Ἔργον
Μέγας Βασίλειος – Λόγοι ἠθικοί
Λόγος ΙΓ': Η υπομονή, η μακροθυμία και οι δοκιμασίες του Ιώβ
Προβολή του δικαίου Ιώβ ως προτύπου καρτερίας στις αντιξοότητες και προτροπή για διαρκή ευχαριστία σε περιστάσεις πενίας ή ασθένειας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος ΙΓ': Η υπομονή, η μακροθυμία και οι δοκιμασίες του Ιώβ
Προβολή του δικαίου Ιώβ ως προτύπου καρτερίας στις αντιξοότητες και προτροπή για διαρκή ευχαριστία σε περιστάσεις πενίας ή ασθένειας.
ΠΕΡΙ ΥΠΟΜΟΝΗΣ ΚΑΙ ΜΑΚΡΟΘΥΜΙΑΣ. ΛΟΓΟΣ ΙΓʹ. Μηδεὶς ἐξ ὧν ἔπαθε λυπηρῶν ἀναπεισθῇ λογίσασθαί τι καὶ λέγειν, ὡς ἄρα οὐδεμία πρόνοια τάττει τὰ καθ᾽ ἡμᾶς, μηδὲ κατηγορείτω τῆς οἰκονομίας τοῦ Δεσπότου καὶ κρίσεως· ἀλλ᾽ εἰς τὸν ἀθλητὴν Ἰὼβ ὁράτω, κἀκεῖνον σύμβουλον ποιείσθω τοῦ κρείττονος.
Ἀναλογιζέσθω τοὺς ἀγῶνας ἅπαντας ἐφεξῆς, ἐν οἷς ἐκεῖνος ἠρίστευσε· καὶ πόσοις βέλεσιν ὑπὸ τοῦ διαβόλου βληθεὶς, οὐκ ἐδέξατο καιρίαν πληγήν. Περιεῖλε μὲν γὰρ αὐτοῦ τὴν εὐπραγίαν τῶν οἰκείων, καταχῶσαι δὲ αὐτὸν ταῖς ἐπαλλήλοις τῶν κακῶν ἐβουλεύσατο φήμαις. Ἔτι γὰρ τοῦ προτέρου τὴν τοιάνδε συμφορὰν ἐξαγγέλλοντος, ἕτερος ἄγγελος ἤρχετο, χειρόνων πραγμάτων φέρων κατήφειαν· ἀλλήλοις τε ἐπισυνήπτετο τὰ δεινὰ, καὶ τὴν τῶν κυμάτων ἐπιδρομὴν ἐζήλουν αἱ συμφοραὶ, καὶ πρὶν ἢ παυθῆναι τὸ πρότερον δάκρυον, ἑτέρου προσήγετο πρόφασις. Ὁ δὲ ὥσπερ τις πρόβολος εἱστήκει, τὰς τοῦ χειμῶνος ὑποδεχόμενος προσβολὰς, καὶ ἀλλοιῶν εἰς ἀφρὸν τῶν κυμάτων τὴν βίαν, καὶ τὴν εὐγνώμονα πρὸς τὸν Δεσπότην ἠφίει φωνὴν, καὶ οὐδὲν τῶν συμβαινόντων δακρύων ἠξίωσεν. Ἐπειδὴ δὲ ἧκέ τις ἀγγέλλων, ὡς τοῖς παισὶ καὶ ταῖς θυγατράσιν εὐωχουμένοις ἐπετίναξε πνεῦμά τι βίαιον τὸ τῆς εὐφροσύνης δωμάτιον, τότε μόνον τὴν ἐσθῆτα διέῤῥηξε, τὸ τῆς φύσεως ἐπιδεικνύμενος συμπαθὲς, καὶ ὅτι πατὴρ εἴη φιλόστοργος οἷς ἔπραττε μαρτυρούμενος· καὶ ταῖς εὐσεβέσιν ἐκείναις φωναῖς κοσμῶν τὸ γινόμενον, ἔλεγεν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· μονονουχὶ τοιαῦτα βοῶν· Ἐκλήθην πατὴρ, ἐφ᾽ ὅσον ὁ τοῦτό με ποιήσας ἐβούλετο χρόνον.
Περιελεῖν μου τὸν ἐκ τῆς γονῆς στέφανον ἐβουλεύσατο πάλιν, οὐ διαμάχομαι περὶ τῶν ἰδίων αὐτῷ. Κρατείτω τὸ τῷ Δεσπότῃ δοκοῦν· αὐτός ἐστιν ὁ πλάστης τοῦ γένους, ἐγὼ δὲ ὄργανον· τί με χρὴ δοῦλον ὄντα δυσχεραίνειν ἀνόνητα, καὶ μέμφεσθαι ψῆφον ἣν οὐ δύναμαι λύειν Τοιούτοις τὸν διάβολον ὁ δίκαιος κατηκόντιζε ῥήμασιν. Ἐπειδὴ δὲ αὐτὸν νικῶντα εἶδε πάλιν ὁ δυσμενὴς, καὶ οὐδενὶ τούτων τιναχθῆναι δυνάμενον, αὐτῇ τῇ σαρκὶ τὸ τῆς πείρας προσῆγε μηχάνημα, καὶ τὸ σῶμα μαστίξας ἀῤῥήτοις πληγαῖς, σκωλήκων ἀναδίδοσθαι πηγὰς ἐξ αὐτοῦ παρεσκεύασε· καὶ τῶν τῆς βασιλείας θρόνων τὸν ἄνδρα καταγαγὼν, ἐπὶ κοπρίας ἐκάθισεν. Ὁ δὲ καὶ τοιούτοις βαλλόμενος πάθεσιν, ἀκίνητος ἔμενε· καὶ σπαραττομένου τοῦ σώματος, ἄσπιλον ἐφύλαττε τὸν τῆς εὐσεβείας θησαυρὸν ἐν τῷ κρυπτῷ τῆς ψυχῆς.
Οὐκ ἔχων τοίνυν ὅ τι ποιήσει λοιπὸν ὁ πολέμιος, ἐπὶ τὴν τῆς ἀρχαίας ἐπιβουλῆς ἔρχεται μνήμην, καὶ τὴν τοῦ γυναίου διάνοιαν ὑποσύρας εἰς ἀσεβῆ γνώμην καὶ βλάσφημον, δι᾽ ἐκείνης σαλεύειν ἐπειρᾶτο τὸν ἀθλητήν. Καὶ ἡ μὲν πρὸς τὸν μακρὸν πόνον ἀπαγορεύσασα, τῷ δικαίῳ παρίστατο, κάτω νενευκυῖα, καὶ τὰς χεῖρας ἐπὶ τοῖς ὁρωμένοις συγκρούουσα, καὶ τοὺς τῆς εὐσεβείας αὐτῷ καρποὺς ὀνειδίζουσα, καὶ καταλέγουσα μὲν τὴν παλαιὰν εὐθηνίαν τῶν οἰκείων, ὑποδεικνῦσα δὲ τὰ παρόντα κακὰ, καὶ οἷον ἐξ οἵων ἔλαχε βίον, καὶ τίνα τῶν πολλῶν θυσιῶν ἐδέξατο παρὰ τοῦ Δεσπότου μισθόν. Ἔλεγέ τε ἀεὶ τῆς μὲν τῶν γυναικῶν ὀλιγοψυχίας ἄξια ῥήματα, ταράξαι δὲ πάντα ἄνδρα δυνάμενα, καὶ περιτρέψαι καὶ γενναίαν διάνοιαν. Πλανῆτις γὰρ καὶ λάτρις περιέρχομαι, ἡ βασιλὶς δουλεύω, καὶ πρὸς τὰς τῶν ἐμῶν οἰκετῶν χεῖρας ἠνάγκασμαι βλέπειν, καὶ τρέφουσα πάλαι πολλοὺς, ἀγαπητῶς ἐκ τῶν ἀλλοτρίων παρατρέφομαι νῦν. Καὶ ὅτι καλὸν εἴη καὶ χρήσιμον, ἀσεβέσι χρησάμενον ῥήμασι, καὶ ἑαυτὸν τῆς γῆς ἐκτεμεῖν, τὸ τῆς τοῦ κτίσαντος ὀργῆς ἀκονήσαντα ξίφος, ἢ διακαρτεροῦντα πρὸς τὰ δεινὰ, τὸν ἐν τοῖς ἀγῶσι μόχθον ἑαυτῷ τε καὶ τῇ συνοικούσῃ μηκύνειν. Ὁ δὲ ἐπὶ τούτοις τοῖς ῥήμασιν ἀχθεσθεὶς, ὡς ἐπ᾽ οὐδενὶ τῶν προτέρων κακῶν, καὶ θυμοῦ τὸ βλέμμα πληρώσας, καὶ πρὸς τὴν γυναῖκα καθάπερ πρὸς πολεμίαν ἀποστραφεὶς, τί φησιν;
Ἵνα τί ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐφθέγξω; Κατάθου, φησὶν, ὦ γύναι, τὴν συμβουλήν. Μέχρι τίνος τὴν κοινὴν ἐν οἷς λέγεις ὑβρίζεις ζωήν; Ἐψεύσω, καὶ τὴν ἐμὴν, ὡς οὐκ ηὐχόμην, ἀναστροφὴν διέβαλες ἐν οἷς ἐλάλησας, καὶ τὸν ἐμὸν βίον. Ἐξ ἡμισείας ἠσεβηκέναι νενόμικα νῦν· ἐπειδήπερ ἓν μὲν σῶμα ἀμφοτέρους ἡμᾶς ὁ γάμος ἐποίησε, σὺ δὲ εἰς βλασφημίαν κατέπεσας. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ἀνάμνησον τῶν φθασάντων σεαυτὴν ἀγαθῶν· ἀντισήκωσον τὰ κρείττω τοῖς χείροσιν. Οὐδενὸς ἀνθρώπων ὁ βίος διόλου μακάριος· τὸ διὰ παντὸς εὖ πράττειν μόνου Θεοῦ ἐστι. Σὺ δὲ εἰ τοῖς παροῦσιν ἀλγεῖς, ἀπὸ τῶν προλαβόντων σαυτὴν παραμύθησαι. Νῦν δακρύεις, ἀλλ᾽ ἐγέλασας πρότερον· νῦν πτωχεύεις, ἀλλ᾽ ἐπλούτησας πρότερον· ἔπιες τὸ διειδὲς νᾶμα τοῦ βίου, καὶ τὸ θολερὸν πίνουσα καρτέρησον. Οὐδὲ τὰ τῶν ποταμῶν ῥεύματα διόλου φαίνεται καθαρά· ποταμὸς δὲ, ὡς οἶσθα, ὁ βίος ἡμῶν, ῥέων ἐνδελεχῶς, καὶ κύμασιν ἀλλεπαλλήλοις πληρούμενος. Τὸ μὲν γὰρ αὐτοῦ προέῤῥευσεν ἤδη, τὸ δὲ ἔτι πορεύεται, τὸ δὲ ἄρτι προέκυψε τῶν πηγῶν, τὸ δὲ μέλλει· καὶ πρὸς τὴν κοινὴν ἅπαντες τοῦ θανάτου σπεύδομεν θάλατταν. Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν;
Ἀναγκάζομεν τὸν κριτὴν ὅμοια χορηγεῖν τὰ πράγματα δι᾽ αἰῶνος ἡμῖν; διδάσκομεν τὸν Δεσπότην, ὅπως χρὴ διεξάγειν τὸν ἡμέτερον βίον; Αὐτὸς τῶν οἰκείων ψήφων ἔχει τὴν ἐξουσίαν· ὅπως βούλεται, τάττει τὰ καθ᾽ ἡμᾶς· σοφὸς δέ ἐστι, καὶ τὸ λυσιτελοῦν ἐπιμετρεῖ τοῖς οἰκέταις. Μὴ περιεργάζου τοῦ Δεσπότου τὴν κρίσιν· ἀγάπα μόνον τὰ παρὰ τῆς αὐτοῦ σοφίας οἰκονομούμενα. Ὅπερ ἂν δῷ σοι, τοῦτο δέχου μεθ᾽ ἡδονῆς· δεῖξον ἐν τοῖς ἀλγεινοῖς ὡς καὶ τῆς εὐφροσύνης ἀξία τῆς πρόσθεν ἐτύγχανες. Ταῦτα ὁ Ἰὼβ λέγων, ἀπεκρούσατο καὶ ταύτην τοῦ διαβόλου τὴν προσβολὴν, καὶ τελείαν αὐτῷ τὴν τῆς ἥττης αἰσχύνην ἐπήγαγε. Τί οὖν ἐντεῦθεν συνέβαινεν;
Ἔφυγεν αὖθις ἡ νόσος αὐτὸν, ὡς εἰκῆ προσελθοῦσα, καὶ μηδὲν ἀνύσασα πλέον. Ἀνέθαλεν εἰς δευτέραν ἥβην ἡ σὰρξ, ἤνθησεν ὁ βίος πάλιν τοῖς ἅπασι, καὶ διπλασίων πανταχόθεν ἐπὶ τὸν οἶκον ὁ πλοῦτος συνέῤῥευσεν· ἵνα τὸ μὲν ὡς μηδὲν ἀπολωλεκὼς ἔχῃ, τὸ δὲ ὑπάρξῃ τῆς καρτερίας τῷ δικαίῳ μισθός. Ἐκ τούτου τοίνυν ἀνδρίαν ψυχῆς ἕκαστος παιδευώμεθα· ὃς οὐ μόνον, πρὸς τὰ ἐναντία τοῦ βίου περιπεσόντος αὐτῷ, πένης ἐκ πλουσίου, καὶ ἄπαις ἀπὸ καλλίπαιδος ἐν μιᾷ καιροῦ ῥοπῇ γενόμενος, διέμεινεν ὁ αὐτὸς, ἀταπείνωτον πανταχοῦ τὸ τῆς ψυχῆς φρόνημα διασώζων· ἀλλ᾽ οὔτε τῶν φίλων, τῶν εἰς παραμυθίαν ἡκόντων, ἐπεμβαινόντων αὐτῷ καὶ συνεπιτεινόντων τὰ ἀλγεινὰ, παρωξύνθη.
Ἔστιν ὅτε καὶ κατὰ πεῖραν ταῖς ψυχαῖς αἱ τοῦ βίου δυσκληρίαι τοῖς ἀνθρώποις προσάγονται, ἵν᾽ ἐπὶ τῆς δυσκολίας ἀπελεγχθῶσιν οἱ δόκιμοι, εἴτε πλούσιοι, εἴτε πένητες. Ἑκάτεροι γὰρ διὰ τῆς ὑπομονῆς δοκιμάζονται· κἀν τούτῳ μάλιστα τῷ καιρῷ διαδείκνυται ὁ μὲν, εἰ κοινωνικὸς καὶ φιλάδελφος· ὁ δὲ, εἰ εὐχάριστος καὶ μὴ τοὐναντίον βλάσφημος, ταῖς τοῦ βίου περιφοραῖς ὀξέως συμμεταβάλλων τὸ φρόνημα. Καὶ κυβερνήτην μὲν ὁ χειμὼν, καὶ τὸν ἀθλητὴν τὸ στάδιον, τὸν στρατηγὸν ἡ παράταξις, τὸν μεγαλόψυχον ἡ συμφορά· τὸν Χριστιανὸν δὲ ὁ πειρασμὸς δοκιμάζει. Καὶ ὥσπερ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἡ ἐν τοῖς πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς εὐχαριστίᾳ πάσῃ τὰ οἰκονομούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. Πένης εἶ; μὴ ἀθυμήσῃς, ἀλλ᾽ ἔχε τὴν ἐλπίδα πρὸς τὸν Θεόν. Μὴ γὰρ οὐκ ἐπιβλέπει τὴν στένωσιν; Ἔχει τὴν τροφὴν ἐν χειρὶ, καὶ παρέλκει τὴν δόσιν, ἵνα σου δοκιμάσῃ τὸ βέβαιον, ἵνα καταμάθῃ τὴν γνώμην, εἰ μὴ τῇ τῶν ἀκολάστων καὶ ἀγνωμόνων ἐστὶν ὁμοία. Καὶ γὰρ ἐκεῖνοι, μέχρι μὲν ἐν τῷ στόματι τὰ σιτία τυγχάνει, εὐφημοῦσι, κολακεύουσιν, ὑπερθαυμάζουσιν· ὀλίγον δὲ τῆς τραπέζης ὑπερτεθείσης, ὥσπερ τισὶ λίθοις ταῖς βλασφημίαις βάλλουσιν οὓς πρὸ βραχέως διὰ τὴν ἡδονὴν προσεκύνουν.
Ἡλίαν εἶχεν ὁ Κάρμηλος, ὄρος ὑψηλὸν καὶ ἀοίκητον, ἔρημος ἔρημον· ψυχὴ δὲ ἦν τῷ δικαίῳ τὰ πάντα, καὶ τῆς ζωῆς ἐφόδιον, ἡ πρὸς Θεὸν ἐλπίς. Ζῶν δὲ οὕτως, λιμῷ τὴν ζωὴν οὐκ ἀπήλλαξεν· ἀλλ᾽ οἱ ἁρπακτικώτεροι καὶ μάλιστα γαστρίμαργοι τῶν ὀρνίθων, οὗτοι διεκόμιζον τὰ σιτία, καὶ τροφῆς ἐγένοντο τῷ δικαίῳ διάκονοι, οἱ τὰς ἀλλοτρίας τροφὰς ἐκ συνηθείας ἁρπάζοντες· καὶ τῷ Δεσποτικῷ προστάγματι τὴν φύσιν διήμειψαν, πιστοὶ φύλακες γενόμενοι τῶν ἄρτων καὶ τῶν κρεῶν. Εἶχε καὶ ὁ Βαβυλώνιος λάκκος τὸν Ἰσραηλίτην νεανίσκον, αἰχμάλωτον μὲν τὴν συμφορὰν, ἐλεύθερον δὲ τὴν ψυχὴν καὶ τὸ φρόνημα. Καὶ τί τὰ παρ᾽ ἐκεῖνον; Οἱ μὲν λέοντες παρὰ φύσιν ἐνήστευον, ὁ δὲ τούτου τροφεὺς Ἀββακοῦν ἐφέρετο δι᾽ ἀέρος, κομίζοντος τοῦ ἀγγέλου μετὰ τῶν ὄψων τὸν ἄνθρωπον καὶ ἵνα μὴ λιμῷ πιεσθῇ δίκαιος, τοσαύτης ὑπερηνέχθη γῆς καὶ θαλάττης ὁ προφήτης ἐν μικρῷ μορίῳ καιροῦ, ὅσην ἐκ τῆς Ἰουδαίας μέχρι Βαβυλῶνος ἡπλῶσθαι. Τί δὲ πάλιν ὁ τῆς ἐρήμου λαὸς, οὗ Μωσῆς ἐπετρόπευσε; πῶς ᾠκονομήθη τὸν βίον ἐν ἔτεσι τεσσαράκοντα; Οὐκ ἦν ἐκεῖ σπείρων ἀνὴρ, οὐ βοῦς ἕλκων ἄροτρον, οὐχ ἅλως, οὐ ληνὸς, οὐ ταμιεῖον· καὶ τὴν τροφὴν εἶχον ἄσπορον καὶ ἀνήροτον· καὶ τὰς πηγὰς ἐχορήγει πέτρα, οὐ πρότερον οὔσας, ἀλλ᾽ ἐκραγείσας ἐπὶ τῆς χρείας.
Καὶ σὺ τοίνυν καρτέρησον ἐπὶ τῆς συμφορᾶς, ὡς ὁ γενναῖος Ἰὼβ, καὶ μὴ παρατραπῇς ἐκ τοῦ κλύδωνος, μηδὲν ἀποβάλῃς ὧν φέρεις ἀγωγίμων τῆς ἀρετῆς. Ὡς βαρύτιμον ἐνθήκην τὴν εὐχαριστίαν διάσωσον ἐπὶ τῆς ψυχῆς, καὶ λήψῃ καὶ σὺ τῆς εὐχαριστίας τὰ διπλασίονα τὴν τρυφήν.
Καίτοι οὐχ ὁ ἀπορῶν τῶν ἀναγκαίων, καρτερικός· ἀλλ᾽ ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτερῶν τοῖς δεινοῖς. Νοσεῖς; εὐθύμει, ὅτι Ὃν ἀγαπᾷ Κύριος παιδεύει. Πτωχεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα τοῦ Χριστοῦ; μακάριος εἶ, ὅτι σου ἡ αἰσχύνη εἰς δόξαν ἀγγέλου μεταβληθήσεται. Οἰκέτης εἶ; εὐχαρίστει καὶ οὕτως, ἔχεις τὸν σεαυτοῦ ταπεινότερον· εὐχαρίστει ὅτι ἑνὸς ὑπερέχεις, ὅτι μὴ ἐν τῷ μυλῶνι καταδεδίκασαι, ὅτι μὴ πληγὰς λαμβάνεις.
Οὐδένα ἐπιλείψουσιν αἱ τοῦ εὐχαριστεῖν ἀφορμαί. Ξύλῳ ἀδίκως κολάζῃ; τῇ τῶν μελλόντων ἐλπίδι χαῖρε. Δικαίως κατεδικάσθης; καὶ οὕτως εὐχαρίστει. Ἐπεὶ δὲ καὶ πράξεις σπουδαῖαι τῶν παλαιῶν ἀνδρῶν, ἢ μνήμης ἀκολουθίᾳ πρὸς ἡμᾶς διασώζονται, ἢ ποιητῶν ἢ συγγραφέων φυλαττόμεναι λόγοις, μηδὲ τῆς ἐντεῦθεν ὠφελείας ἀπολειπώμεθα.
Οἷον, ἐλοιδόρει τὸν Περικλέα τῶν ἐξ ἀγορᾶς τις ἀνθρώπων· ὁ δὲ οὐ προσεῖχε· καὶ εἰς πᾶσαν διήρκεσε τὴν ἡμέραν, ὁ μὲν ἀφειδῶς πλύνων αὐτὸν τοῖς ὀνείδεσιν, ὁ δὲ οὐ μέλων αὐτῷ. Εἶτα, ἑσπέρας ἤδη καὶ σκότους ἀπαλλαττόμενον μόλις, ὑπὸ φωτὶ παρέπεμψε Περικλῆς, ὅπως αὐτῷ μὴ διαφθαρῇ τὸ πρὸς φιλοσοφίαν γυμνάσιον. Πάλιν ἔτυπτέ τις τὸν Σωφρονίσκου Σωκράτην εἰς αὐτὸ τὸ πρόσωπον ἐμπεσὼν ἀφειδῶς· ὁ δὲ οὐκ ἀντῆρεν, ἀλλὰ παρεῖχε τῷ παροινοῦντι τῆς ὀργῆς ἐμφορεῖσθαι, ὥστε ἐξοιδεῖν ἤδη καὶ ὕπουλον αὐτῷ τὸ πρόσωπον ὑπὸ τῶν πληγῶν εἶναι. Ὡς δ᾽ οὖν ἐπαύσατο τύπτων, ἄλλο μὲν οὐδὲν ὁ Σωκράτης ποιῆσαι, ἐπιγράψαι δὲ τῷ μετώπῳ λέγεται, ὥσπερ ἀνδριάντι τὸν δημιουργόν· Ὁ δεῖνα ἐποίει· καὶ τοσοῦτον ἀμύνασθαι. Εὐκλείδῃ δέ τις τῷ Μεγαρόθεν παροξυνθεὶς, θάνατον ἠπείλησε καὶ ἐπώμοσεν· ὁ δὲ ἀντώμοσεν, ἦ μὴν ἱλεώσασθαι αὐτὸν, καὶ παύσειν χαλεπῶς πρὸς αὐτὸν ἔχοντα. Τὸ δὲ τοῦ Κλεινίου, τῶν Πυθαγόρου γνωρίμων ἑνὸς, χαλεπὸν πιστεῦσαι ἀπὸ ταυτομάτου συμβῆναι τοῖς ἡμετέροις, ἀλλ᾽ οὐχὶ μιμησαμένου σπουδῇ. Τί δὲ ἦν ὃ ἐποίησεν ἐκεῖνος; Ἐξὸν δι᾽ ὅρκου τριῶν ταλάντων ζημίαν ἀποφυγεῖν, ὁ δὲ ἀπέτισε μᾶλλον ἢ ὤμοσε, καὶ ταῦτα εὐορκεῖν μέλλων· ἀκούσας, ἐμοὶ δοκεῖν, τοῦ προστάγματος τοῦ τὸν ὅρκον ἡμῖν ἀπαγορεύοντος.
Καὶ τουτὶ μὲν τὸ τοῦ Κλεινίου, ἀδελφὸν ἐκείνῳ τῷ παραγγέλματι· τὸ δὲ τοῦ Εὐκλείδου, τῷ τοῖς διώκουσιν εὔχεσθαι τὰ ἀγαθὰ, ἀλλὰ μὴ ἐπαρᾶσθαι· ὡς ὅγε ἐν τούτοις προπαιδευθεὶς, οὐκ ἔτι ἂν ἐκείνοις ὡς ἀδυνάτοις διαπιστήσειεν. Ἔστω σοι τοίνυν ἡ ἐντολὴ τοῦ Θεοῦ σύνοικος, οἷόν τι φῶς καὶ διαύγειαν πρὸς τὴν τῶν πραγμάτων διάκρισιν ἀδιαλείπτως παρεχομένη· ἥτις πόῤῥωθεν τὴν τῆς ψυχῆς σου ἐπιστασίαν προκατασχοῦσα, καὶ τὰς ἀληθεῖς περὶ ἑκάστου δόξας προευτρεπίζουσα, ὑπ᾽ οὐδενὸς ἐάσει σε τῶν προσπιπτόντων ἀλλοιωθῆναι· ἀλλὰ προσευτρεπισμένον τῇ διανοίᾳ, ὥσπερ τινὰ σκόπελον θαλάσσης γείτονα, ἀσφαλῶς καὶ ἀσείστως τῶν τε βιαίων πνευμάτων καὶ κυμάτων τὰς προσβολὰς ὑπομένειν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.