Ἔργον
Μέγας Βασίλειος – Λόγοι ἠθικοί
Λόγος ΙΒ': Η λύπη, η αθυμία και η υπομονή στις θλίψεις
Διδασκαλία για τον πνευματικό χειρισμό της λύπης, την αποφυγή των κοσμικών εκδηλώσεων του πένθους και τον παιδαγωγικό χαρακτήρα των θλίψεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος ΙΒ': Η λύπη, η αθυμία και η υπομονή στις θλίψεις
Διδασκαλία για τον πνευματικό χειρισμό της λύπης, την αποφυγή των κοσμικών εκδηλώσεων του πένθους και τον παιδαγωγικό χαρακτήρα των θλίψεων.
ΠΕΡΙ ΛΥΠΗΣ ΚΑΙ ΑΘΥΜΙΑΣ. ΛΟΓΟΣ ΙΒʹ. Ὅταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον, καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦμαι. Ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω, καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατεῤῥαγμένους καὶ ἀγαπᾷν δικαίους, συντρίβειν τε ὑπερηφάνους, καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας· πάλιν μεταβαλὼν, κουφότερος γίνομαι ταῖς ἐλπίσι. Καὶ οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινώσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἡ ἐγκατάλειψις. Ἃ μὲν γὰρ πεπόνθαμεν, διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν· τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τοὺς δούλους αὐτοῦ ἀγάπην καὶ εὐσπλαγχνίαν ὁ φιλάνθρωπος ἐπιδείξεται.
Εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν λοιπὸν τῆς ἐφ᾽ ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμεθα, δίκαιος ὁ ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν· ἀλλ᾽ ἐπὶ τοῖς πεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. Τίς γὰρ οὕτως ἀδαμάντινος τὴν ψυχὴν, τίς οὕτως παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος, ὡς ἀκούων τοῦ πανταχόθεν ἡμᾶς προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς, κοινόν τινα θρῆνον καὶ σύμφωνον προσηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχὴν, καὶ κατακαμφθῆναι εἰς γῆν, καὶ ταῖς ἀμηχάνοις ταύταις ἀνίαις παντελῶς ἐκτακῆναι; Ταῦτα δὲ λέγω, οὐ παρακλήσεως ἕνεκεν, (τίς γὰρ καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;) ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας μου, καθ᾽ ὅσον δυνατὸν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνων.
Ἐλογισάμην γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου· ὃς ἐπειδὴ εἶδεν ἐν ταῖς παρὰ τῶν ἐχθρῶν ἐπηρείαις πληθυνομένην τὴν ἀρετὴν ἐν ὑμῖν, καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλὴν, καὶ οὐκ ἔτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ κεκρυμμένας ἡμῖν τὰς ἐνέδρας τίθησι, καλύπτων αὐτοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος οὗ περιφέρουσιν οἱ πολέμιοι· ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. Ταῦτα ἡμᾶς ἐξέπληξε, καὶ μικροῦ δεῖν, ἔξω ἐποίησε τῶν λογισμῶν. Συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἡ ἔννοια· Ἆρα μὴ ἐγκατέλιπεν ἑαυτοῦ τοὺς δούλους ὁ Κύριος; ἆρα μὴ ἐσχάτη ὥρα ἐστὶ, καὶ ἡ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα;
Πλὴν, εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμὸς, βαστάσατε αὐτὸν ὡς καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδέδοται, μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα· ἀλλ᾽ ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται, καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη, καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ὥρισεν ὁ δίκαιος κριτὴς, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν; Μὴ τοίνυν ἀποκάμωμεν, ἀδελφοί· ἀναμένουσι γὰρ ἡμᾶς οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας, καὶ δέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. Μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν, οὐδὲ κολακευόμενος, τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη· ἀλλὰ πάντες διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδείξαντο.
Μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. Μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι· διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὁ γὰρ μὴ ὑποπεσὼν ταῖς θλίψεσιν, ἀλλὰ διὰ τῆς πρὸς Θεὸν ἐλπίδος, τῆς λύπης τὸ βάρος ὑπενεγκὼν, μεγάλην ἔχει παρὰ Θεῷ τῆς ὑπομονῆς τὴν ἀντίδοσιν.
Ὥσπερ οὖν οἱ σκώληκες τοῖς ἁπαλωτέροις τῶν ξύλων ἐντίκτονται μάλιστα, οὕτως αἱ λῦπαι τοῖς μαλακωτέροις ἤθεσι τῶν ἀνθρώπων ἐμφύονται. Οὔτε δὲ γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ πολυπενθὲς καὶ πολύδακρυ· ἀλλ᾽ ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς, καὶ μικρόν τι δάκρυον ἐπιστάξαι, καὶ τοῦτο ἡσυχῆ, μὴ ἀναβρυχόμενον, μηδὲ ὀλολύζοντα, μηδὲ καταῤῥηγνύντα χιτῶνα, ἢ κόνιν χεόμενον, μηδ᾽ ἄλλο τι τοιοῦτον ἀσχημονοῦντα τῶν ἐπιτηδευομένων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ ἀνθρώπινα. Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφοδρῶς καταῤῥήγνυσθαι καὶ ὑποπίπτειν τοῖς λυπηροῖς.
Τὸ μὲν γὰρ δάκρυον, ὥσπερ ἐκ πληγῆς τινος, τῆς προσβολῆς τοῦ ἀβουλήτου τὴν ψυχὴν τύπτοντος καὶ συστέλλοντος, καταθλιβομένου τοῦ περικαρδίου πνεύματος, ἀποτίκτεσθαι πέφυκεν· ἡ δὲ χαρὰ οἷον σκίρτημά τί ἐστι τῆς ψυχῆς ἐπαγαλλομένης τοῖς κατὰ γνώμην. Ὅθεν καὶ τὰ περὶ τὸ σῶμα συμπτώματα διενήνοχε. Τοῖς μὲν γὰρ λυπουμένοις, ὕπωχρος καὶ πελιδνὸς καὶ κατεψυγμένος ὁ ὄγκος· τοῖς δὲ φαιδρυνομένοις, ἐξανθοῦσα καὶ ὑπέρυθρος ἡ τοῦ σώματος ἕξις, μονονουχὶ πηδώσης τῆς ψυχῆς, καὶ προωθουμένης ὑφ᾽ ἡδονῆς εἰς τὸ ἔξω. Καὶ πολλοὺς ἔγνωμεν ἐν συμφοραῖς ἀνηκέστοις ἀποστάξαι δάκρυον βιαίως ἐγκαρτερήσαντας· εἶτα τοὺς μὲν εἰς ἀνήκεστα ἐκπεσόντας πάθη, ἀποπληξίας ἢ παραλύσεις· τοὺς δὲ καὶ παντελῶς ἀποψύξαντας, ὥσπερ ἐρείσματος ἀσθενοῦς τῆς δυνάμεως αὐτῶν τῷ βάρει τῆς λύπης ἀποκλασθείσης.
Ὃ γὰρ ἐπὶ τῆς φλογὸς ὁρᾷν ὑπάρχει, ὑπὸ τοῦ οἰκείου αὐτὴν καπνοῦ καταπνίγεσθαι, μὴ ὑπεξιόντος, ἀλλὰ περὶ αὐτὴν εἱλουμένου· τοῦτό φασι καὶ ἐπὶ τῆς οἰκονομούσης τὸ ζῶον δυνάμεως γίνεσθαι· ἀπομαραίνεσθαι γὰρ ὑπὸ τῶν ὀδυνηρῶν καὶ κατασβέννυσθαι, μηδεμιᾶς γενομένης ἐπὶ τὸ ἔξω διαπνοῆς. Τίνος γὰρ ἕνεκεν ἐπὶ τῷ Λαζάρῳ ὁ Χριστὸς ἐδάκρυε; τῶν ὀδυρτικῶν πάντως καὶ φιλοθρήνων τὸ ἄγαν περιπαθὲς καὶ ταπεινὸν ἐπανορθούμενος.
Ὅτι γὰρ οὐκ ἐμπαθὲς ἦν τὸ δάκρυον τοῦ Κυρίου, ἀλλὰ καὶ διδασκαλικὸν, ἐκεῖθεν δῆλον· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Τίς δὲ ἡμῶν κοιμώμενον ὀδύρεται φίλον, ὃν μικρὸν ὕστερον προσδοκᾷ διυπνίζειν; Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ νεκρὸς ἐζωοποιεῖτο, καὶ ὁ δεδεμένος περιεπάτει. Θαῦμα ἐν θαύματι· κειρίαις δεδέσθαι τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν· μεῖζον γὰρ ἦν τὸ ἐνισχύον τοῦ ἐμποδίζοντος.
Πῶς οὖν ὁ τὰ τοιαῦτα ἐνεργεῖν μέλλων, δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν; Ἢ δῆλον, ὅτι πανταχόθεν ἡμῶν τὸ ἀσθενὲς ὑπερείδων, μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη· τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων, τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγεννὲς παραιτούμενος. Ὁ δὲ Ἰὼβ, τί; μὴ ἀδαμάντινος ἦν τὴν καρδίαν; μὴ ἐκ λίθου ἦν αὐτῷ πεποιημένα τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες, καὶ ἐν τῷ οἴκῳ τῆς θυμηδίας, ἐν τῷ καιρῷ τῆς ἀπολαύσεως, ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδε τράπεζαν αἵματι μεμιγμένην· εἶδε παῖδας διαφόρως μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπεξελθόντας τοῦ βίου τὸ τέλος. Καὶ οὐκ ᾤμωξεν, οὐ κατετίλατο κόμην, οὐκ ἀφῆκέ τινα φωνὴν ἀγεννῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκείνην καὶ παρὰ πᾶσιν ἀνυμνουμένην εὐχαριστίαν ἀπεφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Μὴ ἀσυμπαθὴς ὁ ἄνθρωπος; Καὶ πῶς; ὅς γε περὶ ἑαυτοῦ λέγει· Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ θλιβομένῳ. Ἀλλὰ ἆρα μὴ ἐψεύδετο ταῦτα λέγων;
Καὶ μὴν μαρτυρεῖ αὐτῷ ἡ ἀλήθεια, ὅτι πρὸς ταῖς λοιπαῖς ἀρεταῖς καὶ ἀληθινὸς ἦν· Ἄνθρωπος γὰρ, φησὶν, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινός. Ἀλλ᾽ οἱ πολλοὶ τῶν ἀνθρώπων ᾠδαῖς τισι πρὸς τὸ κατηφὲς πεποιημέναις καταθρηνοῦσι, καὶ μέλεσι γοεροῖς ἐκτήκειν ἑαυτῶν τὰς ψυχὰς ἐπιτηδεύουσι· καὶ ὥσπερ τῶν τραγῳδῶν ἴδιόν ἐστι τὸ ἀνάπλασμα καὶ ἡ σκευὴ, μεθ᾽ ἧς τὰ θέατρα καταλαμβάνουσιν· οὕτως οἴονται προσήκειν καὶ τῷ πενθοῦντι πρέπον εἶναι σχῆμα, μέλαν ἱμάτιον, καὶ αὐχμηρὰν κόμην, καὶ σκότος ἐν οἰκίᾳ, καὶ ῥύπον, καὶ κόνιν, καὶ μέλος στυγνὸν, ἀεὶ νεαρὸν τῆς λύπης τὸ τραῦμα τῇ ψυχῇ διασώζοντι· οὐκ εἰδότες, ὅτι ψυχὴ ἡ ἅπαξ προσδεθεῖσα τῷ πόθῳ τοῦ κτίσαντος, καὶ τοῖς ἐκεῖ κάλλεσιν ἐνειθισμένη φαιδρύνεσθαι, τὸ περιχαρὲς αὐτῆς καὶ εὔθυμον ὑπὸ τῆς ποικίλης μεταπτώσεως τῶν σαρκικῶν παθημάτων οὐ μεταβαλεῖ, ἀλλὰ τὰ τοῖς ἄλλοις λυπηρὰ προσθήκην εὐφροσύνης ποιήσεται.
Ὥσπερ γὰρ οἱ ἀσθενεῖς τὰ ὄμματα, τῶν ἄγαν λαμπρῶν τὰς ὄψεις ἀπάγοντες, ἄνθεσι καὶ πόαις προσαναπαύουσιν· οὕτω χρὴ καὶ τὴν ψυχὴν μὴ συνεχῶς καταβλέπειν τὸ λυπηρὸν, μηδὲ τοῖς παροῦσιν ἀνιαροῖς προσκεῖσθαι, ἀλλὰ πρὸς τὴν θεωρίαν τῶν ὄντως ἀγαθῶν περιάγειν αὐτῆς τὰ ὄμματα.
Αἱ γὰρ λῦπαι τὴν ψυχὴν, ὡς τὸ πῦρ τὸν χρυσὸν, ἀπελέγχουσι· καὶ τῷ ὄντι τοῖς καλῶς παρεσκευασμένοις αἱ θλίψεις οἱονεὶ τροφαί τινές εἰσιν, ἀθλητικὰ γυμνάσια, ἐπὶ τὴν πατρῴαν δόξαν τὸν ἀγωνιστὴν προβιβάζουσαι. Ἡ δὲ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία, τῆς μὲν λύπης βαπτιζούσης τὸν νοῦν καὶ ἀμηχανίας ἐμποιούσης ἴλιγγον, τῆς δὲ ἀπορίας τῶν λογισμῶν τὴν ἀχαριστίαν ἀπογεννώσης.
Αἰσχρὸν οὖν, εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις, σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις καὶ ἐπιπόνοις πράγμασιν. Ἀλλὰ τότε καὶ πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι Ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. Καὶ ῥύεται ἐκ θλίψεως τοὺς ἁγίους αὐτοῦ ὁ Θεὸς, οὐκ ἀδοκιμάστους αὐτοὺς καταλιμπάνων, ἀλλὰ τὴν ὑπομονὴν αὐτοῖς χαριζόμενος. Εἰ γὰρ ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν· ὁ τὴν θλίψιν ἀφαιρούμενος, τῆς δοκιμῆς ἑαυτὸν ἀπεστέρησεν.
Ὡς οὖν οὐδεὶς στεφανοῦται ἄνευ ἀνταγωνιστοῦ, οὕτως οὐδὲ δόκιμος ἀποφανθῆναι δύναται εἰ μὴ διὰ θλίψεων. Ἐκ πασῶν οὖν τῶν θλίψεων ῥύσεται αὐτοὺς, οὐχὶ μὴ ἐῶν αὐτοὺς θλίβεσθαι, ἀλλὰ σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν χαριζόμενος. Ὁ δὲ λέγων μὴ πρέπειν τῷ δικαίῳ τὴν θλίψιν, οὐδὲν ἕτερον λέγει, ἢ μὴ ἁρμόζειν τῷ ἀθλητῇ ἀνταγωνιστήν.
Ἐπεὶ δὲ φέρει παραμυθίαν ὀδυρομένοις ἡ κοινωνία τῶν στεναγμῶν, ἐπιστυγνάζειν μὲν ταῖς συμφοραῖς τῶν πεπονθότων ἀκόλουθον. Οὕτω γὰρ ἑαυτὸν οἰκειώσῃ τοῖς πάσχουσι, μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μηδὲ ἐναδιαφορῶν τοῖς ἀλλοτρίοις ἀλγήμασιν.
Οὐ μὴν περαιτέρω γε συνεκφέρεσθαι τοῖς λυπουμένοις προσῆκεν, ὥστε ἢ συνεκβοᾷν, ἢ συνθρηνεῖν τῷ πεπονθότι, ἢ ἐν τοῖς ἀλλοτρίοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους, οἷον συγκαθειργνῦναι ἑαυτὸν καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι, καὶ κουρᾶς ἀμελεῖν. Ἐκ τούτων γὰρ ἐπιτείνειν μᾶλλον ἔστι τὴν συμφορὰν, ἢ καταπραΰνειν.
Ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσῆκεν, ἐν συννοίᾳ προσώπου, καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα. Φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιπηδᾷν ταῖς ἐπιτιμήσεσι προσῆκεν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις.
Φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις ἡ ἐπιτίμησις, καὶ ἅμα δυσπαράδεκτοί εἰσι τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπαθῶς παντάπασι διακειμένων οἱ λόγοι. Ὥσπερ γὰρ ὀφθαλμῷ φλεγμαίνοντι καὶ τὸ ἁπαλώτατον τῶν παρηγορημάτων ἀνίαν ἐμποιεῖ· οὕτω καὶ ψυχῇ ὑπὸ θλίψεως βαρείας κεκακωμένῃ, κἂν πολλὴν παράκλησιν φέρῃ ὁ λόγος, ὀχληρός πως εἶναι δοκεῖ ἐν τῇ περιωδυνίᾳ προσφερόμενος. Ὅταν δὲ ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυσον τῷ τοιούτῳ, καὶ σύμπαθε· καὶ γάρ σοι ὑπάρξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι.
Ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποστάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο, δι᾽ ὧν τὸν ἀδελφὸν ἀπωδύρατο. Ὑπὲρ ἁμαρτίας κλαῖε. Αὕτη ἀῤῥωστία ψυχῆς, αὕτη θάνατός ἐστι τῆς ἀθανάτου, αὕτη πένθους ἀξία καὶ ὀδυρμῶν ἀσιγήτων. Ἐπὶ ταύτῃ πᾶν δάκρυον ῥέοι, καὶ μὴ διαλείποι στεναγμὸς ἐκ μέσης καρδίας ἀναπεμπόμενος. Οὕτως ἔκλαιεν Ἱερεμίας ἐπὶ τοῖς ἀπολλυμένοις τοῦ λαοῦ· ᾧ γε ἐπειδὴ οὐκ ἤρκει τὸ ἐκ φύσεως δάκρυον, πηγὴν ἐπεζήτει δακρύων καὶ σταθμὸν ἔσχατον. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν Χριστῷ τῷ Θεῷ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.