Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος ΙΑ': Ο θάνατος, η φθαρτότητα του βίου και το πένθος

Αναλογισμοί επί της θνητής ανθρώπινης φύσης, της παροδικότητας των εγκοσμίων τιμών και παρηγορητικές νουθεσίες για την αντιμετώπιση του πένθους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 11 από 24

ΠΕΡΙ ΘΑΝΑΤΟΥ. ΛΟΓΟΣ ΙΑʹ. Ὢ τοῦ θαύματος, ἀγαπητοί! πῶς ἕκαστος ἡμῶν μετὰ τὸ τοὺς μητρῴους κόλπους ἀποφυγεῖν, εὐθὺς τοῖς τοῦ χρόνου ῥεύμασιν ἐνδεθεὶς ὑποσύρεται· κατόπιν ἀεὶ τὴν βεβιωμένην ἡμέραν ἐῶν, καὶ πρὸς τὴν χθὲς ἐπανελθεῖν οὐδέποτε, κἂν θελήσοι, δυνάμενος.

Ἡμεῖς δὲ ἡδόμεθα ἐπὶ τὰ πρόσω φερόμενοι, καὶ τὰς ἡλικίας ἀμείβοντες, ὥς τι προσλαμβάνοντες, χαίρομεν, καὶ μακάριον κρίνομεν, ὅταν ἐκ παιδὸς μὲν ἀνὴρ, ἐκ δὲ ἀνδρὸς γένηταί τις πρεσβύτης. Ἀγνοοῦμεν δὲ ἄρα τοσοῦτον ἀπολλύντες ἑκάστοτε τῆς ζωῆς, ὅσον ἐζήσαμεν· καὶ οὐκ αἰσθανόμεθα δαπανωμένου τοῦ βίου, καίτοιγε ἀεὶ μετροῦντες αὐτὸν ἀπὸ τοῦ παραδραμόντος καὶ παραῤῥεύσαντος· οὐδὲ ἐννοοῦμεν, ὡς ἄρα ἄδηλον, ὁπόσον ὁ πρὸς τὴν ὁδοιπορίαν ταύτην ἐκπέμψας ἡμᾶς ἐνδοῦναι τῷ χρόνῳ βουλήσεται. Οὐδὲ ἐθέλομεν σκοπεῖν ἀκριβῶς, ποῖα μὲν κοῦφα φορτία πρὸς τὸν τοιοῦτον δρόμον ἡμῖν, καὶ συμμεθίστασθαι δύναται τοῖς συλλέξασι· ποῖα δὲ βαρέα καὶ δυσχερῆ καὶ προσηλωμένα τῇ γῇ, καὶ οὐ πεφυκότα τοῖς ἀνθρώποις οἰκειοῦσθαι καθάπαξ, οὐδὲ συγχωρούμενα διὰ τῆς στενῆς ἐκείνης πύλης ἀκολουθῆσαι τοῖς ἔχουσιν. Ἀλλ᾽ ὅσα μὲν χρὴ συλλέγειν, καταλιμπάνομεν· ὧν δὲ ὑπερορᾷν προσήκει, ταῦτα συλλέγομεν.

Καὶ ἃ μὲν ἡμῖν ἑνωθῆναι, καὶ κόσμος ὄντως γενέσθαι δύναται συμφυὴς ψυχῇ τε καὶ σώματι, τούτοις οὐδὲ προσέχομεν· ἃ δὲ ἀλλότρια μένει διηνεκῶς, μόνην ἡμῖν ἐναποματτόμενα τὴν αἰσχύνην, ταῦτα ἀθροίζειν ἐπιχειροῦμεν, μοχθοῦντες διακενῆς, καὶ πονοῦντες πόνον, οἷόν τις ἑαυτὸν ἀπατῶν, εἰς τετρημένον πίθον ἀντλεῖν ἐθελήσειεν. Ὥσπερ γὰρ οἵ τινα συντεταμένην πορείαν ἀνύοντες, ἐπὶ τὰ πρόσω τὰς τῶν ποδῶν βάσεις ἁμιλλωμένας ἀλλήλαις εἰς δρόμον ἀμείβοντες, καὶ τὴν ἀεὶ προτέραν ἐπὶ τῆς γῆς ἐρεισθεῖσαν δευτέραν ἀποδεικνύντες τῇ ταχείᾳ μεταθέσει τῆς ἄλλης, ῥᾳδίως ἐπὶ τὸ τῆς ὁδοῦ τέρμα χωροῦσιν· οὕτως οἱ πρὸς τὸ ζῇν παραχθέντες ὑπὸ τοῦ κτίσαντος, εὐθὺς ἐν ἀρχῇ τοῖς τοῦ χρόνου τμήμασιν ἐπεμβαίνοντες, καὶ τὸ πρότερον ἀεὶ καταλιμπάνοντες ὕστερον, ἐπὶ τὸ πέρας φθάνουσι τῆς ζωῆς. Καὶ γὰρ συνεχής τις ὁδὸς ὑφηπλῶσθαί μοι δοκεῖ ἡ παροῦσα ζωὴ, καὶ πορεία διειλημμένη ταῖς ἡλικίαις καθάπερ σταθμοῖς· ἀρχὴν μὲν ἑκάστῳ τῆς ὁδοιπορίας παρέχουσα τὰς τῶν μητέρων ὠδῖνας, τέρμα δὲ ὑποδεικνῦσα τοῦ δρόμου τὰς τῶν τάφων σκηνάς· καὶ πρὸς ἐκείνας ἅπαντας ἄγουσα, τοὺς μὲν θᾶττον, τοὺς δὲ βραδύτερον, καὶ τοὺς μὲν διὰ πάντων τῶν τοῦ χρόνου διαστημάτων ὁδεύσαντας, τοὺς δὲ οὐδὲ τοῖς πρώτοις ἐπαυλισθέντας τοῦ βίου σταθμοῖς.

Ὁ γὰρ πλάσας ἡμᾶς καὶ ψυχώσας Θεὸς, ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν τοῦ βίου διαγωγὴν, καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου. Τὸν μὲν γὰρ ἐπὶ πλεῖον παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονόμησε· τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος ἐτάξατο, κατὰ τοὺς ἀῤῥήτους αὐτοῦ τῆς σοφίας καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ γὰρ οἱ ἐν ταῖς εἰρκταῖς ἐμπίπτοντες, οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων ἐναποκλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τὴν τῆς κακοπαθείας ἀπαλλαγήν· οὕτω καὶ αἱ ψυχαὶ, αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ᾽ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου· σοφῶς καὶ βαθέως, καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος ἡμᾶς προβλεπομένου Θεοῦ. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πλοίοις καθεύδοντες αὐτομάτως ὑπὸ τοῦ πνεύματος ἐπὶ λιμένας ἄγονται, κἂν αὐτοὶ μὴ αἰσθάνωνται, ἀλλ᾽ ὁ δρόμος αὐτοὺς πρὸς τὸ τέλος ἐπάγει· οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου τῆς ζωῆς ἡμῶν παραῤῥέοντος, οἷον τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς τὸ οἰκεῖον ἕκαστος πέρας τῷ λανθάνοντι δρόμῳ τῆς ζωῆς ἡμῶν κατεπειγόμεθα. Ὁδοιπόρος ἐφέστηκας τῷ βίῳ τούτῳ· πάντα παρέρχῃ, πάντα κατόπιν σου γίνεται.

Εἶδες ἐπὶ τῆς ὁδοῦ φυτὸν ἢ πόαν ἢ ὕδωρ, ἢ ὅ τι ἂν τύχοι τῶν ἀξίων θεάματος· μικρὸν ἐτέρφθης, εἶτα παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις καὶ φάραγξι, καὶ κρημνοῖς καὶ σκοπέλοις καὶ σκόλοψιν, ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἀκάνθαις, καί τισιν ἄλλοις τῶν ὀχληρῶν· μικρὸν ἡνιάθης, εἶτα κατέλιπες. Τοιοῦτος ὁ βίος· οὔτε τὰ τερπνὰ μόνιμα, οὔτε τὰ λυπηρὰ διαρκῆ κεκτημένος. Σήμερον τὴν γῆν σὺ ἐγεώργησας, καὶ αὔριον ἄλλος, καὶ μετ᾽ ἐκεῖνον ἕτερος.

Ὁρᾷς τοὺς ἀγροὺς τούτους καὶ τὰς πολυτελεῖς οἰκίας; πόσα ἤδη ὀνόματα ἀφ᾽ οὗ γέγονε τούτων ἕκαστον ἤμειψε; Τοῦ δεῖνος ἐλέγετο, εἶτα μετωνομάσθη πρὸς ἕτερον, πρὸς τὸν δεῖνα μετῆλθεν, εἶτα νῦν ἄλλου λέγεται.

Ἆρ᾽ οὖν οὐχ ὁδὸς ἡμῶν ὁ βίος, ἄλλοτε ἄλλον μεταλαμβάνων, καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; Τὰς μὲν οὖν ἄλλας ὁδοὺς, ὅσαι πρὸς πόλιν ἐκ πόλεως ἄγουσιν, ἔστιν ἐκκλῖναι, καὶ μὴ ὁδεῦσαι τὸν μὴ βουλόμενον· ἡ δὲ τῆς ζωῆς ταύτης ὁδὸς, κἂν ἡμεῖς ἀναβάλλεσθαι βουληθῶμεν τὸν δρόμον, περιλαβοῦσα πρὸς βίαν, ἐπὶ τὸ τεταγμένον ὑπὸ τοῦ Δεσπότου πέρας ἕλκει τοὺς ἐπ᾽ αὐτῆς. Καὶ οὐκ ἔστι τὸν ἅπαξ ὑπεκδραμόντα τὴν ἐπὶ τόνδε τὸν βίον φέρουσαν πύλην, καὶ τῆς ὁδοῦ ταύτης ἐπιβάντα, μὴ καὶ πρὸς τὸ τέλος ταύτης ἐλθεῖν.

Μὴ τοίνυν προτιμᾶτε τῶν πολυτιμήτων τὰ ἀτιμότατα, μηδὲ κακοὶ συναλλάκται γίνεσθε, τὴν φθειρομένην ζωὴν τῆς ἀφθάρτου καὶ μακαρίας καταστάσεως προτιμῶντες. Ἄνευ γὰρ τῶν παθημάτων τῆς ἀτιμίας, οἷς οἱ πλεῖστοι τῶν φιληδόνων ὑπόκεινται, ἔτι καὶ αἱ κατὰ τὸν βίον χρεῖαι, τῆς ψυχῆς τὸ μεγαλοφυὲς κατακάμπτουσαι, οἱονεὶ δουλοῦνται αὐτὴν, πρὸς τὴν ὑπηρεσίαν τῆς σαρκὸς κατασύρουσαι.

Ὅπου δὲ δουλεία, ἐκεῖ δηλονότι καὶ ἀτιμία. Φευκτέον οὖν τὴν ζωὴν, ᾗ τὸ ἄτιμον παραπέφυκεν. Οὐδὲν γὰρ, φησὶ, μέγα ποιῶ, ἐμαυτόν σοι ἀποδιδοὺς τῷ δεσπότῃ· Δοῦλος γὰρ ὢν σὸς, σοὶ προσάγω τὸ σὸν κτῆμα. Πάντως γὰρ τοῦ κτίσαντος δοῦλον ὑπάρχει τὸ ἐκτισμένον.

Τοιγαροῦν ζῶντα μὲν ἐν τῇ σαρκὶ πάροικον εἶναι προσήκει τὸν ἄνθρωπον· μεταβαίνοντα δὲ ἀπὸ τῆς ζωῆς ταύτης, τοῖς οἰκείοις τόποις ἐναναπαύεσθαι. Διὰ τοῦτο καὶ Ἀβραὰμ ἐν μὲν τῇ ζωῇ παροικεῖ τοῖς ἀλλοφύλοις, οὐδὲ βῆμα ποδὸς ἰδίας γῆς κεκτημένος· ἐν δὲ τῇ ταφῇ οἰκείαν ἑαυτῷ τὴν δεξαμένην αὐτοῦ τὸ σῶμα γῆν ἀργυρίου ἐπραγματεύσατο.

Μακάριον οὖν τῷ ὄντι, μὴ ὡς οἰκείοις προστετηκέναι τοῖς ἐν τῇ γῇ, μηδὲ ὥσπερ πατρίδος τινὸς φυσικῆς ἀντέχεσθαι τῶν ἐνταῦθα· ἀλλὰ τὴν ἐκ καταδίκης ἐνθάδε διαγωγὴν βαρυνομένους, οὕτω παροικεῖν, ὡς ὑπὸ δικαστῶν τινων ἐπί τισι πλημμελήμασιν εἰς τὴν ὑπερορίαν ἐκ τῆς ἐνεγκούσης ἀπελαθέντας. Ἀλλὰ πλούτῳ κομᾷς; καὶ ἐπὶ προγόνοις μέγα φρονεῖς; καὶ ἐπαγάλλῃ πατρίδι καὶ κάλλει σώματος, καὶ ταῖς παρὰ πάντων τιμαῖς; Εἶτα οὐκ οἶδας, ὅτι θνητὸς εἶ, ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; Περίβλεψαι τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις περιφανείαις ἐξετασθέντας.

Ποῦ οἱ τὰς πολιτικὰς δυναστείας περιβεβλημένοι; ποῦ οἱ δυσμαχώτατοι ῥήτορες; ποῦ οἱ στρατηγοὶ, οἱ σατράπαι, οἱ τύραννοι; Οὐ πάντα κόνις; οὐ πάντα μῦθος; οὐκ ἐν ὀλίγοις ὀστέοις τὰ μνημόσυνα αὐτῶν; Ἔγκυψον τοῖς τάφοις, εἰ δυνήσῃ διακρῖναι, τίς ὁ οἰκέτης καὶ τίς ὁ δεσπότης, τίς ὁ πτωχὸς καὶ τίς ὁ πλούσιος.

Διάκρινον, εἴ τίς σοι δύναμις, τὸν δέσμιον ἀπὸ τοῦ βασιλέως, τὸν ἰσχυρὸν ἀπὸ τοῦ ἀσθενοῦς, τὸν εὐπρεπῆ ἀπὸ τοῦ δυσειδοῦς. Καὶ μεμνημένος τῆς φύσεως, οὐκ ἐπαρθήσῃ ποτέ. Τί γὰρ ὄφελος πλουσίῳ ἀποθνήσκοντι, μὴ δυναμένῳ λαβεῖν τὸν πλοῦτον σὺν ἑαυτῷ; ὅσγε τοσοῦτον ἀπὸ τῆς ἀπολαύσεως ἐκέρδανε μόνον, ὅσον τὴν ψυχὴν αὐτοῦ ἐν τῇ ζωῇ ταύτῃ παρὰ τῶν κολάκων μακαρισθῆναι.

Ἐν δὲ τῷ ἀποθνήσκειν οὐ λήψεται πᾶσαν ταύτην τὴν περιβολήν· μόλις ἔνδυμα λήψεται καλύπτον αὐτοῦ τὰ ἀσχήμονα, καὶ τοῦτο, ἐὰν δόξῃ τῶν οἰκετῶν τοῖς περιστέλλουσιν. Ἀγαπητὸν αὐτῷ, γῆς ὀλίγης λαχεῖν· καὶ ταύτης δι᾽ οἶκτον διδομένης αὐτῷ παρὰ τῶν κηδευόντων, οἵτινες αὐτῷ παρέχονται ταῦτα, αἰδοῖ τῆς κοινῆς καὶ ἀνθρωπίνης φύσεως, οὐκ αὐτῷ χαριζόμενοι, ἀλλὰ τιμῶντες τὴν ἀνθρωπότητα.

Ὥστε οὐδὲν τῶν ἐν τῷ βίῳ τερπνῶν, ἐφ᾽ ὧν οἱ πλείους μεμήνασιν, ἡμέτερον ὄντως ἐστὶν, ἢ γενέσθαι πέφυκεν· ἀλλ᾽ ὁμοίως ἁπάντων ἀλλότρια φαίνεται, τῶν τε ἀπολαύειν δοκούντων, τῶν τε οὐ προσπελαζόντων αὐτοῖς. Οὐ γὰρ εἰ χρυσόν τινες ἐν τῷ βίῳ συναγάγοιεν ἄπλετον, ἴδιος αὐτῶν μένει διηνεκῶς· ἀλλ᾽ ἢ ζῶντας ἔτι πανταχόθεν αὐτὸν περισφίγγοντας ἀποδιδράσκει, πρὸς τοὺς δυνατωτέρους μεταῤῥυεὶς, ἢ πρὸς τῷ θανάτῳ γεγενημένους ἤδη καταλιμπάνει, καὶ οὐκ ἐθέλει τοῖς κτησαμένοις συνεκδημεῖν.

Ἀλλ᾽ οἱ μὲν ὑπὸ τοῦ πρὸς βίαν χωρίζοντος τὰς ψυχὰς τῆς ταλαιπώρου ταύτης σαρκὸς ἑλκόμενοι πρὸς τὴν ἀναγκαίαν ὁδὸν, πυκνὰ μεταστρεφόμενοι πρὸς τὰ χρήματα, τοὺς ἐκ νεότητος ἐπ᾽ αὐτοῖς ἱδρῶτας ἀποδακρύουσιν· ὁ πλοῦτος δὲ εἰς ἑτέρων χεῖρας ὁρᾷ, μόνον ἐκείνοις τὸν ἐπὶ τῇ συλλογῇ μόχθον καὶ τὸ τῆς πλεονεξίας ἔγκλημα προστριψάμενος.

Οὔτε εἰ ἐπὶ γῆς πλέθρα κτήσαιτό τις μυρία, καὶ μεγαλοπρεπεῖς οἰκίας, καὶ ζώων ἀγέλας παντοδαπῶν, καὶ τὴν ἐν ἀνθρώποις ἅπασαν περιβάλλοιτο δυναστείαν, ἀπολαύοι δι᾽ αἰῶνος αὐτῶν· ἐπ᾽ ὀλίγον δὲ κύριος τούτων ὀνομασθεὶς, ἄλλοις πάλιν τῆς εὐπορίας ἐκστήσεται, βραχεῖαν γῆν αὐτὸς ὑποδύς.

Πολλάκις δὲ καὶ πρὸ τοῦ τάφου, καὶ πρὸ τῆς ἐντεῦθεν ἀπαναστάσεως, εἰς ἑτέρους, καὶ πολεμίους τυχὸν, τὴν εὐπραγίαν ὄψεται μεταβαίνουσαν. Ἢ οὐκ ἴσμεν, ὁπόσοι μὲν ἀγροὶ, πόσαι δὲ οἰκίαι, πόσα δὲ ἔθνη καὶ πόλεις, καὶ ζώντων ἔτι τῶν κτησαμένων, ἑτέρων ὀνόματα μετημφιάσαντο δεσποτῶν; καὶ ὡς οἱ μὲν πάλαι δουλεύοντες, ἐπὶ τὸν τῆς ἀρχῆς θρόνον ἀνέβησαν οἱ δὲ κύριοι καὶ δεσπόται καλούμενοι, στῆναι μετὰ τῶν ἀρχομένων ἠγάπησαν, καὶ τοῖς ἑαυτῶν δούλοις ὑπέκυψαν, ὥσπερ ἐν κύβων περιτροπαῖς, μεταχθέντων ἄφνω τῶν πραγμάτων αὐτοῖς;

Ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος, εἰς ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου, ὅτι Πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς ἀνθρωπίνης εὐημερίας, κυριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκε τῆς εἰκόνος.

Ὁ σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν εὔχροιαν ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς, σφριγῶν καὶ σύντονος, καὶ ἀνυπόστατος τὴν ὁρμὴν, αὔριον αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ διαλυθείς.

Ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων· δορυφορία φίλων προσποιητῶν, τὴν ἀπ᾽ αὐτοῦ χάριν θεραπευόντων· πλῆθος συγγενείας, καὶ ταύτης κατεσχηματισμένης· ἐσμὸς τῶν ἐφεπομένων μυρίος, τῶν τε ἐπὶ σιτίων καὶ τῶν κατ᾽ ἄλλας χρείας αὐτῷ προσεδρευόντων· οὓς καὶ προϊὼν καὶ πάλιν ἐπανιὼν καὶ ἐπισυρόμενος, ἐπίφθονός ἐστι τοῖς ἐντυγχάνουσι. Πρόσθες τῷ πλούτῳ καὶ πολιτικὴν δυναστείαν, ἢ καὶ τὰς ἐκ βασιλέων τιμὰς, ἢ ἐθνῶν ἐπιμέλειαν, ἢ στρατοπέδων ἡγεμονίαν, τὸν κήρυκα μέγα πρὸ αὐτοῦ βοῶντα, τοὺς ῥαβδούχους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας, τὰς πληγὰς, τὰς δημεύσεις, τὰς ἀπαγωγὰς, τὰ δεσμωτήρια, ἐξ ὧν ἀφόρητος ὁ τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο; Μία νὺξ, καὶ πυρετὸς εἷς, ἢ πλευρῖτις, ἢ περιπνευμονία, ἀνάρπαστον ἐξ ἀνθρώπων ἀπάγουσα τὸν ἄνθρωπον οἴχεται, πᾶσαν τὴν κατ᾽ αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ ἡ δόξα ἐκείνη ὥσπερ ἐνύπνιον ἀπηλέγχθη. Ὥστε ἐπιτέτευκται τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέστατον ἄνθος τῆς ἀνθρωπίνης δόξης ὁμοίωσις.

Ἀλλὰ τίνα ἡμῖν εὐπρόσωπον αἰτίαν τῆς φειδωλίας οἱ περὶ τὴν ζωὴν ταύτην ἐπτοημένοι προβάλλονται; Οὐ πωλῶ τὰ ὑπάρχοντα, οὐδὲ δίδωμι τοῖς πτωχοῖς, διὰ τὰς ἀναγκαίας χρείας τοῦ βίου· ἀλλ᾽ ἀπολαύσας αὐτῶν παρὰ πᾶσάν μου τὴν ζωὴν, μετὰ τὴν τελευτὴν τοῦ βίου, διαδόχους ποιήσομαι τῶν ἐμοὶ προσόντων τοὺς πένητας. Ὅτε οὐκέτι ἔσῃ ἐν ἀνθρώποις, τότε γενήσῃ φιλάνθρωπος· ὅταν νεκρόν σε ἴδω, τότε εἴπω φιλάδελφον. Πολλή σοι χάρις τῆς φιλοτιμίας, ὅτι ἐν τῷ μνήματι κείμενος, καὶ εἰς γῆν διαλυθεὶς, ἁδρὸς γίνῃ ταῖς δαπάναις καὶ μεγαλόψυχος.

Ποίων, εἰπέ μοι, καιρῶν τοὺς μισθοὺς ἀπαιτήσεις, τῶν ἐν τῇ ζωῇ, ἢ τῶν μετὰ τὴν ἀποβίωσιν; Ἀλλ᾽ ὃν μὲν ἔζης χρόνον, καθηδυπαθῶν, καὶ τῇ τρυφῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένητας· ἀποθανόντος δὲ ποία μὲν πρᾶξις; ποῖος δὲ μισθὸς ἐργασίας ὀφείλεται; Δεῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς ἀντιδόσεις. Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται, οὐδὲ μετὰ τοὺς ἀγῶνας ἐπανελθὼν στεφανοῦται, οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθίζεται. Οὐ τοίνυν οὐδὲ μετὰ τὴν ζωὴν εὐσεβεῖ δηλονότι. Ἐὰν γὰρ μέλανι καὶ γράμμασι κατεπαγγέλλῃ τὰς εὐποιίας, τίς ἀναγγελεῖ σοι τὸν καιρὸν τῆς ἐξόδου; τίς ἐγγυητὴς ἔσται τοῦ τρόπου τῆς τελευτῆς; Πόσοι ὑπὸ βιαίων ἀνηρπάσθησαν συμπτωμάτων, οὐδὲ φωνὴν ῥῆξαι συγχωρηθέντες ὑπὸ τοῦ πάθους! Τί ἀναμένεις καιρὸν, ἐν ᾧ πόλλακις οὐδὲ τῶν λογισμῶν τῶν σεαυτοῦ ἔσῃ κύριος; νὺξ βαθεῖα, καὶ ἡ νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ.

Εἶτα περιβλεψάμενος ὧδε κἀκεῖσε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε ἐρημίαν, τότε αἰσθήσῃ τῆς ἀβουλίας· τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολὴν, ἐν τῇ ζωῇ μὲν ἀπολαύων τῶν ἡδονῶν, ἀποθανὼν δὲ διαπραττόμενος τὰ διατεταγμένα. Ὅτε ἔζης, σεαυτὸν τῆς ἐντολῆς προετίθης· μετὰ δὲ τὸν θάνατον, τότε τὴν ἐντολὴν τῶν ἐχθρῶν προτιμᾷς.

Ἵνα γὰρ μὴ λάβῃ ὁ δεῖνα, λαβέτω, φησὶν, ὁ Χριστός. Καὶ τί τοῦτο; ἐχθρῶν ἄμυνα, ἢ τοῦ πλησίον ἀγάπη; Μὴ τοίνυν ὀδυρώμεθα τὰς ἐντεῦθεν ἐξόδους, καὶ μάλιστα τῶν ὁσίων ἀνδρῶν, ἀλλὰ τὰς γενέσεις μᾶλλον καὶ τὰς εἰς τὴν ζωὴν ταύτην παρόδους. Ἡ μὲν γὰρ εἰς τὸν κόσμον τοῦτον εἴσοδος δι᾽ ἀτιμίας ἐστὶ ῥύπου καὶ δυσωδίας, καὶ ὧν οὐδ᾽ ἂν τὴν θέαν εὐκόλως ἀνάσχοιτό τις τῆς ζωῆς ἡμῶν καθηγουμένων.

Διὰ γὰρ τῶν τοιούτων ἡ πάροδος τῆς σαρκίνης γενέσεως τῷ τῆς φύσεως ἀναγκαίῳ νενομοθέτηται· ἡ δὲ ἔξοδος, καὶ ἡ ἐντεῦθεν ἀπαλλαγὴ, τιμία καὶ περιφανὴς, οὐ πάντων ἀνθρώπων, ἀλλὰ τῶν ὁσίως καὶ δικαίως τὸν ἐνταῦθα βίον διενεγκόντων. Τίμιος γὰρ ὁ θάνατος, οὐχὶ τιμία τῶν ἀνθρώπων ἡ γένεσις Σπείρεται γὰρ, φησὶν, ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Καὶ ὅτε μὲν Ἰουδαϊκῶς ἀπέθνησκον οἱ ἄνθρωποι, βδελυκτὰ ἦν τὰ θνησιμαῖα· ὅτε δὲ ὑπὲρ Χριστοῦ ὁ θάνατος, τίμια τὰ λείψανα τῶν ὁσίων αὐτοῦ. Πρὸ τούτου ἐλέγετο τοῖς ἱερεῦσι καὶ τοῖς Ναζιραίοις τὸ, Οὐ μιανθήσεται ἐπ᾽ οὐδενὶ τεθνηκότι· καὶ τὸ, Ἐάν τις ἅψηται νεκροῦ, ἀκάθαρτος ἔσται· καὶ τὸ, Πλυνεῖς σεαυτοῦ τὰ ἱμάτια. Νῦν δὲ ὁ ἁψάμενος ὀστέου μάρτυρος, λαμβάνει τινὰ μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τοῦ σώματος παρεδρευούσης χάριτος. Τίμιος γὰρ ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

Σύγκρινον τοίνυν τῇ γενέσει τὸν θάνατον, καὶ παῦσαι ὀδυρόμενος τὸν τῆς ἀτιμίας ἀπαλλασσόμενον. Δικαίοις μὲν γὰρ συσκιρτᾷν καὶ συναγάλλεσθαι ὁ θεῖος λόγος ἡμῖν ἐπιτρέπει· τοῖς δ᾽ ἐκ μετανοίας ἀφιεῖσι δάκρυον, συμπενθεῖν καὶ συνοδύρεσθαι· καὶ τοὺς ἀναλγήτως διακειμένους ἀποκλαίεσθαι, ὅτι οὐδὲ ἴσασι πῶς ἀπόλλυνται. Οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα, καὶ συνεκβοήσαντα τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. Οὐδὲ γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ βοηθεῖν τοῖς κάμνουσιν, ἑαυτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον.

Οὕτω καὶ ὁ Δαβὶδ τὸν φίλον ὀλοφυρόμενος Ἰωνάθαν, συναπεθρήνησε καὶ τὸν ἐχθρὸν ἑαυτοῦ, Ἀλγῶ ἐπὶ σὲ, λέγων, ἀδελφὲ Ἰωνάθαν· καὶ, Θυγατέρες Ἱερουσαλὴμ, θρηνήσατε ἐπὶ Σαούλ. Τὸν μὲν γὰρ θρηνεῖ, ὡς ἐναποθανόντα τῇ ἁμαρτίᾳ· τὸν δὲ Ἰωνάθαν, ὡς μέχρι παντὸς αὐτῷ κοινωνήσαντα τοῦ βίου.

Θάνατοι γὰρ τοῖς ἀνθρώποις ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ Θεοῦ κρίσις, πόῤῥωθεν τὸ περὶ ἕκαστον ἡμῖν συμφέρον προβλεπομένου. Ἀλλὰ παιδὸς ἀγαπητοῦ θάνατος ἐκπιέζει σου τὴν ψυχήν. Καὶ τίς οὕτω λίθινος τὴν καρδίαν, ἢ ἔξω παντελῶς τῆς ἀνθρωπίνης φύσεως, ὥστε ἀπαθῶς ἐνεγκεῖν τὸ συμβὰν, ἢ μετρίῳ πάθει τὴν ψυχὴν καταληφθῆναι;

Οἴκου λαμπροῦ διαδοχὴ, ἔρεισμα γένους, πατρίδος ἐλπὶς, γονέων εὐσεβῶν βλάστημα ὑπὸ μυρίαις εὐχαῖς ἐντραφὲν, ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ὂν, ἐκ μέσου τῶν πατρικῶν χειρῶν ἀναρπασθεὶς οἴχεται. Ταῦτα ποίαν ἀδάμαντος φύσιν οὐχ ἱκανὰ ἐκλῦσαι, καὶ εἰς συμπάθειαν ἀγαγεῖν; Ἀλλ᾽ ἐὰν μὲν ποτνιᾶσθαι ἐπὶ τοῖς συμβᾶσι καὶ δακρύειν βουλώμεθα, οὐκ ἐξαρκέσει μὲν ὁ χρόνος τοῦ βίου· πάντες δὲ ἄνθρωποι μεθ᾽ ἡμῶν στένοντες, παριστάναι ἀπαθῆ τὸν ὀδυρμὸν οὐ δυνήσονται· ἀλλὰ κἂν τὰ τῶν ποταμῶν ῥεύματα δάκρυον γένηται, ἐκπληρῶσαι τῶν συμβάντων τὸν θρῆνον οὐκ ἐξαρκέσει. Διὸ παρακαλῶ, ὡς γενναῖον ἀγωνιστὴν, στῆναι πρὸς τὸ μέγεθος τῆς πληγῆς, καὶ μὴ ὑποπεσεῖν τῷ βάρει τῆς λύπης, μηδὲ καταποθῆναι τὴν ψυχήν· ἐκεῖνο πεπεισμένον, ὅτι κἂν οἱ λόγοι τῶν παρὰ Θεοῦ οἰκονομουμένων διαφεύγωσιν ἡμᾶς, ἀλλὰ πάντως γε τὸ παρὰ τοῦ σοφοῦ καὶ ἀγαπῶντος ἡμᾶς οἰκονομηθὲν ἀπόδεκτόν ἐστι, κἂν ἐπίπονον ᾖ. Αὐτὸς γὰρ οἶδε, πῶς ἑκάστῳ διατίθησι τὸ συμφέρον, καὶ διὰ τί ἄνισα τίθησιν ἡμῖν τοῦ βίου τὰ πέρατα. Ἔστι γάρ τις ἀνθρώποις αἰτία ἀκατάληπτος, δι᾽ ἣν οἱ μὲν θᾶττον ἐντεῦθεν ἀπάγονται, οἱ δὲ ἐπὶ πλεῖον προσταλαιπωρεῖν τῷ ὀδυνηρῷ τούτῳ βίῳ καταλιμπάνονται.

Ὥστε ἐπὶ πᾶσι προσκυνεῖν αὐτοῦ τὴν φιλανθρωπίαν ὀφείλομεν, καὶ μὴ δυσχεραίνειν· μεμνημένοι τῆς μεγάλης ἐκείνης καὶ ἀοιδίμου φωνῆς, ἣν ὁ μέγας ἀθλητὴς Ἰὼβ ἐφθέγξατο, ἐπὶ μιᾶς τραπέζης ἰδὼν δέκα παῖδας ἐν βραχείᾳ καιροῦ ῥοπῇ συντριβέντας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο. Ἡμέτερον τοῦτο τὸ θαῦμα ποιησώμεθα· ἴσος ὁ μισθὸς παρὰ τοῦ δικαίου κριτοῦ τοῖς τὰ ἴσα ἐπιδεικνυμένοις ἀνδραγαθήματα. Οὐκ ἀπεστερήθημεν τοῦ παιδὸς, ἀλλ᾽ ἀπεδώκαμεν τῷ χρήσαντι· οὐκ ἠφανίσθη αὐτοῦ ἡ ζωὴ, ἀλλ᾽ ἐπὶ τὸ βέλτιον διημείφθη· οὐ γῆ κατέκρυψε τὸν ἀγαπητὸν, ἀλλ᾽ οὐρανὸς ὑπεδέξατο. Μικρὸν ἀναμείνωμεν, καὶ συνεσόμεθα τῷ ποθουμένῳ. Οὐδὲ πολὺς ὁ χρόνος τῆς διαστάσεως, πάντων ὥσπερ ἐν ὁδῷ τῷ βίῳ τούτῳ πρὸς τὸ αὐτὸ καταγώγιον ἐπειγομένων· ἐν ᾧ ὁ μὲν προκατέλαβεν, ὁ δὲ ἐπῆλθεν, ὁ δὲ ἐπείγεται, πάντας δὲ ἓν ὑποδέχεται τέλος. Εἰ γὰρ καὶ θᾶττον τὴν ὁδὸν κατέλυσεν, ἀλλὰ πάντες τὴν αὐτὴν πορευόμεθα, καὶ πάντας τὸ αὐτὸ ἀναμένει κατάλυμα.

Ἀναμνήσθητι τοῦ σοῦ πατρὸς, ὅτι τέθνηκε. Τί οὖν θαυμαστὸν, ἐκ θνητοῦ γεννηθέντα, θνητοῦ γενέσθαι πατέρα; Τὸ δὲ πρὸ ὥρας, καὶ πρὶν κορεσθῆναι τοῦ βίου, καὶ πρὶν εἰς μέτρον ἡλικίας ἐλθεῖν, καὶ φανῆναι τοῖς ἀνθρώποις, καὶ διαδοχὴν τοῦ γένους καταλιπεῖν· ταῦτα οὐκ αὔξησις τοῦ πάθους, ἀλλὰ παραμυθία τοῦ γεγονότος ἐστὶν, ὅτι μὴ κατέλιπεν ὑπὲρ γῆς ὀρφανὰ τέκνα· ὅτι μὴ γυναῖκα χήραν θλίψει μακρᾷ ἔκδοτον ἀφῆκεν, ἢ ἀνδρὶ ἑτέρῳ συνοικοῦσαν, καὶ τῶν προτέρων τέκνων καταμελοῦσαν. Τὸ δὲ, ὅτι οὐ παρετάθη τῷ βίῳ τούτῳ ἡ ζωὴ τοῦ παιδὸς, τίς οὕτως ἀγνώμων, ὡς μὴ τὸ μέγιστον τῶν ἀγαθῶν τοῦτο νομίζειν εἶναι; Ἡ γὰρ ἐπὶ πλεῖον ἐνταῦθα διατριβὴ, πλειόνων κακῶν ἐστιν ἀφορμή.

Τίνος ἕνεκεν οὐχὶ θνητὰ φρονεῖν περὶ τοῦ θνητοῦ προειθίσθης, ἀλλ᾽ ἀπροσδόκητον τοῦ παιδὸς τὸν θάνατον προσεδέξω; Ὅτε σοι πρῶτον ἠγγέλθη τοῦ υἱέως ὁ τοκετὸς, εἴ τίς σε εἴρετο, Ποταπόν ἐστι τὸ τεχθὲν, τί ποτε ἂν ἀπεκρίνω; ἆρα ἄλλο τι ἂν εἶπες, ἢ ὅτι ἄνθρωπός ἐστι τὸ γεννηθέν; Εἰ δὲ ἄνθρωπος, καὶ θνητὸς δηλονότι. Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Οὐχ ὁρᾷς ἥλιον ἀνατέλλοντα καὶ δυόμενον; οὐχ ὁρᾷς τὴν σελήνην αὔξουσαν, εἶτα φθίνουσαν; οὐ τὴν γῆν θάλλουσαν, εἶτα ξηραινομένην;

Τί οὖν θαυμαστὸν, εἰ καὶ ἡμεῖς, μέρος ὄντες τοῦ κόσμου, ἀπολαύομεν τῶν ἐκ τοῦ κόσμου; Παιδὸς ἀγαπητοῦ, ἢ γυναικὸς καταθυμίας, ἢ ἄλλου τινὸς τῶν φιλτάτων καὶ κατὰ πᾶσαν εὔνοιαν συνημμένων στέρησις, οὐδὲν δεινὸν τῷ προεσκεμμένῳ, καὶ τὸν ὀρθὸν λόγον ἡγεμόνα τῆς ζωῆς ἔχοντι, ἀλλὰ μὴ κατὰ συνήθειάν τινα πορευομένῳ. Ἔθους γὰρ χωρισμὸς καὶ τοῖς ἀλόγοις ἐστὶ δυσφορώτατος. Καί ποτε εἶδον ἐγὼ βοῦν ἐπὶ φάτνης δακρύοντα, τοῦ συννόμου αὐτῷ καὶ ὁμοζύγου τελευτήσαντος. Καὶ τὰ λοιπὰ τῶν ἀλόγων σφοδρῶς τῆς συνηθείας ἔστιν ἰδεῖν ἀντεχόμενα.

Ἀλλὰ γὰρ οὐκ ἐνόμισα δίκαιον εἶναι παραλιπεῖν τὸ ἐπιβάλλον ἐμοὶ, καὶ μὴ καὶ πρὸς σὲ, τὴν ἐκείνου μητέρα, τὸν λόγον τρέψαι. Οἶδα γὰρ ποταπὰ τῶν μητέρων τὰ σπλάγχνα· καὶ λογίζομαι, πόσην εἰκὸς ἐπὶ τοῖς παροῦσιν εἶναι τὴν ἀλγηδόνα. Παῖδα ἐζημιώθης, ὃν περιόντα μὲν ἐμακάρισαν πᾶσαι μητέρες, καὶ ηὔξαντο τοὺς ἑαυτῶν τοιούτους εἶναι· ἀποθανόντα δὲ ἐστέναξαν, ὡς ἑκάστη τὸν ἑαυτῆς τῇ γῇ κατακρύψασα. Ἐκείνου ὁ θάνατος πληγὴ τῆς πατρίδος ἐγένετο· ἐκείνῳ τὸ μέγα καὶ περιφανὲς γένος συγκατέπεσεν, ὥσπερ ἐρείσματος ὑφαιρεθέντος κατασεισθέν.

Ὢ συνάντημα πονηροῦ δαίμονος, πόσον ἴσχυσε κακὸν ἐξεργάσασθαι! Ὢ γῆ τοιοῦτον ἀναγκασθεῖσα ὑποδέξασθαι πάθος! Ἔφριξε τάχα καὶ ὁ ἥλιος, εἴ τις αἴσθησις αὐτῷ, τὸ σκυθρωπὸν ἐκεῖνο θέαμα. Καὶ τί ἄν τις τοσοῦτον εἴποι, ὅσον ἡ ἀμηχανία τῆς ψυχῆς ὑποβάλλει; Ἀλλ᾽ οὐ γὰρ ἀπρονόητα τὰ ἡμέτερα, ὡς μεμαθήκαμεν ἐν τῷ Εὐαγγελίῳ, ὅτι οὐδὲ στρουθίον πίπτει ἄνευ θελήματος τοῦ Πατρὸς ἡμῶν. Ὥστε εἴ τι γέγονε, θελήματι γέγονε τοῦ κτίσαντος ἡμᾶς. Τῷ δὲ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκε; Καταδεξώμεθα τὸ συμβάν· δυσανασχετοῦντες γὰρ οὔτε τὸ γενόμενον διορθούμεθα, καὶ ἑαυτοὺς προσαπόλλυμεν. Μὴ κατηγορήσωμεν τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ἀμαθεῖς ἐσμεν, ὥστε τὰ ἄῤῥητα αὐτοῦ κρίματα δοκιμάζειν. Νῦν σου λαμβάνει τὴν δοκιμὴν ὁ Κύριος τῆς πρὸς αὐτὸν ἀγάπης· νῦν σοι πάρεστι καιρὸς διὰ τῆς ὑπομονῆς τὴν μερίδα τῶν μαρτύρων λαβεῖν. Ἡ τῶν Μακκαβαίων μήτηρ ἑπτὰ παίδων εἶδε θάνατον, καὶ οὐκ ἀνεστέναξεν, οὐδὲ ἀφῆκεν ἀγεννὲς δάκρυον· ἀλλ᾽ εὐχαριστοῦσα τῷ Θεῷ, ὅτι ἔβλεπεν αὐτοὺς πυρὶ καὶ σιδήρῳ καὶ ταῖς χαλεπωτάταις αἰκίαις τῶν δεσμῶν τῆς σαρκὸς λυομένους, εὐδόκιμος μὲν παρὰ Θεῷ, ἀοίδιμος δὲ παρὰ ἀνθρώποις ἐκρίθη. Μέγα τὸ πάθος, φημὶ κἀγώ· ἀλλὰ μεγάλοι καὶ οἱ παρὰ τοῦ Κυρίου μισθοὶ τοῖς ὑπομένουσιν ἀποκείμενοι. Ὅτε ἐγένου μήτηρ, καὶ εἶδες τὸν παῖδα, καὶ ηὐχαρίστησας τῷ Θεῷ, ᾔδεις πάντως, ὅτι θνητὴ οὖσα θνητὸν ἐγέννησας.

Τί οὖν παράδοξον, εἰ ἀπέθανεν ὁ θνητός; Ἀλλὰ λυπεῖ ἡμᾶς τὸ παρὰ καιρόν. Ἄδηλον, εἰ μὴ εὔκαιρον τοῦτο· ἐπειδὴ ἡμεῖς, καὶ ἐκλέγεσθαι τὰ συμφέροντα ταῖς ψυχαῖς, καὶ ὁρίζειν προθεσμίαν ἀνθρωπίνης ζωῆς, οὐκ ἐπιστάμεθα.

Περίβλεψαι τὸν κόσμον ἅπαντα, ἐν ᾧ κατοικεῖς· καὶ ἐννόησον, ὅτι πάντα θνητὰ τὰ ὁρώμενα· καὶ πάντα φθορᾷ ὑποκείμενα. Ἀνάβλεψον πρὸς τὸν οὐρανὸν, καὶ οὗτός ποτε λυθήσεται· πρὸς τὸν ἥλιον, οὐδὲ οὗτος διαμενεῖ· οἱ ἀστέρες σύμπαντες, ζῶα χερσαῖα καὶ ἔνυδρα, τὰ περὶ γῆν κάλλη, αὐτὴ ἡ γῆ, πάντα φθαρτὰ, καὶ πάντα μικρὸν ὕστερον οὐκ ἐσόμενα.

Ἡ τούτων ἔννοια, παραμυθία ἔστω τοῦ συμβεβηκότος. Μὴ καθ᾽ ἑαυτὸ μέτρει τὸ πάθος· ἀφόρητον γὰρ οὕτω φανεῖταί σοι· ἀλλὰ τοῖς ἀνθρωπίνοις πᾶσι συγκρίνουσα, ἐντεῦθεν εὑρήσεις αὐτοῦ τὴν παραμυθίαν. Ἐπὶ πᾶσι δὲ ἐκεῖνο εἰπεῖν ἰσχυρὸν ἔχω· Φεῖσαι τοῦ ὁμοζύγου· ἀλλήλοις γένεσθε παραμυθία· μὴ ποιήσῃς αὐτῷ χαλεπωτέραν τὴν συμφορὰν, τῷ πάθει ἑαυτὴν καταναλίσκουσα.

Ὕποπτον γὰρ ἡμῖν ἐστι τὸ ἄγαν σου φιλότεκνον, μήποτε ἔκδοτον δῷς σαυτὴν τῷ πάθει, δι᾽ ἁπαλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης. Οὐδὲν γὰρ τῶν συμβαινόντων ἡμῖν ὡς λυπηρὸν ὑποδέχεσθαι χρὴ, κἂν πρὸς τὸ παρὸν ἅπτηται τῆς ἀσθενείας ἡμῶν. Εἰ γὰρ καὶ τοὺς λόγους ἀγνοοῦμεν, καθ᾽ οὓς ἕκαστον τῶν γινομένων ὡς καλὸν παρὰ τοῦ Δεσπότου ἡμῖν ἐπάγεται· ἀλλ᾽ ἐκεῖνο πεπεῖσθαι ὀφείλομεν, ὅτι πάντως συμφέρει τὸ γινόμενον, ἢ ἡμῖν διὰ τὸν τῆς ὑπομονῆς μισθὸν, ἢ τῇ παραληφθείσῃ ψυχῇ, ἵνα μὴ ἐπὶ πλέον τῇ ζωῇ ταύτῃ ἐπιβραδύνασα, τῆς ἐμπολιτευομένης τῷ βίῳ κακίας ἀναπλησθῇ.

Εἰ μὲν γὰρ ἐν τῇ ζωῇ ταύτῃ ἡ τῶν Χριστιανῶν ἐλπὶς περιώριστο, εἰκότως χαλεπὸν ἂν ἐνομίσθη τὸ θᾶττον διαζευχθῆναι τοῦ σώματος· εἰ δὲ ἀρχὴ τοῦ ἀληθινοῦ βίου τοῖς κατὰ Θεὸν ζῶσίν ἐστι τὸ τῶν δεσμῶν τούτων τῶν σωματικῶν τὴν ψυχὴν ἐκλυθῆναι, τί λυπούμεθα, ὡς καὶ οἱ μὴ ἔχοντες ἐλπίδα; Ἀλλ᾽ ἀνδρὸς φιλτάτου στέρησις ἀνυπομόνητόν σοι τὴν συμφορὰν ἐμποιεῖ. Κἀγὼ συντίθημι. Ὅτι μὲν γὰρ λυπηρὰ συμφορὰ τοῦ πάθους τοῦ κατὰ τὸν ἄριστον τῶν ἀνδρῶν ἐκεῖνον, ἅπαντες ἴσμεν. Πάντως γὰρ οὐδεὶς οὕτως ἐστὶ λιθίνην ἔχων τὴν καρδίαν, ὃς εἰς πεῖραν ἀφικόμενος τοῦ ἀνδρὸς ἐκείνου, εἶτ᾽ ἀκούσας αὐτὸν ἀθρόον ἐξ ἀνθρώπων ἀναρπασθέντα, οὐχ ὡς κοινὴν ζημίαν τοῦ βίου τὴν τούτου στέρησιν ἐλογίσατο. Εἰ δὲ τοῖς πόῤῥω τῆς οἰκειότητος οὕτω βαρὺ καὶ δύσφορον τὸ συμβὰν, πῶς εἰκὸς ὑπὸ τοῦ πάθους τὴν σὴν διατεθῆναι ψυχὴν, οὕτως ὑποκειμένην τῷ πάθει, ὥστε οἱονεὶ διχοτομίας τινὸς αἰσθάνεσθαι ἐν τῷ τοῦ φιλτάτου χωρισμῷ τελευτήσαντος; Καὶ γὰρ οὐχ ἧττόν ἐστιν ἀλγεινὴ ἡ τοιαύτη διάζευξις, ἢ εἰ τὸ ἥμισυ ἡμῶν τοῦ σώματος ἀπεῤῥήγνυτο. Ἀλλὰ τὰ μὲν λυπηρὰ τοιαῦτα, καὶ μείζω τούτων· ἡ δὲ ἐπὶ τούτοις παραμυθία τίς; Ἡ ἐξ ἀρχῆς κεκρατηκυῖα τοῦ Θεοῦ ἡμῶν νομοθεσία· τὸ χρῆναι πάντως τὸν εἰς γένεσιν παρελθόντα, τοῖς καθήκουσι χρόνοις ἀπιέναι τοῦ βίου.

Εἰ οὖν οὕτως ἀπὸ Ἀδὰμ μέχρις ἡμῶν τὰ ἀνθρώπινα διατέτακται, μὴ ἀγανακτῶμεν ἐπὶ τοῖς κοινοῖς τῆς φύσεως ἡμῶν παθήμασιν, ἀλλὰ καταδεχώμεθα τὴν ἐφ᾽ ἡμῖν τοῦ Δεσπότου οἰκονομίαν. Πάντοτε μὲν γὰρ χρήσιμον τὸ τῶν Γραφῶν διδασκαλεῖον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. Μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως, δι᾽ ἧς πάντες οἱ ἐκ τῆς γῆς φύντες, πάλιν εἰς τὴν γῆν ὑποστρέφομεν· καὶ οὐδεὶς οὕτω μέγας, ὥστε βελτίω φανῆναι τῆς διαλύσεως. Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμαστὸς ἐκεῖνος, καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετὴν, φημὶ κἀγώ· οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερα, ἀλλ᾽ ὅμως ἄνθρωπος, καὶ τέθνηκεν, ὡς Ἀδὰμ, ὡς Νῶε, ὡς Ἀβραὰμ, ὡς Μωϋσῆς, ὡς ὅντινα ἂν εἴπῃς τῶν τῆς αὐτῆς φύσεως μετασχόντων. Ἓν τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ κτίσας ἡμᾶς ἐδημιούργησεν· ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο· πᾶσα δὲ γλῶσσα τὰ κατ᾽ αὐτὸν διεξῄει· γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο· ἱστορικοὶ δὲ ἄνδρες, τὰ κατ᾽ ἀρετὴν ἀνδραγαθήματα διηγούμενοι, πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν.

Ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἀγγελίαν περιαγούσῃ, οὐδὲ καταδέχεσθαι ὅλως, ὅτι τέθνηκεν ὁ τοιοῦτος. Ἀλλ᾽ ὅμως πέπονθεν ἃ καὶ οὐρανῷ καὶ ἡλίῳ καὶ γῇ συμβήσεται. Οὕτω τοίνυν τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης.

Τοὺς γὰρ κατὰ τὸν βίον συναφθέντας ἀλλήλοις, εἶτα θανάτῳ διισταμένους, ὁδοιπόροις λογίζου παραπλησίους, μίαν πορευομένοις ὁδὸν, καὶ διὰ τὴν συνεχῆ μετ᾽ ἀλλήλων διατριβὴν ἑνωθεῖσιν ὑπὸ τῆς συνηθείας. Οἳ ἐπειδὰν τὴν κοινὴν ὁδὸν διεξελθόντες, καταλάβωσι λοιπὸν σχιζομένην αὐτὴν, τῆς χρείας ἤδη ἀναγκαίως μεριζούσης ἑκάτερον, οὐ τῇ συνηθείᾳ προσκαθεζόμενοι ἀμελοῦσι τῶν προκειμένων, ἀλλὰ τῆς ἐξ ἀρχῆς κινησάσης αὐτοὺς αἰτίας ὑπομνησθέντες, πρὸς τὸ οἰκεῖον ἕκαστος ἀποτρέχουσι πέρας. Ὡς οὖν ἐκείνοις ἄλλος μὲν ἦν ὁ σκοπὸς τῆς ὁδοῦ, συνέβη δὲ αὐτοῖς ἡ κατὰ τὴν ὁδοιπορίαν ἐκ τῆς συνηθείας οἰκείωσις· οὕτω καὶ τοῖς ἐν γάμῳ, ἢ ἄλλῃ τινὶ κοινωνίᾳ βίου συνημμένοις, ἴδιον προέκειτο δηλονότι τῆς ζωῆς τὸ πέρας· συναφθέντας δὲ ἀλλήλοις, ἀναγκαίως τὸ προδιατεταγμένον τῆς ζωῆς τέλος ἐχώρισε καὶ διέλυσε. Εὐγνώμονος δὲ διανοίας, οὐκ ἐπὶ τῷ χωρισμῷ δυσφόρως ἔχειν τοῦ συναφθέντος, ἀλλ᾽ ἐπὶ τῇ ἐξ ἀρχῆς συναφείᾳ χάριν ἔχειν τῷ συγκληρώσαντι. Σὺ δὲ, καὶ ὅτε περιῆν σοι ὁ ἀνὴρ ἢ τὸ παιδίον, ἢ ὁτιοῦν ὧν ὀδύρῃ νῦν, οὐχὶ χάριν εἶχες τῶν παρόντων τῷ δεδωκότι, ἀλλ᾽ ἐνεκάλεις ὑπὲρ τῶν ἐλλειφθέντων. Εἰ μὲν ἀνδρὶ μόνῳ συνῴκεις, ὅτι μὴ παῖδες ἦσαν οἵους ἐβούλου· εἰ δὲ καὶ παῖδες παρῆσαν, ὅτι μὴ ὑπερεπλούτεις.

Ὅρα τοίνυν, μήποτε αὐτοὶ ἑαυτοῖς ἀναγκαίας τῶν φιλτάτων τὰς στερήσεις κατασκευάζωμεν· παρόντων μὲν, οὐκ αἰσθανόμενοι, παρελθόντων δὲ, περιεχόμενοι.

Ἐπειδὴ γὰρ παρακειμένων τῶν ἐκ Θεοῦ ἀγαθῶν οὐκ εὐχαριστοῦμεν, ἀναγκαία ἡμῖν ἡ ἀφαίρεσις διὰ τὴν αἴσθησιν γίνεται. Ὥσπερ γὰρ οἱ ὀφθαλμοὶ τὸ ἄγαν προκείμενον οὐχ ὁρῶσιν, ἀλλὰ δέονται συμμέτρου τινὸς ἀποστάσεως· οὕτω καὶ αἱ ἀχάριστοι ψυχαὶ ἐοίκασιν ἐν τῇ ἀλλοτριώσει τῶν ἀγαθῶν τῆς παρελθούσης χάριτος ἐπαισθάνεσθαι. Ὅτε γὰρ ἀπέλαυον τῶν χρηστοτέρων, οὐδεμίαν χάριν τῷ δεδωκότι γινώσκοντες· μετὰ τὴν στέρησιν, τὸ παρελθὸν μακαρίζουσιν.

Ἀλλ᾽ ἡμεῖς ἀφέντες τὰς ἐπὶ τοῖς ἀποῦσι λύπας, διδαχθῶμεν τὴν ἐπὶ τοῖς παροῦσιν εὐχαριστίαν ἀποδιδόναι. Εἴπωμεν, ἐν μὲν ταῖς σκυθρωποτέραις περιστάσεσι τῶν πραγμάτων, τῷ σοφῷ ἰατρῷ· Ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.

Εἴπωμεν· Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Εἴπωμεν, ὅτι Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Εἴπωμεν, ὅτι Ὀλίγα ὧν ἡμάρτομεν μεμαστιγώμεθα. Παρακαλέσωμεν τὸν Κύριον, ὅτι Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Ἐλεγχόμενοι γὰρ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Ἐν δὲ τῇ φαιδροτέρᾳ τοῦ βίου διαγωγῇ ἐκείνην λέγωμεν τοῦ Δαβὶδ τὴν φωνήν· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; καλῶς ἀποροῦντος τοῦ Προφήτου, καὶ περισκοποῦντος αὑτοῦ τὴν πενίαν, ὅτι οὐδὲν ἔχει πρὸς ἀντίδοσιν ἄξιον· ὃς ἐφ᾽ οὕτω μεγάλαις καὶ λαμπραῖς εὐεργεσίαις, οὐμενοῦν ἐχούσαις ὑπερβολὴν, πολλαπλασίονα ἡμῖν τὰ εἰς ὕστερον ἐπαγγέλλεται ἀγαθὰ, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν καὶ ἡμεῖς ἐπιτύχοιμεν, ἐκ τῶν παθῶν τῆς σαρκὸς ἑαυτοὺς ἐκκαθάραντες, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.