Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος Ζ': Η αμαρτία, οι μεθοδείες του διαβόλου και η θεία κρίση

Περιγραφή της σταδιακής ανάπτυξης της αμαρτίας, της ευθύνης για παρακοή έναντι του Θεού, των θείων τιμωριών και της κρίσιμης σημασίας της έμπρακτης υπακοής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 7 από 24

ΠΕΡΙ ΑΜΑΡΤΙΑΣ. ΛΟΓΟΣ Ζʹ. Πολὺν, ἀγαπητοὶ, καὶ ποικίλον ἐφ᾽ ἡμέραν ἡμῖν ὁ τῆς ἀληθείας ἐχθρὸς προσάγει τὸν πόλεμον. Προσάγει δὲ, ὡς ἴστε, τὰς ἡμετέρας ἐπιθυμίας καθ᾽ ἡμῶν βέλη ποιούμενος, καὶ παρ᾽ ἡμῶν εἰς τὸ βλάπτειν ἡμᾶς ἀεὶ λαμβάνων ἰσχύν. Καὶ καθάπερ οἱ πονηροὶ καὶ πλεονεκτικοὶ τῶν ἀνθρώπων, οἷς ἔργον μέν ἐστι καὶ προαίρεσις ἐκ τῶν ἀλλοτρίων πλουτεῖν, δύναμις δὲ οὐ πάρεστιν ὥστε μετὰ παῤῥησίας βιάζεσθαι, ταῖς ὁδοῖς ἐφορεύειν εἰώθασι· καὶ εἰ ἰδωσί τι χωρίον περὶ αὐτὰς, ἢ φάραγξι βαθείαις διεῤῥωγὸς, ἢ φυτῶν πυκνότητι σύσκιον, εἰς τοῦτο καταδυόμενοι, καὶ τὴν ἐκ πολλοῦ πρόοψιν τῶν ὁδοιπορούντων τοιούτοις ὑποτεμνόμενοι προκαλύμμασιν, ἀθρόως ἐπιπηδῶσιν αὐτοῖς, ὥστε μὴ δυνηθῆναί τινας τοὺς τοῦ κινδύνου βρόχους ἰδεῖν, πρὶν εἰς τούτους ἐμπεσεῖν· οὕτως ὁ δυσμενὴς ἄνωθεν ἡμῖν καὶ πολέμιος διάβολος, τὰς τῶν κοσμικῶν τέρψεων ὑποτρέχων σκιὰς, αἳ περὶ τὴν ὁδὸν τοῦ βίου πεφύκασι δειναὶ κρύψαι λῃστὴν, καὶ τὸν ἐπιβουλεύοντα ποιῆσαι λαθεῖν, ἐντεῦθεν ἀπροόπτως τὰς τῆς ἀπωλείας ὑποσπείρει παγίδας ἡμῖν.

Ἀλλ᾽ ὥσπερ οἱ τῶν πόλεων περίβολοι, κύκλῳ πᾶσι περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν· οὕτω καὶ ὁ φυλάσσων ἡμᾶς ἄγγελος καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν, καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει· ἀλλ᾽ ἀεὶ παρεδρεύει τοῖς πεπιστευκόσιν ἐπὶ τὸν Κύριον, ἐὰν μή ποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἀπελαύνει δυσωδία οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία.

Εὐχῆς μὲν οὖν ἄξιον, μὴ προσάψασθαι τοῦ κακοῦ· δεύτερος δὲ πλοῦς, εὐθὺς μετὰ τὴν πεῖραν ὥσπερ ἰοβόλου πληγὴν ἀποφεύγειν. Οἶδα γάρ τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς πάθη κατολισθήσαντας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συνήθειαν τοῦ κακοῦ, ταῖς ἁμαρτίαις παραμείναντας. Ὥσπερ γὰρ οἱ ἐν βορβόρῳ κυλινδούμενοι χοῖροι ἀεὶ προσπλάττουσιν ἑαυτοῖς τὸν πηλὸν, οὕτως οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ᾽ ἑκάστην ἡμέραν προσαναμάσσονται.

Ἡ γὰρ ἁμαρτία, ἕως μὲν ὠδίνεται, ἔχει τινὰ αἰσχύνην· ἐπειδὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν. Ἕως μὲν οὖν μικρὰ ἁμαρτάνομεν καὶ ὀλίγα, ὥσπερ τὰ φυτὰ ὑπὸ πραείας αὔρας περιδονούμενοι, ἠρέμα πως σαλευόμεθα· ἐπειδὰν δὲ πλείω καὶ μείζονα ᾖ τὰ κακὰ, κατὰ τὴν ἀναλογίαν τῆς τῶν ἁμαρτημάτων αὐξήσεως καὶ ὁ σάλος ἐπιτείνεσθαι πέφυκε.

Καὶ οἱ μὲν ἐπὶ πλέον σαλεύονται· οἱ δὲ μέχρι τοῦ καὶ αὐτόῤῥιζοι ἀνατραπέντες καταβληθῆναι, ὅταν λαίλαπος πάσης βιαιότερον τὰ πνευματικὰ τῆς πονηρίας τὰς οἱονεὶ ῥίζας τῆς ψυχῆς, αἷς ἐπεστήρικτο τῇ πίστει τῇ κατὰ Θεὸν, ἀποῤῥήξῃ. Τῷ μὲν γὰρ ἀκουσίως τοῦ προσήκοντος ἁμαρτόντι κἂν συγγνώμη τις ἴσως παρὰ τοῦ Θεοῦ γένοιτο· τῷ δὲ ἐξεπίτηδες τὰ χείρω προελομένῳ οὐδεμία παραίτησις, τὸ μὴ οὐχὶ πολλαπλασίω τὴν κόλασιν ὑποσχεῖν. Καὶ γὰρ τῶν ἁμαρτανομένων τὰ μὲν ἀκούσιά ἐστι, τὰ δὲ ἀπὸ γνώμης πονηρᾶς ἁμαρτάνεται. Ἄλλως οὖν τὰ ἀκούσια τυγχάνει συγγνώμης, καὶ ἄλλως τὰ ἐκ μοχθηρᾶς προαιρέσεως κατακρίνεται. Ὁ μὲν γάρ τις ἥμαρτε, πονηρῶς τὸ ἐξ ἀρχῆς τεθραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀδίκων εἰς τὸν βίον παρήχθη, καὶ συνετράφη καὶ ῥήμασι καὶ πράξεσι παρανόμοις. Ἄλλος δὲ πολλὰ ἔχων τὰ προκαλούμενα αὐτὸν εἰς ἀρετὴν, ἀνατροφὴν σεμνοτάτην, νουθέτησιν γονέων, διδασκάλων ἀκρίβειαν, ἀκρόασιν λόγων θειοτέρων, δίαιταν κατεσταλμένην, τἄλλα οἷς ψυχὴ παιδαγωγεῖται πρὸς ἀρετήν· εἶτα καὶ αὐτὸς εἰς τὴν αὐτὴν ἁμαρτίαν ὑπώλισθε. Πῶς οὖν οὐχὶ βαρυτέρας δικαίως ὁ τοιοῦτος τῆς τιμωρίας ἀξιωθήσεται;

Ὁ μὲν γὰρ ἐπὶ μόναις ταῖς κατεσπαρμέναις ἐν ταῖς ἐννοίαις ἡμῶν σωτηρίοις ἀφορμαῖς ἐγκληθήσεται, ὡς οὐ χρησάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ, καὶ ὡς προδεδωκὼς πᾶσαν τὴν δεδομένην αὐτῷ συνεργίαν καὶ δι᾽ ἀπροσεξίαν εἰς τὸν πονηρὸν βίον κατασυρείς.

Ποῖα οὖν τῶν ἁμαρτημάτων συγγνώμην ἔχειν δύναται παρὰ τῷ Θεῷ; πόσα δὲ καὶ πηλίκα ἁμαρτήσας τις, ὑπεύθυνος γίνεται τῷ κρίματι τῆς ἀπειθείας; Οὔτε ἐν τῷ πλήθει τῶν ἁμαρτανομένων, οὔτε ἐν τῷ μεγέθει τῶν ἁμαρτημάτων, ἐν μόνῃ δὲ τῇ παραβάσει οὑτινοσοῦν προστάγματος σαφῶς κρίνομεν τὴν πρὸς Θεὸν ἀπείθειαν, καὶ κοινὸν κατὰ πάσης παρακοῆς τοῦ Θεοῦ τὸ κρῖμα εὑρίσκομεν, τὰς θείας ἀναλαβόντες Γραφάς. Ἐν μὲν τῇ Παλαιᾷ τὸ φοβερὸν ἐκεῖνο τοῦ Ἄχαρ ἀναγινώσκοντες τέλος, ἢ τὴν κατὰ τὸν ἐν Σαββάτῳ ξύλα ἀναλέξαντα ἱστορίαν· ὧν ἑκάτερος οὐδὲν οὐδέποτε ἄλλο οὐκ εἰς Θεὸν ἡμαρτηκὼς, οὐκ ἄνθρωπον ἠδικηκὼς, οὐ μέγα, οὐ μικρὸν ὅλως, εὑρίσκεται. Ἀλλ᾽ ὁ μὲν ἐπὶ μόνῃ καὶ πρώτῃ τῶν ξύλων συλλογῇ ἀπαραίτητον δίδωσι τὴν δίκην, οὐδὲ μετανοίας τόπον εὑρών· προστάγματι γὰρ Θεοῦ παρὰ παντὸς τοῦ λαοῦ παραχρῆμα λιθοβολεῖται. Ὁ δὲ, ὅτι μόνον ὑφείλετό τι τῶν ἀναθημάτων, οὔπω δὲ εἰσενεχθέντων εἰς τὴν συναγωγὴν, οὐδὲ προσδεχθέντων ὑπὸ τῶν ἐπιτεταγμένων τὰ τοιαῦτα, αἴτιος ἀπωλείας, οὐχ ἑαυτῷ μόνῳ, ἀλλὰ καὶ γαμετῇ καὶ τέκνοις, πρὸς δὲ καὶ αὐτῇ σκηνῇ, σὺν πᾶσι τοῖς ἰδίοις ἐγένετο.

Ἔμελλε δὲ ἤδη θᾶττον καὶ τὸν λαὸν ἅπαντα, πυρὸς τρόπον, ἐπινέμεσθαι τῆς ἁμαρτίας τὸ κακὸν, καὶ ταῦτα, οὔτε εἰδότα τὸ γεγονὸς, οὔτε συνεγνωκότα τῷ ἁμαρτήσαντι, εἰ μὴ ταχέως ἐκ τῆς πτώσεως τῶν ἀναιρεθέντων ἀνδρῶν συνετρίβη μὲν ὁ λαὸς αἰσθόμενος τῆς ὀργῆς τοῦ Θεοῦ, ἔπεσε δὲ ἅμα τοῖς πρεσβυτέροις καταπασάμενος χοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ οὕτω διὰ κλήρου φωραθεὶς ὁ ἔνοχος τὴν εἰρημένην δέδωκε δίκην. Τί δὲ Μαρία ἡ ἀδελφὴ Μωϋσέως, Αὕτη κατὰ Μωϋσέως ἐπειδὴ εἶπέ τι μόνον ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθὲς (γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ), τοσαύτης ἐπειράθη τῆς τοῦ Θεοῦ ἀγανακτήσεως, ὡς μηδὲ αὐτοῦ τοῦ Μωϋσέως ἱκετεύοντος συγχωρηθῆναι αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Καὶ τί δεῖ περὶ τούτων λέγειν, αὐτὸν τοῦτον ἀφέντας Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα, τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα παρ᾽ αὐτοῦ τιμῆς, οὕτω δὲ ὑπὸ αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι, Οἶδά σε παρὰ πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου, Οὗτος γὰρ ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας, οὐδενὸς ἕνεκεν ἑτέρου, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι δι᾽ ἀπορίαν ὕδατος, Μὴ ἐκ ταύτης τῆς πέτρας ἐξάξω ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν παρὰ τοῦ Θεοῦ δέχεται, εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον.

Ὅταν οὖν ἴδω τοῦτον παρακαλοῦντα, καὶ μὴ συγχωρούμενον ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορθώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ καταξιούμενον ῥήματι· οὐχὶ ὄντως ὁρῶ Θεοῦ ἀποτομίαν, κατὰ τὸν Ἀπόστολον; οὐχὶ κἀκεῖνο ἀληθὲς εἶναι πεισθήσομαι, τὸ, Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Καὶ τί ταῦτα λέγω; Ἡλεὶ ὁ ἱερεὺς ὑπὲρ τοῦ ἰδίου βίου μηδὲν ἐγκαλούμενος, ὅτι μὴ τοῖς υἱοῖς ἐπεξῆλθε σφοδρότερον, τοιαύτην ἐκίνησεν ὀργὴν τῇ μακροθυμίᾳ τοῦ Θεοῦ, ὥστε ἐπαναστάντων ἀλλοφύλων, τοὺς μὲν υἱοὺς αὐτοῦ ἐκείνους ἀναιρεθῆναι κατὰ τὸν πόλεμον ἐν μιᾷ ἡμέρᾳ, ἡττηθῆναι δὲ σύμπαντα τὸν λαὸν, καὶ τούτων πεσεῖν ἱκανοὺς, γενέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τῆς ἁγίας τοῦ Θεοῦ διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον· ὥστε, ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς τοῖς ἱερεῦσιν ἅπασιν, οὐδὲ πάντοτε ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐτὴν ὁ τυχὼν ὑπεδέχετο, ταύτην ὑπὸ χειρῶν ἀσεβῶν ἄλλοτε ἀλλαχόθεν μετακομίσεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἀποτίθεσθαι. Ἐφ᾽ οἷς πόσον τινὰ συνέβαινεν εἶναι καὶ κατ᾽ αὐτοῦ τοῦ ὀνόματος τοῦ Θεοῦ γέλωτα καὶ χλεύην παρὰ τοῖς ἀλλοφύλοις, στοχάζεσθαι πάρεστιν. Ἐπὶ τούτοις καὶ αὐτὸς ὁ Ἡλεὶ τέλει χρησάμενος οἰκτροτάτῳ, ἀπειλὴν ἐδέξατο τοῦ καὶ τὸ σπέρμα αὐτοῦ ἀποκινηθήσεσθαι τοῦ ἱερατικοῦ ἀξιώματος· ὅπερ καὶ γέγονε.

Καίτοι, τοῦ μὲν ἰδίου βίου ἕνεκεν, οὐδὲν ᾐτιάθη ὁ πρεσβύτης ποτέ. Καὶ αὐτοῖς δὲ τοῖς υἱοῖς οὐχ ὑπέμεινεν ἐφησυχάσαι· ἀλλὰ πολλὰ μὲν παρῄνει, περὶ τοῦ μηκέτι τοῖς ὁμοίοις ἐμμένειν, Μὴ τέκνα, λέγων, μή· οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ, ἃς ἐγὼ ἀκούω περὶ ὑμῶν. Ὅμως ἐπειδήπερ οὐχὶ τὸν πρέποντα ζῆλον κατ᾽ αὐτῶν ἐπεδείξατο, ἑαυτῷ τε κἀκείνοις, καὶ τῷ λαῷ, τοσαύτην τὴν τοῦ Θεοῦ ἀνῆψεν ὀργήν. Καίτοι ἔοικεν ὁ μὲν ἔλεγχος τέλος ἔχειν τὴν διόρθωσιν τοῦ ἁμαρτάνοντος· ὁ δὲ ὀνειδισμὸς ἐπὶ ἀσχημοσύνῃ τοῦ ἐπταικότος γίνεσθαι.

Εἰ γὰρ καὶ τὰ πλεῖστα κατωρθωκέναι δοκεῖ τις, ὀλίγων δέ που, ἢ καὶ μιᾶς ἡστινοσοῦν ἐντολῆς ἀμελήσει, ἢ τῷ πλημμελήσαντι ἀδιαφόρως ἐφησυχάσει, καὶ μὴ ζῆλον ἀγαθὸν κατὰ τὸ κρῖμα τοῦ Θεοῦ ἐπιδείξεται, ἐπὶ ταύτῃ μόνῃ δικαίως ὑφέξει. Κἂν ἐξ ἀγνοίας πάθῃ τι τοιοῦτον, οὐδὲ οὕτως ἀτιμώρητος διαφεύγει.

Τοιαῦτα μὲν οὖν ὅτι πλεῖστα κατὰ τὴν Παλαιὰν Διαθήκην εὑρίσκομεν κατὰ πάσης παρακοῆς τὰ κρίματα· οὐχ ἧττον δὲ τούτων ἐν τῇ Καινῇ ἐρχόμενος, ἀλλὰ καὶ πολλῷ πλείω καταμανθάνω τοῦ κρίματος τὴν σφοδρότητα, οἷον· Ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὑτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας· καὶ ὅλως οὐκ ἀπολύσαντος μὲν τοῦ Χριστοῦ οὔτε τὸν κατ᾽ ἄγνοιαν ἡμαρτηκότα τῆς τιμωρίας, σφοδρότερον δὲ κατὰ τῶν ἐν γνώσει τὴν ἀπειλὴν ἐπιτείναντος. Καὶ πάλιν, Ὁ οὐρανὸς, φησὶ, καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ ὁ μακάριος ἀπόστολος Παῦλός φησι· Λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Πᾶν ὕψωμα καὶ πᾶν νόημα, οὐχὶ τοῦτο, ἢ ἐκεῖνο. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν. Καὶ ἀλλαχοῦ πάλιν· Οἱ τὰ τοιαῦτα πράσσοντες, ἄξιοι θανάτου εἰσίν· καὶ πάλιν· Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις. Ὥστε οὐδὲν ἀνεκδίκητον ἀφίεται παρὰ τῷ Θεῷ.

Εἰ δὲ ταῦτα λόγοι μόνον, καὶ οὐ πράγματα· ἰδοὺ ὁ τὴν γυναῖκα τοῦ πατρὸς ἐν Κορίνθῳ ἔχων, οὐδὲν ἕτερον ἐγκληθεὶς, ἐπὶ τούτῳ μόνῳ οὐ μόνον αὐτὸς παραδίδοται τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἄχρις ἂν τοῖς ἀξίοις καρποῖς τῆς μετανοίας διορθώσηται τὸ πλημμέλημα, ἀλλὰ καὶ πᾶσα ὁμοῦ ἡ Ἐκκλησία, ἐπεὶ μὴ ἐπεξῆλθε τῷ ἁμαρτήματι, ἐκείνοις περιβάλλεται τοῖς ἐγκλήμασι. Τί δὲ Ἀνανίας ὁ ἐν ταῖς Πράξεσι; τί ἄλλο κακὸν πεποιηκὼς εὑρίσκεται, ἢ ἐκεῖνο αὐτό; Ποῦ νῦν τοσαύτης ὀργῆς ἄξιον φαίνεται; Ἴδιον κτῆμα πωλήσας, ἤνεγκε τὰ χρήματα θεῖναι παρὰ τοὺς πόδας τῶν ἀποστόλων, νοσφισάμενος ἀπὸ τῆς τιμῆς, καὶ ἐπὶ τούτῳ παρ᾽ αὐτὴν τὴν ὥραν ἅμα τῇ γυναικὶ θανάτῳ καταδικάζεται, οὐδὲ τοὺς περὶ μετανοίας λόγους ἐπὶ τῷ ἁμαρτήματι μαθεῖν καταξιωθεὶς, οὐ τοῦ κατανυγῆναι γοῦν ἐπὶ τούτῳ καιρὸν εὑρὼν, οὐ τοῦ μετανοῆσαι προθεσμίαν λαβών. Ὁ δὲ τοῦ τοιούτου καὶ τηλικούτου κρίματος ὑπηρέτης, ὁ μακάριος Πέτρος, ὁ πάντων μὲν τῶν μαθητῶν προκριθεὶς, μόνος δὲ πλείω τῶν ἄλλων μαρτυρηθεὶς καὶ μακαρισθεὶς, ὁ τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν πιστευθεὶς, ὅταν ἀκούῃ παρὰ τοῦ Κυρίου, Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ᾽ ἐμοῦ, ποίαν ἄρα καὶ τὴν ὁπωσοῦν λιθίνην καρδίαν οὐ δυσωπήσει πρὸς φόβον τῶν τοῦ Θεοῦ κριμάτων;

καὶ ταῦτα, οὐδὲ μιᾶς μὲν ἁμαρτίας, οὐδὲ μιᾶς καταφρονήσεως ἔμφασιν δοὺς, τιμῇ δὲ μᾶλλον τῇ περὶ τὸν Δεσπότην ὑπερβαλλούσῃ χρησάμενος, καὶ τὴν προσήκουσαν δούλῳ καὶ μαθητῇ εὐλάβειαν ἐπιδειξάμενος. Ἰδὼν γὰρ τὸν ἑαυτοῦ καὶ πάντων Κύριον, καὶ Θεὸν, καὶ βασιλέα, καὶ Σωτῆρα, καὶ ὁμοῦ τὰ πάντα, ἐν ὑπηρέτου σχήματι διαζωσάμενον τὸ λέντιον, καὶ νίπτειν τοὺς πόδας αὐτοῦ βουλόμενον, εὐθὺς ὥσπερ εἰς συναίσθησιν ἐλθὼν τῆς οἰκείας ἀναξιότητος, καὶ τὸ ἀξίωμα τοῦ προσερχομένου καταπλαγεὶς, ἐξεβόησε· Κύριε, σύ μου νίπτεις τοὺς πόδας; καὶ πάλιν· Οὐ μή μου νίψῃς τοὺς πόδας εἰς τὸν αἰῶνα. Ἐπὶ τούτῳ τὴν τοσαύτην ἐκδέχεται ἀπειλὴν, ὡς εἰ μὴ ἔφθασε τῇ ταχύτητι καὶ σφοδρότητι τῆς ὑπακοῆς διορθωσάμενος τὴν ἀντιλογίαν, οὐδὲν ἂν αὐτῷ τῶν παρὰ τοῦ Κυρίου μακαρισμῶν τε καὶ δωρεῶν καὶ ἐπαγγελιῶν, οὐδὲ αὐτὴ ἡ τοῦ Θεοῦ καὶ Πατρὸς τῆς τοιαύτης καὶ τοσαύτης εἰς τὸν μονογενῆ Υἱὸν εὐδοκίας ἀποκάλυψις ἤρκεσε παραμυθήσασθαι τὴν παροῦσαν ἀπείθειαν.

Ἀλλὰ ταῦτα μὲν ἐὰν θέλω καταλέγειν, ὅσα εὑρίσκω ἔκ τε τῆς Παλαιᾶς καὶ Καινῆς Διαθήκης, ἐπιλείψει με τάχα διηγούμενον ὁ χρόνος. Πλὴν ἐκεῖνο μόνον πρὸς τὸ παρὸν μνημονεῦσαι ἀναγκαῖον, τὸ ἐν τῇ μεγάλῃ καὶ φοβερᾷ τῆς κρίσεως ἡμέρᾳ πρὸς τοὺς ἐξ ἀριστερῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἱσταμένους λεχθὲν παρ᾽ αὐτοῦ· Πορεύεσθε ἀπ᾽ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ· οὐχ ὅτι ἐφονεύσατε, ἢ ἐπορνεύσατε, ἢ ἐψεύσασθε, ἤ τινα ἠδικήσατε, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων, κἂν τὸ βραχύτατον γοῦν, ἐπράξατε, ἀλλ᾽ ὅτι τῶν ἀγαθῶν ἔργων ἠμελήσατε. Ἐπείνασα γὰρ, φησὶ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ, καὶ οὐκ ἐπεσκέψασθέ με. Ὁ τοίνυν μὴ ἐκθηλυνόμενος, μηδὲ κατακαμπτόμενος ὑπὸ τῆς ἐγκρατείας, πᾶσαν φυγὴν ἁμαρτημάτων κατώρθωσεν· εἰ δὲ τὰ μὲν πλεῖστα ἔφυγεν, ὑφ᾽ ἑνὸς δὲ κρατεῖται, οὐκ ἐγκρατὴς ὁ τοιοῦτος, ὡς οὔτε ὑγιὴς ὁ ἑνὶ σωματικῷ πάθει παρενοχλούμενος· οὔτε ἐλεύθερος ὁ ὑφ᾽ ἑνὸς καὶ τοῦ τυχόντος κυριευόμενος. Τοῖς μὲν οὖν ἰάσιμα ἁμαρτάνουσιν ἀπειλεῖ ὁ λόγος, ἐπισκέπτεσθαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν· τοῖς δὲ ἀνιάτως ἔχουσι λέγει· Τί ἔτι πληγῆτε, πάσας διεξεληλυθότες τὰς πληγάς; Πασῶν κατεφρονήσατε τῶν ἐπιστρεπτικῶν μαστίγων, συντριμμὸς ὑμᾶς μένει.

Τῶν δὲ περιστατικῶς συμβαινόντων τινὰ μὲν ἁμαρτημάτων ἕνεκα γίνεται· τινὰ δὲ εἰς διόρθωσιν τοῦ ἤθους τῶν πειραζομένων· ἄλλα δὲ ὑπὲρ τοῦ ἐκτριβῆναι τοὺς ἀπεγνωσμένους, ὡς ἐπὶ τοῦ Φαραώ. Τούτοις γὰρ οὐκέτι πληγαὶ, οὐδὲ μάστιγες, ἀλλ᾽ ἀφανισμὸς ἀπειλεῖται. Τί ἔτι πληγῆτε, ὧν καὶ τὰ σώματα καὶ αἱ ψυχαὶ μεμαστίγωνται, καὶ οὐδαμοῦ ἡ διόρθωσις; ἔστι δὲ πολλάκις καὶ ἡ νόσος ὠφέλιμος, ὅταν παιδαγωγεῖν μέλλῃ τὸν ἁμαρτάνοντα· καὶ ἡ ὑγεία βλαβερὰ, ὅταν ἐφόδιον γίνηται πρὸς ἁμαρτίαν τῷ ἔχοντι. Οὕτω καὶ τὰ χρήματα ἤδη τισὶν ὑπηρεσία πρὸς ἀκολασίαν ἐγένετο, καὶ πενία πολλοὺς ἐσωφρόνισε τῶν ὡρμημένων κακῶς. Μήτε οὖν φύγῃς ἃ μὴ δεῖ, μήτε προσφύγῃς ᾧ μὴ δεῖ· ἀλλ᾽ ἕν σοι φευκτὸν ἤτω, ἡ ἁμαρτία καὶ μία καταφυγὴ ἐκ τῶν κακῶν, ὁ Θεός.

Οἱ μέντοι πολλοὶ τῶν ἀνθρώπων καὶ λήθην ποιοῦνται τῶν προτέρων ἁμαρτημάτων, ἀδιαφοροῦντες ἐπ᾽ αὐτοῖς καὶ καταφρονοῦντες, ὡς μηδεμιᾶς ἐκδικήσεως γενησομένης. Ὁ δὲ τὸ δικαστήριον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν διὰ παντὸς ἔχων, καὶ πεπεισμένος, ὅτι πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον, ἐν ἀγωνίᾳ καθέστηκε πάντοτε, καὶ τὴν ἀλγηδόνα τῇ ἑαυτοῦ ψυχῇ ταύτην ἵστασθαι φροντίζων, αὐτὸς ἑαυτοῦ κατηγορεῖ διὰ τῶν πρὸς τὸν Θεὸν ἐξομολογήσεων, κατὰ τὸν λέγοντα· Ἡ ἀλγηδών μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Πολλοὶ δὲ καὶ ἐπιστρέψαντες ἀπὸ πονηρῶν ἔργων, οἱονεὶ τὰς μνήμας τῶν παλαιῶν ἔργων παρακατέχοντες, δι᾽ αὐτῶν πολλάκις ἀνανεοῦνται τὴν ἡσυχάζουσαν ἁμαρτίαν.

Κακία γὰρ σιωπηθεῖσα, νόσος ὕπουλός ἐστιν ἐν τῇ ψυχῇ. Ἡ δὲ ἄνεσις τῶν ἁμαρτωλῶν κατὰ ἐγκατάλειψιν γίνεται. Ὧν μὲν γὰρ προνοεῖται ὁ λόγος, φησιν· Οὐ μή σε ἀνῶ, οὐδ᾽ οὐ μή σε ἐγκαταλείπω· ὧν δ᾽ ἂν παντελῶς ἀπογνῷ, τούτους ἀνέτους ἀφίησι ποιεῖν τὰ θελήματα τῆς σαρκὸς, καὶ τῶν διανοιῶν αὐτῶν, ὡς τῆς παιδευτικῆς ἀνωφελοῦς αὐτοῖς ἐσομένης. Καὶ γὰρ ἐπεὶ ὑπὲρ τραῦμα καὶ μώλωπα καὶ πληγὴν φλεγμαίνουσαν ἡ ἁμαρτία ἐστὶν, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι ὡς πρὸς τὴν πληγὴν, οὐδὲ ἔλαιον ὡς πρὸς τὰ τραύματα· οὐδὲ χρεία τῆς ἀπὸ τούτων βοηθείας· μείζονα γὰρ, φησὶ, τὰ συμπτώματα ἢ ὥστε τούτοις ἐνδοῦναι. Καὶ ἐπειδὴ ὅλον τὸ ἔθνος ἁμαρτωλὸν, καὶ πᾶς ὁ λαὸς πλήρης ἀνομιῶν, διὰ τοῦτο καὶ ἡ κόλασις ἐπὶ πάντας πολλάκις ἔφθασε. Καὶ πᾶσα καρδία λυπηρὰ γέγονεν, εἰς αἰχμαλωσίαν ἀγομένου τοῦ λαοῦ διὰ τὸ ἁμαρτήματα. Ὥσπερ οὖν τῆς τομῆς, ἢ τοῦ καυτῆρος, οὐχ ὁ ἰατρὸς αἴτιος, ἀλλ᾽ ἡ νόσος· οὕτω καὶ οἱ τῶν πόλεων ἀφανισμοὶ, ἐκ τῆς ἀμετρίας τῶν ἁμαρτανομένων τὴν ἀρχὴν ἔχοντες, τὸν Θεὸν ἁπάσης μέμψεως ἀπολύουσιν.

Ἔρχεται γὰρ καὶ δι᾽ ὀλίγους κακὰ, καὶ μοχθηρίας τινὸς παραπήλαυσε δῆμος. Ἄχαρ ἱεροσύλησε, καὶ ὅλη ἡ παράταξις ἐμαστίζετο. Ὁ Ζαμβρὶ πάλιν εἰς τὰς Μαδιανίτιδας ἐξεπόρνευε, καὶ ὁ Ἰσραὴλ ἔπιπτεν εἰς δίκην. Καὶ καθάπερ ὁ λοιμὸς, ἐπειδὰν ἑνὸς ἀνθρώπου ἢ κτήνους ἅψηται, κατὰ διάδοσιν ἐπὶ πάντας τοὺς ἐγγίζοντας διανέμεσθαι πέφυκεν· οὕτω καὶ οἱ ἐργάται τῆς ἀνομίας, τὸ ἴδιον κακὸν ἐπὶ πάντας ἄγειν φιλονεικοῦσι, πολλοὺς ἑαυτοῖς παραπλησίους γενέσθαι φιλοτιμούμενοι, ἵνα ἐν τῇ κοινωνίᾳ τῶν κακῶν διαφεύγωσι τὰ ὀνείδη· καὶ ἄλλος ἄλλῳ τῆς νόσου μεταδιδόντες, συννοσοῦσιν ἀλλήλοις καὶ συναπόλλυνται. Οὔτε γὰρ πῦρ, εὐκαταπρήστου ὕλης ἁψάμενον, δυνατὸν μὴ οὐχὶ ἐπὶ πᾶσαν αὐτὴν διαβῆναι, ἄλλως τε κἂν ἐπιτύχῃ πνεύματος ἐπιφόρου τὴν φλόγα διακομίζοντος· οὔτε τὴν ἁμαρτίαν, ἑνὸς ἁψαμένην, μὴ οὐχὶ πάντας τοὺς ἐγγίζοντας διελθεῖν, ἐξαπτόντων αὐτὴν τῶν πνευμάτων τῆς πονηρίας.

Αἱ μὲν γὰρ διὰ τοῦ σώματος πράξεις καὶ χρόνου δέονται, καὶ εὐκαιρίας, καὶ καμάτων, καὶ συνεργῶν, καὶ τῆς λοιπῆς χορηγίας. Αἱ δὲ τῆς διανοίας κινήσεις ἀχρόνως ἐνεργοῦνται, ἀκόπως ἐπιτελοῦνται, ἀπραγματεύτως συνίστανται, πάντα καιρὸν ἐπιτήδειον ἔχουσι. Καί πού τις τῶν σοβαρῶν καὶ κατοφρυωμένων ἐπὶ σεμνότητι, πλάσμα σωφροσύνης ἔξωθεν περικείμενος, ἐν μέσοις καθεζόμενος πολλάκις τοῖς ἐπ᾽ ἀρετῇ αὐτὸν μακαρίζουσιν, ἀπέδραμε τῇ διανοίᾳ πρὸς τὸν τῆς ἁμαρτίας τόπον ἐν τῷ ἀφανεῖ τῆς καρδίας κινήματι. Εἶδε τῇ φαντασίᾳ τὰ σπουδαζόμενα, ἀνετυπώσατό τινα ὁμιλίαν οὐκ εὐπρεπῆ, καὶ ὅλως ἐν τῷ κρυφίῳ τῆς καρδίας ἐργαστηρίῳ ἐναργῆ τὴν ἡδονὴν ἑαυτῷ ζωγραφήσας, ἀμάρτυρον ἔσω τὴν ἁμαρτίαν εἰργάσατο. Τὸ γὰρ πλεῖστον τῆς ἁμαρτίας ἐν τῇ ὁρμῇ πληροῦται τῇ κατὰ πρόθεσιν· διότι αἱ μὲν τοῦ σώματος πράξεις ὑπὸ πολλῶν διακόπτονται, ὁ δὲ κατὰ πρόθεσιν ἁμαρτάνων τῷ τάχει τῶν νοημάτων συναπαρτιζομένην ἔχει τὴν ἁμαρτίαν. Ὡς γὰρ ἡ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργεῖς τὰς πράξεις ἐξεικονίζουσαι. Τελεία μὲν οὖν κακία, τὸ καὶ γνώμῃ καὶ πράξεσιν ἁμαρτάνειν· ἥμισυ δὲ τοῦ κακοῦ, ἐπὶ τῆς ὁρμῆς τῆς κατὰ διάνοιαν στῆναι τὴν ἁμαρτίαν. Οὐ πάντη οὖν ἀτιμώρητος ὁ κατὰ διάνοιαν ἁμαρτάνων· ἀλλ᾽ ὅσον ἐλλείπει τοῦ κακοῦ, τοσοῦτον αὐτῷ τῶν πόνων ὑφαιρεθήσεται.

Τὸν μέντοι παραδεχθέντα εἰς τὴν ἀδελφότητα, εἶτα τὴν ὁμολογίαν ἀθετήσαντα, οὕτω χρὴ ὁρᾶσθαι, ὡς εἰς Θεὸν ἐξαμαρτόντα, ἐφ᾽ οὗ, καὶ εἰς ὃν τὴν ὁμολογίαν τῶν συνθηκῶν κατέθετο. Ἐὰν δὲ εἰς Θεὸν ἁμαρτήσῃ τις, φησὶ, καὶ τίς προσεύξεται περὶ αὐτοῦ; Ὁ γὰρ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, εἶτα πρὸς ἄλλον βίον ἀποπηδήσας, ἱερόσυλος γέγονεν, αὐτὸς ἑαυτὸν διακλέψας, καὶ ἀφελόμενος τὸ τοῦ Θεοῦ ἀνάθημα. Οἷς εὔλογόν ἐστι, μηκέτι θύραν τῶν ἀδελφῶν ἀνοίγεσθαι, μηδὲ εἰ κατὰ ψιλὴν πάροδον σκέπης ἕνεκεν ἐπιδημήσειεν. Ὁ γὰρ ἀποστολικὸς κανὼν φανερὸς, κελεύει ἡμᾶς στέλλεσθαι ἀπὸ παντὸς ἀτάκτου, καὶ μὴ συναναμίγνυσθαι αὐτῷ, ἵνα ἐντραπῇ.

Οὕτω γὰρ καὶ τὸ ῥόδον ἄνευ ἀκάνθης ἦν τὴν ἀρχὴν βλαστηθὲν, ὑπὲρ δὲ τῷ κάλλει τοῦ ἄνθους ἡ ἄκανθα παρεζεύχθη, ἵνα τῷ τερπνῷ τῆς ἀπολαύσεως ἐγγύθεν ἔχωμεν παρακειμένην τὴν λύπην, μεμνημένοι τῆς ἁμαρτίας, δι᾽ ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Ἀλλ᾽ ἡ τῶν παθῶν κακία, διὰ τῆς περὶ Θεοῦ ἀγνωσίας, ἀδόκιμον γνῶσιν ἐντίθησιν. Ὁ μὲν γὰρ μέγας ἀθλητὴς Ἰὼβ, παντοίους ὑπομείνας πειρασμοὺς, οὐκ ἠγνόει ὁπόθεν αὐτῷ τοῦτ᾽ ἐγένετο. Διὸ ἔλεγε· Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς ἐκπίνει μου τὸ αἷμα. Ὁ δὲ Δαβὶδ ἐπειδὴ περὶ τὴν ψυχὴν αὐτὴν ἐνενοσήκει, αὐτὸς ἑαυτὸν ἐτιμωρεῖτο, παντοίαις ὑποβάλλων κολάσεσιν ἐν τοῖς τῆς ἐξομολογήσεως τρόποις. Ὅτι γὰρ τὰ βέλη σου ἐνεπάγησάν μοι, φησὶ, καὶ ἐπεστήριξας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου. Οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Καί μοι δοκεῖ τὰ ἐνταῦθα λεγόμενα βέλη λογικὰ εἶναι· μᾶλλον δὲ αὐτοὺς τοὺς τοῦ Θεοῦ λόγους, νύττοντας καὶ τιτρώσκοντας αὐτοῦ τὴν ψυχὴν, καὶ τὴν συνείδησιν αὐτοῦ τιμωρουμένους καὶ κολάζοντας.

Ἐπεὶ τοσοῦτος ἦν ὁ ἀνὴρ, καὶ τοσούτων τετυχηκὼς ὑπὸ τοῦ Θεοῦ, αἰσχρᾷ πράξει ἑαυτὸν ἐξέδωκεν. Ἐπειδὴ γὰρ ἄφρακτος εὑρεθεὶς, οὐκ ἀντέσχε πρὸς τὰ τοῦ πονηροῦ πεπυρωμένα βέλη, εἰκότως τὴν ψυχὴν τρωθεὶς, ἑάλω τῇ ἐπιθυμίᾳ. Ὥσπερ δὲ τὰ τοῦ διαβόλου βέλη, τὰ ἕλκη τὰ ἐπιτεθέντα τῷ Ἰὼβ κατὰ τοῦ σώματος, ἐπειδὴ κατὰ συγχώρησιν ἐγίνετο τοῦ Θεοῦ, βέλη Κυρίου ὠνόμασεν, εἰπὼν, Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μού ἐστιν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· οὕτως εἰκὸς καὶ τὸν Δαβὶδ ἐνταῦθα βέλη Κυρίου εἰρηκέναι, ἐπεὶ κατὰ συγχώρησιν τοῦ Κυρίου κατεστρατεύσατο αὐτοῦ ὁ ἀντίπαλος, ἵνα μάθῃ μὴ λέγειν· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ τῇ χάριτι τοῦ Θεοῦ δυναμούμενος, μέγα ἐφ᾽ ἑαυτῷ ἐφρόνησέ ποτε, ὡς ἀπαυθαδιάσασθαι καὶ εἰπεῖν, Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα· τούτου χάριν εἰκότως παρεδόθη τῷ πειράζοντι, ὃς τῆς ψυχῆς αὐτοῦ καθαψάμενος, μειζόνως αὐτὸν ἢ τὸν Ἰὼβ ἐζημίωσεν.

Ἐγὼ δὲ τρεῖς ταύτας διαφορὰς τῆς διαθέσεως πρὸς τὴν ἀπαραίτητον ἀνάγκην τῆς ὑπακοῆς τοῦ Χριστοῦ καθορῶ, δουλείαν, μισθαρνίαν, υἱότητα. Ἢ γὰρ φοβούμενοι τὰς κολάσεις ἐκκλίνομεν ἀπὸ τοῦ κακοῦ, καὶ ἐσμὲν ἐν τῇ διαθέσει τῇ δουλικῆ· ἢ τὰ ἐκ τοῦ μισθοῦ κέρδη διώκοντες, ἕνεκεν τῆς ἑαυτῶν ὠφελείας πληροῦμεν τὰ προστεταγμένα, καὶ κατὰ τοῦτο προσεοίκαμεν τοῖς μισθίοις· ἢ δι᾽ αὐτὸ τὸ καλὸν, καὶ τὴν πρὸς τὸν δεδωκότα ἡμῖν τὸν νόμον ἀγάπην, χαίροντες ὅτι οὕτως ἐνδόξῳ καὶ ἀγαθῷ Θεῷ δουλεύειν κατηξιώθημεν· καὶ ἐσμὲν οὕτως ἐν τῇ τῶν υἱῶν διαθέσει. Οὔτε οὖν ὁ ἐν φόβῳ τὰς ἐντολὰς κατορθῶν, καὶ ἀεὶ τὸ τῆς ῥᾳθυμίας ἐπιτίμιον ὑφορώμενος, τὰ μὲν ποιήσει τῶν προστεταγμένων αὐτῷ, τὰ δὲ παρόψεται· ἀλλὰ τὴν ἐπὶ πάσῃ παρακοῇ ἐκδίκησιν ὁμοίως φοβερὰν ἑαυτῷ ὑπολήψεται· καὶ διὰ τοῦτο μακαρίζεται, ὡς οὐδὲν αἱρούμενος παριδεῖν τῶν δεόντων (Μακάριος γὰρ, φησὶν, ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον· διὰ τί; ὅτι ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα). Ἀλλ᾽ οὐδὲ ὁ μισθωτὸς παραβῆναί τι τῶν διατεταγμένων αἱρήσεται. Πῶς γὰρ κομίσεται τὸν μισθὸν τῆς ἐργασίας, μὴ πάντα πληρώσας τὰ συμπεφωνημένα; Καὶ γὰρ ἐὰν ἕν τι λείπῃ τῶν ἀναγκαίων, ἄχρηστον τὸ ἔργον τῷ κεκτημένῳ κατέστησε. Τίς οὖν, μενούσης ἔτι τῆς βλάβης, μισθὸν ὑποτελεῖ τῷ ἀδικήσαντι; Τρίτον ἦν ἡ κατὰ ἀγάπην ὑπηρεσία.

Τίς οὖν υἱὸς σκοπὸν ἔχων τὴν τοῦ πατρὸς εὐαρέστησιν, ἐπὶ τοῖς μείζοσιν αὐτὸν εὐφραίνων, τῶν μικροτάτων ἕνεκεν λυπεῖν αἱρήσεται;

Οἱ τοίνυν τὰς πλείστας τῶν ἐντολῶν παραβαίνοντες, ἐν ποίῳ μέρει τετάχθαι βούλονται; μήτε ὡς Πατρὶ ὑπηρετοῦντες τῷ Θεῷ, μήτε ὡς μεγάλα ἐπαγγελλομένῳ πειθόμενοι, μήτε ὡς Δεσπότῃ δουλεύοντες. Πῶς δὲ τὸν καθ᾽ ἡδονὴν βίον τοῦ κατ᾽ ἐντολὴν προτιμήσαντες, ζωῆς μακαριότητα, καὶ ἰσοπολιτείαν τῶν ἁγίων, καὶ τὰς μετ᾽ ἀγγέλων εὐφροσύνας ἐν προσώπῳ Χριστοῦ ἑαυτοῖς ὑποθώμεθα; Νηπίας ὄντως φρενὸς τὰ τοιαῦτα φαντάσματα. Πῶς ἔσομαι μετὰ Ἰὼβ, ὁ μηδὲ τὴν τυχοῦσαν θλίψιν μετ᾽ εὐχαριστίας δεξάμενος; Πῶς μετὰ Δαβὶδ, ὁ μὴ πρὸς τὸν πολέμιον μακροθύμως διατεθείς; Πῶς μετὰ Δανιὴλ, ὁ μὴ μετ᾽ ἐγκρατείας διηνεκοῦς καὶ δεήσεως φιλοπόνου τὸν Θεὸν ἐκζητήσας; Πῶς μεθ᾽ ἑκάστου τῶν ἁγίων, ὁ μὴ τοῖς ἴχνεσιν αὐτῶν περιπατήσας; Τίς οὕτως ἄκριτος ἀθλοθέτης, ὡς τῶν ἴσων ἀξιῶσαι στεφάνων τὸν νικητὴν, καὶ τὸν μηδὲν ἠγωνισμένον;

Τίς στρατηγὸς εἰς τὴν μερίδα τῶν σκύλων ἐξ ἴσου ποτὲ τοῖς νενικηκόσι τοὺς μηδὲ φανέντας ἐπὶ τῆς μάχης ἐκάλεσεν; Ἀγαθὸς ὁ Θεὸς, ἀλλὰ καὶ δίκαιος. Δικαίου δὲ, ἡ πρὸς ἀξίαν ἀντίδοσις, καθὼς γέγραπται· Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς. Τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Ἐλεήμων, ἀλλὰ καὶ κριτής. Ἀγαπᾷ γὰρ ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος. Ἔμαθες ἐπὶ τίνας τὸ ἔλεος; Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Ὁρᾷς, πῶς κεκριμένως κέχρηται τῷ ἐλέῳ, οὔτε ἀκρίτως ἐλεῶν, οὔτε ἀνηλεῶς κρίνων; Ἐλεήμων γὰρ ὁ Κύριος καὶ δίκαιος. Μὴ οὖν ἐξ ἡμισείας τὸν Κύριον γνωρίζωμεν, μηδὲ ἀφορμὴν ῥᾳθυμίας τὴν αὐτοῦ φιλανθρωπίαν λαμβάνωμεν. Διὰ τοῦτο βρονταὶ, διὰ τοῦτο κεραυνοὶ, ἵνα μὴ καταφρονῆται ἡ ἀγαθότης. Ὁ τὸν ἥλιον ἀνατέλλων, καὶ ἀβλεψίαν καταδικάζει. Ὁ τὸν ὄμβρον διδοὺς, καὶ τὸ πῦρ βρέχει.

Ἐκεῖνα τῆς χρηστότητος, ταῦτα τῆς ἀποτομίας. Ἢ δι᾽ ἐκεῖνα ἀγαπήσωμεν, ἢ διὰ ταῦτα φοβηθῶμεν, ἵνα μὴ ῥηθῇ καὶ ἡμῖν· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς. Τί δέ μοι τὸ ὄφελος τῶν ἄλλων κατορθωμάτων, εἰ μέλλοιμι, μωρὸν εἰπὼν τὸν ἀδελφὸν, ἔνοχος γενέσθαι τῇ γεέννῃ; Τί γὰρ ὄφελος τῆς ἀπὸ τῶν πολλῶν ἐλευθερίας τῷ ὑφ᾽ ἑνὸς κρατουμένῳ εἰς δουλείαν; Ὁ γὰρ ποιῶν, φησὶ, τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας. Τί δὲ κέρδος τῆς ἐν πολλοῖς ἀπαθείας τῷ ὑφ᾽ ἑνὸς πάθους φθειρομένῳ τὸ σῶμα; Ὁ γὰρ τὸ θέλημα τοῦ Θεοῦ ἐργαζόμενος, μὴ καθὼς δὲ θέλει ὁ Θεὸς, μηδὲ ἐν διαθέσει τῆς πρὸς Θεὸν ἀγάπης τοῦτο ποιῶν, ἀνόνητον ἔχει τὴν τούτου σπουδήν. Ἀμὴν γὰρ λέγω ὑμῖν, φησὶν, ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. Τοιγαροῦν, εἰ μὴ τῆς πρώτης σεαυτοῦ γενέσεως, ἄνθρωπε, μέμνησαι, ἐκ τῆς καταβληθείσης ὑπὲρ σοῦ τιμῆς λάβε τινὰ τοῦ ἀξιώματος ἔννοιαν· ἀπόβλεψόν σου πρὸς τὸ ἀντάλλαγμα, καὶ γνῶθι σεαυτοῦ τὴν ἀξίαν.

Τῷ πολυτιμήτῳ αἵματι τοῦ Θεοῦ ἠγοράσθης· μὴ γίνου δοῦλος τῆς ἁμαρτίας. Σύνες σεαυτοῦ τῆς τιμῆς, ἵνα μὴ παρεικασθῇς τοῖς ἀνοήτοις κτήνεσι. Πῶς γὰρ τῶν οἰκετῶν ἄρξετε, αὐτοὶ δουλεύοντες ἐπιθυμίαις ἀνοήτοις καὶ βλαβεραῖς, ὡς ἀνδράποδα;

Πῶς τοὺς παῖδας νουθετήσετε, ἀνουθέτητον ζωὴν καὶ ἀδιάτακτον ζῶντες; Ὥσπερ γὰρ ἐμοὶ ἀνάγκη ἐπίκειται, καὶ οὐαί μοι ἐστὶν, ἐὰν μὴ εὐαγγελίζωμαι, καὶ ἀναγγέλλω τὰ δικαιώματα τοῦ Θεοῦ νυκτός τε καὶ ἡμέρας, κατὰ τὸν Ἀπόστολον· οὕτω καὶ ὑμῖν ἴσος ὁ ἀγὼν, ἀποῤῥᾳθυμήσασιν, ἢ ἀτόνως καὶ ἐκλελυμένως πρός τε τὴν φυλακὴν τῶν παραδεδομένων καὶ τὴν διὰ τῶν ἔργων πλήρωσιν διατεθεῖσιν.

Ὁ λόγος γὰρ ὃν ἐλάλησα, φησὶν ὁ Κύριος, ἐκεῖνος κρινεῖ τὸν κόσμον ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Ἀεὶ μὲν γὰρ ἐπιθυμῶν τοῦ καλοῦ, ἀεὶ δὲ ἀποτυγχάνων αὐτοῦ, οὐκ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπινοεῖν, πλήν γε δὴ τοῦ πεπεῖσθαι παλαιῶν ἁμαρτημάτων ἐκτιννύειν δίκας. Ὡς οὖν εἰδότες, ὅτι ἀντιπρόσωποι ἡμῖν οἱ τῆς θεοπνεύστου Γραφῆς λόγοι στήσονται ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ· οὕτω καὶ προσχῶμεν νηφόντως τοῖς λεγομένοις, καὶ εἰς ἔργον προαγαγεῖν τὰ θεῖα διδάγματα σπουδαίως ἐπειχθῶμεν, ὅτι οὐκ οἴδαμεν ποίᾳ ἡμέρᾳ ἢ ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.