόγων συνήθεια, ὁδός τίς ἐστιν ἐπὶ τὰ πράγματα. Διὸ δὴ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρητέον, μὴ διὰ τῆς τῶν λόγων ἡδονῆς παραδεξάμενοί τινα λάθωμεν τῶν χειρόνων, ὥσπερ οἱ τὰ δηλητήρια μετὰ τοῦ μέλιτος προσιέμενοι. Ὁ μὲν γὰρ τὴν ἄχρι ῥημάτων παρὰ τοῖς ἄλλοις φιλοσοφίαν ἔργῳ βεβαιῶν, Οἶος πέπνυται, τοὶ δὲ σκιαὶ ἀΐσσουσιν.

Ἐπεὶ τό γε λαμπρῶς μὲν ἐπαινέσαι τὴν ἀρετὴν εἰς τὸ μέσον, καὶ μακροὺς ὑπὲρ αὐτῆς ἀποτείνειν λόγους, ἰδίᾳ δὲ τὸ ἡδὺ πρὸ τῆς σωφροσύνης, καὶ τὸ πλέον ἔχειν πρὸ τοῦ δικαίου τιμᾷν, ἐοικέναι φαίην ἂν ἔγωγε τοῖς ἐπὶ σκηνῆς ὑποκρινομένοις τὰ δράματα· οἳ ὡς βασιλεῖς πολλάκις καὶ δυνάσται εἰσέρχονται, οὔτε βασιλεῖς ὄντες, οὔτε δυνάσται, οὐδὲ μὲν οὖν τυχὸν ἐλεύθεροι τὸ παράπαν. Εἶτα μουσικὸς μὲν οὐκ ἂν ἑκὼν δέξαιτο ἀνάρμοστον αὐτῷ τὴν λύραν εἶναι· καὶ χοροῦ κορυφαῖος, μὴ ὅτι μάλιστα συνᾴδοντα τὸν χορὸν ἔχειν· αὐτὸς δέ τις ἕκαστος διαστασιάσει πρὸς ἑαυτὸν, καὶ οὐχὶ τοῖς λόγοις ὁμολογοῦντα τὸν βίον παρέξεται; Οὔτε γὰρ ἵππον ταχὺν ποιεῖ ἡ τοῦ πατρὸς περὶ τὸν δρόμον εὐμοιρία, οὔτε κυνὸς ἐγκώμιον τὸ ἐκ ταχυτάτων φῦναι· ἀλλ᾽ ὥσπερ τῶν ἄλλων ζώων ἡ ἀρετὴ ἐν ἑαυτῷ θεωρεῖται ἑκάστῳ, οὕτω καὶ ἀνδρὸς ἴδιος ἔπαινος ὁ ἐκ τῶν ὑπαρχόντων αὐτῷ κατορθωμάτων μαρτυρούμενος. Ἀρετῆς ἄσκησις, τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θέαμα τοῖς ἐντυγχάνουσιν. Οἱ γὰρ τὴν ἀρετὴν μετιόντες, ἄστροις ἐοίκασιν, ἐν νυκτερινῇ συννεφείᾳ, ἄλλοις κατ᾽ ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν· ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον.

Τοιοῦτοι δὴ καὶ οὗτοι, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι, ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει τοῦ βίου οἷον ἐν σκοτομήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως, τὸ περιπόθητον ἔχοντες. Αἰσχρὸν δὲ, ἀλλοτρίοις κόσμοις κοσμεῖσθαι τὸν τῇ οἰκείᾳ ἀρετῇ διαφαίνοντα.

Καὶ μή μοι λέγε παρὰ Θεοῦ τὸ κακὸν τὴν γένεσιν ἔχειν· οὐ γὰρ εὐσεβὲς τοῦτο, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι. Οὔτε γὰρ ἡ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε ἡ νόσος ὑγείας δημιουργός· ἀλλ᾽ ἐν μὲν ταῖς μεταβολαῖς τῶν διαθέσεων, ἐκ τῶν ἐναντίων πρὸς τὰ ἐναντία αἱ μεταστάσεις· ἐν δὲ ταῖς γενέσεσιν, οὐκ ἐκ τῶν ἐναντίων, ἀλλ᾽ ἐκ τῶν ὁμογενῶν ἕκαστον τῶν γινομένων προέρχεται. Τὸ τοίνυν κακόν ἐστιν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ τὴν ἀπὸ τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥᾳθύμοις ἐγγινομένη. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει, μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου· ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Οὐ γὰρ ἂν, εἴπερ ἀκούσιον ἦν, καὶ μὴ ἐφ᾽ ἡμῖν, τοσοῦτος μὲν ἐκ τῶν νόμων ὁ φόβος τοῖς ἀδικοῦσιν ἐπήρτητο, οὕτω δὲ ἀπαραίτητοι τῶν δικαστηρίων αἱ κολάσεις, τὸ πρὸς ἀξίαν τοῖς κακούργοις ἀντιμετροῦσαι. Εἰ γὰρ τῶν κατὰ κακίαν καὶ ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ᾽ ἡμῖν εἰσιν ἀρχαὶ, ἀλλ᾽ ἐκ τῆς φύσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οἱ νομοθέται τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτὰ διορίζοντες, περιττοὶ δὲ καὶ οἱ δικασταὶ ἀρετὴν τιμῶντες, καὶ πονηρίαν κολάζοντες.

Οὐ γὰρ τοῦ κλέπτου τὸ ἀδίκημα, οὐδὲ τοῦ φονέως, ᾧ γε οὐδὲ βουλομένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρὸς, διὰ τὸ ἀναπόδραστον τῆς ἐπὶ τὰς πράξεις κατεπειγούσης ἀνάγκης. Ματαιότατοι δὲ πάντως καὶ οἱ περὶ τὰς τέχνας πονούμενοι· ἀλλ᾽ εὐθηνήσει μὲν ὁ γεωργὸς, μήτε σπέρμα καταβαλὼν, μήτε δρεπάνην θηξάμενος· ὑπερπλουτήσει δὲ ὁ ἔμπορος, κἂν βούληται, κἂν μὴ, τῆς εἱμαρμένης αὐτῷ συναθροιζούσης τὰ χρήματα. Αἱ δὲ μεγάλαι τῶν Χριστιανῶν ἐλπίδες φροῦδοι ἡμῖν οἰχήσονται, οὔτε δικαιοσύνης τιμωμένης, οὔτε κατακρινομένης τῆς ἁμαρτίας, διὰ τὸ μηδὲν κατὰ προαίρεσιν ὑπὸ τῶν ἀνθρώπων ἐπιτελεῖσθαι. Ὅπου γὰρ ἀνάγκη καὶ εἱμαρμένη κρατεῖ, οὐδεμίαν ἔχει χώραν τὸ πρὸς ἀξίαν, ὃ τῆς δικαιοκρισίας ὑπάρχει ἐξαίρετον. Καὶ γὰρ περὶ τῶν συκῶν φασιν, ὡς οἱ μὲν τὰς ἀγρίας συκᾶς παραφυτεύουσι ταῖς ἡμέραις· οἱ δὲ τοὺς ὀλύνθους ἐκδήσαντες, τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρπὸν τοῖς ὀλύνθοις ἐπέχοντες.

Τί δέ σοι τὸ παρὰ τῆς φύσεως αἴνιγμα; ὅτι χρὴ πολλάκις ἡμᾶς καὶ παρὰ τῶν ἀλλοτρίων τῆς πίστεως εὐτονίαν τινὰ προσλαμβάνειν εἰς τὴν τῶν ἀγαθῶν ἔργων ἐπίδειξιν. Ἐὰν γὰρ ἴδῃς τὸν ἐν βίῳ ἐθνικῷ, ἢ ἀπό τινος αἱρέσεως ἐνδιαστρόφου τῆς Ἐκκλησίας ἀπεσχισμένον, βίου σώφρονος καὶ τῆς λοιπῆς κατὰ τὸ ἦθος εὐταξίας ἐπιμελούμενον, πλέον σεαυτοῦ τὸ σπουδαῖον ἐπίτεινον, ἵνα γένῃ παραπλήσιος τῇ καρποφόρῳ συκῇ, ἐκ τῆς τῶν ἀγρίων παρουσίας ἀθροιζούσῃ τὴν δύναμιν, καὶ τὴν μὲν ῥύσιν ἐπεχούσῃ, ἐπιμελέστερον δὲ τὸν καρπὸν ἐκτρεφούσῃ.

Τινὰ δὲ τῶν φυτῶν καὶ τὴν ἐκ φύσεως κακίαν ἐπιμελείαις γεωργῶν θεραπευόμενα ἔγνωμεν· οἷον τὰς ὀξείας ῥοὰς καὶ τῶν ἀμυγδάλων τὰς πικροτέρας, ὅταν διατρηθεῖσαι τὸ πρὸς τῇ ῥίζῃ στέλεχος, σφῆνα πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσον διελαθέντα δέξωνται, εἰς εὐχρηστίαν μεταβάλλουσι τότε τοῦ χυμοῦ τὴν δυσχέρειαν. Μηδεὶς οὖν ἐν κακίᾳ διάγων ἑαυτοῦ ἀπογνώτω. Εἰ γὰρ γεωργὸς τῶν φυτῶν τὰς ποιότητας μεταβάλλει, πολλῷ μᾶλλον ἡ κατ᾽ ἀρετὴν τῆς ψυχῆς ἐπιμέλεια δύναται παντοδαπῶν ἀῤῥωστημάτων ἐπικρατῆσαι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.