Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος Ε': Ο πλούτος, η πενία και οι συνέπειες του δανεισμού

Έλεγχος της πλεονεξίας και της ατομικής ιδιοκτησίας έναντι της κοινοκτημοσύνης, στηλίτευση της τοκογλυφίας και περιγραφή του ολέθρου που επιφέρει το χρέος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 5 από 24

ΠΕΡΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΠΕΝΙΑΣ. ΛΟΓΟΣ Εʹ. Τὰ φρέατα ἐξαντλούμενα, εὐροώτερα γίνεται· καὶ πλούτου τὸ μὲν στάσιμον, ἄχρηστον· τὸ δὲ κινούμενον καὶ μεταβαῖνον, κοινωφελές τε καὶ ἔγκαρπον. Καὶ θαυμάζειν μοι ἔπεισι, πῶς μετὰ τὴν περιττὴν καὶ ἄχρηστον τῶν ἀναλωμάτων ἐπίνοιαν, ἐπειδὰν εἰς μυρία διασπασθεὶς ὁ πλοῦτος ἔτι περισσεύῃ, κατὰ γῆς ὠθεῖται παρὰ τοῦ ἔχοντος, καὶ ἐν ἀποῤῥήτοις φυλάσσεται. Βαβαί! ὅτε οὐκ ἠδυνήθη ταῖς μυρίαις ἐπινοίαις ἐκδαπανῆσαι τὸν πλοῦτον, τότε αὐτὸν εἰς τὴν γῆν ἀπεκρύψατο. Καὶ δοκεῖ μοι τὸ πάθος τῆς τοῦ πλουσίου ψυχῆς τῷ τῶν γαστριμάργων προσεοικέναι, οἳ διαῤῥαγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἤ τι τῶν λειψάνων μεταδοῦναι τοῖς ἐνδεέσι.

Τοιοῦτος ὁ ἐν τῷ Εὐαγγελίῳ πλούσιος. Παρέστησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρελαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαντάζετο. Μανία δεινή· ἕως μὲν ἐν μετάλλοις ἦν ὁ χρυσὸς, ἀνηρεύνα τὴν γῆν· ὅτε φανερὸς ἐγένετο, πάλιν αὐτὸν ἐν τῇ γῇ ἀφανίζει. Εἶτ᾽ οἶμαι συμβαίνειν τῷ κατορύσσοντι τὸν πλοῦτον, συγκατορύσσειν καὶ τὴν καρδίαν· Ὅπου γὰρ ὁ θησαυρός σου, φησὶν, ἐκεῖ καὶ ἡ καρδία. Δεῦρο οὖν, ποικίλως διάθου τὸν πλοῦτον, ὦ πλούσιε. Μὴ βαρύτιμος ἔσο· μὴ ἀνάμενε σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖα· μὴ λιμὸν ἐκδέχου διὰ χρυσὸν, μὴ κοινὴν ἔνδειαν δι᾽ εὐπορίαν ἰδίαν. Μὴ γίνου κάπηλος συμφορῶν ἀνθρωπίνων· μὴ τὴν ὀργὴν τοῦ Θεοῦ καιρὸν ποιήσῃς περιουσίας χρημάτων. Σὺ γὰρ πρὸς μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ ἀδελφόν σου οὐ προσβλέπεις· καὶ τοῦ μὲν νομίσματος ἐπιγινώσκεις τὸ χάραγμα, καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδηλον, τὸν δὲ ἀδελφὸν παρὰ τὴν χρείαν παντελῶς ἀγνοεῖς. Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπερήδει, ὅσος δέ σοι ἀκολουθεῖ τοῦ ἐνδεοῦς ὁ στεναγμὸς, οὐ λογίζῃ.

Καὶ τίνα, φησὶν, ἀδικῶ, συνέχων τὰ ἐμαυτοῦ; Ποῖα, εἰπέ μοι, σαυτοῦ; πόθεν αὐτὰ λαβὼν εἰς τὸν βίον εἰσήνεγκας; Ὥσπερ ἂν εἴ τις ἐν θεάτρῳ θέαν καταλαβὼν, εἶτα ἐξείργοι τοὺς ἐπιόντας, ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς πᾶσι κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ κοινὰ προκατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν πρόληψιν.

Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυτοῦ χρείας ἕκαστος κομιζόμενος, τὸ περιττὸν ἠφίει τῷ δεομένῳ, οὐδεὶς μὲν ἂν ἦν πλούσιος, οὐδεὶς δὲ ἐνδεής. Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ γυμνὸς πάλιν εἰς τὴν γῆν ὑποστρέφεις; Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις· ἄθεος εἶ, μὴ γνωρίζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν λόγον ἡμῖν δι᾽ ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται; Ἦ πάντως ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονομίας μισθὸν δέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ. Ἀλλ᾽ ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας. Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη. Τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει Δεσπότην, ἴδιον οἰκονόμον· παρ᾽ οὗ τὴν ζωὴν ἐδέξατο, παρ᾽ αὐτοῦ τὰς ἀφορμὰς ἀναμενέτω τοῦ βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια; Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς.

Ὅτε ᾔτεις παρὰ τοῦ Θεοῦ τὴν εὐπαιδίαν, ὅτε ἠξίου γενέσθαι παίδων πατὴρ, ἆρα προσετίθεις τοῦτο, Δός μοι τέκνα, ἵνα παρακούσω τῶν ἐντολῶν σου; δός μοι τέκνα, ἵνα μὴ φθάσω εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; Τίς δὲ καὶ ἐγγυητὴς ἔσται τῆς τοῦ παιδὸς προαιρέσεως, ὅτι εἰς δέον χρήσεται τοῖς δοθεῖσι; πολλοῖς γὰρ ὁ πλοῦτος, ὑπηρέτης ἀκολασίας ἐγένετο.

Ὅρα οὖν, μὴ μετὰ μυρίων πόνων τὸν πλοῦτον ἀθροίσας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς διπλᾷ τιμωρούμενος, ὧν τε αὐτὸς ἠδίκησας, καὶ ὧν ἕτερον ἐφωδίασας. Οἱ μὲν γὰρ παῖδες παρὰ γονέων μηδὲν δεξάμενοι, ἑαυτοῖς πολλάκις οἴκους ἐποίησαν· ἡ ψυχὴ δὲ παρὰ σοῦ ἐγκαταλειφθεῖσα, παρὰ τίνος ἐλεηθήσεται; Τί τοίνυν τοσοῦτον ἐπτόησαι περὶ τὸν χρυσόν;

Τίς καλλωπιστὴς ἠδυνήθη μίαν ἡμέραν τῷ βίῳ προσθεῖναι; τινος ἐφείσατο θάνατος διὰ τὸν πλοῦτον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; Ἕως πότε χρυσὸς, τῶν ψυχῶν ἡ ἀγχόνη, τοῦ θανάτου τὸ ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; Ἕως πότε πλοῦτος, ἡ τοῦ πολέμου ὑπόθεσις, δι᾽ ὃν ἀκονᾶται ξίφη, δι᾽ ὃν συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, καὶ ἀδελφοὶ κατ᾽ ἀλλήλων φονικὸν βλέπουσι; Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; Τί πάσχετε, ὦ ἄνθρωποι, τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ᾽ ὑμῶν ἐπιβουλὴν περιέστρεψε; Μὴ γὰρ ἐφόδια κακῶν ἐδόθη τὰ χρήματα, λύτρον ψυχῆς; μὴ γὰρ ἀφορμὴ ἀπωλείας; εἰ μὲν γὰρ ἐφόδιον πρὸς ἀδικίαν ὁ πλοῦτος, ἐλεεινὸς ὁ πλουτῶν· εἰ δὲ ὑπηρεσία πρὸς ἀρετὴν, οὐκ ἔχει χώραν ἡ βασκανία, κοινῆς τῆς ἀπ᾽ αὐτοῦ ὠφελείας ἅπασι προκειμένης. Διὰ τοῦτο προσήκει ἀπόντα τε μὴ ποθεῖν τὸν πλοῦτον, καὶ παρόντος, μὴ τῷ κεκτῆσθαι μᾶλλον φρονεῖν, ἢ τῷ εἰδέναι αὐτὸν διατίθεσθαι.

Τὸ γὰρ τοῦ Σωκράτους εὖ ἔχει· ὃς μέγα φρονοῦντος πλουσίου ἀνδρὸς ἐπὶ τοῖς χρήμασιν, οὐ πρότερον αὐτὸν θαυμάσειν ἔφη, πρὶν ἂν καὶ ὅτι κεχρῆσθαι τούτοις ἐπίσταται πειραθῆναι. Ὁ γὰρ πλοῦτος καὶ ἡ ὑγίεια, ὑπηρεσία πολλάκις πρὸς ἁμαρτίαν τοῖς κακῶς χρωμένοις τούτων ἑκάστῳ γίνεται. Πενία δὲ μετὰ ἀληθείας, πάσης ἀπολαύσεως τοῖς σωφρονοῦσι τιμιωτέρα.

Ἀλλ᾽ οὐδὲν τούτων ἕκαστος ὑμῶν ἐννοεῖ· ἀλλ᾽ ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατακαμπτόμενον, πρὸ τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινὸν, ἵνα κἂν δανείῳ τὴν ἀπορίαν παραμυθήσηται, οὐκ ἐλεεῖ παρ᾽ ἀξίαν πράττοντα· ἀλλ᾽ ἄκαμπτος ἕστηκε καὶ ἀμείλικτος, ἐξομνύμενος καὶ ἐπαρώμενος ἑαυτῷ, ἦ μὴν ἀπορεῖν παντελῶς καὶ περισκοπεῖν καὶ αὐτὸς, εἴ τινα εὕροι τῶν δανειζόντων, καὶ πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν ἐπιορκίαν προσκτησάμενος. Ἐπειδὰν δὲ ὁ ζητῶν τὸ δάνειον, τόκων μνησθῇ, καὶ ὑποθήκας ὀνομάσῃ· τότε καταβαλὼν τὴν ὀφρὺν, προσεμειδίασε, καί που καὶ πατρῴας φιλίας ἐμνήσθη, καὶ συνήθη εἶπε, καὶ φίλον· καὶ ὀψόμεθα, φησὶν, εἴπου τί ἐστιν ἡμῖν ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη φίλου ἀνδρὸς ἐπ᾽ ἐργασίᾳ παραθεμένου ἡμῖν. Ἀλλ᾽ ἐκεῖνος μὲν βαρεῖς ἐν αὐτῷ τοὺς τόκους ὥρισεν· ἡμεῖς δὲ πάντως ἐπανήσομέν τι, καὶ ἐλάττοσι τόκοις δώσομεν. Τοιαῦτα κατασχηματιζόμενος, καὶ τοιούτοις λόγοις ὑποσαίνων καὶ δελεάζων τὸν ἄθλιον, γραμματείοις αὐτὸν προσκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ ἔτι καὶ τὴν ἐλευθερίαν τοῦ ἀνδρὸς ἀφελόμενος ᾤχετο. Τί ποιεῖς, ἄθλιε; χρήματα καὶ πόρους ἐπιζητεῖς παρὰ τοῦ ἀπόρου; Εἰ πλουσιώτερόν σε ἀποφαίνειν ἐδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ὢ τῆς συμφορᾶς!

Ἐπὶ συμμαχίαν ἐλθὼν πολέμιον εὗρεν· ἀλεξιφάρμακα περιζητῶν, δηλητηρίοις ἐνέτυχε. Δέον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιάζεις τὴν ἔνδειαν· ὥσπερ ἂν εἴ τις ἰατρῶν πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ εἰς ὑγίειαν αὐτοὺς ἐπαναγαγεῖν, ὁ δὲ καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως προσαφέλοιτο. Καὶ σὺ τοίνυν τὰς συμφορὰς τῶν ἀθλίων, ἀφορμὴν πόρων ποιῇ· καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀνθρώπων ἐπιζητεῖς, ἵνα καὶ σοὶ ἐνεργὰ τὰ χρήματα γένηται.

Καὶ ὁ μὲν ζητῶν τὸ δάνεισμα, μέσος ἀμηχανίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πενίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν· ὅταν δὲ πρὸς τὴν παροῦσαν ἀνάγκην, κατατολμᾷ τοῦ δανείσματος. Ὡς δὲ τὰ μὲν χρήματα ὑποῤῥεῖ, ὁ δὲ χρόνος προϊὼν τοὺς τόκους ἑαυτῷ συμπροάγει· οὐ νύκτες ἐκείνῳ ἀνάπαυσιν φέρουσιν, οὐχ ἡ ἡμέρα φαιδρὰ, οὐχ ὁ ἥλιος τερπνός· ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέρας πρὸς τὴν προθεσμίαν ἐπειγομένας. Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ τῇ κεφαλῇ παριστάμενον· κἂν γρηγορῇ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστίν. Ἀλλ᾽ ἔστιν εἰπεῖν καὶ πρὸς τὸν δανειζόμενον· Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· τουτέστι, μὴ ἐπ᾽ ἀλλοτρίας πηγὰς βάδιζε, ἀλλ᾽ ἐξ οἰκείων λιβάδων σύναγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Ἔχεις χαλκώματα, ἐσθῆτα, ὑποζύγιον, σκεύη παντοδαπά; ταῦτα ἀπόδου· πάντα προέσθαι κατάδεξαι, πλὴν τῆς ἐλευθερίας. Ἀλλ᾽ αἰσχύνομαι αὐτὰ δημοσιεύειν, φησί. Τί οὖν, ὅτι μικρὸν ὕστερον ἄλλος αὐτὰ προκομίσει, καὶ ἀποκηρύξει τὰ σὰ, καὶ ἐπ᾽ ὀφθαλμοῖς σοῖς ἐπευωνίζων αὐτὰ διαθήσεται; Βέλτιον ταῖς κατὰ μικρὸν ἐπινοίαις τὴν χρείαν παραμυθεῖσθαι, ἢ ἀθρόως ἐπαρθέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάντων ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις ὅθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις;

εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακὸν κακῷ θεραπεύεις. Πένης εἶ νῦν, ἀλλ᾽ ἐλεύθερος· δανεισάμενος δὲ, οὔτε πλουτήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. Δοῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος, καὶ δοῦλος μισθοφόρος, ἀπαραίτητον φέρων τὴν λειτουργίαν. Οἱ κύνες λαβόντες ἡμεροῦνται· ὁ δανειστὴς λαμβάνων προσερεθίζεται.

Οὐ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλεῖον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, ἀπιστεῖ· ἐρευνᾷ τὰ ἔνδον, τὰ συναλλάγματά σου πολυπραγμονεῖ. Ἐπὶ γαμετῆς καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγοραῖς ἄγχει, κακὸν συνάντημα ἑορτῆς, ἀβίωτόν σοι κατασκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ ἀνάγκη, καὶ οὐδείς μοι πόρος χρημάτων ἕτερος. Τί οὖν τὸ ὄφελος ἐκ τοῦ τὴν σήμερον ὑπερθέσθαι; Τὸ γὰρ δάνος οὐκ ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μικρὰν ἀναβολὴν τῆς ἀμηχανίας παρέχεται. Μὴ δανεισάμενος μὲν ὁμοίως ἔσῃ πένης καὶ σήμερον, καὶ πρὸς τὸ ἐφεξῆς· καὶ νῦν μὲν οὐδεὶς ἐγκαλέσει σοι πτωχεύοντι· ἀκούσιον γὰρ τὸ κακόν· ἐὰν δὲ τόκοις ὑπεύθυνος ᾖς, οὐκ ἔστιν ὃς οὐ μέμψεταί σου τὴν ἀβουλίαν. Ἤδη βούλευσαι πόθεν ἀποτίσεις. Ἀφ᾽ ὧν λαμβάνεις; ἀλλ᾽ οὐκ ἐξαρκεῖ καὶ πρὸς τὴν χρείαν, καὶ πρὸς τὴν ἔκτισιν. Ἐὰν δὲ δὴ καὶ τοὺς τόκους λογίσῃ, πόθεν τὰ χρήματα εἰς τοσοῦτον πολυπλασιασθήσεται;

Οὐδεὶς τραύματα τραύμασι θεραπεύει, οὐδὲ κακῷ τὸ κακὸν ἰᾶται. Πῶς οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας, ἔχεις τέχνην· μισθάρνει, διακόνει· πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολλαὶ ἀφορμαί. Ἀλλ᾽ ἀδυνάτως ἔχεις; προσαίτει παρὰ τῶν κεκτημένων.

Ἀλλὰ αἰσχρὸν τὸ αἰτεῖν; αἰσχρὸν μὲν οὖν τὸ δανεισάμενον ἀποστερεῖν. Εἶτα ὁ μύρμηξ μὲν δύναται, μὴ προσαιτῶν, μήτε δανειζόμενος, διατρέφεσθαι· καὶ μέλισσαι τὰ λείψανα τῆς οἰκείας τροφῆς βασιλεῦσι χαρίζονται, οἷς οὔτε χεῖρας, οὔτε τέχνας ἡ φύσις δέδωκε. Σὺ δὲ τὸ εὐμήχανον ζῶον ὁ ἄνθρωπος, μίαν τῶν πασῶν μηχανῶν οὐχ εὑρήσεις πρὸς τὴν τοῦ βίου διαγωγήν;

Πλούσιος εἶ; μὴ δανείζου. Πένης εἶ; μὴ δανείζου. Εἰ μὲν γὰρ εὐπορεῖς, οὐ χρῄζεις δανείσματος· εἰ δὲ οὐδὲν ἔχεις, οὐκ ἀποτίσεις τὸ δάνειον. Μὴ δῷς σεαυτοῦ τὸν βίον εἰς ὑστεροβουλίαν. Ἑνὶ τούτῳ διαφέρομεν τῶν πλουτούντων οἱ πένητες, τῇ ἀμεριμνίᾳ· καὶ καταγελῶμεν αὐτῶν ἀγρυπνούντων, αὐτοὶ καθεύδοντες· καὶ συνεστώτων ἀεὶ καὶ φροντιζόντων, αὐτοὶ ἀφροντιστοῦντες καὶ ἀνειμένοι. Ὁ μέντοι ὀφείλων καὶ πένης ἐστὶ, καὶ πολυμέριμνος, καὶ σύννους πάντα τὸν χρόνον, νῦν μὲν τὴν ἑαυτοῦ οὐσίαν ἀποτιμώμενος, νῦν δὲ τὰς οἰκίας τὰς πολυτελεῖς, τοὺς ἀγροὺς τῶν πλουσίων, τὰς ἐσθῆτας τῶν ἐντυγχανόντων. Εἰ ταῦτα ἐμὰ ἦν, φησὶν, ἀπεδιδόμην τόσου καὶ τόσου, καὶ ἀπηλλασσόμην τοῦ τόκου. Ταῦτα αὐτοῦ καὶ νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἐγκαθέζεται τῇ καρδίᾳ. Ἐὰν τὴν θύραν πατάξῃς, ὁ χρεώστης ὑπὸ τὴν κλίνην· σφοδρῶς εἰσέδραμέ τις, τοῦ δὲ ἐπάταξεν ἡ καρδία· ὑλακτεῖ ὁ κύων, ὁ δὲ ἱδρῶτι ῥεῖται, καὶ ἀγωνίᾳ συνέχεται, καὶ περισκοπεὶ πόθεν φύγοι. Ἡ προθεσμία προάγει· μεριμνᾷ τί ψεύσεται, ποίαν πλασάμενος πρόφασιν τὸν δανειστὴν διακρούσεται. Τί πολυτόκῳ θηρίῳ σεαυτὸν παραζευγνύεις;

Τοὺς λαγῳούς φασι καὶ τίκτειν ὁμοῦ, καὶ τρέφειν, καὶ ἐπικυΐσκεσθαι· καὶ τοῖς τοκογλύφοις τὰ χρήματα ὁμοῦ καὶ δανείζεται, καὶ γεννᾶται, καὶ ὑποφύεται. Οὔπω γὰρ ἐδέξω εἰς χεῖρας, καὶ τοῦ παρόντος μηνὸς ἀπῃτήθης τὴν ἐργασίαν. Καὶ τοῦτο πάλιν δανεισθὲν, ἕτερον κακὸν ἐξέθρεψε, κἀκεῖνο ἕτερον, καὶ τὸ κακὸν εἰς ἄπειρον· Τόκος γὰρ, ὡς οἶμαι, διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρευται· πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος λέγεται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς ψυχαῖς τῶν δανειζομένων πέφυκεν. Ὡς γὰρ ἡ ὠδὶς τῇ τικτούσῃ, οὕτως ἡ προθεσμία τῷ ὑποχρέῳ παρίσταται. Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν ἔκγονον. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς μητρὸς διεσθιούσας τίκτεσθαι· καὶ οἱ τόκοι τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες ἀπογεννῶνται. Τὰ σπέρματα χρόνῳ ῥύεται· ὁ δὲ τόκος σήμερον γεννᾶται, καὶ σήμερον τοῦ τίκτειν ἄρχεται. Τῶν αὐξουμένων ἕκαστον, ἐπειδὰν πρὸς τὸ οἰκεῖον ἀφίκηται μέγεθος, τῆς αὐξήσεως ἵσταται· τὸ δὲ τῶν πλεονεκτῶν ἀργύριον τῷ χρόνῳ παντὶ συμπαραύξεται. Τὰ ζῶα παραδόντα τοῖς ἐκγόνοις τὸ τίκτειν, αὐτὰ τῆς κυήσεως παύεται· τὰ δὲ τῶν δανειστῶν ἀργύρια καὶ τὰ ἐπιγινόμενα τίκτει, καὶ τὰ ἀρχαῖα νεάζει.

Καὶ ὥσπερ ἐπὶ τῆς χολέρας οἱ τὸ ἀεὶ προϊστάμενον ἐξαιροῦντες, καὶ πρὶν παντελῶς καθαρθῆναι δευτέραν τροφὴν ἐπεμβαλλόμενοι, πάλιν ἐμοῦσι μετὰ ὀδύνης καὶ σπαραγμῶν· οὕτω καὶ οἱ δανειζόμενοι, τόκους ἐκ τόκων μεταλαμβάνοντες, καὶ πρὶν ἐκκαθᾶραι τὰ πρῶτα, δεύτερον ἐπεισάγοντες δάνεισμα, μικρὸν χρόνον τοῖς ἀλλοτρίοις ἐναβρυνόμενοι, ὕστερον καὶ τὰ οἰκεῖα ὠδύραντο. Ἀλλὰ πολλοὶ, φησὶ, καὶ ἐκ δανείσματος ἐπλούτησαν.

Πλείους δὲ, οἶμαι, καὶ βρόχων ἥψαντο. Σὺ δὲ τοὺς ἀπαγξαμένους οὐκ ἀριθμεῖς, οἳ τὴν ἐπὶ ταῖς ἀπαντήσεσιν αἰσχύνην μὴ φέροντες, τὸν δι᾽ ἀγχόνης θάνατον τοῦ ἐπονειδίστως ζῇν προετίμησαν. Εἶδον ἐγὼ ἐλεεινὸν θέαμα, παῖδας ἐλευθέρους ὑπὲρ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατήριον. Οὐκ ἔχεις καταλιπεῖν χρήματα τοῖς παισί; μὴ προσαφέλῃ καὶ τὴν εὐγένειαν. Ἓν τοῦτο διατήρησον αὐτοῖς τὸ κτῆμα τῆς ἐλευθερίας, τὴν παρακαταθήκην, ἣν παρὰ τῶν γονέων παρέλαβες. Οὐδεὶς πενίαν πατρὸς ἐνεκλήθη ποτέ· ὄφλημα δὲ πατρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ καταλίπῃς γραμματεῖον ὥσπερ ἀρὰν πατρικὴν εἰς παῖδας καταβαίνουσαν καὶ ἐκγόνους.

Πλοῦτος γὰρ, φησὶν, ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Θαύμασον τὴν φωνήν. Πλοῦτος, φησὶν, ἐὰν ῥέῃ. Ῥευστὴ ἡ φύσις τοῦ πλούτου, χειμάῤῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον πέφυκε παραμείβεσθαι. Καὶ ὥσπερ ποταμὸς ἀφ᾽ ὑψηλοῦ φερόμενος, ἐγγίζει μὲν τοῖς παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο καὶ εὐθὺς ὑπεχώρησεν· οὕτω καὶ ἡ τοῦ πλούτου εὐκολία ὀξυτάτην ἔχει καὶ ὀλισθηρὰν τὴν παρουσίαν, καὶ ἄλλους ἐξ ἄλλων παραμείβεσθαι πεφυκυῖαν. Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἄλλου, καὶ μετ᾽ ὀλίγον ἄλλου. Ἀπόβλεψον πρὸς τὰς ἐν τῇ πόλει οἰκίας, πόσα ἤδη ἀφ᾽ οὗ γεγόνασιν ὀνόματα μετειλήφασιν, ἄλλοτε ἀπ᾽ ἄλλου τῶν κεκτημένων ὀνομαζόμεναι. Καὶ χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων, ἐφ᾽ ἕτερον διαβαίνει, καὶ ἀπ᾽ ἐκείνου πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιλαβὼν κατασχεῖν, ἢ πλοῦτον διαρκῶς σεαυτῷ συντηρῆσαι. Μὴ τοίνυν ζηλώσῃς τῶν ὑπερπλουτούντων τινὰ, μηδὲ μακαρίσῃς αὐτοῦ τὴν ζωήν· κἂν πολλαχόθεν σοι καὶ ἐξ ἀφθόνων πηγῶν περιῤῥέῃ τὰ χρήματα, μὴ προσδέξῃ αὐτῶν τὴν περιουσίαν.

Οὐκ ἀεὶ δὲ ἐπαινετὴ ἡ πτωχεία, ἀλλ᾽ ἡ ἐκ προαιρέσεως κατὰ τὸν εὐαγγελικὸν σκοπὸν κατορθουμένη. Πολλοὶ γὰρ πτωχοὶ μὲν τῇ περιουσίᾳ, πλεονεκτικώτατοι δὲ τῇ προαιρέσει τυγχάνουσιν· οὓς οὐχ ἡ ἔνδεια σώζει, ἀλλ᾽ ἡ προαίρεσις κατακρίνει. Πλοῦτος δὲ καὶ δόξα, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθοὺς, οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν· καθὸ δὲ εὔροιάν τινα παρέχεται ἡμῶν τῷ βίῳ, αἱρετώτερά ἐστι τῶν ἐναντίων, πενίας καὶ ἀτιμίας. Ταῦτα μέντοι τοῖς μὲν οἰκονομίας ἕνεκεν δίδοται παρὰ τοῦ Θεοῦ, ὡς τῷ Ἀβραὰμ, καὶ τῷ Ἰακὼβ, καὶ τοῖς τοιούτοις. Τοῖς δὲ φαυλοτέροις πρόκλησίς ἐστι τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς ὅ γε μετὰ τοσαύτην ἐκ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ, ἀναντιῤῥήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. Ὁ μέντοι δίκαιος, οὔτε παρόντος ἐπιστρέφεται τοῦ πλούτου, οὔτε μὴ παρόντος ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλ᾽ οἰκονομικός· οὐδεὶς δὲ τῶν εὖ φρονούντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. Εἰ δὲ τοῦ σώματος ὑπερορᾷν μελετήσαιμεν, σχολῇ γ᾽ ἂν ἄλλο τι τῶν ἀνθρωπίνων θαυμάσαιμεν.

Τί γὰρ ὅτι χρησώμεθα τῷ πλούτῳ, τὰς διὰ τοῦ σώματος ἡδονὰς ἀτιμάζοντες, ἐγὼ μὲν οὐχ ὁρῶ· πλὴν εἰ μὴ, κατὰ τοὺς ἐν τοῖς μύθοις δράκοντας, ἡδονήν τινα φέρει θησαυροῖς κατορωρυγμένοις ἐπαγρυπνεῖν.

Τὸ μὲν οὖν προηγούμενόν ἐστιν, οὗ μάλιστα προσήκει τὸν Χριστιανὸν ἐπιμελεῖσθαι, γυμνωθῆναι τὰ κατὰ τὴν κακίαν πάθη τὰ ποικίλα τε καὶ διάφορα, δι᾽ ὧν μολύνεται ἡ ψυχή. Χρὴ δὲ κατὰ δεύτερον λόγον, καὶ τὴν τῶν ὑπαρχόντων ἀποταγὴν κατορθωθῆναι, τῷ πρὸς τὸν κατὰ Θεὸν ὑψηλὸν ἀποβλέποντι βίον· διότι πολὺν παρέχει περισπασμὸν τῇ ψυχῇ ἡ τῶν ὑλικῶν πραγμάτων φροντίς τε καὶ ἐπιμέλεια. Ὅταν οὖν πλείους περὶ τὸν αὐτὸν βλέποντες τῆς σωτηρίας σκοπὸν, τὴν μετ᾽ ἀλλήλων ζωὴν καταδέξωνται, χρὴ τοῦτο πρὸ πάντων ἐν αὐτοῖς κρατηθῆναι, τὸ μίαν ἐν πᾶσι καρδίαν εἶναι, καὶ θέλημα ἓν, καὶ μίαν ἐπιθυμίαν, καὶ καθὼς νομοθετεῖ ὁ Ἀπόστολος, ἓν γενέσθαι σῶμα ἐκ διαφόρων μελῶν συνηθροισμένον. Τοῦτο δὲ οὐκ ἔστιν ἄλλως κατορθωθῆναι, εἰ μὴ ἐκεῖνο κρατήσειε, τὸ μὴ ἐπονομάζεσθαί τινι ἀποτεταγμένως μήτε ἱμάτιον, μήτε σκεῦος, μήτε ἄλλο τι τῶν εἰς τὴν κοινὴν ζωὴν χρησιμευόντων· ἵνα ἕκαστον τούτων τῆς χρείας ᾖ, καὶ μὴ τοῦ κεκτημένου.

Καὶ ὥσπερ ἀνάρμοστόν ἐστι τῷ μείζονι σώματι τὸ μικρὸν ἱμάτιον, ἢ τῷ μικροτέρῳ τὸ τελειότερον, ἀλλ᾽ ἑκάστῳ τὸ σύμμετρόν ἐστι καὶ ἐπωφελὲς καὶ εὐάρμοστον· οὕτως καὶ ἐνταῦθα ἡ κλίνη, τὰ στρώματα, τὸ θερμὸν περιβόλαιον, τὸ ὑπόδημα τοῦ πάνυ χρῄζοντος, οὐχὶ τοῦ κεκτημένου εἶναι ὀφείλει. Καὶ καθάπερ τῷ φαρμάκῳ ὁ τραυματισθεὶς, οὐχ ὁ ὑγιαίνων κέχρηται, οὕτω καὶ τῶν πρὸς τὴν ἄνεσιν τοῦ σώματος ἐπινοουμένων, οὐχ ὁ τρυφῶν, ἀλλ᾽ ὁ χρῄζων τῆς ἀνέσεως ἀπολαύει δικαίως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.