Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Λόγοι ἠθικοί

Μέγας Βασίλειος

Λόγος Β': Η διδασκαλία, η άσκηση και η εκκλησιαστική τάξη

Οδηγίες για το μέτρο στη διδαχή, τον παιδαγωγικό ρόλο της ψαλμωδίας, τους κανόνες αποταγής και την εφαρμογή των επιτιμίων προς διόρθωση των σφαλλομένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 24

ΠΕΡΙ ΔΙΔΑΧΗΣ ΚΑΙ ΝΟΥΘΕΣΙΑΣ. ΛΟΓΟΣ Βʹ. Εἰ ἐπὶ τοσαύταις παραινέσεσιν, ἃς ἔν τε τῷ προλαβόντι χρόνῳ παρακαλοῦντες ὑμᾶς οὐ διελίπομεν, καὶ ἐφεξῆς τῶν ἑπτὰ τῆς νηστείας ἑβδομάδων νυκτὸς καὶ ἡμέρας διαμαρτυρόμενοι ὑμῖν τὸ Εὐαγγέλιον τῆς χάριτος τοῦ Θεοῦ οὐκ ἐπαυσάμεθα, οὐδὲν γέγονεν ὄφελος, ἐπὶ ποίαις ἐλπίσι διαλεχθῶμεν σήμερον;

Ἐπεὶ καὶ γεωργὸς, τῶν πρώτων αὐτῷ σπερμάτων μὴ ἐκφυέντων, ὀκνηρότερός ἐστι πρὸς τὸ δεύτερον ταῖς αὐταῖς ἀρούραις πάλιν ἐγκαταβαλεῖν. Ὥστε κἂν ἐσιώπησα, εὖ ἴστε, εἰ μὴ ἐφοβούμην τὸ ὑπόδειγμα Ἱερεμίου· ὃς πρὸς ἀπειθῆ λαὸν φθέγγεσθαι μὴ βουλόμενος, ἔπαθεν ἐκεῖνα ἅπερ αὐτὸς διηγήσατο, ὅτι ἐγένετο αὐτῷ πῦρ ἐν τοῖς ἐγκάτοις, καὶ παρεῖτο πάντοθεν, καὶ οὐκ ἠδύνατο φέρειν. Ἐπεὶ γὰρ φύσει ἀρετὴ λόγου, μήτε ἀσαφείᾳ κρύπτειν τὰ σημαινόμενα, μήτε περιττὸν εἶναι καὶ μάταιον, εἰκῆ τοῖς πράγμασι περιῤῥέοντα· οὐ καλὸν περὶ πολλῶν εἰσάπαξ διαλεχθῆναι, μή ποτε τῇ ἀμετρίᾳ τοῦ λόγου ἄχρηστα φανῇ τὰ φιλοπόνως συνειλεγμένα.

Ἀτονοῦσα γὰρ ἡ διάνοια πάντων ὁμοῦ περιδράξασθαι, ὅμοιον πάσχει γαστρὶ, διὰ τὴν ὑπερβολὴν τοῦ κόρου, εἰς πέψιν ἀγαγεῖν τὰ παραπεμφθέντα μὴ δυναμένῃ. Βίαιον μὲν γὰρ μάθημα οὐ πέφυκε παραμένειν, τὸ δὲ μετὰ τέρψεως καὶ χάριτος εἰσδυόμενον μονιμώτερόν πως ταῖς ψυχαῖς ἐνιζάνει.

Διὰ τοῦτο καὶ τὸ ἐκ τῆς μελῳδίας τερπνὸν τοῖς δόγμασιν ἐγκατέμιξεν, ἵνα τῷ προσηνεῖ καὶ λείῳ τῆς ἀκοῆς τὸ ἐκ τῶν λόγων ὠφέλιμον λανθανόντως ὑποδεχώμεθα, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, οἳ τῶν φαρμάκων τὰ αὐστηρότερα πίνειν διδόντες τοῖς κακοσίτοις, μέλιτι πολλάκις τὴν κύλικα περιχρίουσι.

Διὰ τοῦτο καὶ τὰ ἐναρμόνια μέλη τῶν ψαλμῶν ἡμῖν ἐπινενόηται, ἵνα ὡς οἱ παῖδες τὴν ἡλικίαν, ἢ καὶ ὅλως οἱ νεαροὶ τὸ ἦθος, τῷ μὲν δοκεῖν μελῳδῶσι, τῇ δὲ ἀληθείᾳ τὰς ψυχὰς ἐκπαιδεύωνται. Καὶ γὰρ οἱ πωλοδάμναι τοὺς δυσηνίους τῶν πώλων οὐκ εὐθὺς κατάγχουσι τοῖς χαλινοῖς, οὐδὲ ἀνακρούουσιν· ἀναχαιτίζειν γὰρ οὕτω καὶ ἀποσείεσθαι τοὺς ἐπιβάτας διδάσκουσιν· ἀλλὰ συνενδιδόντες τὴν πρώτην καὶ συνεξορμῶντες αὐτοῖς, ἐπειδὰν ἴδωσιν ὑπὸ τῆς οἰκείας ὁρμῆς καὶ βίας τὸν θυμὸν ἀναλώσαντας, τότε παραλαβόντες δεδαμασμένους, εὐπειθεστέρους ποιοῦσι διὰ τῆς τέχνης. Τοῖς γοῦν ἐπιμελῶς ἐξ ἑκάστου τὴν ὠφέλειαν ἀθροίζουσιν, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν, πολλαὶ γίνεσθαι πολλαχόθεν προσθῆκαι πεφύκασι. Τὸ γὰρ καὶ σμικρὸν ἐπὶ σμικρῷ κατατίθεσθαι, οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην ἢ καὶ εἰς ἡντιναοῦν ἐπιστήμην, ὀρθῶς ἡγεῖσθαι ἔχειν τῷ πεπυκνωμένῳ προσῆκε.

Τὸ γὰρ πόνῳ κτηθὲν, περιχαρῶς ὑπεδέχθη, καὶ φιλοπόνως διεφυλάχθη· ὧν μέντοι πρόχειρος ὁ πορισμὸς, τούτων ἡ κτῆσις εὐκαταφρόνητος. Ὥσπερ οὖν, οὐχὶ βασκαίνων ἡμῖν τῶν πρὸς τὸ ζῇν ἀφορμῶν, παραπλησίως τοῖς ἀλόγοις συναπογεννηθῆναι πάντα ὁ Δημιουργὸς ἡμῶν οὐ συνεχώρησεν, ἀλλὰ τὴν ἔνδειαν τῶν ἀναγκαίων γυμνάσιον ἡμῖν τῆς διανοίας ἐμηχανήσατο· οὕτω καὶ τὴν ἐν ταῖς Γραφαῖς ἀσάφειαν ἐπ᾽ ὠφελείᾳ τοῦ νοῦ, διεγείρων αὐτοῦ τὴν ἐνέργειαν, ἐπετήδευσε· πρῶτον μὲν ἵνα τούτοις ἐνασχολούμενος τῶν χειρόνων ἀφέλκηται· ἔπειτα ὅτι τὰ πόνῳ κτηθέντα μᾶλλον προσαγαπᾶται, καὶ τὰ διὰ μακροῦ χρόνου προσγενόμενα μονιμώτερον παραμένει· ὧν δὲ ῥᾳδία ἡ κτῆσις, οὐ περισπούδαστος ἡ ἀπόλαυσις. Εὐκαταφρόνητος γὰρ ἡ τῶν προχείρων παρουσία, καὶ οὐδεμιᾶς φυλακῆς ἀξιουμένη τοῖς ἔχουσιν. Αἰσχρὸν δὲ, τῶν μὲν σιτίων τὰ βλαβερὰ διωθεῖσθαι· τῶν δὲ μαθημάτων, ἃ τὴν ψυχὴν ἡμῶν τρέφει, μηδένα λόγον ἔχειν· ἀλλ᾽ ὥσπερ χειμάῤῥουν κατασύροντας ἅπαν τὸ προστυγχάνον, ἐμβάλλεσθαι.

Ὡς γὰρ τοῦ μέλιτος ἡ φύσις οὐ τοσοῦτον τῷ λόγῳ δύναται παραστῆναι τοῖς ἀπείροις, ὅσον ἀπ᾽ αὐτῆς τῆς κατὰ τὴν γεῦσιν αἰσθήσεως· οὕτως οὐδὲ ἡ χρηστότης τοῦ οὐρανίου λόγου ἐναργῶς παραδοθῆναι διδασκαλίαις δύναται, ἐὰν μὴ τὰ τῆς ἀληθείας δόγματα ἐπιπλέον βασανίσαντες, δυνηθῶμεν τῇ οἰκείᾳ πείρᾳ καταλαβεῖν τὴν τοῦ Κυρίου χρηστότητα.

Τοῦ γὰρ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· οὐκ ἀκίνδυνον ἀπωθεῖσθαι τοὺς τῷ Κυρίῳ δι᾽ ἡμῶν προσιόντας, καὶ ὑπελθεῖν αὐτοῦ τὸν χρηστὸν ζυγὸν βουλομένους. Προσήκει δὲ τὸν παρελθόντα βίον τῶν προσιόντων καταμανθάνειν, καὶ οἷς μὲν ἤδη τι κατώρθωται, τὰ τελειότερα τῶν διδαγμάτων παραδιδόναι· τοὺς δὲ ἐκ βίου πονηροῦ πρὸς τὸν ἀκριβῆ βίον τῆς θεογνωσίας ὁρμήσαντας ἀνακρίνειν χρὴ, ὁποῖοι τὸ ἦθός εἰσι, μὴ ἄστατοι, καὶ πρὸς τὰς κρίσεις εὐκίνητοι. Ὕποπτον γὰρ τῶν τοιούτων τὸ εὐμετάθετον· οἳ πρὸς τῷ μηδὲν ἑαυτοὺς ὠφελῆσαι, ἔτι καὶ ἑτέροις αἴτιοι βλάβης γίνονται. Ἐπεὶ δὲ πάντα ἐπιμελείᾳ κατορθοῦται, καὶ φόβος Θεοῦ παντοίων ἐλαττωμάτων ψυχῆς περιγίνεται, οὐδὲ τούτων ἀπογνωστέον εὐθὺς, ἀλλὰ ἄγειν αὐτοὺς εἰς τὰ προσήκοντα γυμνάσια δεῖ, χρόνῳ καὶ ἐπιπόνοις ἀγωνίσμασι πεῖραν τῆς κρίσεως αὐτῶν λαμβάνοντας· ὡς ἐάν τι βέβαιον παρ᾽ αὐτοῖς εὕρωμεν, ἀκινδύνως αὐτοὺς προσίεσθαι· εἰ δὲ μὴ, ἕξω ὄντας ἀποπέμπεσθαι· ὥστε ἀζημίωτον τὴν πεῖραν τῇ ἀδελφότητι γίνεσθαι.

Τὸν δὲ ἀπό τινος περιφανεστέρου βίου πρὸς τὴν καθ᾽ ὁμοίωσιν τοῦ Κυρίου ταπεινοφροσύνην ἐπειγόμενον, ὁρίζειν χρή τινα τῶν ἐπονειδίστων εἶναι δοκούντων παρὰ τοῖς ἔξωθεν, καὶ ἐπιτηρεῖν εἰ μετὰ πάσης πληροφορίας ἐργάτην ἀνεπαίσχυντον τῷ Θεῷ ἑαυτὸν παρίστησιν. Ὅσοι δὲ ὑπὸ ζυγὸν ὄντες δοῦλοι, ταῖς ἀδελφότησι προσφεύγουσι, νουθετηθέντας αὐτοὺς, καὶ βελτιωθέντας ἀποπέμπεσθαι χρὴ τοῖς δεσπόταις, καθ᾽ ὁμοίωσιν τοῦ μακαρίου Παύλου· ὃς τὸν Ὀνήσιμον γεννήσας διὰ τοῦ Εὐαγγελίου, ἀπέπεμψε τῷ Φιλήμονι, τὸν μὲν πληροφορήσας, ὅτι ὁ ζυγὸς τῆς δουλείας εὐαρέστως τῷ Κυρίῳ κατορθούμενος, βασιλείας οὐρανῶν ἄξιον συνίστησι· τὸν δὲ παρακαλέσας, μὴ μόνον ἀνιέναι τὴν κατ᾽ αὐτοῦ ἀπειλὴν, ἀλλὰ καὶ χρηστοτέραν ἔχειν πρὸς αὐτὸν τὴν διάθεσιν. Εἰ μέντοι κακὸς ὁ δεσπότης τύχοι, παράνομά τινα ἐπιτάσσων, καὶ πρὸς παράβασιν ἐντολῆς τοῦ ἀληθινοῦ δεσπότου καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν δοῦλον βιαζόμενος, ἀγωνίζεσθαι χρὴ, ὅπως μὴ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημηθῇ διὰ τὸν δοῦλον ἐκεῖνον, ποιήσαντά τι, ὃ μὴ ἀρέσκῃ Θεῷ. Κατορθοῦται δὲ ἀγὼν, ἢ ἐν τῷ τὸν δοῦλον ἐκεῖνον καταρτισθῆναι πρὸς ὑπομονὴν τῶν ἐπιφερομένων αὐτῷ μαθημάτων, ὑπὲρ τοῦ πειθαρχῆσαι Θεῷ μᾶλλον ἢ ἀνθρώπῳ· ἢ ἐν τῷ τοὺς ὑποδεχομένους ἀναδέξασθαι τοὺς ὑπὲρ αὐτοῦ ἐπαγομένους αὐτοῖς πειρασμούς.

Τοὺς ἐν συζυγίᾳ δὲ γάμου τοιούτῳ βίῳ προσερχομένους ἀνακρίνεσθαι χρὴ, εἰ ἐκ συμφωνίας τοῦτο ποιοῦσι, κατὰ τὴν διαταγὴν τοῦ Ἀποστόλου, καὶ οὕτως ἐπὶ πλειόνων μαρτύρων δέχεσθαι τὸν προσερχόμενον. Εἰ δὲ στασιάζοι τὸ ἕτερον μέρος καὶ διαμάχοιτο, ἔλαττον φροντίζον τῆς πρὸς Θεὸν εὐαρεστήσεως, μνημονευέσθω ὁ Ἀπόστολος λέγων· Ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ Θεός.

Τὸν τοίνυν ἐξερχόμενον ἀπὸ τῶν ἰδίων, σκοπῷ τοῦ ἀκολουθῆσαι τῷ Κυρίῳ, οὐ χρὴ καταφρονητικῶς περὶ τῶν διαφερόντων αὐτῷ διακεῖσθαι· ἀλλὰ πειρᾶσθαι πάντα μετὰ ἀκριβείας λαβόντα, ὡς τῷ Κυρίῳ λοιπὸν ἀφιερωμένα, μετὰ πάσης εὐλαβείας οἰκονομεῖν, ἢ δι᾽ ἑαυτοῦ, ἐὰν δυνατῶς καὶ ἐμπείρως ἔχῃ, ἢ διὰ τῶν μετὰ δοκιμασίας πολλῆς ἐπιλεγέντων, καὶ ἀπόδειξιν δεδωκότων τοῦ δύνασθαι πιστῶς καὶ φρονίμως οἰκονομεῖν· εἰδότα, ὅτι οὐκ ἀκίνδυνόν ἐστιν οὔτε τὸ προσαφεῖναι τοῖς οἰκείοις, οὔτε τὸ διὰ τοῦ τυχόντος οἰκονομῆσαι. Εἰ γὰρ ὁ φροντίδα βασιλικῶν κτημάτων ἐγχειρισθεὶς, κἂν μὴ νοσφίσηται πολλάκις ἐκ τῶν ἑτοίμων, ἀμελείᾳ δέ τινι καταπροδῷ τὰ προσκτηθῆναι δυνάμενα, οὐκ ἀπολύεται τοῦ ἐγκλήματος· τίνα χρὴ προσδοκᾷν ἐπὶ τῶν ἤδη κατονομασθέντων τῷ Κυρίῳ τὴν κατάκρισιν ὑποστήσεσθαι, τὸν χαύνως καὶ ἠμελημένως διατεθέντα πρὸς τὴν τούτων διοίκησιν;

Κόσμου δὲ ἀναχώρησις, οὐχὶ ἔξω αὐτοῦ γενέσθαι σωματικῶς, ἀλλὰ τῆς πρὸς τὸ σῶμα συμπαθείας τὴν ψυχὴν ἀποῤῥῆξαι, καὶ γενέσθαι ἄπολιν, ἄοικον, ἀνίδιον, ἀφιλέταιρον, ἀκτήμονα, ἄβιον, ἀπράγμονα, ἀσυνάλλακτον, ἀμαθῆ τῶν ἀνθρωπίνων διδαγμάτων· ἕτοιμον ὑποδέξασθαι τῇ καρδίᾳ τὰς ἐκ τῆς θείας διδασκαλίας ἐγγινομένας διατυπώσεις· Ἑτοιμασία δὲ καρδίας, ἡ ἀπομάθησις τῶν ἐκ πονηρᾶς συνηθείας προκατασχόντων αὐτὴν διδαγμάτων.

Πρῶτόν γε πάντων, σπουδάζειν προσήκει τὸν φιλόθεον ἄνδρα περὶ τὴν τοῦ λόγου χρῆσιν μὴ ἀμαθῶς ἔχειν, ἀλλ᾽ ἐρωτᾷν μὲν ἀφιλονείκως, ἀποκρίνεσθαι δὲ ἀφιλοτίμως, μὴ διακόπτοντα τὸν προσδιαλεγόμενον, ὅταν τι χρήσιμον λέγῃ, μηδὲ ἐπιθυμοῦντα τὸν ἑαυτοῦ λόγον ἐπιδεικτικῶς ἐμβάλλειν, μέτρα ὁρίζοντα λόγῳ καὶ ἀκοῇ· μανθάνειν δὲ ἀνεπαισχύντως, καὶ διδάσκειν ἀνεπιφθόνως, καὶ εἴ τι παρ᾽ ἑτέρου δεδίδακται, μὴ ἀποκρυπτόμενον, ὡς αἱ φαῦλαι τῶν γυναικῶν αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ κηρύσσειν εὐγνωμόνως τὸν πατέρα τοῦ λόγου. Τόνος δὲ φωνῆς ὁ μέσος προτιμητέος, ὡς μήτε διαφεύγειν τὴν ἀκοὴν ὑπὸ σμικρότητος, μήτε φορτικὸν εἶναι τῷ μεγέθει τῆς διατάσεως· προεξετάσαντα ἐν ἑαυτῷ τὸ ῥηθησόμενον, οὕτω δημοσιεύειν τὸν λόγον.

Εὐπροσήγορον ἐν ταῖς ἐντεύξεσι, γλυκὺν ἐν ταῖς ὁμιλίαις· οὐ διὰ τῆς εὐτραπελίας τὸ ἡδὺ θηρώμενον, ἀλλὰ διὰ τῆς εὐμενοῦς παρακλήσεως τὸ προσηνὲς ἔχοντα· πανταχοῦ τὸ τραχὺ, κἂν ἐπιτιμῆσαι δέῃ, ἀπωθούμενον. Προκαταβαλὼν γὰρ ἑαυτὸν διὰ ταπεινοφροσύνης, οὕτως εὐπαράδεκτος ἔσται τῷ δεομένῳ τῆς θεραπείας. Πολλάκις δὲ χρήσιμος ἡμῖν καὶ ὁ τοῦ προφήτου τρόπος τῆς ἐπιπλήξεως· ὃς τῷ Δαβὶδ ἁμαρτόντι, οὐ παρ᾽ ἑαυτοῦ ἐπήγαγε τὸν ὅρον τῆς καταδίκης, ἀλλ᾽ ὑποβολῇ προσώπου χρησάμενος, αὐτὸν ἐκεῖνον τοῦ ἰδίου δικαστὴν ἐκάθισεν ἁμαρτήματος· ὥστε αὐτὸν καθ᾽ ἑαυτοῦ προεξενεγκόντα τὴν κρίσιν, μηδὲν ἐπιμέμψασθαι τὸν ἐλέγξαντα.

Ὁλκὸς μὲν γὰρ ὕδατος δείκνυσι τὴν οἰκείαν πηγὴν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει. Καὶ ὥσπερ ἐπὶ τῶν ἰατρικῶν παραγγελμάτων, ὅταν εὐστόχως καὶ κατὰ λόγον γίνηται, μετὰ τὴν πεῖραν μάλιστα τὸ ἀπ᾽ αὐτῶν ὠφέλιμον δείκνυται· οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν παραινέσεων, ἐπειδὰν μάλιστα τὴν ἔκβασιν λάβῃ μαρτυροῦσαν τὰ παραγγέλματα, τότε τὸ σοφὸν αὐτῶν καὶ ὠφέλιμον πρὸς τὴν ἐπανόρθωσιν τοῦ βίου καὶ τὴν τῶν πειθομένων τελείωσιν ἀναφαίνεται. Ὁ γὰρ τὸν κείμενον ἀνιστῶν, ὑψηλότερος εἶναι τοῦ πεπτωκότος πάντως ὀφείλει· ὁ δὲ ἐξ ἴσου καταπεσὼν, ἑτέρου καὶ αὐτὸς τοῦ ἀναστήσοντος ἐπιδέεται. Οἱ δὲ τυφλοῖς διδασκάλοις τὴν ὁδηγίαν ἑαυτῶν ἐπιτρέψαντες, ἐστέρησαν ἑαυτοὺς τῆς τοῦ φωτὸς ἀπολαύσεως. Τὸ γὰρ μετὰ θυμοῦ καὶ ὀργῆς ἐλέγχειν τὸν ἁμαρτήσαντα ἀδελφὸν, οὐχὶ ἐκεῖνόν ἐστιν ἁμαρτίας ἐλευθερῶσαι, ἀλλ᾽ ἑαυτὸν περιβαλεῖν πλημμελήμασιν. Ἐν γὰρ πραότητι δεῖ παιδεύειν τοὺς ἀντιδιατιθεμένους, καὶ μὴ ἐν οἷς μὲν αὐτὸς παροφθῇ, σφοδρὸν εἶναι· ἐν οἷς δὲ ἂν ἄλλον καταφρονούμενον ἴδῃ, τὴν πρὸς τὸν ἡμαρτηκότα μακροθυμίαν ἐπιδείκνυσθαι· ἀλλὰ καὶ μᾶλλον δυσχεραίνειν ἐπὶ τῷ κακῷ τότε.

Οὕτω γὰρ καὶ τῆς φιλαυτίας τὴν ὑποψίαν ἐκφεύξεται, καὶ ἀπόδειξιν δώσει τοῦ μὴ τὸν ἡμαρτηκότα μισεῖν, ἀλλὰ τὴν ἁμαρτίαν ἀποστρέφεσθαι· τὸ μὲν γὰρ μὴ δι᾽ ἑαυτὸν μεριμνᾷν καὶ ἐργάζεσθαι, φιλοχρίστου καὶ φιλαδέλφου διαθέσεως ἐγκώμιον. Παντὶ τοίνυν τρόπῳ χρὴ τὸν ἀσθενοῦντα θεραπεύειν, καὶ σπουδάζειν τὸ ἐξηρθρωμένον, ἵν᾽ οὕτως εἴπω, μέλος ἐναρθροῦν· ἐὰν δὲ τῇ οἱᾳδηποτοῦν κακίᾳ ἐπιμένῃ, ἀφιέναι ὡς ἀλλότριον· γέγραπται γάρ· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἐὰν γὰρ δυσαποσπάστως ἔχωσι τῶν ἰδίων ἐθῶν, καὶ ταῖς ἡδοναῖς τῆς σαρκὸς δουλεύειν ἐθέλωσι μᾶλλον ἢ τῷ Κυρίῳ, καὶ τὴν κατὰ τὸ Εὐαγγέλιον ζωὴν μὴ καταδέχωνται, οὐδεὶς ἡμῖν κοινὸς πρὸς αὐτοὺς λόγος. Ἡμεῖς γὰρ ἐν λαῷ ἀπειθεῖ καὶ ἀντιλέγοντι δεδιδάγμεθα ἀκούειν, ὅτι Σώζων σῶζε τὴν σεαυτοῦ ψυχὴν, καὶ ἀλλοτρίαις ἁμαρτίαις μὴ κοινώνει. Καὶ εἰ μή τις ἐπιθυμητικῶς ἔρχεται ἐπὶ τὸ ψάλλειν, καὶ εἰ μὴ ἐπιφαίνεται αὐτῷ ἡ διάθεσις τοῦ εἰπόντος· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου! ὑπὲρ μέλι τῷ στόματί μου· καὶ εἰ μὴ ζημίαν μεγάλην ἡγεῖται τὴν ἀργίαν· ἢ διορθωσάσθω, ἢ ἐξαρθήτω, ἵνα μὴ μικρὰ ζύμη ὅλον τὸ φύραμα δολώσῃ.

Οὓς γὰρ τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν· γέγραπται γάρ· Ἐὰν ὁ ἀδελφός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ καὶ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης.

Ὃ γοῦν ἐγένετο καὶ ἐπὶ τοῦδε. Ἅπαξ ἐνεκλήθη, ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη, τρίτον ἐπὶ τῆς Ἐκκλησίας. Ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔσται ἐκκήρυκτος, καὶ διαγγελθήτω πάσῃ τῇ πόλει, ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς· ὡς ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου. Ὥσπερ γὰρ τῶν παίδων οἱ νήπιοι, κατολιγωροῦντες τῶν μαθημάτων, μετὰ τὰς μάστιγας, ἃς διδάσκαλοι αὐτοῖς ἢ παιδαγωγοὶ προσάγουσι, προσεχέστεροι δέχονται τὰ διδάγματα· καὶ ὁ αὐτὸς λόγος πρὸ μὲν τῶν πληγῶν οὐκ ἠκούετο, μετὰ δὲ τὰς ἐκ τῶν μαστίγων ὀδύνας ἄρτι τῶν ὤτων διανοιγέντων, καὶ παρεδέχθη τῇ ἀκοῇ καὶ παρεδόθη τῇ μνήμῃ· οὕτω καὶ ἐπὶ τῶν παρακουόντων τῆς θείας διδασκαλίας καὶ καταφρονητικῶς πρὸς τὰς ἐντολὰς διακειμένων συμβαίνει. Ἐπειδὰν ἐπαχθῇ αὐτοῖς παρὰ τοῦ Θεοῦ ἡ παιδεία, τότε δὴ μόλις τὰ ἀεὶ λαλούμενα καὶ ἀεὶ παρακουόμενα τῶν τοῦ Θεοῦ προσταγμάτων, ὡς πρῶτον ἐμπεσόντα αὐτῶν ταῖς ἀκοαῖς, παρεδέχθη, κατὰ τὸν λέγοντα, ὅτι Ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα.

Ὥσπερ δὲ ἀπαθῶς χρὴ προσάγεσθαι τὰς θεραπείας τοῖς ἀσθενοῦσι κατὰ ψυχὴν, οὕτως πάλιν χρὴ τοὺς θεραπευομένους μὴ πρὸς ἔχθραν δέχεσθαι τὰ ἐπιτίμια, μηδὲ τυραννίδα νομίζειν τὴν ἀπὸ εὐσπλαγχνίας ἐπὶ σωτηρίᾳ ψυχῆς προσαγομένην αὐτῶν ἐπιμέλειαν. Αἰσχρὸν γὰρ, τοὺς μὲν τὰ σώματα νοσοῦντας, τοσοῦτον τοῖς ἰατροῖς καταπιστεύειν, ὥστε κἂν τέμνωσι, κἂν καίωσι, κἂν πικροῖς τοῖς φαρμάκοις ἀνιῶσιν, εὐεργέτας λογίζεσθαι· ἡμᾶς δὲ πρὸς τοὺς τῶν ψυχῶν θεραπευτὰς, ὅταν δι᾽ ἐπιπόνου ἀγωγῆς τὴν σωτηρίαν ἡμῖν κατεργάζωνται, μὴ τὴν αὐτὴν ἔχειν διάθεσιν. Ἐπεὶ οὖν φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγχοντι τοὺς ἁμαρτάνοντας, τὴν κοινὴν φροντίδα πεπιστευμένῳ· ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου, οὕτω διακείσθω, εἰδὼς, ὅτι ἐὰν ἐμπέσῃ εἰς ἁμαρτίαν εἷς τῶν ἀδελφῶν, μὴ προειπόντος αὐτῷ τὸ δικαίωμα τοῦ Θεοῦ, ἢ ἐμπεσὼν ἐπιμένῃ, μὴ διδαχθεὶς τὸν τρόπον τῆς ἐπανορθώσεως, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται, καθὼς γέγραπται· καὶ μάλιστα, ἐὰν μὴ δι᾽ ἄγνοιάν τι παρίδῃ τῶν ἀρεσκόντων Θεῷ, ἀλλὰ διὰ κολακείαν συμπεριφερόμενος τοῖς ἑκάστου κακοῖς, τὴν ἀκρίβειαν τῆς πολιτείας ἐκλύσῃ. Ὥσπερ δὲ ὁ προεστὼς ὑπεύθυνός ἐστιν ὁδηγεῖν εἰς πάντα τὴν ἀδελφότητα, οὕτω πάλιν καὶ τοῖς λοιποῖς ἐπιβάλλει, ἐάν ποτε ὑποπτευθῇ τι περὶ τὸν προεστῶτα πλημμέλημα, ὑπομιμνήσκειν αὐτὸν τοὺς προέχοντας τήν τε ἡλικίαν καὶ τὴν σύνεσιν.

Ἐὰν μὲν οὖν ᾖ τι ἄξιον διορθώσεως, τόν τε ἀδελφὸν ὠφελήσαμεν, καὶ ἑαυτοὺς δι᾽ ἐκείνου, τὸν οἱονεὶ κανόνα τοῦ ἡμετέρου βίου ὄντα, καὶ τῇ αὐτοῦ ὀρθότητι τὸ ἐνδιάστροφον ἡμῖν διελέγχειν ὀφείλοντα, πρὸς τὸ εὐθὺ καταρτίσαντες· ἐὰν δὲ μάτην τινὲς ταραχθῶσι, πληροφορηθέντες διὰ τῆς φανερώσεως τῶν οὐ μετὰ ἀληθείας ὑποπτευθέντων, τῆς ἐπ᾽ αὐτῷ διακρίσεως ἀπαλλάσσονται.

Οὐ γὰρ ἀγνοεῖτε, ὡς οἱ προεστῶτες δημοσίᾳ πᾶσι προκείμενοι, ὥσπερ οἱ ἐν τῇ θαλάσσῃ προβεβλημένοι σκόπελοι, αὐτοὶ τὸν θυμὸν τῶν ἐναντίων κυμάτων ὑποδέχονται, καὶ περὶ αὐτοὺς ῥηγνύμενα, τὰ κατόπιν αὐτῶν οὐκ ἐπικλύζουσιν. Ἐγὼ μὲν οὖν ἃ κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἰρημένα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω. Κἂν γὰρ ἡ τοῦ σώματος ἀσθένεια ἐμποδίζῃ με (ἣν οὐκ ἀγνοεῖτε πάντως, ὅση μοι πάρεστιν, ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου συντραφεῖσά μοι, καὶ παιδεύουσά με, κατὰ τὴν δικαίαν κρίσιν τοῦ πάντα ἐν σοφίᾳ οἰκονομοῦντος Θεοῦ), ἀλλ᾽ ἕως ἀναπνέομεν, ὑπεύθυνοί ἐσμεν μηδὲν ἐλλιμπάνειν τῶν εἰς οἰκοδομὴν τῶν καλῶν. Ὑμεῖς δὲ, τριῶν ἀῤῥωστημάτων μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῆς τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε. Οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχονται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀῤῥωστημάτων, ἐφ᾽ ἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· οἱ δ᾽ εἰς ἀνήκεστον παντελῶς μελαγχολίαν παρενεχθέντες, οὐδὲ προσιόντας προσίενται.

Ὃ μὴ πάθητε νῦν ὑμεῖς, ὀρθῶς ἔχοντας τῶν λογισμῶν ἀποφεύγοντες· ἀλλὰ καὶ παιδεύθητε, καὶ στοιχειώθητε τῷ φόβῳ Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.