Ἔμελλε δὲ ἤδη θᾶττον καὶ τὸν λαὸν ἅπαντα, πυρὸς τρόπον, ἐπινέμεσθαι τῆς ἁμαρτίας τὸ κακὸν, καὶ ταῦτα, οὔτε εἰδότα τὸ γεγονὸς, οὔτε συνεγνωκότα τῷ ἁμαρτήσαντι, εἰ μὴ ταχέως ἐκ τῆς πτώσεως τῶν ἀναιρεθέντων ἀνδρῶν συνετρίβη μὲν ὁ λαὸς αἰσθόμενος τῆς ὀργῆς τοῦ Θεοῦ, ἔπεσε δὲ ἅμα τοῖς πρεσβυτέροις καταπασάμενος χοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ οὕτω διὰ κλήρου φωραθεὶς ὁ ἔνοχος τὴν εἰρημένην δέδωκε δίκην. Τί δὲ Μαρία ἡ ἀδελφὴ Μωϋσέως, Αὕτη κατὰ Μωϋσέως ἐπειδὴ εἶπέ τι μόνον ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθὲς (γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ), τοσαύτης ἐπειράθη τῆς τοῦ Θεοῦ ἀγανακτήσεως, ὡς μηδὲ αὐτοῦ τοῦ Μωϋσέως ἱκετεύοντος συγχωρηθῆναι αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Καὶ τί δεῖ περὶ τούτων λέγειν, αὐτὸν τοῦτον ἀφέντας Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα, τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα παρ᾽ αὐτοῦ τιμῆς, οὕτω δὲ ὑπὸ αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι, Οἶδά σε παρὰ πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου, Οὗτος γὰρ ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας, οὐδενὸς ἕνεκεν ἑτέρου, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι δι᾽ ἀπορίαν ὕδατος, Μὴ ἐκ ταύτης τῆς πέτρας ἐξάξω ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν παρὰ τοῦ Θεοῦ δέχεται, εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον.