Ἔργον
Μέγας Βασίλειος – Λόγοι ἠθικοί
Λόγος ΙΕ': Η εξουσία και το ακατάληπτο της θείας ουσίας
Σκέψεις για την ορθή άσκηση της αρχής από τους προεστώτες και έλεγχος της αλαζονείας όσων ισχυρίζονται ότι γνωρίζουν την άπειρη ουσία του Θεού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος ΙΕ': Η εξουσία και το ακατάληπτο της θείας ουσίας
Σκέψεις για την ορθή άσκηση της αρχής από τους προεστώτες και έλεγχος της αλαζονείας όσων ισχυρίζονται ότι γνωρίζουν την άπειρη ουσία του Θεού.
ΠΕΡΙ ΑΡΧΗΣ ΚΑΙ ΕΞΟΥΣΙΑΣ. ΛΟΓΟΣ ΙΕʹ. Καλὸν ἀεὶ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος ἄγεσθαι· πολλάκις γὰρ ἀκρισία δήμου τὸν χείριστον εἰς ἀρχὴν προεστήσατο. Προσήκει τοίνυν τὸν ἐπὶ πάντων ἐπὶ συνέσει καὶ εὐσταθείᾳ καὶ τῇ κατὰ τὴν ζωὴν ἀκριβείᾳ μεμαρτυρημένον διαφέρειν, τοῦτον προστήσεσθαι εἰς τὸ καθηγεῖσθαι τῶν ἄλλων, ἵνα τὸ ἐν τούτῳ ἀγαθὸν κοινὸν πάντων τῶν μιμουμένων γίνηται. Πρὸς γὰρ τὸ τῶν κρατούντων ἦθος πλάττεσθαι πέφυκεν, ὡς τὰ πολλὰ, τὸ ἀρχόμενον· ὥστε ὁποῖοί ποτ᾽ ἂν οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸν ἀγόμενον εἶναι. Καὶ ὁποῖοι δ᾽ ἂν ὦσιν οἱ προεστῶτες, τοιαῦτα ὡς ἐπὶ πολὺ καὶ τὰ ἤθη τῶν ἀρχομένων πέφυκε γίνεσθαι. Καὶ ὥσπερ, εἰ πλείονες ζωγράφοι ἑνὸς προσώπου χαρακτῆρα γράφοιεν, πᾶσαι αἱ εἰκόνες ὁμοίως πρὸς ἀλλήλας ἕξουσι, διὰ τὸ τῷ ἑνὶ ὁμοιοῦσθαι· οὕτω τὰ πολλὰ ἤθη, εἰ πρὸς τὴν τοῦ ἑνὸς μίμησιν βλέποι, πᾶσιν ὁμοίως ἀγαθὸς τοῦ βίου χαρακτὴρ ἐπιλάμψει. Καὶ γὰρ ἡ ἀληθὴς καὶ τελεία ὑπακοὴ τῶν ὑποχειρίων πρὸς τὸν προεστῶτα, ἐν τούτῳ δείκνυται, ἐν τῷ μὴ μόνον τῶν ἀτόπων κατὰ τὴν συμβουλὴν αὐτοῦ ἀπέχεσθαι, ἀλλὰ μηδὲ αὐτὰ τὰ ἐπαινετὰ χωρὶς τῆς ἐκείνου γνώμης ποιεῖν.
Ἡ γὰρ ἐγκράτεια, καὶ πᾶσα ἡ σωματικὴ κακοπάθεια, πρός τι χρησίμως ἔχει· ἀλλ᾽ ἐάν τις ταῖς ἰδίαις ὁρμαῖς ἀκολουθῶν, τὸ ἀρέσκον ἑαυτῷ ποιῇ, καὶ συμβουλεύοντι τῷ προεστῶτι μὴ πείθηται, μεῖζον τοῦ κατορθώματος ἔσται τὸ πλημμελούμενον.
Ὁ γὰρ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Κυρίου διαταγῇ ἀνθέστηκε· καὶ ὁ τῆς ὑπακοῆς μισθὸς μείζων τοῦ κατὰ τὴν ἐγκράτειάν ἐστι κατορθώματος. Ὁ τοίνυν ἔχων ἐν ἐξουσίᾳ τὴν τοῦ κακοῦ θεραπείαν, ἑκὼν δὲ ὑπερτιθέμενος, εἰκότως ἂν ἐν τῷ ἴσῳ τῶν αὐτοχείρων καταδικάζοιτο. Καὶ τὸν προεστῶτα δὲ μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινοφροσύνης. Οὐ γὰρ δήπου βασιλείᾳ μέν τις ὑπηρετῶν μέγα φρονήσει, διὰ τὸ ἐν τῇδε τῇ τάξει τῆς ὑπηρεσίας τετάχθαι· Θεῷ δὲ καταξιωθεὶς λατρεύειν, ἀλλαχόθεν τοὺς ἐπαίνους ἑαυτῷ περινοήσει, ὡς οὐκ ἀρκούσης αὐτῷ τῆς ἐπικλήσεως τοῦ Κυρίου πρὸς πᾶσαν δόξης καὶ περιφανείας ὑπερβολήν; Ἀρκεῖ γὰρ ἡμῖν πρὸς ἅπαν ἀξίωμα τὸ τηλικούτου Δεσπότου δούλους ἡμᾶς ὀνομάζεσθαι.
Καὶ ὥσπερ οὐδὲ σέβειν ἄλλο τι παρὰ τὸν Θεὸν προσῆκεν, οὕτως οὐδὲ ἐπὶ ἄλλον ἐλπίζειν ἢ ἐπὶ τὸν Θεὸν τὸν πάντων Κύριον. Ὁ γὰρ ἐπ᾽ ἄνθρωπον ἐλπίζων, ἢ ἐπ᾽ ἄλλο τι τῶν κατὰ τὸν βίον μετεωριζόμενος, οἷον ἐπὶ δυναστείαν, ἢ χρήματα, ἤ τι τῶν παρὰ τοῖς πολλοῖς νομιζομένων εἶναι λαμπρῶν, οὐ δύναται εἰπεῖν· Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα. Παράγγελμα γάρ ἐστι μὴ ἐλπίζειν ἐπ᾽ ἄρχοντας, καὶ, Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾽ ἄνθρωπον. Μακάριος οὖν τῷ ὄντι, ὁ μηδενὶ τῶν κατὰ τὸν βίον ὑψηλῶν ἐπαγαλλόμενος, ἀλλὰ Θεὸν ἔχων τὴν ἑαυτοῦ δόξαν, ὁ καύχημα ἑαυτοῦ ἔχων τὸν Θεόν· ὁ δυνάμενος λέγειν κατὰ τὸν Ἀπόστολον· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Εἰ γὰρ ὁ δεῖνα μέγα φρονεῖ, ὅτι δοῦλός ἐστι βασιλέως, τιμώμενος παρ᾽ αὐτοῦ τὰ μεγάλα, πόσον σοι προσῆκεν ἐπὶ σαυτῷ μεγαλύνεσθαι, ὅτι δοῦλος εἶ τοῦ μεγάλου βασιλέως, προσκληθεὶς παρ᾽ αὐτοῦ εἰς τὴν ἄκραν οἰκείωσιν;
Ὁ γὰρ ἀληθῶς ἄρχων, οὐκ ἐκ τῶν ἔξωθεν συμβόλων γνωρίζεται, οἷον πορφύρας, χλανίδος, καὶ διαδήματος· ἀλλ᾽ ἐκ τοῦ ἔχειν τὴν ἀρχικὴν ἀρετήν. Ὁ δὲ ἀρχόμενος ὑπὸ τῶν ἡδονῶν, καὶ ἀγόμενος ἐπιθυμίαις πολλάκις, δοῦλος ὢν τῆς ἁμαρτίας, ἀνεπιτήδειος πρὸς τὸ ἄρχειν καθέστηκε. Καὶ τὸ μὲν τοὺς ἀντιτείνοντας ὑπὸ χεῖρα λαμβάνειν, ἀνδρείου τε καὶ ἄρχοντος ὡς ἀληθῶς· τὸ δὲ τοῖς ὑποπεπτωκόσι χρηστὸν εἶναι καὶ πρᾶον, μεγαλοφροσύνῃ πάντων καὶ ἡμερότητι διαφέροντος. Κύριοι μὲν γὰρ τῶν ἠδικηκότων πολλοὶ τῶν πρότερον ἤδη γεγόνασιν, ὧν οὐδεὶς πρὸς τοὺς ὕστερον διεπέμφθη λόγος· ἀφῆκαν δὲ τὴν ὀργὴν οἱ φιλοσοφίᾳ τοὺς πολλοὺς ὑπεράραντες, ὧν ἀθάνατος ἡ μνήμη τῷ χρόνῳ παντὶ παραδέδοται.
Τοὺς γάρ τῳ ὁτιοῦν ἀδικοῦντας οὐχ ὑπὲρ τῶν ἤδη γεγενημένων κολάζομεν, (τίς γὰρ ἂν γένοιτο μηχανὴ μὴ γεγενῆσθαι τὰ πεπραγμένα;) ἀλλ᾽ ὅπως ἂν ἢ αὐτοὶ πρὸς τὸ λοιπὸν ἀμείνους γένοιντο, ἢ ἑτέροις ὑπάρξαιεν τοῦ σωφρονεῖν παράδειγμα.
Πολλάκις γὰρ καὶ ἐν τοῖς σμικροτάτοις ἡ σοφία τοῦ Θεοῦ διαφαίνεται. Ὁ γὰρ οὐρανὸν ἁπλώσας, καὶ τὰ ἄπλετα μεγέθη τῶν πελάγων ἀναχέας, οὗτός ἐστιν ὁ καὶ τὸ λεπτότατον κέντρον τῆς μελίσσης κοιλάνας, ὥσπερ αὐλὸν, ὥστε τὸν ἰὸν δι᾽ αὐτοῦ ἐκχεῖσθαι. Τοῦτον σαρκὸς μὲν ὀφθαλμοῖς θεωρῆσαι ἀδύνατον, τὸ γὰρ ἀσώματον σαρκὸς ὄμμασιν ὑποπίπτειν οὐ δύναται· καὶ μεμαρτύρηκεν αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, λέγων· Θεὸν οὐδεὶς πώποτε τεθέαται. Εἰ γὰρ καὶ κατὰ τὸ γεγραμμένον εἶδεν ὁ Ἰεζεκιὴλ, ἀλλὰ τί λέγει ἡ Γραφή; Εἶδεν ὁμοίωμα δόξης Κυρίου, οὐ μὴν δὲ αὐτὸν τὸν Κύριον· ἀλλ᾽ οὐδὲ αὐτὴν τὴν δόξαν, ὡς ἔστιν ἀληθῶς.
Καὶ ἰδὼν τὸ ὁμοίωμα τῆς δόξης, καὶ οὐκ αὐτὴν τὴν δόξαν, ἔπεσεν ἐπὶ τὴν γῆν ἀπὸ τοῦ φόβου. Εἰ δὲ τὸ τῆς δόξης ὁμοίωμα θεαθὲν φόβον καὶ ἀγωνίαν περιεποίει τοῖς ἀνθρώποις, αὐτὸν εἴ τις ἂν ἐθεώρησε τὸν Θεὸν, πάντως ἂν ἀπηλλάττετο, κατὰ τὸ εἰρημένον· Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται. Διὰ τοῦτο καὶ κατὰ τὴν μεγίστην αὐτοῦ φιλανθρωπίαν ὁ Θεὸς παραπέτασμα τῆς οἰκείας θεότητος ἐξέτεινε τὸν οὐρανὸν, ἵνα μὴ ἀπολώμεθα. Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ προφήτης εἶπεν· Ἐὰν ἀνοίξῃς τὸν οὐρανὸν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται παρ᾽ αὐτά. Καὶ τί θαυμάζεις, εἰ ὁ Ἰεζεκιὴλ, τὸ ὁμοίωμα τῆς δόξης ἰδὼν, ἔπεσεν; Ὁ Δανιὴλ οἰκέτην ἰδὼν τοῦ Κυρίου, καὶ ἔπτηξε, καὶ ἔπεσεν· καὶ ἄχρις ὅτου ἐξεβιάζετο τοῖς ὀφθαλμοῖς ἰδεῖν εἰς ὁμοίωμα υἱοῦ Θεοῦ, οὐκ ἐτόλμησεν ἀποκριθῆναι. Εἰ δὲ Γαβριὴλ ὀπτανόμενος, τρόμον ποιεῖ προφήταις ἀνθρώποις τοῦ Θεοῦ· εἰ ἦλθε καθὼς ἦν, οὐκ ἂν ἀπώλλυντο πάντες; παντί που δῆλον. Εἰ τοίνυν θέλεις γνῶναι σαφῶς, ὅτι φύσιν Θεοῦ καταλαβεῖν ἀδύνατον, μάνθανε, τί λέγουσιν οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ τοῦ πυρὸς, ὑμνολογοῦντες τὸν Θεόν· Εὐλογητὸς εἶ, ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ χερουβίμ. Εἰπέ μοι, τοῦ χερουβὶμ τίς ἐστιν ἡ φύσις, καὶ τότε τὸν ἐπικαθήμενον θεωρεῖς.
Καίτοιγε Ἰεζεκιὴλ ὁ προφήτης καὶ τὴν ἔκφρασιν αὐτῶν ἐποιήσατο δυνατῶς, λέγων, ὅτι Τέσσαρα πρόσωπα τῷ ἑνί· τὸ μὲν ἀνθρώπου, τὸ δὲ λέοντος, τὸ δὲ ἀετοῦ, τὸ δὲ μόσχου· καὶ ὅτι ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ὅτι ὀφθαλμοὶ αὐτοῖς πανταχόθεν, καὶ ὅτι ὑπὸ καθ᾽ ἕκαστον τροχὸς τετράγωνος ὑποκείμενος· καὶ ὅμως τοῦ προφήτου τὴν ἔκφρασιν πεποιημένου, οὔπω ἡμεῖς οὔτε ἀναγινώσκοντες καταλαβεῖν δυνάμεθα. Εἰ δὲ τὸν θρόνον ὃν διηγήσατο, καταλαβεῖν οὐ δυνάμεθα, τὸν ἐπικαθήμενον ἀόρατον Θεὸν πῶς καταλαβεῖν δυνησόμεθα; τὸ μὲν γὰρ πρόσωπον πρὸς πρόσωπον, καὶ ἡ τελεία ἐπίγνωσις τῆς τοῦ Θεοῦ ἀκαταλήπτου μεγαλειότητος, ἐν τῷ μέλλοντι αἰῶνι τοῖς ἀξίοις ἀποδοθῆναι ἐπήγγελται. Νῦν δὲ κἂν Παῦλός τις ᾖ, κἂν Πέτρος, βλέπει μὲν ἀληθῶς, καὶ οὐ πλανᾶται, οὐδὲ φαντάζεται, δι᾽ ἐσόπτρου δὲ ὅμως βλέπει καὶ ἐν αἰνίγματι· καὶ τὸ ἐκ μέρους νῦν εὐχαρίστως δεχόμενος, τὸ τέλειον εἰς τὸ μέλλον περιχαρῶς ἐκδέχεται.
Τὸ γὰρ δοκοῦν νῦν ἐν τῇ γνώσει τέλειον, βραχύ τι καὶ ἀμυδρότερον τοσοῦτόν ἐστιν, ὡς πλέον ἀπολιμπάνεσθαι τῆς ἐν τῷ μέλλοντι αἰῶνι τρανότητος, ἢ ὅσον ἀπολιμπάνεται τοῦ προσώπου πρὸς πρόσωπον. Τοσοῦτον μὲν οὖν τῆς ἐπιγνώσεως τοῦ Θεοῦ τὸ ἀπέραντον, τοσοῦτον δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ τῶν θείων μυστηρίων ἐν τῷ παρόντι ἀνέφικτον· ἀεὶ μὲν κατὰ προκοπὴν ἑκάστου προστιθεμένου τοῦ πλείονος, ἀεὶ δὲ τοῦ πρὸς ἀξίαν ἀπολιμπανομένων ἁπάντων, ἄχρις ἂν ἔλθῃ τὸ τέλειον ὅτε τὸ ἐκ μέρους καταργηθήσεται.
Ὁ δὲ ἐφικτὴν εἶναι λέγων τῶν ὄντων τὴν εὕρεσιν, ὁδῷ τινι πάντως καὶ ἀκολουθίᾳ διὰ τῆς τῶν ὄντων γνώσεως προέβαλεν ἑαυτοῦ τὴν διάνοιαν· καὶ τοῖς εὐλήπτοις τε καὶ μικροτέροις ἐγγυμνασθεὶς διὰ τῆς καταλήψεως, οὕτω καὶ εἰς τὴν ἐπέκεινα πάσης ἐννοίας προήγαγεν ἑαυτὸν καταληπτικὴν φαντασίαν.
Οὐκοῦν ὁ τὴν περὶ τῶν ὄντων εἴδησιν κατειληφέναι μεγαλαυχούμενος, τὸ σμικρότατον τῶν προφαινομένων, ὅπως ἔχει φύσεως, ἑρμηνευσάτω, καὶ τίς ἡ τοῦ μύρμηκος φύσις, εἰπάτω· εἰ πνεύματι καὶ ἄσθματι συνέχεται αὐτοῦ ἡ ζωή· εἰ ὀστέοις τὸ σῶμα διείληπται· εἰ νεύροις καὶ ἐνδέσμοις τὰς ἁρμονίας τετόνωται· εἰ μυῶν περιβολῇ καὶ ἀδένων ἡ τῶν νεύρων περικρατεῖται θέσις· εἰ τοῖς νωτιαίοις σπονδύλοις ἐκ τοῦ βρέγματος ἐπὶ τὸ οὐραῖον ὁ μυελὸς συμπαρατείνεται· εἰ ἐπὶ τῇ περιοχῇ τοῦ νευρώδους ὑμένος τοῖς κινουμένοις μέλεσι τὴν ὁρμητικὴν ἐνδίδωσι δύναμιν· εἰ ἔστιν ἐν αὐτῷ τὸ ἧπαρ, καὶ χοληδόχον ἀγγεῖον ἐπὶ τοῦ ἥπατος, νεφροί τε καὶ καρδία, καὶ ἀρτηρίαι, καὶ φλέβες, ὑμένες, καὶ διαφράγματα· εἰ ψιλόν ἐστιν, ἢ τετρίχωται· μονώνυχόν ἐστιν, ἢ πολυσχιδεῖς ἔχει τὰς βάσεις· πόσον δὲ βιοῖ τὸν χρόνον· καὶ τίς αὐτοῖς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γεννήσεως· ἐπὶ πόσον δὲ κυΐσκεται τὸ τικτόμενον, καὶ πῶς οὔτε πεζοὶ πάντες οἱ μύρμηκες, οὔτε ὑπόπτεροι πάντες, ἀλλ᾽ οἱ μὲν τῶν χαμαὶ ἑρπομένων εἰσὶν, οἱ δὲ διαέριοι φέρονται. Ὁ τοίνυν τῶν ὄντων τὴν γνῶσιν ἐπικομπάζων, τέως τὴν τοῦ μύρμηκος φύσιν εἰπάτω· εἶθ᾽ οὕτως φυσιολογείτω τὴν πάντα νοῦν ὑπερέχουσαν δύναμιν. Εἰ δὲ τοῦ βραχυτάτου μύρμηκος οὔπω περιέλαβες τῇ γνώσει τὴν φύσιν, πῶς τὴν ἀκατάληπτον τοῦ Θεοῦ δύναμιν μεγαλαυχεῖς φαντάζεσθαι;
Τὸ γὰρ οἴεσθαι τοῦ ἐπὶ πάντων Θεοῦ αὐτὴν τὴν οὐσίαν ἐξευρηκέναι, πολλῆς ὑπερηφανίας ἐστὶ καὶ φυσιώσεως· σχεδὸν γὰρ καὶ αὐτὸν ἀποκρύπτουσι τῇ μεγαληγορίᾳ τὸν εἰπόντα· Ἐπάνω τῶν ἄστρων θήσομαι τὸν θρόνον μου. Οὐχ ὁ μὲν μέγας Δαβὶδ, ᾧ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς ἑαυτοῦ σοφίας ἐδήλωσεν ὁ Θεὸς, φανερῶς ὁμολογεῖ τῆς γνώσεως τὸ ἀπρόσιτον, λέγων· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ; Ἡσαΐας δὲ, ὁ ἐν θεωρίᾳ τῆς δόξης τοῦ Θεοῦ γενόμενος, τί περὶ τῆς θείας οὐσίας ἐδήλωσεν ἡμῖν; ὅς γε ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ διαμαρτύρεται, λέγων· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
Τί δὲ τὸ σκεῦος τῆς ἐκλογῆς Παῦλος, ὁ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, ὁ ἕως τρίτου ἁρπαγεὶς οὐρανοῦ, ὁ τὰ ἄῤῥητα ἀκούσας ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι, τίνα ἡμῖν περὶ οὐσίας Θεοῦ διδασκαλίαν ἀφῆκεν; Ὅς γε, ὅτε εἰς τοὺς μερικοὺς τῆς οἰκονομίας διέκυψε λόγους, οἱονεὶ ἰλιγγιάσας πρὸς τὸ τῆς θεωρίας ἀδιεξόδευτον, ἐκείνην ἐξεβόησε τὴν φωνήν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Εἰ δὲ ταῦτα τοῖς εἰς τὸ τῆς Παύλου γνώσεως πεφθακόσιν ἀνέφικτα, πόσος ὁ τῦφος τῶν ἐπαγγελλομένων εἰδέναι τοῦ Θεοῦ τὴν οὐσίαν; Οὓς ἡδέως ἂν ἐρωτήσαιμι περὶ τῆς γῆς ἐφ᾽ ἧς ἑστᾶσι, καὶ ἀφ᾽ ἧς γεγόνασι, τί ποτε λέγουσι, τίνα αὐτῆς τὴν οὐσίαν ἐπαγγέλλουσιν ἡμῖν· ἵνα ἐὰν ἄρα περὶ τῶν χαμαὶ καὶ ὑπὸ τοῖς ποσὶ κειμένων ἀναντιῤῥήτως ἡμῖν διαλεχθῶσι, τότε αὐτοῖς καὶ περὶ τῶν ἐπέκεινα πάσης ἐννοίας διατεινομένοις πιστεύσωμεν.
Καὶ ὥσπερ φασὶν, ὅτι Ἀδὰμ ἐκ τοῦ Θεοῦ, ἡμεῖς αὐτοὺς ἐρωτήσωμεν, ὁ Θεὸς ἐκ τίνος; ἆρ᾽ οὐ πρόχειρόν ἐστι τῇ ἑκάστου διανοίᾳ ὅτι ἐξ οὐδενός; τὸ δὲ ἐξ οὐδενὸς, τὸ ἄναρχόν ἐστι δηλονότι· τὸ δὲ ἄναρχον, τὸ ἀγέννητον. Ὡς οὖν ἐπ᾽ ἀνθρώπων οὐκ ἦν οὐσία τὸ ἐκ τινὸς, οὕτως οὐδὲ ἐπὶ Θεοῦ τῶν ὅλων οὐσίαν ἔστιν εἰπεῖν, τὸ ἐξ οὐδενός· ὅπερ ἴσον ἐστὶ τῷ, ἀγέννητος. Ὁ δὲ τὸ ἄναρχον οὐσίαν εἶναι λέγων, παραπλήσιον ποιεῖ, ὥσπερ ἂν εἴ τις ἐρωτώμενος, τίς ἡ τοῦ Ἀδὰμ οὐσία, καὶ τίς ἡ φύσις αὐτῷ, ὁ δὲ ἀποκρίνοιτο, μὴ ἐκ συνδυασμοῦ ἀνδρὸς καὶ γυναικὸς, ἀλλ᾽ ἐκ τῆς θείας χειρὸς διαπλασθῆναι. Ποῖος οὖν ἔτι τρόπος τῆς γνώσεως ὑπολείπεται; ἀποκρινάσθωσαν ἡμῖν οἱ περιφρονοῦντες μὲν πάντα τὰ ἐν ποσὶ, διαβαίνοντες δὲ τὸν οὐρανὸν, καὶ πάσας τὰς ὑπερκοσμίους δυνάμεις. Εἰ οὐρανοῦ μέγεθος, μέτρον ἀνθρωπίνης διανοίας ἐκβαίνει· τῶν ἀϊδίων τὴν φύσιν τίς ἄρα ἐξιχνιάσαι δυνήσεται; Εἰ ὁ τῇ φθορᾷ ὑποκείμενος ἥλιος οὕτω καλὸς καὶ μέγας, ὀξὺς μὲν κινηθῆναι, εὐτάκτους δὲ τὰς περιόδους ἀποδιδοὺς, σύμμετρον μὲν ἔχων τὸ μέγεθος τῷ παντὶ, ὥστε μὴ ἐκβαίνειν τὴν πρὸς τὸ ὅλον ἀναλογίαν· τῷ δὲ κάλλει τῆς φύσεως οἷόν τις ὀφθαλμὸς διαυγὴς ἐμπρέπων τῇ κτίσει· εἰ ἀκόρεστος τούτου ἡ θέα, ποταπὸς τῷ κάλλει ὁ τῆς δικαιοσύνης ἥλιος; Εἰ τυφλῷ ζημία τοῦτον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς στερηθῆναι;
Εἰ γὰρ τὰ πρόσκαιρα τοιαῦτα, ποταπὰ τὰ αἰώνια; Καὶ εἰ τὰ ὁρώμενα οὕτω καλὰ, ποταπὰ τὰ ἀόρατα, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ πρέπει ἡ δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.