Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος ΣΤ': Η πλεονεξία και η ματαιότητα της φιλοχρηματίας

Κριτική στην ακόρεστη επιθυμία συγκέντρωσης πλούτου, την ασπλαχνία προς τους πτωχούς και τη μανία ανέγερσης πολυτελών οικοδομημάτων αγνοώντας την επερχόμενη κρίση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 6 από 24

ΠΕΡΙ ΠΛΕΟΝΕΞΙΑΣ. ΛΟΓΟΣ ϛʹ. Ὅταν εἰς οἰκίαν ἀνδρὸς ἀπειροκάλου εἰσέλθω, καὶ ἴδω αὐτὴν παντοίοις γεγανυμένην ἄνθεσιν, οἶδα ὅτι οὗτος οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέκτηται, ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Καίτοι μυρίοι ἐφεστᾶσι τῇ θύρᾳ πτωχοὶ, πᾶσαν ἐλεεινὴν ἀφιέντες φωνήν· ὁ δὲ ἀρνεῖται τὴν δόσιν, ἀδύνατον εἶναι λέγων ἐπαρκεῖν τοῖς αἰτοῦσι. Καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυται, ὑπὸ δὲ τῆς χειρὸς ἐλέγχεται· σιωπῶσα γὰρ ἡ χεὶρ τὴν ψευδολογίαν κηρύσσει, περιαστραπτομένη ὑπὸ τῆς ἐπὶ τοῦ δακτυλίου σφενδόνης. Ἄθλιε καὶ ταλαίπωρε, πόσους δύναται εἷς σου δακτύλιος χρεῶν ἀπολῦσαι· πόσους οἴκους καταπίπτοντας ἀνορθῶσαι! Μία σου κιβωτὸς τῶν ἱματίων δύναται δῆμον ὁλόκληρον ῥιγοῦντα περιβαλεῖν· ἀλλ᾽ ὑπομένεις ἄπρακτον ἀποπέμψαι τὸν πένητα, μὴ φοβούμενος τὸ δίκαιον τῆς ἀντιδόσεως τοῦ κριτοῦ. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ· οὐκ ἤνοιξας τὴν οἰκίαν, ἀποπεμφθήσῃ τῆς βασιλείας· οὐκ ἔδωκας τὸν ἄρτον, οὐ λήψῃ τὴν αἰώνιον ζωήν. Ἀλλὰ πένητα λέγεις σεαυτόν. Κἀγὼ συντίθεμαι· πένης γάρ ἐστιν, ὁ πολλῶν ἐνδεής. Πολλῶν δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ τὸ τῆς ἐπιθυμίας ἀκόρεστον. Τοῖς δέκα ταλάντοις ἄλλα δέκα τάλαντα προστεθεικέναι σπουδάζετε· ἐπειδὰν εἴκοσι γένηται, ἄλλα τοσαῦτα ἐπιζητεῖτε, καὶ ἀεὶ τὸ προστιθέμενον, οὐχὶ τὴν ὁρμὴν ἵστησιν, ἀλλ᾽ ἀναφλέγει τὴν ὄρεξιν.

Ὥσπερ γὰρ τοῖς μεθύουσιν ἀφορμὴ τοῦ πίνειν ἡ προσθήκη τοῦ οἴνου γίνεται, οὕτω καὶ οἱ νεόπλουτοι πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυμοῦσι, τῷ ἀεὶ προστιθεμένῳ τὴν νόσον τρέφοντες, καὶ περιτρέπεται αὐτοῖς ἡ σπουδὴ πρὸς τὸ ἐναντίον.

Οὐ γὰρ εὐφραίνει αὐτοὺς τὰ προσόντα τοσαῦτα ὄντα, ὅσον λυπεῖ τὰ ἐνδέοντα, ἅπερ ἂν αὐτοῖς ἐλλείπειν ὑπόθωνται. Δέον γὰρ αὐτοὺς εὐφραίνεσθαι καὶ χάριν ἔχειν, τοσούτων ὄντας εὐπορωτέρους· οἱ δὲ δυσφοροῦσι, καὶ ὀδυνῶνται, ὅτι ἑνός που ἢ δευτέρου τῶν ὑπερπλουτούντων ἀπολιμπάνονται. Καὶ οὐ τοὺς ὑποδεεστέρους ἀπαριθμούμενοι, τὴν ὑπὲρ ὧν ἔχουσι χάριν ἀποπληροῦσι τῷ εὐεργέτῃ· ἀλλὰ τῇ πρὸς τὸ ὑπερέχον συγκρίσει· ὅσον ἀπολείπονται λογιζόμενοι, ὡς οἰκείων στερούμενοι τῶν ἑτέροις προσόντων, οὕτως ἀνιῶνται καὶ καταμέμφονται. Οἱ γὰρ τῶν ἀναγκαίων ὅρων ἔξω γενόμενοι, παραπλησίως τοῖς κατὰ τοῦ πρανοῦς φερομένοις, πρὸς οὐδὲν στάσιμον ἔχοντες ἀποβῆναι, οὐδαμοῦ τῆς εἰς τὸ πρόσω φορᾶς ἵστανται· ἀλλ᾽ ὅσῳπερ ἂν πλείω προσπεριβάλωνται, τοῦ ἴσου δέονται, ἢ καὶ πλείονος πρὸς τὴν τῆς ἐπιθυμίας ἐκπλήρωσιν, κατὰ τὸν Ἐξηκεστίδου Σόλωνα, ὅς φησι·

Πλούτου δ᾽ οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται. Τῷ δὲ Θεόγνιδι πρὸς ταῦτα διδασκάλῳ χρηστέον, λέγοντι·

Οὐκ ἔραμαι πλουτεῖν, οὔτ᾽ εὔχομαι· ἀλλά μοι εἴη Ζῇν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν. Ἐγὼ δὲ καὶ Διογένους ἄγαμαι τὴν πάντων ὁμοῦ τῶν ἀνθρωπίνων ὑπεροψίαν ὅς γε καὶ βασιλέως τοῦ μεγάλου ἑαυτὸν ἀπέφηνε πλουσιώτερον, τῷ ἐλαττόνων ἢ ἐκεῖνος κατὰ τὸν βίον προσδεῖσθαι. Τοῖς δὲ πλεονέκταις, εἰ μὴ τὰ Πυθίου τοῦ Μυσοῦ προσείη τάλαντα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ βοσκημάτων ἑσμοὶ πλείους ἢ ἀριθμῆσαι, οὐδὲν ἐξαρκέσει.

Ἀλλ᾽ ὥσπερ οἱ τὰς κλίμακας ἀναβαίνοντες, ἀεὶ πρὸς τὴν ὑπερκειμένην βαθμίδα τὸ ἴχνος αἴροντες, οὐ πρότερον ἀφίστανται, πρὶν ἂν τῆς ἄκρας ἀφίκωνται· οὕτω καὶ οὗτοι, ὅταν τοῦτον τὸν πλούσιον καταλάβωσιν, εὐθὺς τῷ πλουσιωτέρῳ παρισωθῆναι φιλονεικοῦσι· κἂν ἐπ᾽ ἐκεῖνον φθάσωσιν, ἐπὶ τὸν ἄλλον τὴν σπουδὴν μεταφέρουσι, καὶ οὐ παύονται τῆς κατὰ τὴν δυναστείαν ὁρμῆς, ἕως ἂν ὑψωθέντες, ἀπὸ μετεώρου τοῦ πτώματος ἑαυτοὺς καταῤῥήξωσι.

Καὶ ὥσπερ οἱ ὑπὸ μανίας παράφοροι οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται· οὕτως ἡ τοῦ πλεονέκτου ψυχὴ τῇ φιλοχρηματίᾳ καταχωσθεῖσα, πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει. Ἥδιον ἂν ἴδῃ τὸν χρυσὸν, ἢ τὸν ἥλιον. Εὔχεται πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μεταβληθῆναι, καὶ ἐπινοεῖ μέντοι καθ᾽ ὅσον οἷόν τε. Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν οὐ κινεῖ; Ὁ σῖτος χρυσὸς αὐτῷ γίνεται· ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται· τὰ ἔρια αὐτῷ ἀποχρυσοῦται· πᾶσα ἐμπορία, πᾶσα ἐπίνοια χρυσὸν αὐτῷ προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ, πολυπλασιαζόμενος ἐν δανείσμασι· καὶ τέλος τῆς ἐπιθυμίας οὐκ ἐξευρίσκεται. Τῶν μὲν γὰρ παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις ἐνδίδομεν τῶν περισπουδάστων ὑπερεμπίμπλασθαι, ὥστε τῷ ὑπερβάλλοντι κόρῳ τὴν ἀποστροφὴν ἐμποιῆσαι.

Ὁ δὲ πλεονέκτης, οὐχ οὕτως· ἀλλ᾽ ὅσῳ πλειόνων ἐμφορεῖται, πλειόνων ἐφίεται. Τὸ μὲν πῦρ ἐπειδὰν καταπρήσεως ἅψηται, σπεύδει πᾶσαν ἐπινεμηθῆναι τὴν ὕλην· καὶ οὐδεὶς αὐτῷ στῆσαι δύναται, πρὶν ἂν ἐπιλείπῃ ἡ ὕλη. Τὸν δὲ πλεονέκτην τί δύναται ἐπισχεῖν; Πυρός ἐστι χαλεπώτερος, πάντα διὰ συνεχείας νεμόμενος. Ἔλαβε τὰ τοῦ πλησίον· ἄλλος ἀνεφάνη γείτων, καὶ τὰ ἐκείνου ἐξιδιοποιήσατο. Οὐ τοῖς κατόπιν προσέχει, ὅτι πολλά· ἀλλὰ τοῖς λείπουσιν, ὅτι γείτονας κέκτηται. Οὐκ εὐφραίνει τὰ κτηθέντα· ἀλλὰ λυπεῖ τὰ λειπόμενα· οὐ τῇ ἀπολαύσει τῶν συναχθέντων προσέχει, ἀλλ᾽ ἑαυτὸν ἐκδαπανᾷ τῇ ἐπιθυμίᾳ τῆς τοῦ πλείονος κτήσεως. Εἶτα ἀγρυπνίαι ἐντεῦθεν, αἱ μέριμναι, αἱ φροντίδες. Τί ποιήσω;

Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Ἄφρον, ἐν ταύτῃ τῇ νυκτὶ ἀπαιτοῦσι παρὰ σοῦ τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς αἰωνίου κολάσεως ὁ γέλως τῆς ἀβουλίας. Ὁ γὰρ μετ᾽ ὀλίγον ἀνάρπαστος ἄγεσθαι μέλλων, οἷα βουλεύεται; Καθελῶ μου τὰς ἀποθήκας. Καλῶς ποιεῖς, φαίην ἂν ἔγωγε πρὸς αὐτόν· ἄξια γὰρ καθαιρέσεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσὶν, ἃ κακῶς ᾠκοδόμησας· λύε τὰ σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών· ἀφάνισον πάντα οἶκον, πλεονεξίας φύλακα, ἀποσκεύασον ὀρόφους, περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον, ἐξάγαγε ἐκ φυλακῆς τὸν δέσμιον πλοῦτον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμωνᾶ καταγώγια. Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Ἐὰν δὲ καὶ ταύτας ἐμπλήσῃς, τί ποτε ἄρα διανοηθήσῃ; ἦπου πάλιν καθαιρήσεις, καὶ πάλιν οἰκοδομήσεις; Καὶ τί τούτων ἀνοητότερον, ἀπέραντα μοχθεῖν. οἰκοδομεῖν μετὰ σπουδῆς, καὶ μετὰ σπουδῆς καθαιρεῖν;

Κἂν μὲν ἀκούσῃς, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, ἵνα ἔχῃς ἐφόδιον πρὸς τὴν αἰώνιον ἀπόλαυσιν, ἀπέρχῃ λυπούμενος· ἂν δὲ ἀκούσῃς, Δὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθοξόοις, τέκτοσι, ψηφοθέταις, ζωγράφοις, χαίρεις ὡς δή τι χρημάτων τιμιώτερον κατακτώμενος. Οὐχ ὁρᾷς τοὺς τοίχους τούτους τοὺς ὑπὸ τοῦ χρόνου καταῤῥυέντας, ὧν τὰ λείψανα ὥσπερ σκόπελοί τινες διὰ τῆς πόλεως πάσης ἀνέχουσι; Πόσοι ἦσαν κατὰ τὴν πόλιν πένητες τούτων ἐγειρομένων, οἳ διὰ τὴν περὶ ταῦτα σπουδὴν ὑπὸ τῶν τότε πλουσίων παρεωρῶντο;

Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τῇ τούτων μεγαλουργίᾳ ζηλούμενος; Οὐ τὰ μὲν συγκέχυται καὶ ἠφάνισται, ὥσπερ τὰ κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμενα, ὁ δὲ ἐν τῷ ἅδῃ κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελούμενος; Μεγάλην ἔχε τὴν ψυχὴν, ἄνθρωπε.

Τοῖχοι δὲ καὶ μικροὶ καὶ μείζονες τὴν αὐτὴν χρείαν πληροῦσι τοῖς ἔχουσιν. Ἔχεις ἀποθήκας, ἐὰν θέλῃς τὰς οἰκίας τῶν πενήτων. Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανῷ. Τὰ ἐκεῖ ἀποτιθέμενα οὐ σῆτες μεταβόσκονται, οὐ σηπεδὼν ἐπινέμεται, οὐ λῃσταὶ διακλέπτουσιν. Ἀλλὰ τότε μεταδώσω τοῖς δεομένοις, ὅταν τὰς δευτέρας ἀποθήκας πληρώσω. Μακροὺς σεαυτῷ τοὺς χρόνους τῆς ζωῆς ἔπηξας· καὶ σκόπει, μή σε προκαταλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων. Καὶ γὰρ ἡ ἐπαγγελία οὐ χρηστότητός ἐστιν ἀλλὰ πονηρίας ἀπόδειξις. Ἐπαγγέλλῃ γὰρ, οὐχ ἵνα δῷς μετὰ ταῦτα, ἀλλ᾽ ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν τί τὸ κωλύον τὴν μετάδοσιν; Οὐ πάρεστιν ὁ ἐνδεής; οὐχὶ πλήρεις αἱ ἀποθῆκαι; οὐχ ὁ μισθὸς ἕτοιμος; οὐχ ἡ ἐντολὴ τηλαυγής; Ὁ πεινῶν τήκεται, ὁ γυμνητεύων πήγνυται, ὁ ἀπαιτούμενος ἀπάγχεται· καὶ σὺ τὴν ἐλεημοσύνην εἰς τὴν αὔριον ἀναβάλλῃ.

Ἄκουε Σολομῶντος· Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Εἶτα, χρυσὸν μὲν διδοὺς, καὶ ἵππον κτώμενος, οὐκ ἀθυμεῖς· φθαρτὰ δὲ προέμενος, καὶ βασιλείαν οὐρανῶν λαμβάνων, δακρύεις, καὶ ἀρνῇ τὸν αἰτοῦντα, καὶ ἀνανεύεις τὴν δόσιν, μυρίας προφάσεις ἀναλωμάτων ἐπινοῶν. Τί ἀποκριθήσῃ τῷ κριτῇ; ὁ τοὺς τοίχους ἀμφιεννὺς, ἄνθρωπον οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ τὸν χρυσὸν κατορύσσων, τοῦ ἀγχομένου κατὰ φρονεῖς;

Πῶς σοι ὑπ᾽ ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος; Ἐκεῖνος περισκεψάμενος τὰ ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν αὐτῷ οὔτε ἐστὶν, οὔτε γεγένηται πώποτε· σκεύη δὲ καὶ ἐσθὴς, τοιαῦτα ὁποῖα ἂν γένηται πτωχῶν κτήματα, ὀλίγων τὰ πάντα ὀβολῶν ἄξια. Τί οὖν; Ἐπὶ τοὺς παῖδας λοιπὸν ὁ ἄθλιος ἄγει τὸν ὀφθαλμὸν, ὥστε ἀγαγὼν εἰς τὸ πρατήριον, ἐντεῦθεν εὕρασθαι τοῦ θανάτου παραμυθίαν. Νόησον ἐνταῦθα μάχην ἀνάγκης λιμοῦ καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέκνοις πείθουσα· καὶ πολλάκις ὁρμήσας, καὶ πολλάκις ἀνακοπεὶς, τελευταῖον ἐκρατήθη, ὑπὸ τῆς ἀναγκαίας χρείας ἐκβιασθείς. Καὶ οἷα βουλεύεται ὁ πατήρ; Τίνα τούτων ἀπεμπωλήσω; τίνα δὲ ἡδέως ὁ σιτοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον ἔλθω; ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρεσβεῖα. Ἀλλὰ τὸν νέον; ἀλλ᾽ ἐλεῶ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπιτηδείως ἔχει πρὸς τὰ μαθήματα.

Φεῦ τῆς ἀμηχανίας! Τίς γένωμαι; τίνι τούτων προσκρούσω; ποίαν θηρίου ψυχὴν ἀναλάβω; πῶς τῆς φύσεως ἐπιλάθωμαι; Ἐὰν πάντων ἀντίσχωμαι, πάντας ὄψομαι δαπανωμένους τῷ πάθει. Ἐὰν ἕνα πρόωμαι, ποίοις ὀφθαλμοῖς τοὺς λειπομένους προσίδω, ὕποπτος αὐτοῖς ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατασκευάσας τὴν ἀπαιδίαν; πῶς ἐπὶ τράπεζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν εὐπορίαν ἔχουσαν; Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων τὸν φίλτατον τῶν παίδων ἀπεμπωλήσων ἔρχεται· σὲ δὲ οὐ κάμπτει τὸ πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύσεως. Ἀλλ᾽ ὁ μὲν λιμὸς συνέχει τὸν ἄθλιον, σὺ δὲ ἀναβάλλῃ καὶ εἰρωνεύῃ, μακροτέραν αὐτῷ κατασκευάζων τὴν συμφοράν. Καὶ ὁ μὲν τὰ σπλάγχνα προτείνεται τιμὴν τῶν τροφῶν· σοῦ δὲ οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χεὶρ, ἐκ τῶν τοιούτων συμφορῶν ὑποδεχομένη τιμήματα· ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ πλείονος· καὶ ὅπως ἂν πολὺ λαβὼν ἔλαττον δώῃς φιλονεικεῖς. πανταχόθεν βαρύνων τὴν συμφορὰν τῷ ἀθλίῳ.

Τὴν Σελευκίδα τὸ ὄρνεον, ἐπ᾽ εὐεργεσίᾳ τῶν ἀνθρώπων, ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρεστον σεαυτοῦ τὴν ψυχὴν κατεσκεύασας. Ἀλληλοφάγοι τῶν ἰχθύων οἱ πλεῖστοι, καὶ ὁ μικρότερος παρ᾽ ἐκείνοις βρῶμά ἐστι τοῦ μείζονος. Κἄν ποτε συμβῇ τὸν τοῦ ἐλάττονος κρατήσαντα ἑτέρου γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγονται γαστέρα τοῦ τελευταίου. Τί οὖν ἡμεῖς ἄνθρωποι ἄλλο τι ποιοῦμεν ἐν τῇ καταδυναστείᾳ τῶν ὑποδεεστέρων; τί διαφέρει τοῦ τελευταίου ἰχθύος ὁ τῇ λαιμάργῳ φιλοπλουτίᾳ τοῖς ἀπληρώτοις τῆς πλεονεξίας αὐτοῦ κόλποις ἀποκρύπτων τοὺς ἀσθενεῖς; Ἐκεῖνος εἶχε τὰ τοῦ πένητος· σὺ τοῦτον λαβὼν μέρος ἐποιήσω τῆς περιουσίας ἑαυτοῦ.

Ἀδίκων ἀδικώτερος ἐφάνης, καὶ πλεονεκτικώτερος πλεονέκτου. Ὅρα, μὴ τὸ αὐτό σε πέρας τῶν ἰχθύων ἐκδέξηται, ἄγκιστρόν που, ἢ κύρτος, ἣ δίκτυον. Πάντως γὰρ καὶ ἡμεῖς πολλὰ τῶν ἀδίκων διεξελθόντες, τὴν τελευταίαν τιμωρίαν οὐκ ἀποδρασόμεθα.

Ἐκ πλεονεξίας σοι κατέλιπεν ὁ πατὴρ κτήματα· ἀπόδος τῷ ἠδικημένῳ, μὴ ὡς ἰδίων ἀντιποιοῦ· ἁμαρτίας ἐστὶ κληρονομία. Ἀδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον· δὸς αὐτῷ σὺ τὴν ἐλευθερίαν, ἵνα κἀκείνῳ κουφοτέραν ποιήσῃς τὴν βάσανον, καὶ σεαυτῷ τὴν ἐλευθερίαν παρασκευάσῃς. Μὴ προφασίζου τοὺς παῖδας. Παῖδές εἰσι; θησαύριζε αὐτοῖς θησαυρὸν αἰώνιον. Κατάλειπε αὐτοῖς μνήμην ἀγαθὴν, ἢ πλοῦτον πολύν· πάντας ποίησαι τοῦ παιδὸς τοῦ σοῦ πατέρας διὰ τῆς εὐνοίας. Ἀνάγκη σέ ποτε ἀπελθεῖν τοῦ βίου· εἶτα τὸν σὸν παῖδα ἐν τῇ ἀφηλικίᾳ καταλείψεις, τῶν προεστώτων δεόμενον.

Ἐὰν μὲν καλὸς καὶ ἀγαθὸς ᾖς, ἕκαστος τὸν σὸν ἔκγονον ὥσπερ ἴδιον ἐκθρέψει· μεμνήσεται γὰρ, ὅτι καὶ σὺ ὀρφανῶν πατὴρ ἐγένου. Ἐὰν δὲ ἐν πονηρίᾳ ζήσας, καὶ πολλοὺς λυπήσας, καὶ παντὸς θηρίου χαλεπώτερος γενόμενος τοῖς συντυγχάνουσιν, ὑπεξέλθοις τοῦ βίου, κατέλιπες τὸν σὸν ἔκγονον κοινὸν ἐχθρὸν τῶν ζώντων. Ὥσπερ γὰρ τέκνον σκορπίου ὁ θεασάμενος φοβεῖται, μή ποτε εἰς ἡλικίαν ἐλθὸν μιμήσηται τὸν πατέρα· οὕτω καὶ τὰ σὰ ἔκγονα πονηρίας πατρικῆς εἶναι κληρονόμα ὑποπτευόμενα, πρὶν εἰς ἡλικίαν ἐλθεῖν, παρὰ πάντων ἐπιβουλευθήσεται.

Ὡς γὰρ οἱ ποταμοὶ ἐκ μικρᾶς τῆς πρώτης ἀρχῆς ὁρμηθέντες, εἶτα ταῖς κατ᾽ ὀλίγον προσθήκαις ἀνυπόστατον λαμβάνοντες τὴν αὔξησιν, τῷ βιαίῳ τῆς φορᾶς τὸ ἐνιστάμενον παρασύρουσιν· οὕτω δὴ καὶ οἱ πλούσιοι ἐκ μικρᾶς δυνάμεως προελθόντες, καὶ ἐκ τῶν ἤδη καταδυναστευθέντων τὴν τοῦ πλεῖον ἀδικεῖν δύναμιν προσλαμβάνοντες, τοῖς προηδικημένοις τοὺς λειπομένους καταδουλοῦνται, καὶ γίνεται αὐτοῖς δυνάμεως αὔξησις ἡ περιουσία τῆς πονηρίας, πλείονα λόγον ἑκάστου τῶν ἠδικημένων ἔχοντος μὴ προσπαθεῖν τι κακὸν, ἢ δίκην λαβεῖν ὑπὲρ τῶν φθασάντων.

Μὴ τοίνυν ἐπιθυμήσῃς τῆς τοῦ πλησίον χώρας Μὴ αὔλακα αὔλακι προστιθεὶς, κατὰ μικρὸν αὔξανε τὴν γῆν. Ὅσον γὰρ πλατύνεις ἐκ τῆς ἀλλοτρίας προσθήκης τὴν γῆν, τοσούτῳ μακροτέραν σοι τὴν ἁμαρτίαν κατασκευάζεις. Καὶ ἡ μὲν γῆ ἐνταῦθα παραμένει, κατὰ μικρόν σοι προχωρηθεῖσα, καὶ διὰ τῆς πλεονεξίας γενομένη, οὐκ ἔτι σὴ, ἀλλὰ τῶν μετὰ σὲ, καὶ ἀφίεις ἄδικον τῷ διαδεχομένῳ τὸν βίον. Ἡ γῆ ἕστηκεν εἰς τὸν αἰῶνα· ἡ δὲ ἁμαρτία ἀκολουθήσει ὡς σκιὰ, πάσῃ ἑπομένη ψυχῇ. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι ἕπεται, οὕτω καὶ ἡ ἁμαρτία τῇ ψυχῇ συμπέφυκεν. Ἄλλως τε ὅσοι μετὰ παρορισμοῦ τῶν πλησίον, τοὺς ὅρους τῶν οἰκείων κτήσεων ὑπερεξέτειναν, διὰ τὸ ἀπὸ στεναγμοῦ τῶν ἠδικημένων συμπεπορίσθαι τὰς κτήσεις, ἀλλότριοι τῆς θείας ἀπεδείχθησαν εὐλογίας· ὥστε ἔνθα ζεύγη δέκα βοῶν εἰργάσατο, κατὰ τὸν Ἡσαΐαν, μόγις κεράμιον ἓν τρυγηθῆναι· καὶ ἔνθα ἓξ ἀρτάβαι κατεσπάρησαν, τρία μέτρα συνάγεσθαι τὸν καρπόν. Πονηρὸς ἐν πόλει σύνοικος, πονηρὸς ἐν ἀγροῖς ὁ πλεονέκτης. Ἡ θάλασσα οἶδε τὰ ὅρια αὐτῆς· ἡ νὺξ οὐχ ὑπερβαίνει ὁροθεσίας ἀρχαίας. Ὁ πλεονέκτης δὲ οὐκ αἰδεῖται χρόνον, οὐ γνωρίζει ὅρον, οὐ συγχωρεῖ ἀκολουθίῳ διαδοχῆς· ἀλλὰ μιμεῖται τοῦ πυρὸς τὴν βίαν, πάντα ἐπιλαμβάνων, καὶ πάντα ἐπινεμόμενος. Ὅσα ἐπιβλέπει ὁ ὀφθαλμὸς, τοσούτων ἐπιθυμεῖ ὁ πλεονέκτης.

Οὐ πλησθήσεται ὁ ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ κορεσθήσεται φιλάργυρος τοῦ λαμβάνειν. Ὁ ᾅδης οὐκ εἶπεν, Ἀρκεῖ, οὐδ᾽ ὁ πλεονέκτης εἶπέ ποτε· Ἀρκεῖ. Τὸ δὲ ἐντεῦθεν κέρδος τί; Ἀγρυπνίαι, μέριμναι, φροντίδες. Δικαστὴς προσδοκᾶται, καὶ οὗτος περισκοπεῖ, μὴ εἰς δικαστήρια παρασυρῇ. Βουλεύεται ἐν νυκτὶ, τίνας τῶν πικρῶν συνηγόρων παρασκευάσει, ἵνα ψευδεῖς μαρτυρίας ἐκμισθώσηται· πῶς ἐκπολιορκήσει τὸν ἐν τῇ ἐρημίᾳ, πῶς καταδυναστεύσει τούτου, καὶ ἐν δικαστηρίῳ τὴν ἀλήθειαν κλέψας, ἀμφοτέρους ἀναλώσει, καὶ τὸν δικαστὴν παρακρουσάμενος, καὶ τὸν ἀδικηθέντα πλεονεκτήσας.

Τὸν πλοῦτον, τὸν μὲν δημοσιεύει, τὸν δὲ κατωρυγμένον ἔχει πρὸς ἐλπίδας τὰς ἀδήλους ἀποτιθέμενος, ἐλπίδας τὰς οὐκ ἐλπίδας. Εἰ γὰρ πρὸς ἐλπίδας ἦν ἡ ἀπόθεσις, πρὸς τὴν αἰωνίαν ἐλπίδα ἐγένετο ἂν ἡ παρασκευή. Νυνὶ δὲ ὑποκρύπτει τῇ κλίνῃ τὸν πλοῦτον τὸν ἄδηλον, τὴν ἐπερχομένην ζημίαν ἀποστρέφειν οἰόμενος. Ἀλλ᾽ εἰ μὲν ἥξει ποτὲ ἡ χρεία, ἄδηλον· ἥξει μέντοι καιρὸς, ἐν ᾧ μεταμεληθήσεται, μὴ οἰκονομήσας τὸν πλοῦτον. Τοῦτο πρόδηλον, κἀγώ εἰμι ὁ ἐγγυώμενος. Τί ποιεῖς, ἄθλιε; Τῇ γῇ παραδίδως τὸν θησαυρόν. Πότε χρήσῃ τοῖς παροῦσι; πότε ἀπολαύσεις αὐτῶν, ἀεὶ τοῖς πόνοις τῆς κτήσεως συνεχόμενος;

Οὐ προφασίζῃ μυρία, ἵνα λάβῃς τὰ τοῦ πλησίον; Ἐπισκοτεῖ μοι, φησὶ, τοῦ γείτονος ἡ οἰκία· θορύβους ἐνίησιν, ἢ τὸ ἀποπλανώμενον ὑποδέχεται. Εἰ ἐπιθυμεῖς τῆς τοῦ γείτονος οἰκίας, γείτων δέ σοι πάντως οὐ λείψει, ἀνάγκη σε δηλονότι ἐπὶ τὰ ἔσχατα φθάσαι τῆς καθ᾽ ἡμᾶς οἰκουμένης. Εἰ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῆς πρώτης ἐννοίας παῦσον σεαυτοῦ τὴν πρὸς τὸ κακὸν ὁρμὴν, ὦ ἄνθρωπε, ἀρκούμενος οἷς παρέλαβες, ἐπιμένων οἷς ἔχεις· εἰδὼς, ὅτι καὶ μεγέθη οἰκιῶν, διὰ τὸ ἐξ ἀδικίας συστῆναι, ἔρημά ἐστι τῶν οἰκητόρων, καὶ πλῆθος χώρας ἐκ πλεονεξίας περιληφθὲν ἄγονον πολλάκις τῶν καρπῶν ἀπεδείχθη.

Προλαμβάνει γὰρ πολλάκις τὴν μέλλουσαν κρίσιν ἡ θεία δίκη, καὶ ἤδη τὰς ἀδίκως περιωρισμένας οἰκίας εἰς ἄχρηστον περιίστησιν, ἀπὸ τῆς πολυανθρώπου οἰκήσεως καὶ τῆς λαμπρᾶς εὐθηνίας ἐρήμους τῶν οἰκητόρων ποιοῦσα. Ὁ γὰρ τῶν ἀλλοτρίων ἐρῶν μετ᾽ οὐ πολὺ θρηνήσει, τῶν ἰδίων ἀποστερούμενος.

Τί τὸν Ναυουθαὶ τὸν Ἰεζραηλίτην ἀπέκτεινεν· οὐχ ἡ τοῦ Ἀχαὰβ ἐπιθυμία τοῦ ἀμπελῶνος; Μνήσθητι τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ Ἀποκαλύπτεται ὀργὴ ἀπ᾽ οὐρανοῦ. Μνήσθητι τῆς ἐνδόξου τοῦ Χριστοῦ παρουσίας, ὅτε ἀναστήσονται, οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα, εἰς ἀνάστασιν κρίσεως. Ἐκεῖνα λυπείτω σε, καὶ μὴ λυπείτω σε ἡ τοῦ Θεοῦ ἐντολή. Πῶς σε δυσωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπιθυμεῖς, γέενναν οὐ φοβῇ· πόθεν εὑρεθῇ ἴασις τῇ ψυχῇ σου; Εἰ γὰρ τὰ φρικτὰ οὐ φοβεῖ, τὰ φαιδρὰ οὐ προτρέπεται, λιθίνη καρδίᾳ διαλεγόμεθα.

Ἐβουλόμην σε μικρὸν ἀναπνεῦσαι τῶν ἔργων τῆς ἀδικίας, ὦ πλεονέκτα, καὶ δοῦναι σχολὴν τοῖς ἑαυτοῦ λογισμοῖς, ὥστε ἐνθυμηθῆναι, πρὸς ποῖον πέρας ἡ σπουδὴ τῶν γινομένων συντέτακται. Ἔχεις γῆς ἀροσίμης πλέθρα τόσα καὶ τόσα, γῆς πεφυτευμένης τοσαῦτα ἕτερα, ὄρη, πεδία, νάπας, ποταμοὺς, λιβάδας.

Τί οὖν μετὰ ταῦτα; Οὐχὶ τρεῖς σε πήχεις ἀναμένουσιν; οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ δυστήνῳ σαρκί; Ὑπὲρ τίνος παρανομεῖς; τί συνάγεις χερσὶν ἀκαρπίαν, καὶ ὕλην τῷ αἰωνίῳ πυρί; Οὐ νήψεις ποτὲ ἀπὸ τῆς μέθης ταύτης; οὐχ ὑγιανεῖς τοὺς λογισμούς; οὐχ ἑαυτοῦ γενήσῃ; οὐ πρὸ ὀφθαλμῶν λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; Τί ἀπολογήσῃ, ἐπειδάν σε κύκλῳ περιστάντες οἱ ἠδικημένοι καταβοῶσί σου ἐπὶ τοῦ δικαίου κριτοῦ; Τί ποιήσεις; ποίους συνηγόρους μισθώσῃ; ποίους μάρτυρας παραστήσεις; πῶς παραπείσεις τὸν ἀπαραλόγιστον δικαστήν;

Οὐκ ἔνι ῥήτωρ ἐκεῖ, οὐκ ἔνι πιθανότης ῥημάτων, κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν· οὐκ ἀκολουθοῦσιν οἱ κόλακες, οὐ τὰ χρήματα, οὐχ ὁ ὄγκος τοῦ ἀξιώματος. Ἔρημος φίλων, ἔρημος βοηθῶν, ἀσυνηγόρητος, ἀναπολόγητος, κατῃσχυμμένος ἀπολειφθήσῃ, σκυθρωπὸς, κατηφὴς, μεμονωμένος, ἀπαῤῥησίαστος. Ὅπου γὰρ ἂν περιαγάγῃς τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας· ἔνθεν τοῦ ὀρφανοῦ τὰ δάκρυα, ἐκεῖθεν τῆς χήρας τὸν στεναγμὸν, ἑτέρωθεν τοὺς κατακονδυλισθέντας ὑπὸ σοῦ πένητας, τοὺς οἰκέτας οὓς κατέξαινες, τοὺς γείτονας οὓς παρώργιζες. Πάντα σοι ἐπαναστήσεται, καὶ πονηρὸς χορὸς τῶν κακῶν σου πράξεων περιστοιχίσεταί σε. Οὐκ ἔστιν ἄρνησις ἐκεῖ, ἀλλὰ ἐμφράσσεται πᾶν στόμα ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα οἷα ὑφ᾽ ἡμῶν κατεσκεύασται.

Φύγωμεν τοιγαροῦν τὸ τῆς πλεονεξίας χαλεπώτατον πάθος, ὅση δύναμις· φύγωμεν, ἵνα καὶ τὴν ἀπειλουμένην ἡμῖν τιμωρίαν φύγωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.